The Greek Library Catalogue

Anonymous

Ars rhetorica

Edition reference
Ars rhetorica vulgo Rhetorica ad Alexandrum, ed. M. Fuhrmann, Anaximenis ars rhetorica, Leipzig: Teubner, 1966: 1–97.
CTS identifier
urn:cts:greekLit:tlg0547.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

proem

tit

{ΑΝΑΞΙΜΕΝΟΥΣ ΤΕΧΝΗ ΡΗΤΟΡΙΚΗ

{ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΡΗΤΟΡΙΚΗ ΠΡΟΣ

ΑΛΕΞΑΝΔΡΟΝ

ΑΡΙΣΤΟΤΕΛΗΣ ΑΛΕΞΑΝΔΡΩΙ ΕΥ ΠΡΑΤΤΕΙΝ}

1

Ἐπέστειλάς μοι, ὅτι πολλάκις πολλοὺς πέπομφας πρὸς

ἡμᾶς τοὺς διαλεξομένους ὑπὲρ τοῦ γραφῆναί σοι τὰς

μεθόδους τῶν πολιτικῶν λόγων· ἐγὼ δὲ οὐ διὰ ῥᾳθυμίαν

ὑπερεβαλλόμην ἐν τούτοις τοῖς χρόνοις, ἀλλὰ διὰ τὸ ζητεῖν

οὕτως ὑπὲρ αὐτῶν γραφῆναί σοι διηκριβωμένως, ὡς οὐδεὶς

2

ἄλλος γέγραφε τῶν περὶ ταῦτα πραγματευομένων. ταύτην

δὲ εἰκότως τὴν διάνοιαν εἶχον· ὥσπερ γὰρ ἐσθῆτα σπουδά-

ζεις τὴν εὐπρεπεστάτην τῶν λοιπῶν ἀνθρώπων ἔχειν,

οὕτω δύναμιν λόγων λαβεῖν ἐστί σοι πειρατέον τὴν εὐδο-

ξοτάτην. πολὺ γὰρ κάλλιόν ἐστι καὶ βασιλικώτερον τὴν

ψυχὴν ἔχειν εὐγνωμονοῦσαν ἢ τὴν ἕξιν τοῦ σώματος ὁρᾶν

3

εὐειματοῦσαν. καὶ γὰρ ἄτοπόν ἐστι τὸν τοῖς ἔργοις πρωτεύ-

οντα φαίνεσθαι τῶν τυχόντων τοῖς λόγοις ὑστερίζοντα, καὶ

ταῦτα εἰδότα, ὅτι τοῖς μὲν ἐν δημοκρατίᾳ πολιτευομένοις ἡ

ἀναφορὰ περὶ πάντων τῶν πραγμάτων εἰς τὸν νόμον ἐστί,

τοῖς δ' ὑπὸ τὴν τῆς βασιλείας ἡγεμονίαν τεταγμένοις

4

πρὸς λόγον. ὥσπερ οὖν τὰς αὐτονόμους τῶν πόλεων διορ-

θοῦν εἴωθεν ἐπὶ τὸ κάλλιστον ἄγων ὁ κοινὸς νόμος, οὕτω

τοὺς ὑπὸ τὴν σὴν βασιλείαν καθεστῶτας ἄγειν δύναιτ' ἂν

ἐπὶ τὸ συμφέρον ὁ σὸς λόγος. καὶ γὰρ ὁ νόμος ἐστὶν ὡς

ἁπλῶς εἰπεῖν λόγος ὡρισμένος καθ' ὁμολογίαν κοινὴν

5

πόλεως, μηνύων πῶς δεῖ πράττειν ἕκαστα. πρὸς δὲ τούτοις

οὐκ ἄδηλον ὡς οἶμαί σοι τοῦτό ἐστιν, ὅτι τοὺς μὲν λόγῳ

χρωμένους καὶ μετὰ τούτου πάντα πράττειν προαιρου-

μένους ὡς ὄντας καλούς τε καὶ ἀγαθοὺς ἐπαινοῦμεν,

τοὺς δὲ ἄνευ λόγου τι ποιοῦντας ὡς ὄντας ὠμοὺς καὶ

6

θηριώδεις μισοῦμεν. διὰ τούτου καὶ 〈τοὺς〉 κακοὺς τὴν

αὑτῶν κακίαν ἐμφανίσαντας ἐκολάσαμεν καὶ τοὺς ἀγαθοὺς

δηλώσαντας αὑτῶν τὴν ἀρετὴν ἐζηλώσαμεν. τούτῳ καὶ

τῶν μελλόντων κακῶν ἀποτροπὴν εὑρήκαμεν καὶ τῶν

ὑπαρχόντων ἀγαθῶν ὄνησιν ἔσχομεν. καὶ διὰ τούτου καὶ

τὰς ἐπιούσας δυσχερείας ἐφύγομεν καὶ τὰς μὴ προσούσας

ἡμῖν ὠφελείας ἐπορισάμεθα. ὥσπερ γὰρ βίος ἄλυπος

7

αἱρετός, οὕτω λόγος συνετὸς ἀγαπητός. εἰδέναι δέ σε

δεήσει, ὅτι παραδείγματά ἐστι τοῖς πλείστοις τῶν ἀνθρώ-

πων τοῖς μὲν ὁ νόμος, τοῖς δὲ ὁ σὸς βίος καὶ λόγος. ὅπως

οὖν διαφέρων ᾖς πάντων Ἑλλήνων καὶ βαρβάρων, πᾶσάν

ἐστί σοι σπουδὴν ποιητέον, ἵνα τὴν ἐκ τούτων ἀπομίμησιν

οἱ περὶ ταῦτα διατρίβοντες τοῖς τῆς ἀρετῆς στοιχείοις

καλλιγραφούμενοι μὴ πρὸς τὰ φαῦλα σφᾶς αὐτοὺς ἄγωσιν,

8

ἀλλὰ τῆς αὐτῆς ἀρετῆς μετέχειν ἐπιθυμῶσιν. ἔτι δὲ τὸ

βουλεύεσθαι τῶν περὶ τὸν ἄνθρωπον θειότατόν ἐστιν, ὥστε

οὐκ εἰς τὰ πάρεργα καὶ μηδενὸς ἄξια τὴν σπουδήν ἐστί σοι

καταναλωτέον, ἀλλὰ τὴν μητρόπολιν αὐτὴν τοῦ καλῶς

βουλεύεσθαι μαθεῖν βουλητέον. τίς γὰρ δὴ τοῦτ' ἂν ἀμφισ-

βητήσειε τῶν νοῦν ἐχόντων, ὅτι τὸ μὲν πράττειν μὴ

βουλευσάμενον σημεῖόν ἐστιν ἀνοίας, τὸ δὲ κατὰ τὴν ὑφ-

ήγησιν τοῦ λόγου συντελεῖν τι τῶν ὑπ' ἐκείνου παραγγελ-

9

θέντων παιδείας; ἰδεῖν δέ ἐστι πάντας τοὺς ἄριστα τῶν

Ἑλλήνων πολιτευομένους λόγῳ πρῶτον ἢ τοῖς ἔργοις συγγι-

νομένους, πρὸς δὲ τούτοις καὶ τοὺς μέγιστον ἀξίωμα τῶν

βαρβάρων ἔχοντας τούτῳ πρὸ τῶν πραγμάτων χρωμένους,

εἰδότας καλῶς, ὡς ἀκρόπολίς ἐστι σωτηρίας ἡ διὰ τοῦ

λόγου γινομένη τοῦ συμφέροντος θεωρία. ταύτην ἀπόρθη-

τον οἰητέον, οὐ τὴν ἐκ τῶν οἰκοδομημάτων ἀσφαλῆ πρὸς

10

σωτηρίαν εἶναι νομιστέον. ἀλλὰ γὰρ ὀκνῶ ἔτι πλείω γρά-

φειν, μή ποτε καλλωπίζεσθαι δόξω περὶ τῶν ἀκριβῶς

γνωριζομένων ὡς οὐχ ὁμολογουμένων πίστεις ἐπιφέρων.

διόπερ ἀφήσω, ἐκεῖνα μόνον εἰπών, περὶ ὧν ἔνεστι λέγειν

εἰς ἅπαντα τὸν βίον, ὅτι τοῦτό ἐστιν, ᾧ διαφέρομεν τῶν

λοιπῶν ζῴων. τοῦτο οὖν καὶ ἡμεῖς διαφέρον τῶν λοιπῶν

ἕξομεν ἀνθρώπων οἱ μεγίστης τιμῆς ὑπὸ τοῦ δαιμονίου

11

τετυχηκότες. ἐπιθυμίᾳ μὲν γὰρ καὶ θυμῷ καὶ τοῖς τοιούτοις

χρῆται καὶ τὰ λοιπὰ ζῷα πάντα, λόγῳ δὲ οὐδὲν τῶν λοιπῶν

χωρὶς ἀνθρώπων. ἀτοπώτατον οὖν ἂν εἴη πάντων, εἰ τούτῳ

μόνῳ τῶν λοιπῶν ζῴων εὐδαιμονέστερον βιοῦντες τὸ αἴτιον

τοῦ καλῶς εἶναι διὰ ῥᾳθυμίαν ἀφεῖμεν κατολιγωρήσαντες.

12

διακελεύομαι δή σοι πάλαι παρακεκλημένῳ τῆς τῶν λόγων

ἀντέχεσθαι φιλοσοφίας. καθάπερ γάρ ἐστι φυλακτικὸν

σώματος ὑγίεια, οὕτω ψυχῆς φυλακτικὸν καθέστηκε παι-

δεία. ταύτης γὰρ προηγουμένης οὐ πταίειν συμβήσεταί σοι

περὶ τὰς πράξεις, ἀλλὰ σῴζειν ἁπάσας ὡς ἔπος εἰπεῖν τὰς

13

ὑπαρχούσας σοι τῶν ἀγαθῶν κτήσεις. χωρὶς δὲ τῶν εἰρη-

μένων, εἰ τὸ τοῖς ὀφθαλμοῖς βλέπειν ἡδύ, 〈τὸ〉 τοῖς τῆς

ψυχῆς ὄμμασιν ὀξυδορκεῖν ἐστι θαυμαστόν. ἔτι δὲ ὥσπερ

ὁ στρατηγός ἐστι σωτὴρ στρατοπέδου, οὕτω λόγος μετὰ

παιδείας ἡγεμών ἐστι βίου. ταυτὶ μὲν οὖν καὶ τὰ τούτοις

ὅμοια παραλιπεῖν νομίζω καλῶς ἡμῖν ἔχειν κατὰ τὸν

ὑπάρχοντα καιρόν.

