The Greek Library Author

Aelian

Ἀποσπασμάτια

Author namesÉlien · Elien · Claude Élien · Claudius Aelianus · Aelian

Scientific editors
Rudolf Hercher
Edition reference
Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. · Leipzig · Teubner · 1866
CTS identifier
urn:cts:greekLit:tlg0545.tlg004.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Χρύσιππος ὁ Σολεὺς ἐποιεῖτο τὸν βίον ἐκ πάνυ ὀλίγων. Κλεάνθης δὲ καὶ ἀπὸ ἐλαττόνων.

Πρώτῃ καὶ ὀγδοηκοστῇ Ὀλυμπιάδι φασὶ· τήν Αἴτνην ῥυῆναι, ὅτε καὶ φιλόνομος καὶ Καλλίας οἱ Καταναῖοι τοὺς ἑαυτῶν πατέρας ἀράμενοι διὰ μέσης τῆς φλογὸς ἐκόμισαν, τῶν ἄλλων κτημάτων καταφρονήσαντες. ἀνθ’ ὧν καὶ ἀμοιβῆς ἔτυχον τῆς ἐκ τοῦ θείου· τὸ γάρ τοι πῦρ θεόντων αὐτῶν διέστη καθ’ ὃ μέρος ἐκεῖνοι παρεγίνοντο.

Ὁ Σωκράτης ἐπεὶ τὸ κωνεῖον ἔμελλε πίεσθαι, τῶν ἀμφὶ τὸν Κρίτωνα ἐρομένων αὐτὸν τίνα τρόπον ταφῆναι ἐθέλει, ὅπως ἂν ὑμῖν’ ἀπεκρίνατο ᾖ ῥᾷστον.

Σωκράτης ὁ γενναῖος ᾐτιᾶτο τῶν πατέρων ἐκείνους, ὅσοι μὴ παιδεύσαντες αὐτῶν τοὺς υἱεῖς εἶτα ἀπορούμενοι ἡγον ἐπὶ τὰς ἀρχὰς τοὺς νεανίσκους, καὶ ἔκριναν αὐτοὺς ἀχαριστίας, ὅτι οὐ τρέφονται ὑπ’ αὐτῶν. ἔφη γὰρ ἀδύνατα ἀξιοῦν τοὺς πατέρας· μὴ γὰρ οἵους τε εἶναι τοὺς μὴ μαθόντας τὰ δίκαια ποιεῖν αὐτά.

πολὺς δὲ καὶ ἀσελγὴς τίκτεται ἐκεῖθι ἄνεμος· γένεσις δὲ αὐτῷ αὐλῶνες βαθεῖς καὶ φάραγγες, δι’ ὧν ὠθούμενος ἐκπίπτει λαμπρότατος.

De mulieribus Romanis.

αἳ δεξάμεναι παρὰ Πύρρου τὰ δῶρα ἔφασαν ἡ δὼς αὐταῖς πρέπειν καὶ ἀξία εἶναι τοῦ πέμψαντος Πύρρου· ἀνόσιον δὲ εἶναι αὐταῖς φορεῖν.

ἐπ’ ἐλευθερίᾳ τινὲς Ῥωμαίοις φιλωθέντες, εἶτα μέντοι τὴν πίστιν, ἥπερ οὖν δεσμός ἐστι φιλίας, οὐκ ἐτήρησαν.

οὐδεὶς οἰκέτης μνημονεύεται κάκῃ εἴξας προδοῦναι τὸν δεσπότην.

Ἐχρήσατο δὲ Αἰλιανὸς ἐν τῷ περὶ Προνοίας τῷ ἀβασάνιστος ἀντὶ τοῦ ἄνευ ὀδύνης.

De daducho Epicuri praeceptis corrupto.

τῶν ἐξ Ἐλευσῖνος ὀργεώνων εἷς.

χλούνης τε καὶ γύνανδρος ἀνήρ, εἰ δοίημεν αὐτὸν ἄνδρα εἶναι, διὰ τῶν Ἐπικούρου λόγων τὴν ψυχὴν ἐκνευρισθεὶς καὶ θῆλυς γενόμενος. ὁ πρὸς Στρατοκλέα Ἀθήνησι δᾳδουχήσας ὁ χλούνης τε καὶ γύννις, καταγοητευθεὶς καὶ οἷον ἐν δεσμῷ τινι ἀφύκτῳ πεδηθείς.

ἀνήρ τις ἦν (εἰ δοίημεν αὐτὸν ἄνδρα εἶναι) διὰ τῶν Ἐπικούρου λόγων τὴν ψυχὴν ἐκνευρισθεὶς καὶ θῆλυς γενόμενος, ὁ χλούνης τε καὶ γύννις, ὅσπερ ἐπιλαθόμενος ὤθησεν ἑαυτὸν εἰς τὸ μέγαρον φέρων, ἔνθα δήπου τῷ ἱεροφάντῃ μόνῳ παρελθεῖν θεμιτὸν ἦν.

καὶ δᾳδουχήσας Ἀθήνησιν. ὡς Ἀθηναίων φασὶν οἱ ταῦτα ἀκριβοῦντες δόκιμοι. εὔξαντο δὲ καὶ τῇ Βουλαίᾳ καὶ τῇ Κόρῃ διά τε τῶν ἱεροφαντῶν καὶ τοῦ δᾳδούχου σωτηρίαν αὐτοῖς. καὶ δᾳδουχήσας λαμπαδοφορήσας. ὁ πρὸ Στρατοκλέους Ἀθήνησι δᾳδουχήσας, ἐκ τῆς ἡδονῆς, ἣν ἐκεῖνος ὕμνει ὁ χλούνης τε καὶ γύννις.

κακὴν σοφίαν μετιών, καὶ τοὺς ἀθέους Ἐπικούρου λόγους καὶ γύννιδας ἐπασκῶν, κὰκ τῆς ἡδονῆς, ἣν ἐκεῖνος ὕμνει ὁ χλούνης τε καὶ γύννις.

ὅτι δὲ καὶ ἐντομίαν ὁ χλούνης δηλοῖ οὐ μόνον Αἰσχύλος δίδωσι χρῆσιν, ἀλλὰ καὶ Αἰλιανὸς μάλιστα ἐν τοῖς περὶ Προνοίας.

εἶτα μέντοι παρ’ οὐδὲν θέμενος τὰ σεμνὰ Εὐμολπιδῶν καὶ Κηρύκων καὶ τῶν ἄλλων γενῶν ἱερῶν τε ὄντων καὶ θεοφιλῶν, ἐπίρρητον δὲ καὶ θῆλυν σοφίαν προελόμενος.

καὶ ὡς οὐ μέλει τῶν ἀνθρωπείων τῷ θεῷ δεῖξαι φλεγόμενος, ὠθεῖ ἑαυτὸν φέρων ἐς τὸ μέγαρον· ἔνθα δήπου τῷ μὲν ἱεροφάντῃ μόνῳ παρελθεῖν θεμιτὸν ἦν κατὰ τὸν τῆς τελετῆς νόμον, ἐκείνῳ δὲ οὐκ ἐξῆν. ἐπεὶ δὲ ἐτολμήθη οἱ τὸ τόλμημα, φρίκη τις αὐτὸν περιέρχεται, καὶ νοσεῖ νόσῳ μακροτάτῃ, καὶ τηκεδὼν αὐτὸν διεδέξατο· καὶ ὅσα ἐτόλμησε βοῶν καὶ λέγων καὶ ὅσα ἐστὶν ἀνθρώπων ἀσεβεστάτων ἐκτραγῳδῶν καὶ εὐχόμενος, τὴν ἐπίρρητόν τε καὶ κατάρατον ψυχὴν ἀπορρῆξαι διψῶντα, μόλις καὶ ὀψὲ τούτου τυχόντα.

De Philemonis comici morte.

οὗτος ἄπηρος ἦν τὸ σῶμα, καὶ μέντοι καὶ τὰς αἰσθήσεις πάσας ἀσινεῖς εὐμοιρίᾳ τινὶ διεσώσατο. ὁμολογοῦσι δήπου καὶ τοῦτο.

πολεμούντων Ἀθηναίων καὶ Ἀντιγόνου Πειραιοῖ διαιτώμενος ὁ φιλήμων ὄναρ ὁρᾷ κόρας ἐξιούσας ἐννέα τῆς οἰκίας αὐτοῦ. ἐδόκει δὲ ἐρέσθαι αὐτὰς τί βουλόμεναι καταλείπουσιν αὐτόν, αὐτῶν δὲ ᾤετο ἀκοῦσαι λεγουσῶν ἔξω θυρῶν ἰέναι· μὴ γὰρ εἶναι θεμιτὸν μεῖναι αὐτάς. καὶ τὸν μὲν ὄνειρον ἐνταῦθα παύσασθαι, αὐτὸς δὲ διυπνισθεὶς τῷ παιδὶ περιηγεῖται ἅ τε εἶδε καὶ ὅσα ἤκουσε καὶ ἅτινα εἶπεν. εἶτα μέντοι ἔγραψε τὰ λοιπὰ τοῦ δράματος, ὅπερ οὐν ἔτυχε διὰ τῆς παρούσης ἄγων φροντίδος, καὶ ἐπηλυγησάμενος ἡσυχῆ ἔκειτο, κᾆτα ὑπεξέσχε. καὶ οἵ γε ἔνδον ᾤοντο καθεύδειν αὐτόν· ἐπεὶ δὲ μακρὸν τοῦτο ἦν, ἐκκαλύψαντες τεθνεῶτα ἐθεάσαντο. οὐκοῦν, ὦ Ἐπίκουρε, παρῆσαν δὴ καὶ φιλήμονι αἱ ἐννέα Μοῦσαι, καὶ ὅτε ἔμελλε τὴν ἐπινησθεῖσάν οἱ καὶ τελευταίαν ὁδὸν ἰέναι, ὤχοντο ἀπιοῦσαι. θεοῖς γὰρ οὐδαμῆ θεμιτὸν ὁρᾶν ἔτι νεκρούς, καὶ ἐὰν ὠσι πάνυ φίλοι, οὐδ’ ὄμμα χραίνειν θανασίμοισιν ἐκπνοαῖς. σὺ δὲ λέγεις αὐτοὺς μὴ ἡμῖν προσέχειν, ᾧ μῶρε.

De Monima Milesia.

