Excerpta ex Theodoto
Author namesClément d’Alexandrie · Clement d Alexandrie · Clement of Alexandria · Clemens Alexandrinus
- Scientific editors
- Otto Stählin
- Edition reference
- Stromata, Buch VII-VIII. Excerpta ex Theodoto. Eclogae prophetica. · Leipzig · Hinrichs · 1909
- CTS identifier
urn:cts:greekLit:tlg0555.tlg007.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Chapter 1
»Πάτερ,« φησί, »παρατίθεμαί σοι εἰς χεῖρας τὸ πνεῦμά μου«. ὃ προέβαλε, φησί, σαρκίον τῷ Λόγῳ ἡ Σοφία, τὸ πνευματικὸν σπέρμα, τοῦτο στολισάμενος κατῆλθεν ὁ Σωτήρ. ὅθεν ἐν τῷ πάθει τὴν Σοφίαν παρατίθεται τῷ πατρί, ἵνα αὐτὴν ἀπολάβῃ παρὰ τοῦ πατρὸς καὶ μὴ κατασχεθῇ ἐνταῦθα ὑπὸ τῶν στερίσκειν δυναμένων· οὕτως πᾶν πνευματικὸν σπέρμα, τοὺς ἐκλεκτούς, διὰ τῆς προειρημένης φωνῆς παρατίθεται.
Τὸ ἐκλεκτὸν σπέρμα φαμὲν καὶ σπινθῆρα ζωπυρούμενον ὑπὸ τοῦ Λόγου καὶ κόρην ὀφθαλμοῦ καὶ κόκκον σινάπεως καὶ ζύμην τὰ
Chapter 2
δόξαντα καταδιῃρῆσθαι γένη ἑνοποιοῦσαν εἰς πίστιν. οἱ δ᾿ ἀπὸ Οὐαλεντίνου πλασθέντος φασὶ τοῦ ψυχικοῦ σώματος τῇ ἐκλεκτῇ ψυχῇ οὔσῃ ἐν ὕπνῳ ἐντεθῆναι ὑπὸ τοῦ Λόγου σπέρμα ἀρρενικόν. ὅπερ ἐστὶν ἀπόρροια τοῦ ἀγγελικοῦ, ἵνα μὴ ὑστέρημα ᾖ. καὶ τοῦτο ἐζύμωσεν. τὰ δόξαντα καταδιῃρῆσθαι ἑνοποιοῦν, τὴν ψυχὴν καὶ τὴν σάρκα. ἃ καὶ ἐν μερισμῷ ὑπὸ τῆς Σοφίας προηνέχθη· ὕπνος δὲ [ἦν] Ἀδὰμ ἦν λήθη τῆς ψυχῆς, ἣ συνεῖχε μὴ διαλυθῆναι τὸ σπέρμα τὸ πνευματικόν, ὅπερ ἐνέθηκεν τῇ ψυχῇ ὁ Σωτήρ. τὸ σπέρμα δ᾿ ἀπόρροια ἦν τοῦ ἄρρενος καὶ ἀγγελικοῦ. διὰ τοῦτο λέγει ὁ Σωτήρ· »σώζου σὺ
Chapter 3
καὶ ἡ ψυχή σου.« ἐλθὼν οὖν ὁ Σωτὴρ τὴν ψυχὴν ἐξύπνισεν, ἐξῆψεν δὲ τὸν σπινθῆρα· δύναμις γὰρ οἱ λόγοι τοῦ κυρίου. διὰ τοῦτο εἴρηκεν· »λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων.« καὶ μετὰ τὴν ἀνάστασιν ἐμφυσῶν τὸ πνεῦμα τοῖς ἀποστόλοις τὸν μὲν χοῦν, καθάπερ τέφραν, ἀπεφύσα καὶ ἐχώριζεν, ἐξῆπτε δὲ τὸν σπινθῆρα καὶ ἐζωπύρει.