14

Ἔγραψας δέ μοι διακελευόμενος, ὅπως μηδεὶς τῶν λοι-

πῶν ἀνθρώπων λήψεται τὸ βιβλίον τοῦτο, καὶ ταῦτα εἰδώς,

ὅτι καθάπερ τοὺς ἐξ αὑτῶν γεννηθέντας οἱ γεννήσαντες

τῶν ὑποβαλλομένων μᾶλλον φιλοῦσιν, οὕτως οἱ εὑρόντες τι

τῶν μετεχόντων· ὥσπερ γὰρ ὑπὲρ τέκνων, οὕτω τῶν λόγων

15

ὑπεραποτεθνήκασιν. οἱ μὲν γὰρ Πάριοι λεγόμενοι σοφισταὶ

διὰ τὸ μὴ τεκεῖν αὐτοὶ διὰ ῥᾳθυμίαν ἄμουσον οὐ στέργου-

σιν, ἀλλὰ χρήματα λαβόντες ἀποκηρύττουσι. διὰ τοῦτο

οὖν ἐγώ σοι παρακελεύομαι διαφυλάττειν οὕτω τοὺς λό-

γους τούτους, ὅπως νέοι καθεστῶτες ὑπὸ μηδενὸς χρήμασι

διαφθαρήσονται, κοσμίως δὲ μετὰ σοῦ συμβιώσαντες εἰς

16

ἡλικίαν ἐλθόντες δόξης ἀκηράτου τεύξονται. παρειλήφαμεν

δέ, καθάπερ ἡμῖν ἐδήλωσε Νικάνωρ, καὶ τῶν λοιπῶν

τεχνογράφων εἴ τίς τι γλαφυρὸν ὑπὲρ τῶν αὐτῶν τούτων

γέγραφεν ἐν ταῖς τέχναις. περιτεύξῃ δὲ δυσὶ τούτοις βιβλί-

οις, ὧν τὸ μέν ἐστιν ἐμὸν ἐν ταῖς ὑπ' ἐμοῦ τέχναις Θεοδέκτῃ

17

γραφείσαις, τὸ δὲ ἕτερον Κόρακος. τὰ δὲ λοιπὰ τούτοις

ἰδίᾳ πάντα γέγραπται περί τε τῶν πολιτικῶν καὶ τῶν

δικανικῶν παραγγελμάτων· ὅθεν πρὸς ἑκάτερον αὐτῶν

εὐπορήσεις ἐκ τῶνδε τῶν ὑπομνημάτων σοι γεγραμμένων.

ἔρρωσο.}

1

1

Τρία γένη τῶν πολιτικῶν εἰσι λόγων, τὸ μὲν

δημηγορικόν, τὸ δὲ ἐπιδεικτικόν, τὸ δὲ δικανικόν. εἴδη

δὲ τούτων ἑπτά, προτρεπτικόν, ἀποτρεπτικόν,

ἐγκωμιαστικόν, ψεκτικόν, κατηγορικόν, ἀπο-

λογικόν, καὶ ἐξεταστικὸν ἢ αὐτὸ καθ' αὑτὸ ἢ πρὸς

2

ἄλλο. τὰ μὲν οὖν εἴδη τῶν λόγων τοσαῦτα ἀριθμῷ ἐστι,

χρησόμεθα δὲ αὐτοῖς ἔν τε ταῖς κοιναῖς δημηγορίαις καὶ

ταῖς περὶ τὰ συμβόλαια δικαιολογίαις καὶ ταῖς ἰδίαις

ὁμιλίαις. οὕτω δ' ἂν ἑτοιμότατον λέγειν περὶ αὐτῶν

δυνηθείημεν, εἰ καθ' ἓν ἕκαστον εἶδος ἀπολαβόντες

ἀπαριθμησαίμεθα τὰς δυνάμεις αὐτῶν καὶ τὰς χρήσεις

καὶ τὰς πράξεις. καὶ πρῶτον μὲν τὰς προτροπὰς καὶ

ἀποτροπάς, ἐπείπερ ἐν ταῖς ἰδίαις ὁμιλίαις καὶ ταῖς κοιναῖς

δημηγορίαις ἐν τοῖς μάλιστα αὐτῶν χρῆσίς ἐστι, διέλθωμεν.

3

Καθόλου μὲν οὖν εἰπεῖν, προτροπὴ μέν ἐστιν ἐπὶ

προαιρέσεις ἢ λόγους ἢ πράξεις παράκλησις, ἀποτροπὴ

δὲ ἀπὸ προαιρέσεων ἢ λόγων ἢ πράξεων διακώλυσις.

4

οὕτω δὲ τούτων διωρισμένων τὸν μὲν προτρέποντα χρὴ

δεικνύειν ταῦτα ἐφ' ἃ παρακαλεῖ δίκαια ὄντα καὶ νόμιμα

καὶ συμφέροντα καὶ καλὰ καὶ ἡδέα καὶ ῥᾴδια πρα-

χθῆναι· εἰ δὲ μή, δυνατά τε δεικτέον, ὅταν ἐπὶ δυσχερῆ

5

παρακαλῇ, καὶ ὡς ἀναγκαῖα ταῦτα ποιεῖν ἐστι. τὸν δὲ

ἀποτρέποντα δεῖ διὰ τῶν ἐναντίων κώλυσιν ἐπιφέρειν, ὡς

οὐ δίκαιον οὐδὲ νόμιμόν ἐστιν οὐδὲ συμφέρον οὐδὲ καλὸν

οὐδὲ ἡδὺ οὐδὲ δυνατὸν πράττειν τοῦτο, εἰ δὲ μή, ὡς

ἐργῶδες καὶ οὐκ ἀναγκαῖον. ἅπασαι δὲ αἱ πράξεις μετ-

έχουσι τούτων ἀμφοτέρων, ὥστε μηδ〈ένα τὴν〉 ἑτέραν τῶν

ὑποθέσεων ἔχοντα λόγων ἀπορεῖν.

6

Ὧν μὲν οὖν ὀρέγεσθαι δεῖ τοὺς προτρέποντας καὶ

ἀποτρέποντας, ταῦτά ἐστιν· ὁρίσασθαι δὲ πειράσομαι τού-

των ἕκαστον τί ἐστι καὶ δεῖξαι, πόθεν αὐτῶν εἰς τοὺς

7

λόγους εὐπορήσομεν. δίκαιον μὲν οὖν ἐστι τὸ τῶν ἁπάν-

των ἢ τὸ τῶν πλείστων ἔθος ἄγραφον, διορίζον τὰ καλὰ

καὶ τὰ αἰσχρά. τοῦτο δέ ἐστι τὸ γονέας τιμᾶν καὶ φίλους

εὖ ποιεῖν καὶ τοῖς εὐεργέταις χάριν ἀποδιδόναι· ταῦτα γὰρ

καὶ τὰ τούτοις ὅμοια οὐ προστάττουσι τοῖς ἀνθρώποις οἱ

γεγραμμένοι νόμοι ποιεῖν, ἀλλ' ἔθει ἀγράφῳ καὶ κοινῷ

8

νόμῳ νομίζεται. τὰ μὲν οὖν δίκαια ταῦτά ἐστι, νόμος δέ

ἐστιν ὁμολόγημα πόλεως κοινὸν διὰ γραμμάτων προστάτ-

9

τον, πῶς χρὴ πράττειν ἕκαστα. συμφέρον δέ ἐστι τῶν

ὑπαρχόντων ἀγαθῶν φυλακὴ ἢ τῶν μὴ προσόντων κτῆσις

ἢ τῶν ὑπαρχόντων κακῶν ἀποβολὴ ἢ τῶν προσδοκωμένων

10

γενήσεσθαι βλαβερῶν διακώλυσις. διαιρήσεις δὲ τοῦτο

τοῖς μὲν ἰδιώταις εἰς σῶμα καὶ ψυχὴν καὶ τὰ ἐπίκτητα.

σώματι μὲν οὖν ἐστι συμφέρον ῥώμη κάλλος ὑγίεια, ψυχῇ

δὲ ἀνδρεία σοφία δικαιοσύνη· τὰ δὲ ἐπίκτητα φίλοι χρή-

11

ματα κτήματα· τὰ δ' ἐναντία τούτοις ἀσύμφορα. πόλει δὲ

συμφέροντα τὰ τοιαῦτά ἐστιν· ὁμόνοια, δυνάμεις πρὸς

πόλεμον, χρήματα καὶ προσόδων εὐπορία, συμμάχων ἀρε-

τὴ καὶ πλῆθος· καὶ συλλήβδην ἅπαντα τὰ τούτοις ὁμοιό-

τροπα συμφέροντα νομίζομεν, τὰ δὲ τούτοις ἐναντία

12

ἀσύμφορα. καλὰ δέ ἐστιν, ἀφ' ὧν εὐδοξία τις καὶ τιμή τις

ἔνδοξος γενήσεται τοῖς πράξασιν. ἡδέα δὲ τὰ χαρὰν ἐργα-

ζόμενα. ῥᾴδια δὲ τὰ μετὰ ἐλαχίστου χρόνου καὶ πόνου

καὶ δαπάνης ἐπιτελούμενα. δυνατὰ δὲ πάντα τὰ ἐνδεχό-

μενα γίνεσθαι. ἀναγκαῖα δὲ τὰ μὴ ἐφ' ἡμῖν ὄντα πράτ-

τειν, ἀλλ' ὡς ἐξ ἀνάγκης θείας ἢ ἀνθρωπίνης οὕτως ὄντα.