γυνὴ τὴν ὥραν διαπρεπής, σώφρων τὸν τρόπον.

ὃ δὲ ὁρᾷ τὴν Μιλησίαν καὶ ἐρᾷ αὐτῆς, καὶ πέμπει πειρῶν πεντακισχιλίους καὶ μυρίους αὐτῇ χρυσοῦς, καὶ εἰ πλέον δέοιτο, ἔφατο δώσειν· ἣ δὲ οὐ προσεῖτο τὴν δόσιν, ἑταιρικὸν φάσκουσα εἶναι μίσθωμα τὸ ἑαυτὴν παραβαλεῖν ἀνδρὶ ἀγνῶτι καὶ ὥσπερ ὤνιον τὸ κάλλος ἀποδόσθαι.

διέρρει τοίνυν ὑπὲρ τῆς ἀνθρώπου κλέος σοβαρώτατον.

καὶ ἕδνα ᾔτει γενέσθαι, τὸ τοῦ Μενάνδρου, ἵνα τι καὶ παίσω, Τρικορυσία βασίλιννα καὶ αὕτη, δέσποινα εἶναι τοῦ Πόντου ἐθέλουσα.

Μιθριδάτης δὲ τὴν ἀποδημίαν Λευκόλλου ἑαυτῷ κατέγραψεν εὐερμίαν εἶναι.

ἣ δὲ ὡς ἐπύθετο ὡς ἐκ τῶν παρόντων αἵρεσιν ἑκάστῃ δόντος θανάτου ὡς ἔνι μάλιστα ἀλύπου τε καὶ κούφου, τὸ διάδημα, ὅπερ οὖν ἐπὶ τῆς κεφαλῆς εἶχε σύμβολον δὴ καὶ μαρτύριον ἀρχῆς, περισπάσασα εἶτα μέντοι τῷ τραχήλῳ περιβάλλει πρὸς τὴν χρείαν τὴν παροῦσαν βρόχον ἀποφήνασα. τὸ δὲ ταραντινίδιον λεπτόν τε ὂν καὶ ἀσθενὲς ἐπεὶ μόνον ἐτάθη, κᾆτα ἀπορρήγνυται. ἣ δὲ περιαλγεῖ καί φησιν ὦ κατάπτυστόν τε καὶ ἐπίρρητον ῥάκος, οὐδὲ ἐς ταύτην μοι τὴν χρείαν ἐπιτήδειον ἐγένου. καὶ ῥίψασα αὐτὸ ξίφει ἑαυτὴν διεχρήσατο.

κατά τι πυθόχρηστον ἧκε θεῶν κομίζων ἱερὰ ἐς τὴν μετοίκησιν σεμνὰ ἐφόδια.

παρ’ οὐδὲν τιθέμενος τὴν τοῦ ἱεροῦ γράμματος συμβουλήν, ὅπερ οὖν οἷα δήπου ψέλιον τῷ βασιλεῖ τῶν Αἰγυπτίων ἐκ τοῦ νόμου προσήρτητο, ἀναστέλλον τῶν ἀδικημάτων.

Eustathius in Il. α, p. 100. Ἡ δὲ χρῆσις τοῦ ἀθέρος παρὰ τῷ Αἰλιανῷ ἐν τῷ περὶ Προνοίας.

Eustathius in Il. δ, p. 495. Ἔρρεε δακρύοις ὁ ὀφθαλμός. ὅπερ ἐν τῷ περὶ Προνοίας φησὶν Αἰλιανός.

Eustathius in Il. ζ, p. 657. Σημείωσαι δὲ ὅτι ἐν τεῦθεν παρέξεσται ὁ χρησμὸς ὁ παρὰ τῷ Αἰλιανῷ ἐν τῷ περὶ Προνοίας λέγων οὕτω μοῖραν μὲν θνητοῖσιν ἀμήχανον ἐξαλέασθαι, ἣν ἐπὶ γεινομένοισι πατὴρ Ζεὺς ἐγγυάλιξεν.

Eustathius in Il. κ, p. 797. Τὸ δὲ δυσωρεῖν παρῆκται μὲν ὁμοίως τῷ ἀρκυωρεῖν, ὃ ἐν τοῖς περὶ Προνοίας κεῖται παρὰ τῷ Αἰλιανῷ.

Eustathius in Dionys. 453. Αἰλιανὸς ἐν τοῖς περὶ Προνοίας φησὶν ὅτι ἐν Γαδείροις βωμὸς Ἐνιαυτῷ ἵδρυται καὶ Μηνὶ ἄλλος ἐς τιμὴν Χρόνου βραχυτέρου τε καὶ μακροτέρου. ἔστι δὲ καὶ Γήρως φησὶν ἱερὸν τοῖς ἐκεῖ τιμῶσι τὴν ἡλικίαν τὴν μαθοῦσαν πολλά, καὶ Θανάτου ἄλλο ἐς γέρας τῇ κοινῇ ἀναπαυλῇ, ἤγουν τῷ τελευταίῳ ὅρμῳ. καὶ βωμὸς δέ φησι παρὰ τοῖς ἐκεῖ Πενίας καὶ Τέχνης, τῆς μὲν ἐξιλεουμένοις, τῆς δὲ παραλαμβάνουσιν ἐς ἄκος ἐκείνης.

Ioannes Siceliota Scholl. in Hermog. in Walzii Rhett. T. VI p. 229. Αἰλιανοῦ τινος ἐν τῷ περὶ Δαιμόνων προνοίας γράφοντος ἐπὶ τῆς ἀληθείας ἀνατροπῇ, καὶ Σμυρναίου Πολέμωνος, οἳ βαθιστείσας πόλεις λέγουσι συγχορεύειν ταῖς Μούσαις.

πάντα ὅσα ἔδρασεν ἀνεμάξατο τῇ ἑαυτοῦ κεφαλῇ.

De Diopithe rhetore Atheniensi.

καὶ τὸ μὲν ἐπιτήδευμα ἦν ῥίι τωρ, Διοπείθης τὸ ὄνομα. καὶ ἐνέκειντο αὐτῷ, τὴν ἐξ αὐτοῦ προφέροντες καὶ προσείοντες ὡς εἰπεῖν Γοργόνα, καὶ τοῦτον κατεσίγασαν, τὴν ἄλλως πρόλαλον ὄντα καὶ ἰταμόν. λέγει δὲ περὶ Διοπείθους τοῦ Ἀθηναίου, ὃς νόμον εἰσάγει τὸν ἀπὸ τοῦ ἄστεος ἐν Πειραιεῖ μείναντα τοῦτον τεθνάναι. οὗτος οὖν ὠψίσθη ποτὲ ἄκων, καὶ κατέμεινεν ἐν τῷ Πειραιεῖ, καὶ αὐτὸν οἱ ἐχθροὶ ἐς δίκην ὑπάγουσι. διὰ τοῦτο λέγει προσείοντες Γοργόνα.

καὶ τοῦτο δήπου τὸ τοῦ Αἰσχύλου, τοῖς ἑαυτοῦ πτεροῖς περιπεσών, καὶ ἐνσχεθεὶς ταῖς πάγαις ἃς ἄλλοις ὑφῆκε, τὰ ἐκ τοῦ νόμου δικαίως ἔπαθε· τεύχων ὡς ἑτέρῳ τις ἑῷ κακὸν ἥπατι τεύχει.

οὕτως ἄρα αἱ ἰσχυραὶ τιμωρίαι πολλάκις ἐς τοὺς εὑρόντας αὐτὰς περιτρέπονται καὶ ὅσα προσέταξαν παθεῖν ἕτερον, αὐτοὶ πεπόνθασι.

κατά τινα χρησμὸν βουληθεὶς ἱλεώσασθαι τὸν τῷ οἴκῳ αὐτοῦ γεγενημένον ἐνστάτην δαίμονα.

De Caligula.

οὕτως ἐκαλεῖτο Γάιος ὁ βασιλεὺς Ῥωμαίων, ἐπειδὴ ἐκ μικρᾶς ἡλικίας τὰ πολλὰ ἐν τῷ στρατοπέδω ἐτρέφετο καὶ τοῖς στρατιωτικοῖς ἐχρῆτο ὑποδήμασιν. ἐκ τῶν καλίγων οὖν Καλιγόλαν αὐτὸν ὠνόμασαν. ἢ Καλιγόλας ὁ Γάιος, διὰ τὸ ἐν στρατοπέδῳ γεννηθῆναι, ὥς φησιν Αἰλιανὸς ἐν τῷ περὶ Θείων Ἐναργειῶν.

Sequuntur incertae sedis fragmenta. quorum quae Aeliani nomine Suidas insignivit, diductis glossarum literis distinximus.

ὅτι τὴν δίκην φασὶν οἱ παλαιοὶ εὐθεῖάν τε εἶναι καὶ ἀκλινῆ καὶ ἄτρεπτον. καὶ τοῦτο ἄδουσι μὲν πλεῖστοι, ἤδη δὲ καὶ ἀνάγκη· φύσιν γὰρ δήπου τὸ δίκαιον τοιαύτην εἴληχεν. Ἡσίοδος δὲ αὐτὴν λέγει καὶ παρθένον ἀδιάφθορον τῇ τε ἄλλῃ καὶ μέντοι καὶ ὑπ’ εὐνῆς ἀφροδισίου, αἰνιττόμενος ὅτι μὴ χρὴ δολοῦν τὸ δίκαιον, μήτε ἄλλως πεισθέντα μήτε λέχει παρατραπέντα. φησὶ δὲ καὶ μετιέναι αὐτὴν τιμωρουμένην τούτους, οἷσπερ οὖν ὕβρις μέμηλε κακὴ καὶ σχέτλια ἔργα. τοῖς γε μὴν ἐκείνην σέβουσι τήν τε γῆν τὰ οἰκεῖα βρύειν φησὶν ἀγαθὰ καὶ τὴν θάλατταν χορηγεῖν ὅσα τίκτει καὶ τρέφει μάλ’ ἀφθόνως. ἀκούω δὲ αὐτὴν καὶ παρ’ αὐτοῦ Διὸς καθῆσθαι θρόνῳ καὶ κοινωνὸν τῶν ἀρίστων βουλευμάτων εἶναι· καὶ Ὅμηρος δὲ μέγα αὐτῆς τὸ κράτος ὑμνεῖ, καὶ λέγει τοῖς ἀτιμάζουσιν αὐτὴν μηνίειν τὸν θεὸν καὶ λάβρους καταντλεῖν ὑετοὺς αὐτήν, καὶ χειμάρρους ἐπ’ αὐτοὺς ὠθεῖσθαι καὶ ἀφανίζειν πόλεις αὐτῶν καὶ ἔργα καὶ ποίμνας. καὶ ταύτῃ κολάζεσθαι τῇ τιμωρίᾳ ὕβρεως καὶ ἀτασθαλίας ἔργα ὑπομένοντας πρεπωδέστερα καὶ ἕτερα ἄττα.