Chapter 4
Ὁ κύριος διὰ πολλὴν ταπεινοφροσύνην οὐχ ὡς ἄγγελος ὤφθη, ἀλλ᾿ ὡς ἄνθρωπος, καὶ ὅτε ἐν δόξῃ ὤφθη τοῖς ἀποστόλοις ἐπὶ τοῦ ὄρους, οὐ δι᾿ ἑαυτὸν ἐποίησεν δεικνὺς ἑαυτόν, ἀλλὰ τὴν ἐκκλησίαν, ἥτις ἐστὶ »τὸ γένος τὸ ἐκλεκτόν«, ἵνα μάθῃ τὴν προκοπὴν αὐτοῦ μετὰ τὴν ἐκ τῆς σαρκὸς ἔξοδον. αὐτὸς γὰρ καὶ ἄνω φῶς ἦν καὶ ἐστὶ τὸ ἐπιφανὲν ἐν σαρκὶ καὶ τὸ ἐνταῦθα ὀφθὲν οὐχ ὕστερον τοῦ ἄνω. οὐδὲ διεκέκοπτο ᾗ ἄνωθεν μετέστη δεῦρο, τόπον ἐκ τόπου ἀμεῖβον, ὡς τὸν μὲν ἐπιλαβεῖν, τὸν δὲ ἀπολιπεῖν· ἀλλ᾿ ἦν τὸ πάντῃ ὂν καὶ παρὰ τῷ πατρὶ κἀνταῦθα· δύναμις γὰρ ἦν τοῦ πατρός. ἄλλως τε ἐχρῆν κἀκεῖνον πληρωθῆναι τὸν λόγον τοῦ σωτῆρος, ὃν εἶπεν· »εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἳ οὐ μὴ γεύσονται θανάτου, ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐν δόξῃ.« εἶδον οὖν καὶ ἐκοιμήθησαν ὅ τε Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης.
Chapter 5
Πῶς οὖν τὴν μὲν ὄψιν τὴν φωτεινὴν ἰδόντες οὐκ ἐξεπλάγησαν, τὴν δὲ φωνὴν ἀκούσαντες ἔπεσον ἐπὶ γῆν; ὅτι ὦτα τυγχάνει ἀπιστότερα ὀφθαλμῶν καὶ ἡ παρὰ δόξαν φωνὴ μᾶλλον ἐκπλήσσει. ὁ δὲ Ἰωάννης ὁ βαπτιστὴς τῆς φωνῆς ἀκούσας οὐκ ἐφοβήθη, ὡς ἂν ἐν πνεύματι ἀκούσας συνήθει τῆς τοιαύτης φωνῆς· καθὸ δὲ ἄνθρωπός τίς ἐστι μόνον, ἀκούσας κατεπλάγη· διὸ καὶ λέγει αὐτοῖς ὁ σωτήρ· »μηδενὶ εἴπητε ὃ εἴδετε.« καίτοι οὐδὲ σαρκικοῖς ὀφθαλμοῖς τὸ φῶς ἑωράκεισαν (οὐδὲν γὰρ συγγενὲς καὶ οἰκεῖον ἐκείνῳ τῷ φωτὶ καὶ τῇδε τῇ σαρκί), ἀλλ᾿ ὡς ἡ δύναμις καὶ ἡ βούλησις τοῦ σωτῆρος ἐνεδυνάμωσεν τὴν σάρκα εἰς τὸ θεάσασθαι· ἄλλως τε καὶ ὃ ἡ ψυχὴ εἶδεν, μετέδωκεν κοινωνούσῃ τῇ σαρκὶ διὰ τὸ συμπεπλέχθαι αὐτῇ. τὸ δὲ »μηδενὶ εἴπητε«, ἵνα μὴ ὅ ἐστιν ὁ κύριος νοήσαντες, ἀπόσχωνται τοῦ ἐπιβάλλειν τῷ κυρίῳ τὰς χεῖρας καὶ ἀτελὴς ἡ οἰκονομία γένηται καὶ ὁ θάνατος ἀπόσχηται τοῦ κυρίου, ὡς μάτην πειράζων ἐπὶ ἀνηνύτῳ. καὶ ἔτι ἡ μὲν ἐν τῷ ὄρει φωνὴ τοῖς ἤδη συνιεῖσιν ἐκλεκτοῖς ἐγένετο, διὸ καὶ ἐθαύμασαν μαρτυρουμένου τοῦ πιστευομένου, ἡ δὲ ἐπὶ τῷ ποταμῷ τοῖς μέλλουσι πιστεύειν. διὸ καὶ ἠμελήθη ἡ φωνὴ αὐτοῖς προκατεχομένοις ἐπὶ τῇ τῶν νομοδιδασκάλων ἀγωγῇ.