13

Τὰ μὲν οὖν δίκαια καὶ τὰ νόμιμα καὶ τὰ συμφέροντα καὶ

τὰ καλὰ καὶ τὰ ἡδέα καὶ τὰ ῥᾴδια καὶ τὰ δυνατὰ καὶ τὰ

ἀναγκαῖα ταῦτά ἐστιν· εὐπορήσομεν δὲ περὶ τούτων λέ-

γειν ἐξ αὐτῶν τε τῶν προειρημένων καὶ τῶν ὁμοίων

τούτοις καὶ τῶν ἐναντίων αὐτοῖς καὶ τῶν ἤδη κεκρι-

μένων ἢ ὑπὸ θεῶν ἢ ὑπ' ἀνθρώπων ἢ ὑπ' ἐνδόξων κριτῶν

ἢ ὑπὸ τῶν ἀνταγωνιστῶν ἡμῖν.

14

Τὸ μὲν οὖν δίκαιον οἷόν ἐστι, πρότερον ἡμῖν δεδήλωται·

τὸ δὲ ὅμοιον τῷ δικαίῳ τοιόνδε ἐστίν· ὥσπερ γὰρ δίκαιον

νομίζομεν τὸ τοῖς γονεῦσι πείθεσθαι, τὸν αὐτὸν τρόπον

προσήκει τοὺς υἱεῖς μιμεῖσθαι τὰς τῶν πατέρων πράξεις·

καὶ καθάπερ τοὺς εὖ ποιήσαντας ἀντευεργετεῖν δίκαιόν

ἐστιν, οὕτω τοὺς μηδὲν κακὸν ἐργασαμένους ἡμᾶς δίκαιόν

15

ἐστι μὴ βλάπτειν. τὸ μὲν οὖν ὅμοιον τῷ δικαίῳ τοῦτον τὸν

τρόπον δεῖ λαμβάνειν· ἐκ δὲ τῶν ἐναντίων χρὴ κατα-

φανὲς ποιεῖν αὐτὸ 〈ὧδε〉 {τὸ παράδειγμα}· καθάπερ γὰρ

τοὺς κακόν τι ποιήσαντας δίκαιόν ἐστι τιμωρεῖσθαι, οὕτω

16

καὶ τοὺς εὐεργετήσαντας προσήκει ἀντευεργετεῖν. τὸ δὲ

κεκριμένον ὑπό τινων ἐνδόξων δίκαιον οὕτω λήψῃ· ἀλλ'

οὐχ ἡμεῖς μόνοι μισοῦμεν καὶ κακῶς ποιοῦμεν τοὺς ἐχθρούς,

ἀλλὰ καὶ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι δίκαιον εἶναι κρί-

νουσι τοὺς ἐχθροὺς τιμωρεῖσθαι.

17

Τὸ μὲν οὖν δίκαιον οὕτω μετιὼν πολλαχῶς λήψῃ· τὸ δὲ

νόμιμον αὐτὸ μὲν οἷόν ἐστιν ὥρισται ἡμῖν πρότερον, δεῖ

δέ, ὅπου ἂν ᾖ χρήσιμον, αὐτόν τε τὸν διαγορεύοντα νόμον

λαμβάνειν, εἶτα τὸ ὅμοιον τῷ γεγραμμένῳ νόμῳ. εἴη δ' ἂν

τοιόνδε· ὥσπερ γὰρ ὁ νομοθέτης ταῖς μεγίσταις ζημίαις

τοὺς κλέπτοντας κολάζει, οὕτω δεῖ καὶ τοὺς ἐξαπατῶντας

μάλιστα τιμωρεῖσθαι· καὶ γὰρ οὗτοι κλέπτουσι τὴν διά-

νοιαν· καὶ καθάπερ ὁ νομοθέτης κληρονόμους ἐποίησε

τοὺς ἐγγυτάτω γένους ὄντας τοῖς ἄπαισιν ἀποθνῄσκουσιν,

οὕτω καὶ τῶν τοῦ ἀπελευθέρου χρημάτων ἐμὲ νῦν προσ-

ήκει κύριον γενέσθαι· τῶν γὰρ ἀπελευθερωσάντων αὐτὸν

τετελευτηκότων ἐγγυτάτω γένους αὐτὸς ὢν καὶ τῶν ἀπ-

18

ελευθέρων δίκαιος ἂν εἴην ἄρχειν. τὸ μὲν οὖν ὅμοιον τῷ

νομίμῳ τοῦτον τὸν τρόπον λαμβάνεται, τὸ δὲ ἐναντίον

ὧδε· εἰ γὰρ ὁ νόμος ἀπαγορεύει τὰ δημόσια διανέμεσθαι,

δῆλον ὅτι τοὺς διαιρουμένους αὐτὰ πάντας ἀδικεῖν ὁ νομο-

θέτης ἔκρινεν· εἰ γὰρ τιμᾶσθαι οἱ νόμοι προστάττουσι

τοὺς καλῶς καὶ δικαίως τῶν κοινῶν ἐπιστατήσαντας, δῆλον

ὡς καὶ τοὺς τὰ δημόσια διαφθείροντας τιμωρίας ἀξίους νο-

19

μίζουσιν. ἐκ μὲν οὖν τῶν ἐναντίων καταφανὲς οὕτω γίνεται

τὸ νόμιμον, ἐκ δὲ τῶν κεκριμένων ὧδε· καὶ οὐ μόνον ἐγὼ

τὸν νόμον τοῦτον ἕνεκα τούτων φημὶ τὸν νομοθέτην θεῖ-

ναι, ἀλλὰ καὶ πρότερον οἱ δικασταὶ διεξιόντος Λυσιθείδου

παραπλήσια τοῖς νῦν ὑπ' ἐμοῦ λεγομένοις ἐψηφίσαντο

ταὐτὰ περὶ τοῦ νόμου τούτου.

20

Τὸ μὲν οὖν νόμιμον οὕτω μετιόντες πολλαχῶς δείξομεν·

τὸ δὲ συμφέρον αὐτὸ μὲν οἷόν ἐστιν ἐν τοῖς πρότερον

ὥρισται, δεῖ δὲ λαμβάνειν εἰς τοὺς λόγους 〈ὡς ἐκ〉 τῶν

προειρημένων καὶ ἐκ τοῦ συμφέροντος, ἂν ὑπάρχῃ τι, καὶ

μετιόντας τὸν αὐτὸν τρόπον, ὅνπερ ὑπὲρ τοῦ νομίμου καὶ

τοῦ δικαίου διήλθομεν, οὕτω καὶ τὸ συμφέρον πολλαχῶς

21

ἐμφανίζειν. εἴη δ' ἂν τὸ μὲν ὅμοιον τῷ συμφέροντι τοιόν-

δε· ὥσπερ γὰρ ἐν τοῖς πολέμοις συμφέρει τοὺς εὐψυχο-

τάτους πρώτους τάττειν, οὕτως ἐν ταῖς πολιτείαις λυσι-

τελεῖ τοὺς φρονιμωτάτους καὶ δικαιοτάτους προεστάναι

τοῦ πλήθους· καὶ καθάπερ τοῖς ἀνθρώποις ὑγιαίνουσι

συμφέρει φυλάττεσθαι μὴ νοσήσωσιν, οὕτω καὶ ταῖς πόλε-

σιν ὁμονοούσαις συμφέρον ἐστὶ προσκοπεῖν μὴ στασιά-

22

σωσι. τὰ μὲν οὖν ὅμοια τῷ συμφέροντι τοῦτον τὸν τρόπον

μετιὼν πολλὰ ποιήσεις· ἐκ δὲ τῶν ἐναντίων ὧδε τὸ

συμφέρον ἔσται καταφανές· εἰ γὰρ λυσιτελεῖ τοὺς ἐπιεικεῖς

τιμᾶν τῶν πολιτῶν, συμφέρον ἂν εἴη καὶ τοὺς πονηροὺς

κολάζειν· εἰ γὰρ οἴεσθε οὐ συμφέρον εἶναι τὸ μόνους

ἡμᾶς πρὸς Θηβαίους πολεμεῖν, συμφέρον ἂν εἴη Λακεδαι-

μονίοις συμμαχίαν ποιησαμένους οὕτω Θηβαίοις πολεμεῖν.

23

ἐκ μὲν δὴ τῶν ἐναντίων οὕτω τὸ συμφέρον καταφανὲς

ποιήσεις· τὸ δὲ κεκριμένον ὑπ' ἐνδόξων κριτῶν οὕτω χρὴ

λαμβάνειν· Λακεδαιμόνιοί τε γὰρ Ἀθηναίους καταπολεμή-

σαντες συμφέρειν αὑτοῖς ᾠήθησαν μὴ τὴν πόλιν αὐτῶν

ἀνδραποδίσασθαι, καὶ πάλιν Ἀθηναῖοι [μετὰ] Θηβαίων

ἐξὸν αὐτοῖς ἀνοικίσαι τὴν Σπάρτην συμφέρειν σφίσιν

ᾠήθησαν περιποιῆσαι Λακεδαιμονίους.

24

Περὶ μὲν οὖν τοῦ δικαίου καὶ τοῦ νομίμου καὶ τοῦ

συμφέροντος οὕτω μετιὼν εὐπορήσεις· τὸ δὲ καλὸν καὶ τὸ

ἡδὺ καὶ τὸ ῥᾴδιον καὶ τὸ δυνατὸν καὶ τὸ ἀναγκαῖον ὁμοιο-

τρόπως τούτοις μέτιθι. καὶ περὶ μὲν τούτων ἐντεῦθεν

εὐπορήσομεν.