ἐγὼ δὲ ταῦτα περιῆλθον οὔτι που σχολὴν ἄγων τὰ τῶν προστυχόντων κακὰ τοῖς ἐμαυτοῦ λόγοις τιμᾶν, ἀλλ’ ὑπὲρ τοῦ μὴ πράττειν ἄλλους παραπλήσια.

οὐ γὰρ δεῦρο ἀφῖγμαι ἐς τράπεζαν κεκυφέναι καὶ θρέμματος ἀλόγου δίκην πιαίνεσθαι καὶ ἀρχῶν τε καὶ τιμῶν κρέμασθαι καὶ θαυμάζειν αὐλὰς καὶ τραπέζας καὶ σατράπας, οὐδέ μοι κάλλος ἀνθρώπινον δέλεάρ ἐστιν, οὐδὲ χρηματίζομαι· πάλαι γάρ μοι ταῦτα ἐδόκει ἐκ μειρακίων λῆρος καὶ φλήναφος.

δίκη γὰρ πάντα ἐφορῶσα ἄγρυπνός ἐστι φύσει καὶ θεία καὶ ἄτρυτος.

παίδων νεαρώτεροι οἱ λέγοντες μὴ ἐφορᾶν τὰ τῇδε τὸ θεῖον.

ὅτι τὰ ἀνθρώπεια τὸ θεῖον ἢ ὑπερφρονεῖ ἢ ἀτιμάζει ἢ πρόνοιαν αὐτοῖς ἔφορον οὐκ ἐφίστησι.

ὑπὲρ δὴ τούτων τί φατε οἱ τὴν πρόνοιαν ἀλᾶσθαι καὶ μῦθον ἄλλως εἶναι λέγοντες.

πρὸς ταῦτα τί λέγουσιν οἱ τὴν πρόνοιαν ἐξαίροντες ;

ὦ Ξενοφάνεις καὶ Διαγόραι καὶ Ἵππωνες καὶ Ἐπίκουροι, καὶ πᾶς ὁ λοιπὸς κατάλογος τῶν κακοδαιμόνων τε καὶ θεοῖς ἐχθρῶν, ἔρρετε.

τῶν μέν τινες αἱμύλων καὶ κομψῶν οἰήσονταί με παίζειν.

Hircus Mendesius ab Ocho occiditur.

τὸν ἐν Μένδῃ τράγον Πανὸς ἱερὸν κατέθυσέ τε καὶ σκευνάσας ποικίλως ταύτην ὁ δυστυχὴς ἄρα τὴν δαῖτα ἄσατο, Αἰγυπτίων τε λεὼν πάμπολυν ἀποσπάσας γαμετῶν καὶ τέκνων ἐς Πέρσας ἤγαγεν ἀνοίκτως.

ὃ δὲ ἐς Πέρσας ἤγαγεν αὐτούς, κακὴν δουλείαν ἐπαρτήσας αὐτοῖς.

ὃ δὲ ἐξέπλευσε τῶν φρενῶν, καὶ πολλὰ ἐς τὸ ἄγαλμα παρῴνησεν.

ὡς εἶδεν ἄγαλμα ξενικὸν καὶ ἱερουργίαν οὐκ ἐπιχώριον, ἐς τὸ τιμώμενον παρῴνησεν.

Apis ab Ocho necatus.

Ὦχος τὸν Ἆπιν ἀποπτείνας ἐβούλετο αὐτὸν τοῖς μαγείροις παραβαλεῖν, ἵνα αὐτὸν κρεουργήσωσι καὶ παρασκευάσωσιν ἐπὶ δείπνῳ.

Τῶν δὲ συνήθων τις αὐτῷ ἐνέβη τῷ ποδὶ λακτίσας κείμενον τὸν ταῦρον. καὶ ἀκούω τὸν πόδα ἐκεῖνον ἐς οἴδημα ἀρθῆναι καὶ φλεγμήναντα σφακελίσαι καὶ ἀποκτεῖναι τὸν ἄνδρα.

φυλάττεσθαί τε ἔτι μνημεῖον τῆς τιμωρίας τῆς ἐκείνου, καθάπερ οὖν κακοῦ διαδοχήν· ὅσοι γὰρ τῆς αὐτῆς σπορᾶς γεγόνασι, κάτω τὸν πόδα τὸν δεξιὸν ἔχουσι διῳδηκότα καὶ βάδισιν ἀσθενῆ τε καὶ νωθῆ.

ὃ δὲ ὑπερβαίνων τὸν οὐδὸν τῆς αὐλῆς ἔπταισε βιαιότερον, καὶ πρὸς γῆν κατηνέχθη.

De Epicuro eiusque discipulis.

οὗτος τὸ θεῖον παρ’ οὐδὲν ἐτίθετο. ἀδελφοὶ δὲ ἦσαν τρεῖς, οἳ μυρίοις ἀρρωστήμασι περιπλακέντες ἀπέθανον οἴκτιστα. ὅ γε μὴν Ἐπίκουρος ἔτι νέος ὢν αὐτὸς οὐ ῥᾳδίως ἀπὸ τῆς κλίνης οἷός τε ἦν κατιέναι, ἀμβλυώττων τε καὶ πρὸς τὴν τοῦ ἡλίου αἲγλην δειλὸς ὤν, καὶ τῷ φαιδροτάτῳ τε καὶ ἐναργεστάτῳ τῶν θεῶν ἀπεχθανόμενος· καὶ μέντοι καὶ τὴν τοῦ πυρὸς αὐγὴν ἀπεστρέφετο, αἷμά τε αὐτῷ διὰ τῶν πόρων ἀπεκρίνετο τῶν κάτω. τοσαύτη δὲ ἄρα ἡ σύντηξις ἡ τοῦ σώματος ἦν αὐτῷ, ὡς ἀδυνατεῖν καὶ τὴν τῶν ἱματίων φέρειν ἐπιβολήν. καὶ Μητρόδωρος δὲ καὶ Πολύαινος, ἄμφω τὼ ἑταίρω αὐτοῦ, κάκιστα ἀνθρώπων ἀπέθανον, καὶ μέντοι καὶ τῆς ἀθεΐας ἠνέγκαντο μισθὸν οὐδαμὰ οὐδαμῆ μεμπτόν. οὕτω δὲ ἄρα ἦν ἡδονῆς ἥττων ὁ Ἐπίκουρος, ὥστε διὰ τῶν ἐσχάτων ἐν ταῖς διαθήκαις αὐτοῦ ἔγραψε τῷ μὲν πατρὶ καὶ τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς ἐναγίζειν ἅπαξ τοῦ ἔτους καὶ Μητροδώρῳ δὲ καὶ Πολυαίνῳ τοῖς προειρημένοις, ἑαυτῷ δὲ δὶς συσσιτεῖν, τῆς ἀσωτίας τὸ πλέον προτιμῶν καὶ ἐνταῦθα ὁ σοφός. καὶ τραπέζας λίθων πεποιῆσθαι καὶ ὡς ἀναθήματα ἐν τῷ τάφῳ προσέταξε τεθῆναι ὁ προτένθης τε καὶ ὀψοφάγος οὗτος. καὶ ταῦτα ἐπέσκηψεν οὐκ ὢν ἐν περιουσίᾳ. λυττῶν οὖν ταῖς ἐπιθυμίαις ἦν, ὥσπερ οὖν καὶ ἐκείνων σὺν αὐτῷ τεθνηξομένων. ἐξήλασαν δὲ τοὺς Ἐπικουρείους τῆς Ῥώμης δόγματι τῆς βουλῆς κοινῷ, καὶ Μεσσήνιοι δὲ ἐν Ἀρκαδίᾳ τοὺς ἐκ τῆς αὐτῆς οἱονεὶ φάτνης ἐδηδοκότας ἐξήλασαν, λυμεῶνας μὲν εἶναι τῶν νέων λέγοντες, κηλῖδα δὲ φιλοσοφίᾳ προσβάλλοντας διά τε μαλακίαν καὶ ἀθεότητα. καὶ προσέταξάν γε πρὸ τῶν τοῦ ἡλίου δυσμῶν ἔξω τῶν ὅρων τῆς Μεσσηνίας γῆς εἶναι αὐτούς, ἐκφρησθέντων δὲ τοὺς ἱερέας καθῆραι τὰ ἱερά. τούς γε μὴν τιμούχους (καλοῦσι δὲ ταύτῃ τοὺς ἄρχοντας Μεσσήνιοι) καὶ τὴν πόλιν καθῆραι πᾶσαν, οἷα δήπου λυμάτων τινῶν καὶ καθαρμάτων ἀπηλλαγμένην.

ὁ τῶν τριῶν ἐκείνων τῶν ἐπιρρήτων εἷς.

ζῶν δὲ παρῄει ἐς οὐδὲν ἱερόν, ἤλαυνον γὰρ ὡς ἐπάρατον καὶ ἐπίρρητον.

ὅτι ἐν Κρήτῃ Λύκτιοι τῶν Ἐπικουρείων τινὰς ἐκεῖ παραβαλόντας ἐξήλασαν. καὶ νόμος ἐγράφη τῇ ἐπιχωρίῳ φωνῇ τοὺς τὴν θήλειαν σοφίαν καὶ ἀγεννῆ καὶ αἰσχρὰν ἐπινοήσαντας καὶ μέντοι καὶ τοῖς θεοῖς πολεμίους ἐκκεκηρῦχθαι τῆς Λύκτου. ἐὰν δέ τις ἀφίκηται θρασυνόμενος, καὶ τὰ ἐκ τοῦ νόμου παρ’ οὐδὲν ποιήσηται, δεδέσθω ἐν κύφωνι πρὸς τῷ ἀρχείῳ ἡμερῶν εἴκοσιν, ἐπιρρεόμενος μέλιτι γυμνὸς καὶ γάλακτι, ἵνα ᾔ μελίτταις καὶ μυίαις δεῖπνον, καὶ ἀναλώσωσι χρόνῳ τῷ προειρημένῳ αὐτόν. τούτου γε μὴν διελθόντος ἐὰν ἔτι περιῇ, κατὰ κρημνοῦ ὠθείσθω, στολὴν γυναικείαν περιβληθείς.