Chapter 6
Τὸ »ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος« οἱ ἀπὸ Οὐαλεντίνου οὕτως ἐκδέχονται. ἀρχὴν μὲν γὰρ τὸν Μονογενῆ λέγουσιν, ὃν καὶ θεὸν προσαγορεύεσθαι, ὡς καὶ ἐν τοῖς ἑξῆς ἄντικρυς θεὸν αὐτὸν δηλοῖ λέγων· »ὁ μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο.« τῷ δὲ λόγῳ τῷ ἐν τῇ ἀρχῇ, τοῦτ᾿ ἐστὶν ἐν τῷ Μονογενεῖ, ἐν τῷ Νῷ καὶ τῇ Ἀληθείᾳ, μηνύει τὸν Χριστόν, τὸν Λόγον καὶ τὴν Ζωήν· ὅθεν εἰκότως καὶ αὐτὸν θεὸν λέγει τὸν ἐν τῷ θεῷ τῷ Νῷ ὄντα. »ὃ γέγονεν ἐν αὐτῷ« τῷ λόγῳ, »ζωὴ ἦν«, ἡ σύζυγος· διὸ καὶ φησιν ὁ κύριος· »ἐγώ εἰμι ἡ ζωή.«
Chapter 7
Ἄγνωστος οὖν ὁ πατὴρ ὤν ἠθέλησεν γνωσθῆναι τοῖς αἰῶσι, καὶ διὰ τῆς ἐνθυμήσεως τῆς ἑαυτοῦ, ὡς ἂν ἑαυτὸν ἐγνωκώς, πνεῦμα γνώσεως οὔσης ἐν γνώσει προέβαλε τὸν Μονογενῆ. γέγονεν οὖν καὶ ὁ ἀπὸ γνώσεως, τουτέστι τῆς πατρικῆς ἐνθυμήσεως. προελθὼν γνῶσις. τουτέστιν ὁ υἱὸς. ὅτι »δι᾿ υἱοῦ ὁ πατὴρ ἐγνώσθη«. τὸ δὲ τῆς ἀγάπης πνεῦμα κέκραται τῷ τῆς γνώσεως, ὡς πατὴρ υἱῷ καὶ ἐνθύμησις ἀληθείᾳ. ἀπ᾿ ἀληθείας προελθὸν ὡς ἀπὸ ἐνθυμήσεως ἡ γνῶσις. καὶ ὁ μὲν μείνας »μονογενὴς υἱὸς εἰς τὸν κόλπον τοῦ πατρὸς« τὴν ἐνθύμησιν διὰ τῆς γνώσεως ἐξηγεῖται τοῖς αἰῶσιν, ὡς ἂν καὶ ὑπὸ τοῦ κόλπου αὐτοῦ προβληθείς, ὁ δὲ ἐνταῦθα ὀφθεὶς οὐκέτι »μονογενής«, ἀλλ᾿ »ὡς μονογενὴς« πρὸς τοῦ ἀποστόλου προσαγορεύεται, »δόξαν ὡς μονογενοῦς«, ὅτι εἷς καὶ ὁ αὐτὸς ὢν ἐν μὲν τῇ κτίσει »πρωτότοκός« ἐστιν Ἰησοῦς, ἐν δὲ πληρώματι μονογενής· ὁ δὲ αὐτός ἐστι τοιοῦτος ὢν ἑκάστῳ τόπῳ οἷος κεχωρῆσθαι δύναται. καὶ οὐδέποτε τοῦ μείναντος ὁ καταβὰς μερίζεται. φησὶ γὰρ ὁ ἀπόστολος· »ὁ γὰρ ἀναβὰς αὐτός ἐστι καὶ ὁ καταβάς.« εἰκόνα δὲ τοῦ Μονογενοῦς τὸν Δημιουργὸν λέγουσιν. διὸ καὶ λυτὰ τῆς εἰκόνος τὰ ἔργα, ὅθεν καὶ ὁ κύριος εἰκόνα τῆς πνευματικῆς ἀναστάσεως ποιήσας τοὺς νεκροὺς οὓς ἤγειρεν, οὐκ ἀφθάρτους τὴν σάρκα. ἀλλ᾿ ὡς αὖθις ἀποθανουμένους ἤγειρεν.