2

1

Πάλιν δὲ διορισώμεθα, καὶ περὶ πόσων καὶ περὶ ποίων

{καὶ τίνων} ἔν τε τοῖς βουλευτηρίοις καὶ ταῖς ἐκκλησίαις

συμβουλεύομεν. ἂν γὰρ τούτων ἕκαστα σαφῶς ἐπιστώμεθα,

τοὺς μὲν ἰδίους λόγους αὐτὰ τὰ πράγματα καθ' ἑκάστην

ἡμῖν τὴν συμβουλίαν παραδώσει, τὰς δὲ κοινὰς ἰδέας ἐκ

πολλοῦ προειδότες ἐπιφέρειν ἐφ' ἑκάστας τῶν πράξεων

ῥᾳδίως δυνησόμεθα. τούτων οὖν ἕνεκα διαιρετέον ἡμῖν,

2

περὶ ὧν κοινῇ βουλεύονται πάντες. ἐν κεφαλαίῳ μὲν οὖν

εἰπεῖν, εἰσὶν ἑπτὰ τὸν ἀριθμὸν προθέσεις, περὶ ὧν δημη-

γορητέον· ἀναγκαῖον γάρ ἐστι καὶ βουλεύεσθαι καὶ λέγειν

ἡμᾶς ἐν βουλῇ καὶ δήμῳ ἢ περὶ ἱερῶν ἢ περὶ νόμων ἢ

περὶ τῆς πολιτικῆς κατασκευῆς ἢ περὶ τῶν πρὸς τὰς

ἄλλας πόλεις συμμαχιῶν καὶ συμβολαίων ἢ περὶ πο-

λέμου ἢ περὶ εἰρήνης ἢ περὶ πόρου χρημάτων. αἱ μὲν

οὖν προθέσεις αὗται τυγχάνουσιν οὖσαι, περὶ ὧν βου-

λευσόμεθα καὶ δημηγορήσομεν· ἑκάστην δὲ πρόθεσιν δι-

ελώμεθα καὶ σκοπῶμεν, ἐν οἷς τρόποις περὶ τούτων ἐν-

δέχεται τοῖς λόγοις χρῆσθαι.

3

Περὶ μὲν οὖν ἱερῶν τριττῶς ἀναγκαῖον λέγειν· ἢ γὰρ

ἐροῦμεν ὡς τὰ καθεστῶτα διαφυλακτέον ἢ ὡς ἐπὶ τὸ

μεγαλοπρεπέστερον μεταστατέον ἢ ὡς ἐπὶ τὸ ταπει-

νότερον. ὅταν μὲν οὖν λέγωμεν, ὡς δεῖ τὰ καθεστῶτα

διαφυλάττειν, εὑρήσομεν ἀφορμὰς ἐκ μὲν τοῦ δικαίου λέ-

γοντες· τὰ πάτρια ἔθη παρὰ πᾶσι παραβαίνειν ἄδικόν ἐστι,

καὶ διότι τὰ μαντεῖα πάντα τοῖς ἀνθρώποις προστάττει

κατὰ τὰ πάτρια ποιεῖσθαι τὰς θυσίας, καὶ ὅτι τῶν πρώτων

οἰκιζόντων τὰς πόλεις καὶ τοῖς θεοῖς ἱδρυσαμένων τὰ ἱερὰ

4

μάλιστα δεῖ διαμένειν τὰς περὶ τοὺς θεοὺς ἐπιμελείας. ἐκ

δὲ τοῦ συμφέροντος, ὅτι πρὸς χρημάτων συντέλειαν ἢ τοῖς

ἰδιώταις ἢ τῷ κοινῷ τῆς πόλεως συμφέρον ἔσται κατὰ τὰ

πάτρια τῶν ἱερῶν θυομένων, καὶ ὅτι πρὸς εὐτολμίαν

λυσιτελεῖ τοῖς πολίταις, ἐπεὶ συμπομπευόντων ὁπλιτῶν

ἱππέων ψιλῶν εὐτολμότεροι γένοιντ' ἂν οἱ πολῖται φιλο-

5

τιμούμενοι περὶ ταῦτα. ἐκ δὲ τοῦ καλοῦ, εἰ οὕτω λαμπρὰς

τὰς ἑορτὰς †πρὸς τὸ θεωρεῖσθαι† συμβέβηκεν. ἐκ δὲ τῆς

ἡδονῆς, εἰ καὶ πρὸς τὸ θεωρεῖσθαι ποικιλία τις περὶ τὰς

τῶν θεῶν θυσίας. ἐκ δὲ τοῦ δυνατοῦ, εἰ μήτε ἔνδεια γε-

γένηται μήτε ὑπερβολὴ περὶ ταύτας.

6

Ὅταν μὲν οὖν τοῖς καθεστῶσι συνηγορῶμεν, οὕτω

μετιοῦσι σκεπτέον ἐπὶ τῶν προειρημένων ἢ τῶν τούτοις

ὁμοιοτρόπων, καὶ ὡς ἐνδέχεται διδάσκειν περὶ τῶν λεγο-

μένων· ὅταν δὲ ἐπὶ τὸ μεγαλοπρεπέστερον συμβου-

λεύωμεν μεθιστάναι τὰς ἱεροποιίας, περὶ μὲν τοῦ τὰ πά-

7

τρια κινεῖν ἀφορμὰς ἕξομεν εὐπρεπεῖς λέγοντες· τὸ προσ-

τιθέναι τοῖς ὑπάρχουσιν οὐ καταλύειν ἐστίν, ἀλλ' αὔξειν τὰ

καθεστῶτα· ἔπειθ' ὡς καὶ τοὺς θεοὺς εἰκὸς εὐνουστέρους

εἶναι τοῖς μᾶλλον αὐτοὺς τιμῶσιν· ἔπειθ' ὡς οὐδὲ οἱ πατέ-

ρες ἀεὶ κατὰ τὰ αὐτὰ τὰς θυσίας ἦγον, ἀλλὰ πρὸς τοὺς

καιροὺς καὶ τὰς εὐπραγίας ὁρῶντες καὶ ἰδίᾳ καὶ κοινῇ τὴν

πρὸς τοὺς θεοὺς θεραπείαν ἐνομοθέτουν· ἔπειθ' ὡς καὶ

ἐπὶ τῶν λοιπῶν ἁπάντων οὕτω καὶ τὰς πόλεις καὶ τοὺς

8

ἰδίους οἴκους διοικοῦμεν. λέγε δὲ καὶ εἰ τούτων κατα-

σκευασθέντων ὠφέλειά τις ἔσται τῇ πόλει ἢ λαμπρότης ἢ

ἡδονή, μετιὼν ὥσπερ ἐπὶ τῶν προτέρων εἴρηται.

9

Ὅταν δὲ ἐπὶ τὸ ταπεινότερον συστέλλωμεν, πρῶτον

μὲν ἐπὶ τοὺς καιροὺς τὸν λόγον ἀνακτέον, τί πράττοντες

χεῖρον οἱ πολῖται τυγχάνουσι νῦν ἢ πρότερον· ἔπειθ' ὡς

οὐκ εἰκὸς τοὺς θεοὺς χαίρειν ταῖς δαπάναις τῶν θυομένων,

ἀλλὰ ταῖς εὐσεβείαις τῶν θυόντων· εἶθ' ὡς πολλὴν ἄνοιαν

τούτων καὶ οἱ θεοὶ καὶ οἱ ἄνθρωποι κατακρίνουσιν, ὅσοι

παρὰ δύναμίν τι ποιοῦσιν· ἔπειθ' ὅτι οὐκ ἐπὶ τοῖς ἀνθρώ-

ποις μόνοις, ἀλλὰ καὶ ἐπὶ ταῖς εὐπραγίαις καὶ κακοπρα-

γίαις ἐστὶ τὰ περὶ τὰς πολιτικὰς δαπάνας.

10

Ἀφορμὰς μὲν οὖν ταύτας καὶ τὰς ὁμοιοτρόπους ταύταις

ὑπὲρ τῶν περὶ τὰς θυσίας προθέσεων ἕξομεν· ἵνα δὲ καὶ

τὰ κατὰ τὴν κρατίστην θυσίαν εἰδῶμεν εἰσηγεῖσθαι καὶ

νομοθετεῖν, ὁριοῦμαι καὶ ταύτην. ἔστι γὰρ κρατίστη

θυσία πασῶν, ἥτις ἂν ἔχῃ πρὸς μὲν τοὺς θεοὺς ὁσίως

{καὶ θείως}, πρὸς δὲ τὰς δαπάνας μετρίως, πρὸς δὲ τὰς

θεωρίας λαμπρῶς, πρὸς δὲ 〈τοὺς〉 πολέμους ὠφελίμως.

11

ἕξει δὲ πρὸς μὲν τοὺς θεοὺς ὁσίως, ἂν τὰ πάτρια μὴ κατα-

λύηται· πρὸς δὲ τὰς δαπάνας μετρίως, ἂν μὴ πάντα τὰ

πεμπόμενα καταναλίσκηται· πρὸς δὲ τὰς θεωρίας λαμ-

πρῶς, ἐὰν χρυσῷ καὶ τοῖς τοιούτοις, ἃ μὴ συναναλίσκεται,

δαψιλῶς τις χρήσηται· πρὸς δὲ τοὺς πολέμους ὠφελίμως,

12

ἐὰν ἱππεῖς καὶ ὁπλῖται διεσκευασμένοι συμπομπεύωσι. τὰ

μὲν δὴ περὶ τοὺς θεοὺς ἐκ τούτων κάλλιστα κατασκευάσο-

μεν, ἐκ δὲ τῶν πρότερον εἰρημένων καθ' οὓς ἐνδέχεται

τρόπους δημηγορεῖν περὶ ἑκάστης ἱεροποιίας εἰσόμεθα.

13

Περὶ δὲ νόμων πάλιν καὶ τῆς πολιτικῆς κατασκευῆς

ὁμοιοτρόπως διέλθωμεν. εἰσὶ δὲ νόμοι συλλήβδην μὲν

εἰπεῖν ὁμολογήματα κοινὰ πόλεως, ἃ διὰ γραμμάτων

14

ὁρίζει καὶ προστάττει, πῶς χρὴ πράττειν ἕκαστα. δεῖ δὲ

αὐτῶν τὴν θέσιν ἐν μὲν ταῖς δημοκρατίαις τὰς μικρὰς

ἀρχὰς καὶ τὰς πολλὰς κληρωτὰς ποιεῖν (ἀστασίαστον γὰρ

τοῦτο), τὰς δὲ μεγίστας χειροτονητὰς ἀπὸ τοῦ πλήθους.