Philodemus ab Himeraeis urbe expulsus.

ὁ δὲ ἐσυκοφάντει τὸν θεὸν ὀλιγωρίας. ἐκ δὴ τούτων νόσοι καὶ τροφῶν ἀπορίαι τὴν Ἱμεραίων κατέσχον.

οἵ γε μὴν Ἱμεραῖοι τὸν φιλόδημον τιμῶνται πρὸς τῇ δημεύσει καὶ φυγῆς ζημίᾳ.

De Nicanore.

ὁ δὲ Νικάνωρ πολλάκις ἐνόσησε, καὶ ἀνέρρωσεν αὐτὸν ὁ θεός· ἐπεὶ δὲ ἐγκρατὴς γένοιτο ἑαυτοῦ καὶ τῆς ὑγιείας, τοῦ σωτῆρος οὐδεμίαν ὤραν ἐτίθετο. ἔλεγε δὲ ὁ λεωργὸς τῶν φθανουσῶν ἰάσεων τύχῃ μᾶλλον ἢ βουλήσει θεοῦ ἐγκρατὴς γεγονέναι.

ἐν ἀκμῇ δὲ ὢν τῆς τότε ὀδύνης καὶ ὧν ἤλγει, οὐκ ᾔδει τὴν ὁδὸν τὴν πορεύουσαν ἐς αὐτοῦ. εἰ δέ τινα καὶ θῦσαι ἐξ ἐνυπνίου ἐκελεύετο, καὶ τούτων ὀλίγωρος ἦν, φύσει τε ἀμαθὴς ὢν καὶ φιλοχρήματος.

ἐπεὶ δὲ ἦν οἱ τὸ κακὸν τέχνης κρεῖττον καὶ μέντοι καὶ ἐπικουρίας τῆς ἐκ θνητῶν συμμάχων δυνατώτερον, ῥήγνυσι φωνὴν ἱκέτιν, ἐξ αὐτῆς ἐκβιασθεὶς τῆς ὀδύνης, καλεῖ τε Ἀπόλλωνα ὑπὸ πολλοῖς τοῖς δακρύοις.

ὁ δὲ Ἀπόλλων κελεύει τὸν μὲν ἀποδόσθαι τῷ Νικάνορι φάκελον βύβλου τετρακοσίων χρυσῶν. ἐὰν δὲ μὴ ἐθέλῃ, ἀεὶ προσεπιτιμᾶν καὶ ἐπαιτεῖν τοῦ χρυσίου προστιθέντα, ἕως ἂν ἀπειπὼν δῷ ὅσον ἂν αἰτηθεὶς τύχῃ τῇ ἐπὶ πάσαις φωνῇ.

ὁ δὲ Ἀπόλλων κελεύει ἀποδόσθαι τῷ Νικάνορι φάκελον βύβλου τετρακοσίων χρυσῶν καὶ τέφραν ἐργάσασθαι, καὶ βρέξαντα τῷ τῆς Μαρείας λίμνης ὕδατι ἐπιπλάσαι τοὺς ὀφθαλμούς.

ὃ δὲ ἀκούει τὸν Ἀπόλλωνα ὀρθαῖς ἀκοαῖς.

ὃ δὲ ἀνέβλεψέ τε καὶ ἔφη ὅτι βιώσιμος εἴη.

ἀνὴρ λίχνον ὄμμα καὶ ἀσελγὲς πιαίνων κακῇ ἑστιάσει, τὰ τῆς Φερρεφάττης ὄργια ἐδίψησε θεάσασθαι, ἀτέλεστος ὤν.

μυστηρίων τελουμένων τοῖν θεοῖν, ἀτέλεστος μὲν ἄνθρωπος ἀνόσιος δὲ οὐκ ἐβουλήθη μυηθῆναι κατὰ τοὺς νόμους, ἀλλὰ δοῦναι πολυπραγμοσύνης δυστυχοῦς ἀρρωστήματι χάριν. καὶ ἐπί τινος ἀνελθὼν λίθου ἑώρα τὰ γινόμενα. ἐκ γάρ τοι τοῦ λίθου κατώλισθε, καὶ βιαίᾳ τῇ πληγῇ περιπεσὼν ἀπέθανεν.

οὐ γάρ τί που παραπλήσιον ἢ μυστηρίων ἱστορίαν ἢ τὴν Περσεφόνην ἐθελῆσαι ἁρπάσαι αὐτήν.

Battus mysteria violat.

ὅτι Βάττος ὁ Κυρήνην κτίσας τῆς Θεσμοφόρου τὰ μυστήρια ἐγλίχετο μαθεῖν, καὶ προσῆγε βίαν λίχνοις ὀφθαλμοῖς χαριζόμενος.

καὶ τὰ μὲν πρῶτα αἱ ἱέρειαι ἐπειρῶντο αὐτὸν πραΰνειν καὶ ἀντέχειν τῆς ὁρμῆς. βιαίως δὲ καὶ ἀτέγκτως διακειμένου, τῶν μὲν ἀπορρήτων καὶ ἃ μὴ ἰδεῖν λῷον ἦν, τούτων οὐκ ἐκοινώνουν οἱ· τῶν δὲ πρώτων καὶ ἐξ ὧν οὔτε τοῖς θεασαμένοις οὔτε τοῖς δείξασιν ἔμελλέ τι ἀπαντήσεσθαι δεινόν, παρεῖχόν οἱ βλέπειν ταῦτα.

μετὰ τῆς ἱερᾶς στολῆς ὅλαι τελούμεναι μυστικῶς σφάκτριαι καταλειφθεῖσαι. καὶ αἴρουσαι τὰ ξίφη γυμνὰ καὶ αὗται, καταπλέας ἔχουσαι τοῦ αἵματος τὰς χεῖρας καὶ τὰ πρόσωπα μέντοι (ἦσαν δὲ ἐκ τῶν ἱερείων χρισάμεναι), ἀθρόαι ὑφ’ ἑνὶ συνθήματι ἐπὶ τὸν Βάττον ᾖξαν, ἵνα αὐτὸν ἀφέλωνται τοῦ ἔτι εἶναι ἄνδρα.

Samothracum mysteria evulgata.

ὃ δὲ παρὰ τοὺς ἀτελέστους καὶ βεβήλους ἐξεφοίτα τὰ τῶν Σαμοθρᾴκων ὄργια· ὃς φωραθεὶς ἀπέδρα πρὸς τοὺς Κυζικηνούς.

καὶ οἱ Σαμόθρᾳκες κηρύττουσι κήρυγμα, τὸν ζῶντα αὐτὸν ἀγαγόντα δύο τάλαντα ἔχειν.

De virginibus Cyzicenis.

Δόλων. οὕτω καλεῖται ὁ παρὰ τοῖς Κυζικηνοῖς τὴν Ἄρτεμιν θεραπεύων γυναικεῖος θίασος.

καὶ Κυζικηνῶν θυγατέρας τὴν ὥραν διαπρεπεῖς τῇ Δαρείου θυγατρὶ Ἀρσάμῃ ξένια ἀποστεῖλαι ἐγλίχετο. αἱ δὲ καταφεύγουσιν ἐπὶ τὴν Ἄρτεμιν θεοκλυτοῦσαι καὶ τοῦ ἀγάλματος ἐκκρεμάμεναι, τοῦ βαρβάρου πικρῶς ἐγκειμένου. καὶ τῶν δορυφόρων ἀποσπώντων, κἀκείνων ἀπρὶξ ἐχομένων, διασπᾶται ὁ κατὰ τοῦ τραχήλου ὅρμος.

ὑπὲρ δὴ τούτων τὴν Ἄρτεμιν μηνῖσαι καὶ μετελθεῖν δικαιοῦσαν αὐτοὺς τῆς γῆς ἀγονίᾳ.

[De virginibus Locrensibus ob stupratam Cas-] sandram Troiam missis.

ὁ Ἀπόλλων φησὶ πρὸς Λοκροὺς μὴ ἂν αὐτοῖς τὸ δεινὸν λωφῆσαι, εἰ μὴ πέμποιεν ἀνὰ πᾶν ἔτος δύο παρθένους ἐς τὴν Ἴλιον τῇ Ἀθηνᾷ, Κασάνδρας ποινήν, ἕως ἂν ἱλεώσητε τὴν θεόν.

καὶ αἵ γε πεμφθεῖσαι κατεγήρασαν ἐν τῇ Τροίᾳ, τῶν διαδόχων μὴ ἀφικνουμένων.

αἱ δὲ γυναῖκες ἔτικτον ἔμπηρα καὶ τέρατα· οἳ δὲ τῶν τετολμημένων σφίσι λήθην καταχέαντες ἧκον ἐς Δελφούς.

οὔκουν ἐδέχετο αὐτοὺς τὸ μαντεῖον, τοῦ θεοῦ μηνίοντος αὐτοῖς. καὶ λιπαρούντων μαθεῖν τὴν αἰτίαν τοῦ κότου, ὀψέ ποτε χρῆσαι.

καὶ τὸ ἐλλειφθὲν κατὰ τὰς παρθένους προφέρει αὐτοῖς.

οἳ δὲ (οὐδὲ γὰρ ἔσχον ἀνήνασθαι τὸ πρόσταγμα) ἐπ’ Ἀντιγόνῳ τίθενται τὴν κρίσιν ὑπὲρ τοῦ τίνα χρὴ Λοκρικὴν πόλιν πέμπειν δασμόν.

ὁ δὲ βασιλεὺς Ἀντίγονος, ἐφεθέν οἱ δικάσαι προσέταξε κλήρῳ διακριθῆναι.

De Pythagora Ephesiorum tyranno.