Chapter 8
Ἡμεῖς δὲ τὸν ἐν ταὐτότητι λόγον θεὸν ἐν θεῷ φαμεν, ὃς καὶ »εἰς τὸν κόλπον τοῦ πατρὸς« εἶναι λέγεται, ἀδιάστατος, ἀμέριστος, εἷς θεός. »πάντα δι᾿ αὐτοῦ ἐγένετο«. κατὰ τὴν προσεχῆ ἐνέργειαν τοῦ ἐν ταὐτότητι λόγου, τά τε πνευματικὰ καὶ νοητὰ καὶ αἰσθητά. »οὗτος τὸν κόλπον τοῦ πατρὸς ἐξηγήσατο«. ὁ σωτὴρ καὶ [Ἡσαΐας »καὶ ἀνταποδώσω τὰ ἔργα αὐτῶν εἰς τὸν κόλπον αὐτῶν«, εἰς τὴν ἔννοιαν αὐτῶν τὴν ἐν τῇ ψυχῇ, ἀφ᾿ ἧς πρώτης ἐνεργεῖται] »πρωτότοκος πάσης κτίσεως«. ὁ δὲ ἐν ταὐτότητι μονογενής, οὗ κατὰ δύναμιν ἀδιάστατον ὁ σωτὴρ ἐνεργεῖ, οὗτός ἐστι »τὸ φῶς« τῆς ἐκκλησίας τῆς πρότερον ἐν σκότῳ καὶ ἐν ἀγνοίᾳ οὔσης. »καὶ ἡ σκοτία αὐτὸν οὐ κατέλαβεν«, οἱ ἀποστατήσαντες, καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων οὐκ ἔγνωσαν αὐτόν, καὶ ὁ θάνατος οὐ κατέσχεν αὐτόν.
Chapter 9
Ἡ πίστις οὐ μία, ἀλλὰ διάφορος. ὁ γοῦν σωτήρ φησι· »γενηθήτω σοῦ κατὰ τὴν πίστιν·« ὅθεν εἴρηται τοὺς μὲν τῆς κλήσεως ἀνθρώπους κατὰ τὴν παρουσίαν τοῦ ἀντιχρίστου πλανηθήσεσθαι· ἀδύνατον δὲ τοὺς ἐκλεκτούς· διό φησι· »καὶ εἰ δυνατόν, τοὺς ἐκλεκτούς μου.« πάλιν ὅταν λέγῃ »ἐξέλθετε ἐκ τοῦ οἴκου τοῦ πατρός μου«, τοῖς κλητοῖς λέγει· πάλιν τῷ ἐξ ἀποδημίας ἐλθόντι καὶ κατεδηδοκότι τὰ ὑπάρχοντα, ᾧ τὸν σιτευτὸν ἔθυσεν μόσχον, τὴν κλῆσιν λέγει. καὶ ὅπου ὁ βασιλεὺς εἰς τὸ δεῖπνον τοῦ γάμου τοὺς ἐν ταῖς ὁδοῖς κέκληκεν. πάντες μὲν οὖν κέκληνται ἐπ᾿ ἴσης (»βρέχει γὰρ ἐπὶ δικαίους καὶ ἀδίκους καὶ τὸν ἥλιον ἐπιλάμπει πᾶσιν«), ἐκλέγονται δὲ οἱ μᾶλλον πιστεύσαντες, πρὸς οὕς λέγει· »τὸν πατέρα μου οὐδεὶς ἑώρακεν εἰ μὴ ὁ υἱός·« καί· »ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου·« καί· »πάτερ ἅγιε, ἁγίασον αὐτοὺς ἐν τῷ ὀνόματί σου.«