οὕτω γὰρ ὁ μὲν δῆμος κύριος ὢν διδόναι τὰς τιμάς, οἷς ἂν

ἐθέλῃ, τοῖς λαμβάνουσιν αὐτὰς οὐ φθονήσει, οἱ δ' ἐπι-

φανέστεροι μᾶλλον τὴν καλοκαγαθίαν ἀσκήσουσιν, εἰδότες

ὅτι τὸ παρὰ τοῖς πολίταις εὐδοκιμεῖν οὐκ ἀλυσιτελὲς αὐτοῖς

15

ἔσται. περὶ μὲν οὖν τὰς ἀρχαιρεσίας ἐν ταῖς δημοκρατίαις

οὕτω δεῖ νομοθετεῖν· περὶ δὲ τὴν ἄλλην διοίκησιν καθ' ἓν

μὲν ἕκαστον διελθεῖν πολὺ ἂν ἔργον εἴη, συλλήβδην δὲ δεῖ

παραφυλάττειν, ὅπως οἱ νόμοι τὸ μὲν πλῆθος ἀποτρέψουσι

τοῖς τὰς οὐσίας ἔχουσιν ἐπιβουλεύειν, τοῖς δὲ πλουτοῦσιν

εἰς τὰς κοινὰς λειτουργίας δαπανᾶν φιλοτιμίαν ἐμποιήσου-

16

σι. τοῦτο δὲ οὕτως ἄν [τις] παρασκευάσειεν, εἰ τοῖς μὲν

τὰς οὐσίας ἔχουσιν ἀντὶ τῶν εἰς τὸ κοινὸν δαπανωμένων

τιμαί τινες ἀπὸ τῶν νόμων ἀφωρισμέναι τυγχάνοιεν, τῶν

δὲ πενομένων τοὺς τὴν χώραν ἐργαζομένους [τε] καὶ τοὺς

ναυτικοὺς μᾶλλον τῶν ἀγοραίων προτιμῷεν· οὕτω γὰρ οἱ

μὲν πλουτοῦντες ἑκόντες τῇ πόλει λειτουργήσουσι, τὸ δὲ

17

πλῆθος οὐ συκοφαντίας, ἀλλ' ἐργασίας ἐπιθυμήσει. δεῖ

δὲ πρὸς τούτοις καὶ περὶ τοῦ μήτε χώραν ἀνάδαστον

ποιεῖν μήτε δημεύειν τὰς οὐσίας τῶν [τῇ πόλει] λειτουργη-

σάντων ἰσχυροὺς κεῖσθαι νόμους καὶ μεγάλας ἐπικεῖσθαι

τιμωρίας τοῖς παραβαίνουσι ταῦτα. χρὴ δὲ τοῖς ἐν τῷ

πολέμῳ τελευτήσασιν εἰς ταφὴν δημόσιον χωρίον ἐν καλῷ

πρὸ τῆς πόλεως ἀφωρίσθαι καὶ τοῖς παισὶν αὐτῶν ἕως

ἥβης δημοσίαν τροφὴν δίδοσθαι.

18

Τῶν μὲν οὖν ἐν ταῖς δημοκρατίαις νόμων τοιαύτην δεῖ

τὴν θέσιν ποιεῖσθαι· περὶ δὲ τὰς ὀλιγαρχίας τὰς μὲν ἀρ-

χὰς δεῖ τοὺς νόμους ἀπονέμειν ἐξ ἴσου πᾶσι τοῖς τῆς πολι-

τείας μετέχουσι, τούτων δὲ εἶναι τὰς μὲν πλείστας κληρω-

τάς, τὰς δὲ μεγίστας κρυπτῇ ψήφῳ μεθ' ὅρκων καὶ

19

πλείστης ἀκριβείας διαψηφιστάς. δεῖ δὲ καὶ τὰς ζημίας ἐν

ταῖς ὀλιγαρχίαις μεγίστας ἐπικεῖσθαι τοῖς ὑβρίζειν τινὰς

τῶν πολιτῶν ἐπιχειροῦσι· τὸ γὰρ πλῆθος οὐχ οὕτω τῶν

ἀρχῶν ἀγανακτεῖ στερόμενον, ὡς ἔχει βαρέως ὑβριζόμενον.

χρὴ δὲ καὶ τὰς διαφορὰς τῶν πολιτῶν ὅτι τάχιστα διαλύειν

καὶ μὴ χρονίζεσθαι, μηδὲ συνάγειν ἐκ τῆς χώρας τὸν

ὄχλον εἰς τὴν πόλιν· ἐκ γὰρ τῶν τοιούτων συνόδων συστρέ-

20

φεται τὰ πλήθη καὶ καταλύει τὰς ὀλιγαρχίας. καθόλου δὲ

εἰπεῖν δεῖ τοὺς νόμους ἐν μὲν ταῖς δημοκρατίαις κωλύειν

τοὺς πολλοὺς ταῖς τῶν πλουσίων οὐσίαις ἐπιβουλεύειν, ἐν

δὲ ταῖς ὀλιγαρχίαις ἀποτρέπειν τοὺς τῆς πολιτείας μετ-

έχοντας ὑβρίζειν τοὺς ἀσθενεστέρους καὶ συκοφαντεῖν

τοὺς πολίτας.

21

Ὧν μὲν οὖν ὀρέγεσθαι δεῖ τοὺς νόμους καὶ τὴν πολιτι-

κὴν κατασκευήν, ἐκ τούτων οὐκ ἀγνοήσεις. δεῖ δὲ τὸν

συναγορεύειν ἐθέλοντα νόμῳ δεικνύναι τοῦτον ἴσον ὄντα τοῖς

πολίταις 〈καὶ〉 ὁμολογοῦντα τοῖς ἄλλοις νόμοις καὶ συμ-

φέροντα τῇ πόλει μάλιστα μὲν πρὸς ὁμόνοιαν, εἰ δὲ μή,

πρὸς τὴν τῶν πολιτῶν καλοκαγαθίαν ἢ πρὸς τὰς κοινὰς

προσόδους ἢ πρὸς εὐδοξίαν τῷ κοινῷ τῆς πόλεως ἢ πρὸς

τὴν πολιτικὴν δύναμιν ἢ πρὸς ἄλλο τι τῶν τοιούτων.

22

ἀντιλέγοντα δὲ δεῖ σκοπεῖν πρῶτον μὲν εἰ μὴ κοινὸς ὁ

νόμος, ἔπειτα εἰ μὴ τοῖς ἄλλοις ὁμολογῶν, ἀλλ' ὑπεναντίος

ἐστί, ἐπὶ τούτοις εἰ μὴ πρὸς μηδὲν τῶν εἰρημένων συμ-

φέρων, ἀλλὰ τοὐναντίον βλαβερός. περὶ μὲν οὖν νόμων καὶ

τῆς κοινῆς κατασκευῆς ἐντεῦθεν καὶ τιθέναι καὶ λέγειν

εὐπορήσομεν.

23

Περὶ δὲ 〈τῶν〉 συμμαχιῶν τῶν πρὸς τὰς ἄλλας πόλεις

καὶ συμβολαίων διελθεῖν ἐπιχειρήσομεν. τὰ μὲν οὖν

συμβόλαια καὶ τὰς τάξεις ἀναγκαῖον κατὰ συνθήκας

κοινὰς γίνεσθαι, συμμάχους δὲ ποιεῖσθαι κατὰ τοὺς

καιροὺς τούτους, ὅταν τινὲς καθ' ἑαυτοὺς ὦσιν ἀσθενεῖς ἢ

πόλεμός τις ᾖ προσδόκιμος, ἢ {διὰ τοῦτο ποιήσασθαι συμ-

μαχίαν πρός τινας,} ὅτι πολέμου ἀποστήσειν τινὰς νομί-

ζουσιν.

24

Αἰτίαι μὲν οὖν αὗται καὶ παραπλήσιαι ταύταις ἄλλαι

πλείους τοῦ ποιεῖσθαι συμμάχους εἰσί. δεῖ δέ, ὅταν συν-

αγορεύειν βούλῃ τῇ γινομένῃ συμμαχίᾳ, τῶν καιρῶν τούτων

τοὺς ὑπάρχοντας ἐμφανίζειν καὶ δεικνύναι τοὺς τὴν συμμα-

χίαν ποιουμένους μάλιστα μὲν δικαίους ὄντας καὶ πρότερόν

τι τῇ πόλει ἀγαθὸν ποιήσαντας καὶ δύναμιν μεγάλην

ἔχοντας καὶ πλησίον τοῖς τόποις κατοικοῦντας, εἰ δὲ μή,

25

τούτων ἅπερ ἂν ὑπάρχῃ, ταῦτα συνάγειν. ὅταν δὲ δια-

κωλύῃς τὴν συμμαχίαν, ἐμφανίζειν ἐνδέχεται πρῶτον μὲν

ὡς οὐκ ἀνάγκη ποιεῖσθαι νῦν αὐτήν, ἔπειθ' ὡς οὐ δίκαιοι

τυγχάνουσιν ὄντες, εἶθ' ὡς πρότερον ἡμᾶς κακῶς ποιήσαν-

τες, *** εἰ δὲ μή, ὡς μακρὰν τοῖς τόποις ἀπέχοντες καὶ

ἀδύνατοι [ὄντες] κατὰ τοὺς προσήκοντας παραγενέσθαι

καιρούς. ταῖς μὲν οὖν ἀντιλογίαις καὶ ταῖς συνηγορίαις

ταῖς περὶ τῶν συμμαχιῶν ἐκ τούτων καὶ τῶν τούτοις

ὁμοιοτρόπων εὐπορήσομεν χρῆσθαι.

26

Περὶ πολέμου δὲ καὶ εἰρήνης τὸν αὐτὸν τρόπον τὰς

μεγίστας ἰδέας ἐκλάβωμεν. προφάσεις μὲν οὖν εἰσι τοῦ

πόλεμον ἐκφέρειν πρός τινας αἵδε· πρότερον ἀδικηθέντας

νῦν καιροῦ παραπεπτωκότος ἀμύνασθαι τοὺς ἀδικήσαν-

τας, ἢ νῦν ἀδικουμένους ὑπὲρ αὑτῶν πολεμεῖν ἢ ὑπὲρ συγγε-

νῶν ἢ ὑπὲρ εὐεργετῶν, ἢ συμμάχοις ἀδικουμένοις βοη-

θεῖν, ἢ τοῦ τῇ πόλει συμφέροντος ἕνεκεν ἢ εἰς εὐδοξίαν ἢ

εἰς εὐπορίαν ἢ εἰς δύναμιν ἢ εἰς ἄλλο τι τῶν τοιούτων.