Πυθαγόρας Ἐφέσιος, καταλύσας δι’ ἐπιβουλῆς τὴν τῶν Βασιλιδῶν καλουμένην ἀρχήν, ἀνεφάνη τε τύραννος πικρότατος, καὶ τῷ μὲν δήμῳ καὶ τῇ πληθύι ἦν τε καὶ ἐδόκει κεχαρισμένος, ἅμα τὰ μὲν αὐτοὺς ἐπελπίζων ὑποσχέσεσιν, τὰ δὲ ὑποσπείρων αὐτοῖς ὀλίγα κέρδη· τούς γε μὴν ἐν ἀξιώσει τε καὶ δυνάμει περισυλῶν καὶ δημεύων φορητὸς οὐδαμὰ οὐδαμῆ ἦν. καὶ κολάσαι δὲ πικρότατα οὐκ ἂν ὤκνησε καὶ ἀφειδέστατα ἀποκτεῖναι οὐδὲν ἀδικοῦντας· ἐξελύττησε γὰρ ἐς ταῦτα ἔρως τε χρημάτων ἄμετρος· καὶ διαβολαῖς ταῖς ἐς τοὺς πλησίον ἐκριπισθῆναι κουφότατος ἦν. ἀπέχρησε μὲν οὖν καὶ ταῦτα ἂν κάκιστα ἀνθρώπων ἀπολέσαι αὐτόν· ἤδη δὲ καὶ τοῦ θείου κατεφρόνει. τῶν γοῦν προειρημένων οἷς ἐπέθετο παμπόλλους ἐν τοῖς νεῷς ἀπέκτεινε· ἑνὸς δὲ τὴν θυγατέρα καταφυγοῦσαν ἐς τὸ ἱερὸν ἀναστῆσαι μὲν αὐτὴν βιαίως οὐκ ἐτόλμησε, συνεχῆ δὲ φυλακὴν ἐπιστήσας ἐξετρύχωσεν ἄρα ἐς τοσοῦτον, ὡς βρόχῳ τὴν κόρην τὸν λιμὸν ἀποδρᾶναι. οὐκοῦν ἠκολούθησε δημοσία νόσος καὶ τροφῶν ἀπορία· καὶ σαλεύων ὁ Πυθαγόρας ὑπὲρ ἑαυτοῦ ἐς Δελφοὺς ἀπέστειλε, καὶ ᾔτει λύσιν τῶν κακῶν. ἣ δὲ ἔφη νεὼν ἀναστῆσαι καὶ κηδεῦσαι τοὺς νεκρούς. ἦν δὲ πρὸ Κύρου τοῦ Πέρσου, ὥς φησι Βάτων.

θάψαντες δὲ τοὺς νεκροὺς εἰργάσαντο κοινὸν πολυάνδριον.

καὶ ἐδόκει περὶ τὴν ἄνθρωπον ἀκρατῶς ἠνεμῶσθαι.

οἶκτόν γε μὴν καὶ δάκρυα ἐμβαλοῦσα πάντας, ὡς καὶ τοὺς ἀτέγκτους τε καὶ ἀτεράμονας τέγξαι.

ἀποστείλας τοὺς ἀγριωτάτους τῶν δορυφόρων ἐξήρπασε τὴν γυναῖκα, καὶ πρὸς βίαν ᾔσχυνε ποτνιωμένην καὶ θρηνοῦσαν.

οὐδαμῆ φορητὸν εἶναι τὸν βίον ἑαυτῇ μετὰ τὴν εὐνὴν τὴν ἄθεσμον πεπιστευκυῖα, θεοκλυτοῦσα καὶ μυρίας ἀρὰς Ἐφεσίοις ἐπαρωμένη, εἰ μὴ πράξαιντο τιμωρίαν τούτοις παρὰ τῶν τυράννων, ἑαυτὴν διέφθειρε. οὐ μὴν ἔμελλον αἱ ἀραὶ λήθῃ δοθήσεσθαι. λοιμὸς γὰρ τῇ Ἐφέσῳ πόλει ἐνήκμαζεν οἷος βαρύτατος, προμοίροις δὲ θανάτοις διεφθείροντο ἡ νεολαία, καὶ ἦν ἀγονία γυναικῶν καὶ μέντοι καὶ τῆς ἀγέλης τῆς τετράποδος.

καὶ τὴν τῶν τετραπόδων ἀγέλην ἐξαμβλίσκειν ἔφασαν.

ἣ δὲ ὑπὲρ τῆς ἀσεβοῦς μίξεως ἀλλαξαμένη βρόχον.

ἦν δὲ ἱέρεια τῷ θεῷ κάλλος ἄμαχος.

ὅμως ἡ ψυχὴ ὑπὸ τοῦ πόθου κυμαίνεται αὐτῷ, καὶ φλέγεται, καὶ ἀκράτωρ ἑαυτοῦ ὢν ἐσήλατο ἐς τὸν νεών, ἕτοιμα δὴ καταγράφων, καὶ ὅτι τολμήσει ταῦτα ἐφ’ οἷς ἐνόσει ἐπ’ ἠρεμίᾳ τῶν ἐπικουρῆσαι τῇ κόρῃ δυναμένων πεπιστευκώς.

ὃ δὲ οὐκ ἐφείσατο αὐτῆς ὁ ἐραστὴς ὁ ἐναγής, ἀλλ’ ἐξαγαγὼν αὐτὴν τοῦ νεὼ πρὸς βίαν διέφθειρε μάλα ἀνοίκτως.

ἥτις δεινὸν ἡγησαμένη καὶ φορητὸν ἥκιστα ξιφιδίῳ ἑαυτὴν διέφθειρε.

ὃ δὲ πρὸ τῆς ἐς τοὺς πολεμίους συμπλοκῆς, ὡς εἶδεν ἀπολλύμενόν οἱ τὸν λεών, ἐνετολμήσατο κακὸν κακῷ μείζονι ὁ παλαμναῖος ἄρα ἐκεῖνος σβέσαι. προστάττει οὖν τὴν ἄθλιον παρθένον δίχα τεμεῖν.

τὰ ἡμίτομα ἐπὶ κλίναις βεβλημένα μάλα ἁβραῖς, καὶ στρωμναῖς ὕφει τινὶ ὑπερηφάνῳ κεκοσμημέναις ἐπιθέντας, ὑπὸ δᾳσὶν ἐνακμαζούσαις τῷ πυρὶ ἐκέλευσεν ἐκκομισθῆναι μετὰ χορείας γαμηλίου τε καὶ κερτόμου καὶ τὸν ὑμέναιον ᾀδουσῶν γυναικῶν.

ἐμοὶ δοκεῖν, τοῦ Διονύσου τιμωροῦντος παρθένῳ δυστυχεῖ καὶ παθούσῃ τραγῳδίας ἄξια.

Aegineta aliquis in ipso templi Cereris limine manibus truncatus.

καὶ φέρονται οἱ πλούσιοι τὸ πλέον, συλλαβόντες δὲ τῶν δημοτῶν εἰς ψ′ δήσαντες ἄγουσιν.

τῶν δὲ δεσμωτῶν εἷς ἀπορρήξας τὰ δεσμὰ καὶ διεκδὺς εἶτα καταφεύγει ἐπὶ τὰ τῆς Δήμητρος πρόθυρα.

ὃ δὲ ἐντυχὼν προσκειμέναις ταῖς θύραις, καὶ τῶν ἐπισπαστήρων λαβόμενος ἀπρὶξ εἴχετο. ἐπεὶ δὲ ἀποσπώντων βίᾳ ἀπέκοψαν τὸ πᾶν σῶμα τῶν χειρῶν.

De Iasonis Pheraei morte.

ὁ δὲ Ἰάσων ὁ Θετταλὸς ἐπὶ τοῖς ἀναθήμασιν ἐν Δελφοῖς ἐφλέγετο.

ὁ δὲ θεὸς λέγει ἐκείνους μὴ πολυπραγμονεῖν· αὐτῷ γὰρ εἶναι διὰ φροντίδος.

οἳ δὲ σπασάμενοι τὰ ἐγχειρίδια τοῦτον ἀπέσφαξαν. καὶ ἐξήμβλω μὲν ἡ ἔννοια τῆς θεοσυλίας τῷ ἀνοσίῳ ἀποσφαγέντος αὐτοῦ, ἐπαύσαντο δὲ τοῦ δέους οἱ Δελφοί.

De Sulla templi Alalcomenarum direptore.

Ἀλαλκομεναὶ πόλις ἐστὶ καὶ ἀκούω αὐτὴν μήτ’ ἐφ’ ὑψηλοῦ κεῖσθαι καὶ ἀπιθοῦς λόφου, μήτε μὴν τειχῶν ἔχειν περίβολον, οἷον ἀποστέγειν καὶ ἀναστέλλειν τοὺς πολεμίους κατὰ τὸ καρτερόν.

ὁ δὲ παλαμναῖος καὶ λευστὴρ ἐκεῖνος ᾔτησεν ἐπωνυμίαν λαβεῖν Εὐτυχής.

τί γὰρ δὴ δελφῖνι καὶ βοΐ φασιν κοινὸν εἶναι, Σύλλᾳ τε καὶ φιλοσόφοις;

οὐ μὴν ἀπώνητο οὐδέν, ἀλλὰ ἐξέζεσε ζῶν κακοῖς θηρίοις, οἳ μὲν εὐλαῖς, οἳ δὲ ὅτι οὐ ταύταις, φθειρσί γε μήν.

ὃ δὲ φθειρσὶν ἐκζέσας ἐσθιόμενός τε καὶ κατὰ μικρὰ λειβόμενος ἀποθνήσκει.

De Branchidarum interitu.