Chapter 10
Ἀλλ᾿ οὐδὲ τὰ πνευματικὰ καὶ νοερά, οὐδὲ οἱ ἀρχάγγελοι οὐδὲ οἱ πρωτόκτιστοι οὐδὲ μὴν οὐδ᾿ αὐτὸς ἄμορφος καὶ ἀνείδεος καὶ ἀσχημάτιστος καὶ ἀσώματός ἐστιν, ἀλλὰ καὶ μορφὴν ἔχει ἰδίαν καὶ σῶμα ἀνὰ λόγον τῆς ὑπεροχῆς τῶν πνευματικῶν ἁπάντων, ὡς δὲ καὶ οἱ πρωτόκτιστοι ἀνὰ λόγον τῆς ὑπεροχῆς τῶν ὑπ᾿ αὐτοὺς οὐσιῶν. ὅλως γὰρ τὸ γενητὸν οὐκ ἀνούσιον μέν, οὐχ ὅμοιον δὲ μορφὴν καὶ σῶμα ἔχουσι τοῖς ἐν τῷδε τῷ κόσμῳ σώμασιν. ἄρρενά τε γὰρ καὶ θήλεα τὰ ἐνταῦθα καὶ διάφορα πρὸς αὐτά· ἐκεῖ δὲ ὁ μὲν μονογενὴς καὶ ἰδίως νοερὸς ἰδέᾳ ἰδίᾳ καὶ οὐσίᾳ ἰδίᾳ κεχρημένος ἄκρως εἰλικρινεῖ καὶ ἡγεμονικωτάτῃ καὶ προσεχῶς τῆς τοῦ πατρὸς ἀπολαύων δυνάμεως, οἱ δὲ πρωτόκτιστοι, εἰ καὶ ἀριθμῷ διάφοροι καὶ ὁ καθ᾿ ἕκαστον περιώρισται καὶ περιγέγραπται, ἀλλ᾿ ἡ ὁμοιότης τῶν πραγμάτων ἑνότητα καὶ ἰσότητα καὶ ὁμοιότητα ἐνδείκνυται. οὐ γὰρ τῷδε μὲν πλέον, τῷδε δὲ ἧττον παρέσχηται τῶν ἑπτά. οὐδ᾿ ὑπολείπεταί τις αὐτοῖς προκοπή, ἐξ ἀρχῆς ἀπειληφότων τὸ τέλειον ἅμα τῇ πρώτῃ γενέσει παρὰ τοῦ θεοῦ διὰ τοῦ υἱοῦ. καὶ ὃ μὲν »φῶς ἀπρόσιτον« εἴρηται, ὡς »μονογενὴς« καὶ »πρωτότοκος«. »ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη«. οὐδὲ ἔσται τις τοιοῦτος, οὔτε τῶν πρωτοκτίστων οὔτε ἀνθρώπων. οἳ δὲ »διὰ παντὸς τὸ πρόσωπον τοῦ πατρὸς βλέπουσιν«, πρόσωπον δὲ πατρὸς ὁ υἱός, δι᾿ οὗ γνωρίζεται ὁ πατήρ. τὸ τοίνυν ὁρῶν καὶ ὁρώμενον ἀσχημάτιστον εἶναι οὐ δύναται οὐδὲ ἀσώματον. ὁρῶσι δὲ ὀφθαλμῷ οὐκ αἰσθητῷ, ἀλλ᾿ οἵῳ παρέσχεν ὁ πατήρ, νοερῷ.