27

Ὅταν μὲν οὖν ἐπὶ τὸ πολεμεῖν παρακαλῶμεν, τούτων

τε τῶν προφάσεων ὅτι πλείστας συνακτέον καὶ μετὰ ταῦτα

δεικτέον, [ὡς] ἐξ ὧν ἔστι περιγενέσθαι τῷ πολέμῳ, τού-

των ὅτι πλεῖστα τοῖς παρακαλουμένοις ὑπάρχοντά ἐστι.

28

περιγίνονται δὲ πάντες πολεμοῦντες ἢ διὰ τὴν τῶν θεῶν

εὔνοιαν, ἣν εὐτυχίαν ἡμεῖς καλοῦμεν, ἢ διὰ σωμάτων πλῆ-

θος καὶ ῥώμην ἢ διὰ χρημάτων εὐπορίαν ἢ διὰ στρατηγοῦ

φρόνησιν ἢ διὰ συμμάχων ἀρετὴν ἢ διὰ τόπων εὐφυΐαν.

τούτων οὖν καὶ τῶν τούτοις ὁμοιοτρόπων τὰ τοῖς πράγμα-

σιν οἰκειότατα λαμβάνοντες ἐμφανιοῦμεν, ὅταν ἐπὶ τὸ

πολεμεῖν παρακαλῶμεν, τὰ μὲν τῶν ἐναντίων ταπεινοῦντες,

τὰ δ' ἡμέτερα ταῖς αὐξήσεσι μεγάλα καθιστῶντες.

29

Ἐὰν δὲ πόλεμον μέλλοντα γίνεσθαι διακωλύειν ἐπι-

χειρῶμεν, πρῶτον μὲν τῶν προφάσεων δεικτέον ἢ παντε-

λῶς οὐδεμίαν ὑπάρχουσαν ἢ μικρὰς καὶ ταπεινὰς οὔσας

τὰς δυσχερείας, ἔπειθ' ὡς οὐ συμφέρει πολεμεῖν, διεξιόν-

τας τὰ κατὰ τὸν πόλεμον ἀτυχήματα τοῖς ἀνθρώποις· πρὸς

δὲ τούτοις τὰ πρὸς νίκας συντείνοντα τοῦ πολέμου τοῖς

ἐναντίοις ὑπάρχοντα μᾶλλον δεικτέον· ταῦτα δέ ἐστιν, ἅπερ

30

ἀρτίως κατηρίθμηται. γίνεσθαι μὲν οὖν πόλεμον μέλλοντα

ἐκ τούτων ἀποτρεπτέον· ἤδη δ' ἐνεστῶτα παύειν ἐπιχει-

ροῦντας, ἐὰν μὲν κρατῶσιν οἱ συμβουλευόμενοι, αὐτὸ

τοῦτο πρῶτον λεκτέον, ὅτι δεῖ τοὺς νοῦν ἔχοντας μὴ περι-

μένειν, ἕως ἂν πταίσωσιν, ἀλλ' ἐν τῷ κρατεῖν ποιεῖσθαι τὴν

εἰρήνην· ἔπειτα διότι πέφυκεν ὁ πόλεμος καὶ τῶν εὐτυχούν-

των ἐν αὐτῷ πολλοὺς ἀπολλύναι, ἡ δ' εἰρήνη τοὺς μὲν ἡττω-

μένους σῴζειν, τοὺς δὲ νικῶντας † ὧν ἕνεκεν ἐπολέμησαν

ἀπολαύειν†. διεξιτέον δὲ τὰς μεταβολὰς τὰς ἐν τῷ πολέμῳ,

31

ὡς πολλαὶ καὶ παράλογοι γίνονται. τοὺς μὲν οὖν ἐν τῷ πο-

λέμῳ κρατοῦντας ἐκ τῶν τοιούτων ἐπὶ τὴν εἰρήνην παρακλη-

τέον, τοὺς δὲ ἐπταικότας ἐξ αὐτῶν τε τῶν συμβάντων καὶ ἐκ

τοῦ μὴ παροξύνεσθαι τοῖς προαδικήσασι ταῖς συμφοραῖς

πειθομένους καὶ ἐκ τῶν κινδύνων τῶν γεγενημένων τῷ μὴ

ποιήσασθαι τὴν εἰρήνην καὶ ἐκ τοῦ κρεῖττον εἶναι τοῖς

κρείττοσι μέρος τι τῶν ὑπαρχόντων προέσθαι ἢ πολέμῳ

32

κρατηθέντας αὐτοὺς αὐτοῖς κτήμασιν ἀπολέσθαι. συλλήβ-

δην δὲ τοῦθ' ἡμᾶς εἰδέναι δεῖ, ὅτι τότε πάντες οἱ ἄνθρω-

ποι τοὺς πολέμους εἰώθασι διαλύεσθαι πρὸς ἀλλήλους,

ὅταν ἤτοι δίκαια ἀξιοῦν τοὺς ἐναντίους ὑπολαμβάνωσιν ἢ

διενεχθῶσι τοῖς συμμάχοις ἢ τῷ πολέμῳ κάμνωσιν ἢ

φοβηθῶσι τοὺς ἐναντίους ἢ στασιάσωσι πρὸς σφᾶς αὐ-

τούς· ὥστε τούτων τε πάντων καὶ τῶν τούτοις ὁμοιοτρό-

πων τὰ τοῖς πράγμασιν οἰκειότατα συνάγων οὐκ ἀπορή-

σεις, ὅθεν χρὴ περὶ πολέμου δημηγορεῖν καὶ εἰρήνης.

33

Λείπεται δ' ἡμᾶς ἔτι περὶ πόρου χρημάτων διελθεῖν.

πρῶτον μὲν οὖν σκεπτέον, εἴ τι τῶν τῆς πόλεως κτημά-

των ἠμελημένον ἐστὶ καὶ μήτε πρόσοδον ποιεῖ μήτε

τοῖς θεοῖς ἐξαίρετόν ἐστι. λέγω δ' οἷον τόπους τινὰς

δημοσίους ἀμελουμένους, ἐξ ὧν τοῖς ἰδιώταις ἢ πραθέντων

ἢ μισθωθέντων πρόσοδος ἄν τις τῇ πόλει γίνοιτο· κοι-

34

νότατος γὰρ ὁ τοιοῦτος πόρος ἐστίν. ἂν δὲ μηδὲν ᾖ τοιοῦ-

τον, ἀπὸ τιμημάτων ἀναγκαῖον ποιήσασθαι τὰς εἰσφοράς,

ἢ τοῖς μὲν πένησι τὰ σώματα παρέχειν εἶναι προστεταγ-

μένον εἰς τοὺς κινδύνους, τοῖς δὲ πλουτοῦσι τὰ χρήματα,

35

τοῖς δὲ τεχνίταις ὅπλα. συλλήβδην δὲ 〈δεῖ〉 περὶ πόρων

εἰσηγούμενον ἀποφαίνειν αὐτοὺς ἴσους τοῖς πολίταις καὶ

πολυχρονίους καὶ μεγάλους ὄντας, τοὺς δὲ τῶν ἐναντίων

τὰ ἐναντία τούτοις ἔχοντας. τὰς μὲν οὖν προθέσεις, περὶ

ὧν δημηγορήσομεν, καὶ τὰ μέρη τούτων, ἐξ ὧν τοὺς λό-

γους συστήσομεν καὶ προτρέποντες καὶ ἀποτρέποντες, ἐκ

τῶν εἰρημένων ἴσμεν. προθέμενοι δὲ πάλιν ἐφεξῆς τό τε

ἐγκωμιαστικὸν εἶδος καὶ 〈τὸ〉 ψεκτικὸν περιλάβωμεν.

3

1

Συλλήβδην μὲν οὖν ἐστιν ἐγκωμιαστικὸν εἶδος προ-

αιρέσεων καὶ πράξεων καὶ λόγων ἐνδόξων αὔξησις καὶ μὴ

προσόντων συνοικείωσις, ψεκτικὸν δὲ τὸ ἐναντίον

τούτῳ, τῶν μὲν ἐνδόξων ταπείνωσις, τῶν δὲ ἀδόξων

αὔξησις. ἐπαινετὰ μὲν οὖν ἐστι {πράγματα} τὰ δίκαια

καὶ τὰ νόμιμα καὶ τὰ συμφέροντα καὶ τὰ καλὰ καὶ τὰ

ἡδέα καὶ τὰ ῥᾴδια πραχθῆναι. ταῦτα δὲ αὐτά τε οἷά ἐστι

καὶ ὅθεν αὐτὰ πολλὰ ποιήσομεν, ἐν τοῖς πρὸ τούτων

2

εἴρηται. δεῖ δὲ τὸν εὐλογοῦντα δεικνύειν τοῖς λόγοις, ὡς

τούτῳ τῷ ἀνθρώπῳ {ἢ τοῖς πράγμασιν} ὑπάρχει τι τούτων

ὑπ' αὐτοῦ κατεργασθὲν ἢ δι' αὐτοῦ πορισθὲν ἢ ἐκ

τούτου ἐπισυμβαῖνον ἢ ἕνεκα τούτου γινόμενον ἢ οὐκ

ἄνευ τούτου ἐπιτελούμενον· ὁμοιοτρόπως δὲ καὶ τῷ

ψέγοντι τὰ ἐναντία τούτοις δεικτέον προσόντα τῷ ψεγο-

3

μένῳ. τὸ μὲν *** 〈τὸ δ'〉 ἐκ τούτου· οἷον ἐκ τοῦ φιλο-

γυμναστεῖν τὸ σῶμα ὑγιαίνειν, καὶ ἐκ τοῦ μὴ φιλοπονεῖν

ἐπ' ἀρρωστίαν ἐμπίπτειν, καὶ ἐκ τοῦ φιλοσοφεῖν δεινότερον

εἶναι περὶ φρόνησιν, καὶ ἐκ τοῦ ἀμελεῖν ἐνδεᾶ τῶν ἀναγ-

4

καίων εἶναι. τὸ δ' ἕνεκα τούτου· οἷον ἕνεκα τοῦ στε-

φανωθῆναι ὑπὸ τῶν πολιτῶν πολλοὺς πόνους καὶ κιν-

δύνους ὑπομένουσι, καὶ ἕνεκα τοῦ χαρίσασθαι τοῖς ἐρω-

5

μένοις τῶν ἄλλων οὐδὲν φροντίζουσι. τὸ δὲ μὴ ἄνευ

τούτου· οἷον οὐκ ἄνευ τῶν ναυτῶν ναυμαχιῶν νῖκαι,

καὶ οὐκ ἄνευ τοῦ πίνειν αἱ παροινίαι. τὰ τοιαῦτα δὲ τοῖς

προειρημένοις ὁμοιοτρόπως μετιὼν ἐγκωμίων καὶ ψόγων

πολλῶν εὐπορήσεις.