ὅτι οἱ ἐν Δινδύμοις τῆς Μιλησίας οἰκοῦντες Ξέρξῃ χαριζόμενοι τὸν νεὼν τοῦ ἐπιχωρίου Ἀπόλλωνος τοῖς βαρβάροις προύδοσαν, καὶ ἐσυλήθη τὰ ἀναθήματα πάμπλειστα ὄντα. δεδιότες οὖν οἱ προδόται τὴν ἐκ τῶν νόμων καὶ τῶν ἐν ἄστει τιμωρίαν, δέονται Ξέρξου μισθὸν λαβεῖν τῆς κακίστης ἐκείνης προδοσίας μετοικισθῆναι ἐν χώρῳ τινὶ Ἀσιανῷ. ὃ δὲ πείθεται καὶ ἀνθ’ ὧν εἶχε κακῶς καὶ ἀσεβῶς, ἔδωκεν αὐτοῖς οἰκεῖν ἔνθεν οὐκ ἔμελλον ἐπιβήσεσθαι τῆς Ἑλλάδος ἔτι, ἀλλ’ ἔξω τοῦ δέους ἔσεσθαι τοῦ κατειληφότος αὐτοί τε καὶ τὸ ἐκείνων γένος. κᾆτα λαχόντες δὴ τὸν χῶρον, ἐν οἰωνοῖς οὐδαμῆ χρηστοῖς πόλιν ἐγείρουσι, καὶ τίθενται Βραγχίδας ὄνομα αὐτῇ, καὶ ᾤοντο μὴ μόνους ἀποδρᾶναι Μιλησίους, ἀλλὰ καὶ τὴν Δίκην αὐτήν. οὐ μὴν ἐκάθευδεν ἡ τοῦ θεοῦ πρόνοια. Ἀλέξανδρος γὰρ ὅτε τὸν Δαρεῖον νικήσας τῆς Περσῶν ἀρχῆς ἐγκρατὴς ἐγένετο, ἀκούσας τὰ τολμηθέντα καὶ μισήσας αὐτῶν τὴν τοῦ γένους διαδοχὴν ἀπέκτεινε πάντας, κακοὺς εἶναι κρίνων τοὺς τῶν κακῶν ἐκγόνους καὶ τὴν ψευδώνυμον πόλιν κατέσκαψε, καὶ ἠφανίσθησαν.

De Cleopatra.

Κλεοπάτρα, ἐς ἣν κατολισθάνει τῶν Πτολεμαίων ἡ διαδοχή.

ἡ δὲ Κλεοπάτρα βασίλειαν βασιλέων ἑαυτὴν ἀνεῖπεν· ἐς τοσοῦτον ἄρα φρονήματος ἐξώκειλεν.

ἡ δὲ Κλεοπάτρα καὶ ἄλλα εἰργάσατο ἀσεβείας ἐχόμενα, ἅ μοι σιγῶντι κόσμον φέρει.

ἡ οὖν Κλεοπάτρα καὶ τοὺς Ἠλείους ἐπειρᾶτο πολλῷ χρυσῷ ἐπικλύσασα τὸ ἄγαλμα τοῦ Διὸς πρίασθαι.

Ἀντωνίῳ δὲ ᾠκοδόμει νεὼν μέγαν, ὅσπερ οὖν ἡμίεργος ἀπελείφθη· τῷ Σεβαστῷ δὲ ἐτελέσθη.

ἡ δὲ Κλεοπάτρα ᾤετο ταῖς αὐταῖς ἴυγξιν, αἷσπερ οὖν Καίσαρος καὶ Ἀντωνίου, καὶ μέντοι καὶ Σεβαστοῦ κρατήσειν τρίτου.

ἀλλ’ αὕτη γε ἡ ἐλπὶς ἐξήμβλωτο αὐτῇ.

τὴν δὲ ἀδελφὴν αὐτῷ Ἰόβας ὁ Μαυρούσιος ἄγεται

κίβδηλον δὲ ἄρα κακὸν δοῦλοι ὥς εἰσιν ἐν τῇ Κλεοπάτρᾳ ἀνεφάνη.

Tyrus ab Alexandro expugnata.

ἀπέστη τὸ ἔθνος τὸ Σύρων, καὶ Φοινίκων τοὺς γείτονας προσέλαβεν ἐς τὴν αὐτὴν ὁρμήν τε καὶ ὑπόστασιν.

καὶ τρὶς οὐχ ἅπαξ ἀπέχρησέν οἱ Τυρίοις εἰπεῖν ἀποστῆναι τῶν ἀμφὶ Δαρεῖον.

ὃ δὲ (οὐ γὰρ ἐλελήθει τὰ ἔνδον) ὑπερήδετο, καὶ τὴν ἐλπίδα ὑπὲρ τῶν παρόντων ἐλάμβανεν ἐς τὸ κρεῖττον, καὶ ἔτι μᾶλλον τῇ πολιορκίᾳ διαρκῶς ἐνεκαρτέρει.

ὡς δὲ ἐπεφοίτα ἡ τοῦ ὀνείρου ὄψις ἐς πάντας, χαλεπαίνουσιν ὁ δῆμος οἱ Τύριοι.

σχοινίον τε ἐφοίνιξαν μίλτῳ, καὶ ἔπαιον τὸ ἄγαλμα, Ἀλεξανδριστὴν καλοῦντες.

καὶ ταῦτα μὲν παρῴνησαν, βαρβάρως ἐνθουσιάσαντές τε ἅμα καὶ λυττήσαντες. ἔτισαν οὖν δίκας οὐ μεμπτάς· ἑάλω γὰρ αὐτοῖς ἡ πόλις.

De Eutelida Arcade.

ἡ γλῶττα ἡ ἀπαίδευτος καὶ ἀμαθὴς τῇ τε ἄλλῃ καὶ ταύτῃ ἐπίσπαστα παλαμᾶται, καὶ μέντοι καὶ ἐς τὸ ἀπόφημόν τε καὶ βλάσφημον κατολισθάνει.

ἀνὴρ Ἀρκάς, Εὐτελίδας τοὔνομα, ἀκολάστῳ τῇ γλώττῃ καὶ ἀκράτορι κακῶς πάντας ἀγορεύειν ἀρρώστημα ἔσχεν. ἐμίσει δὲ καὶ τοὺς εὖ πράττοντας καὶ οὐδὲν ἦν ἔς τινα ἔμβραχυ ἀγαθόν, ὃ μὴ ἐκείνου κατέτεινε τὴν ψυχήν.

Epicureus aliquis Castorum simulacris illudit.

εἶχε δὲ ἄρα τὸ βιβλίον τὰς Ἐπικούρου δόξας, ἃς ἐκεῖνοι κυρίας οὕτω καλοῦσιν, Ἐπικούρου κακὰ γνωρίσματα· ἐν αἷς ἄρα καὶ τόδε ἦν, ὅτι τὸ πᾶν φέρεται τύχῃ τινί, οὐ μὴν βουλήσει καὶ κρίσει θεοῦ. ταύτας δὲ τὰς θρυλουμένας ἀτόμους πληττομένας ὑπ’ ἀλλήλων, εἶτα ἀφισταμένας, ἐκ τούτων γίνεσθαι ἀέρα, γῆν καὶ θάλατταν. εἶτα διαλύεσθαι τὰς ἀνακράσεις καὶ συνόδους, καὶ παντελῶς ἀφανίζεσθαι ἐς ἀτόμους, φέρεσθαι δὲ εἰκῆ τὰ πάντα καὶ ὡς ἔτυχεν, οὐ μὴν ἐκ τῆς τοῦ ποιητοῦ σοφίας. εἶτα ὅτι ἐκ προνοίας φύρεται πάντα, οὔτε κυβερνήτην οὔτε ἰθυντὴν οὔτε ποιμένα ἔχοντα· εἶτα ὁ ** πομπῇ τοῦ θεοῦ ἥκων οὐκ ἠνέσχετο παραληρεῖν αὐτόν, ἀλλὰ τὴν τῶν λόγων παραπλῆγα λύτταν κατεσίγασεν. ** εἶτα ἀνέθορεν, Ἐπικούρῳ καὶ ταῖς ἐκείνου δόξαις κλάειν λέγων.

λιπαροῦντος οἰκτρῶς καὶ σὺν ἱκεσίᾳ, μὴ τὰ ἔσχατα αὐτὸν περιιδεῖν παθόντα.

πρὸς δὲ τὸ θεῖον λιπαρὴς ἦν καὶ ἔκθυμος, ὡς θαμὰ αὐτῷ προσιέναι.

ὃ δὲ θύσας Ἐπικούρῳ καὶ δόξαις ταῖς ἐκείνου κλάειν ἔλεγε.

ἐχλεύαζεν αὐτούς, ὡς ἐκ τῆς λιπαρίας τῆς τοσῆσδε πλέον ἔχειν οὐδέν.

ὃ δὲ ἐτώθαζε τοῦ θεοῦ τοὺς θεραπευτῆρας, λέγων ἐκ τῆς τοσαύτης λιπαρίας πλέον ἔχειν οὐδέν.

παριὼν δὲ ἐς τὸν νεών, χλευάζων γε μὴν τοὺς θεοῦ θεραπευτῆρας καὶ ἐπετώθαζε.

καὶ μέντοι καὶ Διοσκόρων ἦν ἀγάλματα δύο· νεανίαι μεγάλοι, γυμνοὶ τὰς παρειάς, ὅμοιοι τὸ εἶδος, καὶ χλαμύδα ἔχοντες ἐπὶ τῶν ὤμων ἐφημμένην ἑκάτερος· καὶ ξίφη ἔφερον τῶν χλαμύδων ἠρτημένα, καὶ λόγχας εἶχον παρεστώσας, ἐν αἷς ἠρείδοντο, ὃ μὲν κατὰ δεξιάν, ὃ δὲ κατὰ λαιάν.

ὃ δὲ οὐκ ἠνέσχετο παραληρεῖν αὐτόν, ἀλλὰ τὴν τῶν λόγων παραπλῆγα λύτταν κατεσίγασε· καὶ τῶν Διοσκόρων ἑνὸς τὸ ξίφος διηρμένον τε καὶ ἐπανεστὼς ** καὶ πληγεὶς καιρίως ἐξέγρετο.

De sculptore nefario.

ὃ δὲ λιθουργῷ χειρουργίας τεχνίτῃ δίδωσι χρυσίον, ὅσον συνέβη.

καὶ δίδωσιν ἀργύριον, ἵνα ἐκπονήσῃ τὸ ἄγαλμα ἄκρας τέχνης, προσθεὶς τὸ μέγεθος καὶ προσειπὼν τῆς λίθου τὴν φύσιν.

ὃ δὲ πρὸς τὸ κέρδος ἀπιδὼν καὶ τυφλώττων πρὸς τὸ εὐσεβές, ἀπρόσωπον μὲν ὅσα ἰδεῖν, μικρὸν δὲ τὸ μέγεθος, λίθου δὲ μὴ κεκριμένης τὸ ἄγαλμα ποιεῖ.

ὃ δὲ χρόνῳ ὕστερον ἐφωράθη τῷ πάντα ἐκκαλύπτοντι καὶ ἀπαληθεύοντι.

ὑπὲρ τοῦ κέρδους ὁ κακοδαίμων τὴν πήρωσιν ἀλλαξάμενος· καὶ ἦν παράδειγμα καὶ παίδευμα πᾶσιν, ὥστε μὴ τολμᾶν μηδὲ κερδαίνειν παραπλήσια.