Chapter 11
Ὅταν οὖν εἴπῃ ὁ κύριος »μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· ἀμὴν λέγω ὑμῖν· τούτων οἱ ἄγγελοι τὸ πρόσωπον τοῦ πατρὸς διὰ παντὸς βλέπουσιν«, οἷον τὸ προκέντημα, τοῖοι ἔσονται οἱ ἐκλεκτοί, τὴν τελείαν ἀπολαβόντες προκοπήν· »μακάριοι δὲ οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται.« πρόσωπον δὲ τοῦ ἀσχηματίστου πῶς ἂν εἴη; σώματα γοῦν ἐπουράνια εὔμορφα καὶ νοερὰ οἶδεν ὁ ἀπόστολος. πῶς δ᾿ ἂν καὶ ὀνόματα διάφορα αὐτῶν ἐλέγετο, εἰ μὴ σχήμασιν ἦν περιγεγραμμένα, μορφῇ καὶ σώματι; »ἄλλη δόξα ἐπουρανίων, ἄλλη ἐπιγείων, ἄλλη ἀγγέλων, ἄλλη ἀρχαγγέλων·« ὡς πρὸς τὴν σύγκρισιν τῶν τῇδε σωμάτων (οἷον ἄστρων) ἀσώματα καὶ ἀνείδεα, ἀλλ᾿ ὡς πρὸς τὴν σύγκρισιν τοῦ υἱοῦ σώματα μεμετρημένα καὶ αἰσθητά· οὕτως καὶ ὁ υἱὸς πρὸς τὸν πατέρα παραβαλλόμενος· καὶ δύναμιν μὲν ἰδίαν ἔχει ἕκαστον τῶν πνευματικῶν καὶ ἰδίαν οἰκονομίαν. καθὸ δὲ ὁμοῦ τε ἐγένοντο καὶ τὸ ἐντελὲς ἀπειλήφασιν οἱ πρωτόκτιστοι, κοινὴν τὴν λειτουργίαν καὶ ἀμέριστον.
Chapter 12
Οἱ πρωτόκτιστοι οὖν τόν τε υἱὸν ὁρῶσι καὶ ἑαυτοὺς καὶ τὰ ὑποβεβηκότα, ὥσπερ καὶ οἱ ἀρχάγγελοι τοὺς πρωτοκτίστους. ὁ δὲ υἱὸς ἀρχὴ τῆς πατρικῆς ὑπάρχει θέας, πρόσωπον τοῦ πατρὸς λεγόμενος. καὶ οἱ μὲν ἄγγελοι νοερὸν πῦρ καὶ πνεύματα νοερά, τὴν οὐσίαν ἀποκεκαθαρμένοι, φῶς δὲ νοερὸν ἡ μεγίστη προκοπὴ ἀπὸ τοῦ νοεροῦ πυρὸς ἀποκεκαθαρμένου τέλεον, »εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι«. ὁ Πέτρος φησίν· ὁ δὲ υἱὸς ἔτι τούτου καθαρώτερος, »ἀπρόσιτον φῶς« καὶ »δύναμις θεοῦ«, καὶ κατὰ τὸν ἀπόστολον »τιμίῳ καὶ ἀμώμῳ καὶ ἀσπίλῳ αἵματι ἐλυτρώθημεν«. οὗ »τὰ μὲν ἱμάτια ὡς φῶς ἔλαμψεν, τὸ πρόσωπον δὲ ὡς ὁ ἥλιος«, ᾧ μηδὲ ἀντωπῆσαι ἔστι ῥᾳδίως.
Chapter 13
Οὗτός ἐστιν »ἄρτος ἐπουράνιος« καὶ »πνευματικὴ τροφὴ« ζωῆς παρεκτικὴ κατὰ τὴν βρῶσιν καὶ γνῶσιν, »τὸ φῶς τῶν ἀνθρώπων«. τῆς ἐκκλησίας δηλονότι. οἱ μὲν οὖν τὸν οὐράνιον ἄρτον φαγόντες ἀπέθανον, ὁ δὲ τὸν ἀληθινὸν ἄρτον τοῦ πνεύματος ἐσθίων οὐ τεθνήξεται. ὁ ζῶν ἄρτος ὁ ὑπὸ τοῦ πατρὸς δοθεὶς ὁ υἱός ἐστι τοῖς ἐσθίειν βουλομένοις· »ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω«, φησίν, »ἡ σάρξ μού ἐστιν«, ἤτοι ᾧ τρέφεται ἡ σὰρξ διὰ τῆς εὐχαριστίας ἤ, ὅπερ καὶ μᾶλλον. ἡ σὰρξ τὸ σῶμα αὐτοῦ ἐστιν, »ὅπερ ἐστὶν ἡ ἐκκλησία«. »ἄρτος οὐράνιος«, συναγωγὴ εὐλογημένη· τάχα δὲ ὡς ἐκ τῆς αὐτῆς οὐσίας τῶν ἐκλεκτῶν κατὰ τὸ ὑποκείμενον γενομένων, καὶ ὡς τοῦ αὐτοῦ τέλους τευξομένων.