6

Αὐξήσεις δὲ καὶ ταπεινώσεις {καὶ} συλλήβδην ἅπαντα

τὰ τοιαῦτα τόνδε τὸν τρόπον μετιών, πρῶτον μὲν ἀποφαί-

νων, ὥσπερ ἀρτίως μετῆλθον, ὑπὸ τουτουὶ πολλὰ γεγενη-

7

μένα ἢ κακὰ ἢ ἀγαθά. εἷς μὲν οὖν τρόπος τῆς αὐξήσεως οὗ-

τος, δεύτερος δὲ κεκριμένον μέγα φέρειν, ἂν μὲν ἐπαινῇς,

ἀγαθόν, ἂν δὲ ψέγῃς, κακόν, εἶτα παριστάναι τὸ ὑπὸ σοῦ

λεγόμενον καὶ παραβάλλειν πρὸς ἄλληλα, τοῦ μὲν ὑπὸ σαυ-

τοῦ λεγομένου τὰ μέγιστα διεξιόντα, τοῦ δὲ ἑτέρου τὰ ἐλά-

8

χιστα, καὶ οὕτω μέγα φανεῖται. τρίτος δὲ πρὸς τὸ ὑπὸ σαυ-

τοῦ λεγόμενον ἀντιπαραβάλλειν τοὐλάχιστον τῶν ὑπὸ τὴν

αὐτὴν ἰδέαν πιπτόντων· φανεῖται γὰρ οὕτω τὸ ὑπὸ σοῦ

λεγόμενον μεῖζον, ὥσπερ οἱ μέτριοι τὰ μεγέθη φαίνονται

9

μείζους, ὅταν πρὸς βραχυτέρους παραστῶσιν. ἔσται δὲ

καὶ ὧδε πάντως αὔξειν· εἰ κέκριται μέγα ἀγαθὸν {τοῦτο},

τούτῳ {τι} ἐναντίον ἐὰν λέγῃς, μέγα κακὸν φανεῖται.

ὡσαύτως δὲ εἰ νομίζεται μέγα κακόν, ἐὰν τούτῳ ἐναντίον

10

λέγῃς, μέγα ἀγαθὸν φανεῖται. ἔστι δὲ καὶ ὧδε μεγάλα

ποιεῖν τὰ ἀγαθὰ ἢ τὰ κακά, ἐὰν ἀποφαίνῃς αὐτὸν [πρά-

ξαντα] ἐκ διανοίας, συμβιβάζων ὡς ἐκ πολλοῦ προενόησεν,

ὡς πολλῶν ἐπεβάλλετο, ὡς πολὺν χρόνον ἔπραττεν, ὡς

οὐδεὶς ἄλλος πρότερος τούτοις ἐνεχείρησεν, ὡς μετὰ τού-

των ἔπραξε μεθ' ὧν οὐδεὶς ἄλλος, ὡς ἐπὶ τούτοις μεθ' οὓς

οὐδεὶς ἕτερος, ὡς ἑκών, ὡς ἐκ προνοίας, ὡς εἰ πάντες

τούτῳ ἴσως ποιοῖμεν, εὐδαιμονοῖμεν ἂν ἢ φαύλως πράτ-

11

τοιμεν. χρὴ δὲ καὶ εἰκάζοντα συμβιβάζειν καὶ ἐποικοδο-

μοῦντα τὸ ἕτερον ὡς ἐπὶ τὸ ἕτερον αὔξειν τρόπῳ τοιῷδε·

ὅστις δὲ τῶν φίλων κήδεται, τοῦτον εἰκὸς καὶ τοὺς

αὑτοῦ γονεῖς τιμᾶν· ὅστις δὲ τοὺς γονεῖς τιμᾷ, οὗτος καὶ τὴν

πατρίδα τὴν ἑαυτοῦ βουλήσεται εὖ ποιεῖν. συλλήβδην δέ,

ἐὰν πολλῶν αἴτιον ἀποφαίνῃς, ἐάν τε ἀγαθῶν ἐάν τε κα-

12

κῶν, μεγάλα φανεῖται. [δεῖ] δὲ καὶ σκοπεῖν, πότερον

μεῖζον φανεῖται τὸ πρᾶγμα κατὰ μέρη διαιρούμενον ἢ

καθόλου λεγόμενον· ὁποτέρως ἂν οὖν μεῖζον ᾖ, τοῦτον

τὸν τρόπον αὐτὸ δεῖ λέγειν.

13

Τὰς μὲν οὖν αὐξήσεις οὕτω μετιὼν πλείστας καὶ μεγί-

στας ποιήσεις· ταπεινώσεις δὲ τοῖς λόγοις καὶ τὰ ἀγαθὰ

καὶ τὰ κακὰ τὸν ἐναντίον τρόπον μετιών, ὡς εἰρήκαμεν

ἐπὶ τῶν μεγάλων, καὶ μάλιστα μὲν ἂν μηδενὸς αἴτιον ἐπι-

14

δεικνύῃς, εἰ δὲ μή, ὡς ἐλαχίστων καὶ μικροτάτων. ὡς μὲν

οὖν ἐγκωμιάζοντες καὶ ψέγοντες αὐξήσομεν καὶ ταπει-

νώσομεν, ἅπερ ἂν ἐκφέρωμεν, ἐκ τούτων ἴσμεν. χρήσι-

μοι δὲ αἱ τῶν αὐξήσεων εἰσὶν ἀφορμαὶ καὶ ἐν τοῖς ἄλλοις

εἴδεσιν, ἀλλ' ἡ πλείστη δύναμις ἐν τοῖς ἐγκωμίοις καὶ

ἐν τοῖς ψόγοις ἐστὶν αὐταῖς. περὶ μὲν οὖν τούτων ἐντεῦθεν

εὐπορήσομεν.

4

1

Διέλθωμεν δὲ πάλιν τούτοις ὁμοιοτρόπως τό τε κατηγο-

ρικὸν καὶ τὸ ἀπολογικὸν εἶδος, ἐξ ὧν συνέστηκε καὶ ὡς

αὐτοῖς δεῖ χρῆσθαι. ἔστι δὲ τὸ μὲν κατηγορικὸν συλ-

λήβδην εἰπεῖν ἀδικημάτων καὶ ἁμαρτημάτων ἐξήγησις,

τὸ δ' ἀπολογικὸν ἀδικημάτων καὶ ἁμαρτημάτων κατ-

2

ηγορηθέντων ἢ ὑποπτευθέντων διάλυσις. ἑκατέρου δὲ τῶν

εἰδῶν τὰς δυνάμεις ταύτας ἔχοντος, [τὸν μὲν] κατ-

ηγοροῦντα ἀναγκαῖον λέγειν, ὅταν μὲν εἰς πονηρίαν

κατηγορῇ, ὡς αἱ τῶν ἐναντίων πράξεις ἄδικοι καὶ παρά-

νομοι καὶ τῷ πλήθει τῶν πολιτῶν ἀσύμφοροι τυγχάνουσιν

οὖσαι, ὅταν δὲ εἰς ἀβελτερίαν, ὡς αὐτῷ τε τῷ πράττοντι

ἀσύμφοροι καὶ αἰσχραὶ καὶ ἀηδεῖς καὶ ἀδύνατοι ἐπιτελε-

σθῆναι. ταῦτα μὲν καὶ τὰ τούτοις ὅμοια κατά τε τῶν

πονηρῶν καὶ τῶν ἀβελτέρων ἐπιχειρήματά ἐστι.

3

Δεῖ δὲ καὶ τοῦτο παρατηρεῖν τοὺς κατηγοροῦντας, ἐπὶ

ποίοις τῶν ἀδικημάτων οἱ νόμοι τὰς τιμωρίας τάττουσι

καὶ περὶ ἃ τῶν ἀδικημάτων οἱ δικασταὶ τὰς ζημίας τιμῶ-

σιν. ὅταν μὲν οὖν ὁ νόμος διωρικὼς ᾖ, τοῦτο δεῖ μόνον

σκοπεῖν τὸν κατήγορον, ὅπως ἐπιδείξῃ τὸ πρᾶγμα γεγενη-

4

μένον. ὅταν δὲ οἱ δικασταὶ τιμῶσιν, [***] αὐξητέον ἐστὶ

τὰ τοῦ ἐναντίου ἀδικήματα καὶ μάλιστα μὲν δεικτέον, ὡς

ἑκὼν καὶ ἐκ προνοίας οὐ τῆς τυχούσης, ἀλλὰ μετὰ παρα-

5

σκευῆς πλείστης ἠδίκησεν. ἐὰν δὲ μὴ δυνατὸν ᾖ τοῦτο

ποιεῖν, ἀλλὰ νομίζῃς δείξειν τὸν ἐναντίον, ὡς ἥμαρτε τρό-

πον τινά, ἢ ὅτι ταῦτα πρᾶξαι διανοηθεὶς καλῶς ἠτύχησε,

περιαιρετέον τὴν συγγνώμην λέγοντα τοῖς ἀκούουσιν, ὡς

οὐ δεῖ πράξαντας ἡμαρτηκέναι φάσκειν, ἀλλὰ πρὶν πράτ-

τειν εὐλαβεῖσθαι· ἔπειθ' ὡς εἰ καὶ ἐξήμαρτεν ἢ ἠτύχησεν

ἐκεῖνος, δεῖ διὰ τὰς ἀτυχίας καὶ τὰς ἁμαρτίας ζημιωθῆναι

μᾶλλον αὐτὸν ἢ τὸν μηδέτερον τούτων ποιήσαντα· πρὸς

δὲ τούτοις 〈ὡς〉 καὶ ὁ νομοθέτης οὐκ ἀφῆκε τοὺς ἐξαμαρ-

τάνοντας, ἀλλ' ὑποδίκους ἐποίησεν, ἵνα μὴ πάλιν ἐξ-

6

αμαρτάνωσι. λέγε δὲ καὶ ὡς, εἰ τὸν τὰ τοιαῦτα ἀπολογού-

μενον ἀποδέξονται, πολλοὺς τοὺς ἀδικεῖν προαιρουμένους

ἕξουσι· κατορθώσαντες μὲν γὰρ ἅπερ ἂν ἐθέλωσι πράξου-

σιν, ἀποτυχόντες δὲ φάσκοντες ἠτυχηκέναι τιμωρίαν οὐχ

ὑφέξουσι. τοῖς μὲν οὖν κατηγοροῦσιν ἐκ τῶν τοιούτων ἡ

συγγνώμη περιαιρετέα καί, ὡς πρότερον εἴρηται, διὰ τῶν

αὐξήσεων πολλῶν αἴτια κακῶν τὰ τῶν ἐναντίων ἔργα

ἀποδεικτέον.