Phoenix Syracusanus Simonidis sepulcrum diruit.

ὅπως ἐτίμησάν τε καὶ ἐφίλησαν οἱ Διόσκοροι τὸν μελοποιὸν Σιμωνίδην, καὶ πῶς ἐρρύσαντο καλέσαντες ἔξω τοῦ ἀνδρῶνος, ἔνθα κατώλισθεν, ἐρῶ ἀλλαχόθι· ἄξιον δὲ μηδὲ ταῦτα παραλιπεῖν. Ἀκραγαντίνων στρατηγὸς ἦν ὄνομα Φοῖνιξ· Συρακοσίοις δὲ ἐπολέμουν οὗτοι. οὐκοῦν ὅδε ὁ Φοῖνιξ διαλύει τὸν τάφον τοῦ Σιμωνίδου μάλα ἀκηδῶς τε καὶ ἀνοίκτως, καὶ ἐκ τῶν λίθων τῶνδε ἀνίστησι πύργον. καὶ κατὰ τοῦτον ἑάλω ἡ πόλις. ἔοικε δὲ καὶ Καλλίμαχος τούτοις ὁμολογεῖν. οἰκτίζεται γοῦν τὸ ἄθεσμον ἔργον, καὶ λέγοντά γε αὐτὸν ὁ Κυρηναῖος πεποίηκε τὸν γλυκὺν ποιητὴν οὐδὲ τὸ γράμμα ᾐδέσθη τὸ λέγον μ’ υἷα Λεωπρέπεος κεῖσθαι Κήιον ἄνδρα. κᾆτ’ εἰπὼν ἄττα ἐπιλέγει οὐδ’ ὑμέας, Πολύδευκες, ὑπέτρεσεν, οἵ με μελάθρου μέλλοντος πίπτειν ἐκτὸς ἔθεσθέ ποτε δαιτυμόνων ἄπο μοῦνον, ὅτε Κρανωνίων αἴας ὤλισθεν μέγας οἶκος ἐπὶ Σκοπάδας. τιμωροὶ μὲν δὴ θεοὶ τοῖς ἀξίοις, καὶ τιμῶσιν οἵ τε Ὀλύμπιοι οἵ τε οἱ ἐπὶ τῆς τρίτης ἀρχῆς. οὔ μοι δοκεῖ πολυπραγμονεῖν. ἔστωσαν δὴ καὶ ταῦτα ὑπόμνησις τοῦ βιοῦν ὀρθῶς, ἵνα τε αὐτοὺς ἔχωμεν καὶ ἐνταῦθα κηδεμόνας καὶ ἐκεῖθι, ὅταν τὴν εἱμαρμένην τε καὶ ἀναγκαίαν πορείαν ἔλθωμεν.

De Syrphace Ephesiorum tyranno. ὁ δὲ Σύρφαξ ὁμοῦ τι τῷ θανάτῳ ὢν ἀνεφθέγξατο τὰ ἐκ τῆς τραγῳδίας ἰαμβεῖα, ὡς δεδιττόμενος τὸν Μακεδόνα, ὅρα, τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς μὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τιθῇς· οὐ μὴν ἔσπασέ τι ἡ μήρινθος αὐτῷ.

οἱ γὰρ δορυφόροι μετέωρον ἀράμενοι τὸν Σύρφακα, ἐς τὸν τριακοντώποδα καλούμενον ἐκόμισαν, ῥίψαντες κάτω.

ἐς ὃν μετέωρον ἀράμενοι τὸν Σύρφακα ῥιπτοῦσι κάτω, οἳ μὲν πυγμαῖς, κορύναις δὲ ἄλλοι, λίθων γε μὴν τῶν ἐν ποσὶν ἀμυνόμενοι πολλοί, οἳ δὲ ὅ τι παρέπιπτεν αὐτοῖς ὑποχείριον ἀλοῶντες αὐτὸν ἀπορραγῆναι τὴν ἐπάρατον αὐτοῦ ψυχὴν κατηνάγκασαν.

Barbari urbem oppugnantes subita tempestate pereunt.

ὃ δὲ θᾶττον ἢ βάδην τήν τε κεφαλὴν ἐπισείων καὶ βαρβαρικῶς τινα ἐπιφθεγγόμενος, ὅσα τῆς τε φωνῆς τῷ ἐντόνῳ καὶ τοῦ βαδίσματος τῷ σεσοβημένῳ εἰκάσαι, ἐπαπειλῶν.

εἶτα ἀδοκήτως πολλῷ πάνυ σφόδρα ὗσε, καὶ ἀστραπαὶ γεγόνασιν ἐκπλῆξαι δειναί.

ἀδοκήτου χειμῶνος καταρρήγνυται πλῆθος ἄμαχον.

ἐμπιπτόντων ὑετῶν καὶ χάλαζα ἰσχυρὰ ἐπέρρευσε, καὶ οἱ ποταμοὶ πληρωθέντες ἀνεχύθησαν, καὶ διὰ πάσης ἡμέρας σκότος ἦν βαθύτατος· καίτοι τὰ τῆς ὥρας οὐδαμῆ χειμέρια ἦν.

ἀνεσταύρωτο δὲ ὁ πολιορκῶν, καὶ ἐς τοῦτό οἱ τὸ τοῦ χειμῶνος τοῦ μὴ καθ’ ὥραν ἀπαντήσαντος τὸ τέλος ὡρμίσατο.

De Barbio Philippico Antonii adulatore.

οὗτος ἐπὶ τῶν τριῶν τυράννων ἦρχε. θέραψ δὲ ἦν τὸν τρόπον καὶ κολακικός, καὶ μέντοι καὶ τῷ περὶ τὸν Ἀντώνιον θιάσῳ κατείλεκτο· καὶ ταύτην γε τὴν ἀρχὴν ἦρχε τὴν ἐκείνου χάριν. τοῦτον τε οὖν τὸν τότε σοβαρὸν καὶ πορφυροῦν τῇ τιμῇ καὶ ἐν ἀγορᾷ τῇ Ῥωμαίων ὑψηλὸν διάγοντα καὶ δικάζοντα ὁ δεσπότης ἀνέγνω ἐλθών, πρότερον μὲν ἀποδράντα, ἐν ἐκείνῳ δ’ οὖν τοῦ καιροῦ πομπεύοντα ἁβρὸν καὶ κυδρούμενον καὶ σὺν τῇ ἀρχῇ θρυπτόμενον· καὶ προσελθὼν ἡσυχῆ κατόπιν θοἰματίου λαβόμενος χαῖρε εἶπε, τὸ ὄνομα προσθεὶς τὸ ἀρχαῖόν τε καὶ δοῦλον. καὶ ἐκεῖνος ἐκπλήττεται ῥᾳδίως τὸν δεσπότην γνωρίσας, καὶ δεῖται σιωπᾶν, καὶ ἐς τὰ οἰκεῖα ἄγει, καὶ καταβαλὼν πάμπλειστα, εἶτα μέντοι ἑαυτὸν ἐλύσατο. καὶ αἰδοῖ Ἀντωνίου τῇ κηλῖδι τῇδε σιγὴ κατεχύθη ἀργυρώνητος. ἔκρινα δὴ καὶ ταύτην τῆς τύχης μὴ σιγῆσαι τὴν παιδιάν.

De Croeso.

καὶ ἐτιμᾶτο τιμαῖς τῆς ἐς ἀνθρώπους αἰδοῦς τε σοβαρωτέρας.

ὃ δὲ Σόλων τῆς παρούσης τῷ Κροίσῳ τύχης κατεφρόνησεν, ἐκέλευσέ τε τοῦ βίου παντὸς τὸ τέλος ἀναμένειν μηδὲ προπηδᾶν, μηδὲ ἐπειγόμενον τοῖς εὐδαίμοσιν ἑαυτὸν ἐγκαταγράφειν· ἀτέκμαρτα γὰρ καὶ ἄδηλα εἶναι τὰ ἀνθρώπινα, ἕως ἂν ἑκάστῳ ἡ ψυχὴ ἔσω τοῦ τῶν ὀδόντων ἕρκους ᾖ.

ὃ δὲ πεῖραν καθιεὶς καὶ ἐπιβουλεύων ἐλέγξαι πανταχόθεν, τὰ τοῦ λέβητος καὶ τῆς χελώνης καὶ τοῦ ἀρνοῦ ἐν Λυδοῖς ἐπαλαμᾶτο.

ἀναθήμασι σοβαροῖς ἐκόσμησε τὸν νεών.

ὑπὲρ τῶν μελλόντων ἀτρέπτως τε καὶ παναληθῶς προθεσπίζουσα.

ἐπεὶ δ’ ἔμπαλιν τῆς ἀληθείας συνίει τὰ λεγόμενα, καὶ τὸ ἑαυτῷ φίλον τε καὶ κεχαρισμένον ἑώρα μόνον, ἐπέθετο καταλῦσαι τὴν Περσῶν βασιλείαν.

ὁ Κροῖσος κιβδήλοις ταῖς ἐφ’ ἑαυτοῦ ἀκοαῖς μένων, καὶ τὴν βασιλείαν τὴν πατρῴαν θάλπων τε καὶ περιέπων καὶ περιστέλλων.

ὃ δὲ καὶ μᾶλλον μέγα ἐφρόνει, κεχαρισμένου τοῦ δώρου τῷ θεῷ γεγενημένου.

κελεύσαντος Κύρου ἵνα καταπρησθῇ ζῶν.

ὃ δὲ ἀνηνέγκατο ἄρα στενάξας, καὶ ἐς τρὶς ἐκάλεσε τὸν Σόλωνα.

αἰθρίας γὰρ οὔσης καὶ πανηλίου ἡμέρας ἄφνω καὶ ἀδοκήτως νέφη συνδραμεῖν οἷα δήπου βαθύτατα, καὶ καταρρῆξαι πάμπολυν ὑετόν.

τί γὰρ μαθὼν ἐτόλμησε τό γε δὴ αὑτοῦ μέρος δουλώσασθαι Λυδοῖς Πέρσας;

Lex de civibus a Pericle lata.

Περικλῆς ὁ Ξανθίππου νόμον γράψας τὸν μὴ ἐξ ἀμφοῖν πολίτην μὴ εἶναι. οὐ μετὰ μακρὸν τοὺς γνησίους ἀποβαλών, ἄκων καὶ στένων καὶ λύσας τὸν ἑαυτοῦ νόμον καὶ ἀσχημονήσας ἐλεεινῶς ἅμα καὶ μισητῶς ἔτυχεν ὧν ἐβούλετο. ὅμως γε μὴν ἀντιβολοῦντος καὶ δεκάσαντος τοὺς ἐντεῦθεν ζῶντας ὀψὲ καὶ μόλις τὸν νόθον οἱ παῖδα τὸν ἐξ Ἀσπασίας τῆς Μιλησίας ἐποίησε δημοποίητον.

De Meleti et Timagorae amoribus.

οὗτος ἐρᾷ νεανίου Ἀθήνησι τῶν εὖ γεγονότων καὶ πλουσίων μειρακίου καὶ ἐκείνου τὸ γένος διαπρεποῦς καὶ τὴν ὥραν ἀμάχου. καὶ τῷ μὲν ἐραστῇ Μέλητος ὄνομα ἦν, τῷ καλῷ δὲ Τιμαγόρας, ὥς φασιν. ἦν δὲ ἄτεγκτός τε καὶ ἀμείλικτος ὅδε ὁ παῖς, καί οἱ πολλὰ προσέταττε καὶ ἐπίπονα καὶ κινδύνων ἐχόμενα τῶν ἐσχάτων καὶ ὁμοῦ τι τῷ ὀλέθρῳ ἐλαύνοντα. καὶ ἦν τὰ προστάγματα κύνας τε ἀγαθὰς καὶ θηρατικὰς ἐκ τῆς ἀλλοδαπῆς ἄγειν, καὶ ἵππον αὖ τῶν πολεμίων ἀπαγαγεῖν ὅτου δὴ γενναῖόν τε καὶ θυμικόν, καὶ ἄλλου χλαμύδα ὡραίαν, καὶ τοιαῦτα ἕτερα. καὶ τελευτῶν ὄρνιθάς οἱ προσέταξε κομίσαι ὅτου δὴ τροφιμους καὶ οἰκέτας, γένος θαυμαστούς. ἐπεὶ δὲ καὶ τοῦτο κατεπράξατο ὁ ἔνθεος φίλος ἐκεῖνος καὶ ἐδωρεῖτό γε τῷ καλῷ τὸ μέγα τίμιον κτῆμα τοὺς προειρημένους, ὃ δὲ ἀτεράμων ὢν καὶ ἐς τοσοῦτον ἀπεώσατο ἄρα τὸ δῶρον. ὁ τοίνυν Μέλητος φλεγόμενος τῷ ἔρωτι καὶ οἰστρούμενος καὶ ἐπὶ τούτοις ἀσχάλλων τῇ ἀτιμίᾳ καὶ ἀπαυδήσας ἐπὶ τοῖς ἀνηνύτοις τε μόχθοις ἅμα καὶ ἀπείροις, ᾗ ποδῶν εἶχεν ἀνέθορέ τε ἐς τὴν ἀκρόπολιν καὶ ἑαυτὸν ἔωσε κατὰ τῶν πετρῶν. οὐ μὴν ἡ τιμωρὸς δίκη τὸν ὑβριστὴν παῖδα καὶ ὑπερόπτην εἴασεν ἐπεγχανεῖν τῷ τοῦ Μελήτου θανάτῳ. τοὺς ὄρνιθας γοῦν ἀναλαβὼν καὶ ταῖς ἀγκάλαις ἐνθείς, εἶτα μέντοι κατ’ ἴχνια τὰ ἐκείνου θέων, ὥσπερ οὐν ἑλκόμενος βίᾳ ἑαυτὸν σὺν τῷ δυστυχεῖ δώρῳ ἐπὶ τῷ Μελήτῳ ἔρριψε φέρων, βραδὺν καὶ δυστυχῆ τὸν ἔρωτα ἀντερασθεὶς τοῦτον. καὶ ἕστηκεν εἴδωλον τοῦ πάθους κατὰ τὸν τόπον παῖς ὡραῖος καὶ γυμνὸς ἀλεκτρυόνας δύο μάλα εὐγενεῖς φέρων ἐν ταῖς ἀγκάλαις καὶ ὠθῶν ἐπὶ κεφαλὴν ἑαυτόν.

De Hipparino et Antileonte.

ὃ δὲ ὑφαιρεῖται τὸν κώδωνα, καὶ φιλίας σύμβολον καὶ ὅμηρον πρῶτον κομίζει τῷ ἑταίρῳ αὐτοῦ.

καὶ ὡς κατειργάσατο τὸ κάλλιστον ἔργον, ἔφευγεν ὤκιστα εὐθὺ τοῦ ἐραστοῦ. μετῄεσαν δὲ αὐτὸν οἱ δορυφόροι, καὶ διέφυγεν ἂν ἐκεῖνος, εἰ μὴ προβάτοις συνεζευγμένοις περιπεσὼν καὶ συμπλακεὶς ὡς πέδῃ κᾆτα ἀνετράπη.

τελευτῶν ἀπεσφάγη καὶ αὐτός, καὶ ἔκειτο πλησίον τῶν παιδικῶν, θέαμα ἔνδοξόν τε καὶ ὑπερήφανον.

ἤστην δὲ καλὼ καὶ μεγάλω· ὡραῖος δὲ ὁ νέος, οὐ τεθρυμμένος μήν, ἀλλὰ γεννικὸν ὁρῶν εἶχε πρόκωπον τὸ ξιφος.

ἔθαψάν τε ἐκείνους αὐτόθι σεμνῶς τε καὶ σοβαρῶς ἐπιστήματα ἐπέστησαν. νεανία ἤστην, ὃ μὲν ἤδη γενειῶν, ὃ δὲ αὐτοῖν γυμνὸς τὴν παρειὰν ἔτι.

De Dionysio mercatore.

Διονύσιος τοὔνομα, ἔμπορος τὸ ἐπιτήδευμα δολιχεύσας πολλοὺς πολλάκις πλοῦς, τοῦ κέρδους ὑποθήγοντος, καὶ πορρωτέρω τῆς Μαιώτιδος ἐκκουφίσας, ὠνεῖται κόρην Κόλχον, ἣν ἐληίσαντο Μάχλυες, ἔθνος τῶν ἐκεῖ βαρβάρων.

ὑπάγοντος αὐτὸν τοῦ πλούτου καὶ ἐπὶ μᾶλλον ὑποθήγοντος.

Διονύσιος τοὔνομα ἔμπορος τὸ ἐπιτήδευμα, δολιχεύσας πολλοὺς πολλάκις πλοῦς, περιβάλλεται πλοῦτον εὖ μάλα ἁδρόν.

ὁ τοίνυν Διονύσιος καταγράφων ἑαυτῷ λύτρα πλεῖστα ὑπὲρ τῆς κόρης, ἢ χρυσίον πάμπολυ, ἢν ἀπόλοιτο αὐτή.

τινὰς παραλαβὼν ἁδροῦ μισθοῦ ἐς Βυζάντιον ἐλθεῖν πείθει.

εἶτα τῆς ὑστεραίας προσέσχε τῇ Χίῳ, καὶ ἀποβάντες ἐντυγχάνουσι τῇ κόρῃ πιπρασκομένῃ.

ὃ δὲ ἔπραττε κακῶς, καὶ πᾶσα ἡ οἰκία αὐτοῦ ἐνόσει, καὶ τὰ τῆς ἐμπορίας ἐπικερδῆ ἥκιστα αὐτῷ ἦν.

θυγάτηρ δὲ ἥπερ ἦν οἱ τῶν ἐκείνου μηχανῶν τε καὶ ἐπιβουλῶν ἀμαθής, ἐξάντης γίνεται τοῦ κακοῦ.

De tutore avaro.

ἔστι δὲ οὕτως. ἀδελφὼ δύο ἤστην. ὁ τοίνυν ἕτερος ἀποθνήσκων καὶ παῖδα ὀρφανὸν ἀπολείπων τὸν ἀδελφὸν ἐγγράφει καὶ τοῦ υἱοῦ ἐπίτροπον καὶ τῶν χρημάτων ὧν ἐκείνῳ κατέλιπε μελεδωνόν. ὃ δὲ ἀνόσιος ὤν, τὰ τοῦ παιδὸς σφετερίσασθαι γλιχόμενος, εἶτα μέντοι καὶ τὰ οἰκεῖα προσαπώλεσε. δεομένῳ δὲ πολυωρίας τινὸς καὶ ῥοπῆς τυχεῖν τῆς ἐς τὸ κρεῖττον ἀπεκρίνατο νήπιος οὐκ ἐνόησεν ὅσῳ πλέον ἥμισυ παντὸς. παιδεύδεως ταῦτα ἔχεται, καὶ ψυχὴν καθαίρει, καὶ βιον κοσμεῖ, καὶ σωφροσύνην ἐντίθησι, καὶ δικαιοσύνην νομοθετεῖ.

Aetoli vino Atheniensibus tradito ab iis interficiuntur.

οἱ Αἰτωλοὶ ἐς Ἀθήνας τὸν οἶνον ἐκόμιζον, φιλοτησίας τῆς ἐκ τοῦ θεοῦ κοινωνῆσαι καὶ τοῖς τῆς Ἀθηνᾶς τροφίμοις βουλόμενοι.

οἳ δὲ ἄδην καὶ ἀπείρως σπῶσι τοῦ οἴνου, καὶ ἀνατραπέντες ἔκειντο ὡς ἔτυχον αὐτῶν ἕκαστος εἰκῇ. καὶ οἱ τούτοις προσήκοντες τοὺς οἰνοχόους τούσδε ἡγησάμενοι φαρμακεῖς καὶ πιστεύσαντες τεθνάναι τοὺς καθεύδοντας, τοὺς Αἰτωλοὺς ἀπέκτειναν.

μέτεισι τοὺς Ἀθηναίους ὑπὲρ τῶν ἀθέσμων φόνων ἡ δίκη, καὶ ἀφορίαις συνείχοντο.

νικώμενοι οὖν ἐκ τῶν παρόντων ἄκος αἰτοῦσι παρὰ τοῦ θεοῦ, καὶ ἐρωτῶσι τὴν Πυθίαν.

δέονται δὴ παρὰ θεοῦ ἄκος. καὶ…

De Hippia.

The complete text is available when the reading interface loads.