7

Τὸ μὲν οὖν κατηγορικὸν εἶδος διὰ τῶν μερῶν ἀποτελεῖται

τούτων· τὸ δὲ ἀπολογικὸν διὰ τριῶν μεθόδων συνίσταται·

ἢ γὰρ ἀποδεικτέον τῷ ἀπολογουμένῳ, ὡς οὐδὲν τῶν κατ-

ηγορουμένων ἔπραξεν· ἢ ἐὰν ἀναγκάζηται ὁμολογεῖν, πει-

ρατέον δεικνύναι ἔννομον καὶ δίκαιον καὶ καλὸν καὶ

συμφέρον τῇ πόλει τὸ πεπραγμένον· ἐὰν δὲ μὴ τοῦτο

δύνηται ἀποδεῖξαι, εἰς ἁμάρτημα ἢ εἰς ἀτύχημα ἄγοντα

τὰς πράξεις καὶ μικρὰς τὰς βλάβας ἀπ' αὐτῶν γεγενη-

8

μένας ἀποφαίνοντα συγγνώμης τυχεῖν πειρατέον. ἀδικίαν

δὲ καὶ ἁμάρτημα καὶ ἀτυχίαν ὧδε ὅρισαι· τὸ μὲν ἐκ προ-

νοίας κακόν τι ποιεῖν ἀδικίαν τίθει, καὶ φάθι δεῖν τιμω-

ρίαν ἐπὶ τοῖς τοιούτοις τὴν μεγίστην λαμβάνειν· τὸ δὲ δι'

9

ἄγνοιαν βλαβερόν τι πράττειν ἁμαρτίαν εἶναι φατέον. τὸ

δὲ μὴ δι' ἑαυτόν, ἀλλὰ δι' ἑτέρους τινὰς ἢ διὰ τύχην

μηδὲν ἐπιτελεῖν τῶν βουλευθέντων καλῶς ἀτυχίαν τίθει,

καὶ φάθι τὸ μὲν ἀδικεῖν εἶναι τῶν πονηρῶν ἀνθρώπων

ἴδιον, τὸ δὲ ἐξαμαρτεῖν καὶ περὶ τὰς πράξεις ἀτυχεῖν οὐ

μόνου εἶναι ἑαυτοῦ ἴδιον, ἀλλὰ καὶ κοινὸν καὶ τῶν δικαζόν-

των καὶ τῶν ἄλλων ἀνθρώπων. ἀξίου δὲ συγγνώμην ἔχειν

ἀναγκασθείς τι ὁμολογεῖν τῶν τοιούτων αἰτιῶν, κοινὸν

τοῖς ἀκούουσι ποιῶν τὸ ἁμαρτάνειν καὶ τὸ ἀτυχεῖν.

10

Δεῖ δὲ τὸν ἀπολογούμενον πάλιν θεωρεῖν, ἐφ' οἷς τῶν

ἀδικημάτων οἵ τε νόμοι τὰς τιμωρίας ἔταξαν καὶ 〈ἐφ'

οἷς〉 οἱ δικασταὶ 〈τὰς〉 ζημίας τιμῶσι· καὶ ὅταν ὁ νόμος

ὁρίζῃ τὰς τιμωρίας, δεικτέον, ὡς οὐκ ἐποίησε τὸ παράπαν,

11

ἢ ὡς ἔννομα καὶ δίκαια ἐποίησεν· ὅτε δὲ οἱ δικασταὶ καθ-

εστήκασι τιμηταὶ τῆς ζημίας, ὁμοίως πάλιν οὐ φατέον, ὅτι

ταῦτα οὐκ ἐποίησεν, ἀλλὰ μικρὰ βεβλαμμένον τὸν ἐναν-

τίον καὶ ἀκούσια ἀποφαίνειν πειρατέον. ἐκ τούτων μὲν

οὖν καὶ ἐκ τῶν τούτοις ὁμοιοτρόπων ἐν ταῖς κατηγορίαις

καὶ ἐν ταῖς ἀπολογίαις εὐπορήσομεν· λείπεται δ' ἡμῖν ἔτι

διεξελθεῖν τὸ ἐξεταστικὸν εἶδος.

5

1

Ἐν κεφαλαίῳ μὲν οὖν εἰπεῖν, ἡ ἐξέτασίς ἐστι προαιρέ-

σεων ἢ πράξεων ἢ λόγων πρὸς ἄλληλα ἢ πρὸς τὸν ἄλλον

βίον ἐναντιουμένων ἐμφάνισις. δεῖ δὲ τὸν ἐξετάζοντα

ζητεῖν, εἴ που ἢ ὁ λόγος ὃν ἐξετάζει ἢ αἱ πράξεις τοῦ

2

ἐξεταζομένου ἢ αἱ προαιρέσεις ἐναντιοῦνται ἀλλήλαις. ἡ

δὲ μέθοδος ἥδε· σκοπεῖν ἐν τῷ παροιχομένῳ χρόνῳ, εἴ τῳ

πρῶτόν τις φίλος γενόμενος πάλιν ἐχθρὸς ἐγένετο καὶ πά-

λιν φίλος τῷ αὐτῷ τούτῳ, ἤ τι ἄλλο {ἐναντίον ἢ εἰς μοχθη-

ρίαν φέρον} ἔπραξεν ἢ ἔτι πράξειεν ἄν, εἰ καιροὶ παραπέ-

σοιεν αὐτῷ, ἐναντίον τοῖς πρότερον ὑπ' αὐτοῦ πεπραγμένοις.

3

ὡσαύτως δὲ ὅρα καὶ εἴ τι † εἰπὼν νῦν λέγει ἐναντίον τοῖς

πρότερον αὐτῷ εἰρημένοις, ἢ εἴ τι εἴποι ἐναντίον τοῖς λεγο-

4

μένοις ἢ τοῖς πρότερον εἰρημένοις†. ὡσαύτως δὲ καὶ εἴ τι

προείλετο ἐναντίον τοῖς πρότερον ὑπ' αὐτοῦ προῃρημένοις,

ἢ προέλοιτ' ἂν καιρῶν παραπεσόντων. ὁμοιοτρόπως δὲ

τούτοις λαμβάνειν καὶ πρὸς τὰ ἄλλα ἔνδοξα ἐπιτηδεύ-

ματα τὰς ἐν τῷ τοῦ ἐξεταζομένου βίῳ ἐναντιώσεις. τὸ μὲν

οὖν ἐξεταστικὸν εἶδος οὕτω μετιὼν οὐδένα παραλείψεις

τρόπον τῆς ἐξετάσεως.

5

Ἁπάντων δὲ τῶν εἰδῶν ἤδη διῃρημένων δεῖ καὶ χωρὶς

τούτων ἑκάστῳ, ὅταν ἁρμόττῃ, χρῆσθαι καὶ κοινῇ, συμ-

μιγνύντα τὰς δυνάμεις αὐτῶν. ταῦτα γὰρ ἔχει μὲν δια-

φορὰς εὐμεγέθεις, ἐπικοινωνοῦσι μέντοι κατὰ τὰς χρήσεις

ἀλλήλοις, καὶ ταὐτὸ πεπόνθασι τοῖς τῶν ἀνθρώπων εἴδε-

σι· καὶ γὰρ οὗτοι τῇ μὲν ὅμοιοι, τῇ δὲ ἀνόμοιοι τὰς ὄψεις

καὶ τὰς αἰσθήσεις εἰσίν. οὕτω δὲ τῶν εἰδῶν διωρισμένων

καὶ ὧν προσδέονται κοινῇ πάλιν ἐξαριθμήσωμεν καὶ δι-

εξέλθωμεν, ὡς αὐτοῖς δεῖ χρῆσθαι.

6

1

Πρῶτον μὲν οὖν καὶ τὸ δίκαιον καὶ τὸ νόμιμον καὶ τὸ

συμφέρον καὶ τὸ καλὸν καὶ τὸ ἡδὺ καὶ τὰ τούτοις ἀκό-

λουθα, καθάπερ ἐν ἀρχῇ διειλόμην, κοινὰ πᾶσι τοῖς εἴδεσίν

ἐστι, μάλιστα δ' αὐτοῖς τὸ προτρεπτικὸν 〈καὶ τὸ ἀποτρεπ-

2

τικὸν〉 προσχρῆται. δεύτερον δὲ τὰς αὐξήσεις καὶ τὰς

ταπεινώσεις χρησίμους ἀναγκαῖον εἶναι παρὰ πάντα τὰ

λοιπά, μάλιστα δ' αὐτῶν ἐν τοῖς ἐγκωμίοις καὶ τοῖς ψόγοις

3

αἱ χρήσεις. τρίτον δὲ πίστεις, αἷς ἀνάγκη μὲν πρὸς πάντα

τὰ μέρη τῶν λόγων χρῆσθαι, χρησιμώταται δέ εἰσιν ἐν

ταῖς κατηγορίαις καὶ ταῖς ἀπολογίαις· †ταῦτα γὰρ πλεί-

στης ἀντιλογίας δέονται†. πρὸς δὲ τούτοις προκατα-

λήψεις καὶ αἰτήματα καὶ παλιλλογίαι 〈καὶ ἀστειο-

λογίαι〉 καὶ…

καὶ…

The complete text is available when the reading interface loads.