Chapter 14
Τὰ δαιμόνια »ἀσώματα« εἴρηται, οὐχ ὡς σῶμα μὴ ἔχοντα (ἔχει γὰρ καὶ σχῆμα· διὸ καὶ συναίσθησιν κολάσεως ἔχει), ἀλλ᾿ ὡς πρὸς σύγκρισιν τῶν σῳζομένων σωμάτων πνευματικῶν σκιὰ ὄντα ἀσώματα εἴρηται. καὶ οἱ ἄγγελοι σώματά εἰσιν· ὁρῶνται γοῦν. ἀλλὰ καὶ ἡ ψυχὴ σῶμα. ὁ γοῦν ἀπόστολος· »σπείρεται μὲν γὰρ σῶμα ψυχικόν, ἐγείρεται δὲ σῶμα πνευματικόν.« πῶς δὲ καὶ αἱ κολαζόμεναι ψυχαὶ συναισθάνονται μὴ σώματα οὖσαι; »φοβήθητε« γοῦν λέγει »τὸν μετὰ θάνατον δυνάμενον καὶ ψυχὴν καὶ σῶμα εἰς γέενναν βαλεῖν.« τὸ γὰρ φαινόμενον οὐ πυρὶ καθαίρεται, ἀλλ᾿ εἰς γῆν ἀναλύεται. ἄντικρυς δὲ ἀπὸ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου διὰ τῶν σωματικῶν μελῶν σῶμα εἶναι δείκνυται ἡ ψυχή.
Chapter 15
»Ὡς δὲ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου« τοῦ πνευματικοῦ, κατὰ προκοπὴν τελειούμενοι. πλὴν πάλιν εἰκόνα λέγει, ὡς εἶναι σώματα πνευματικά. καὶ πάλιν· »ἄρτι βλέπομεν δι᾿ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον.« αὐτίκα γὰρ ἀρχόμεθα γινώσκειν * *. οὗ δὲ πρόσωπον. καὶ ἰδέα καὶ σχῆμα καὶ σῶμα. σχῆμα μὲν οὖν σχήματι θεωρεῖται καὶ πρόσωπον προσώπῳ καὶ ἐπιγινώσκεται τὰ γνωρίσματα τοῖς σχήμασι καὶ ταῖς οὐσίαις.
Chapter 16
Καὶ ἡ περιστερὰ δὲ σῶμα ὤφθη, ἥν οἳ μὲν τὸ ἅγιον πνεῦμά φασιν, οἱ δὲ ἀπὸ Βασιλείδου τὸν διάκονον, οἱ δὲ ἀπὸ Οὐαλεντίνου τὸ πνεῦμα τῆς ἐνθυμήσεως τοῦ πατρός. τὸ τὴν κατέλευσιν πεποιημένον ἐπὶ τὴν τοῦ λόγου σάρκα.
Chapter 17
Ἔστιν Ἰησοῦς καὶ ἡ Ἐκκλησία καὶ ἡ Σοφία δι᾿ ὅλων κρᾶσις τῶν σωμάτων δυνατὴ κατὰ τοὺς Οὐαλεντινιανούς. ἡ γοῦν ἀνθρωπίνη μῖξις ἡ κατὰ γάμον ἐκ δυεῖν μεμιγμένων σπερμάτων ἑνὸς γένεσιν παιδίου ἀποτελεῖ, καὶ τὸ σῶμα εἰς γῆν ἀναλυθὲν κέκραται τῇ γῇ καὶ τὸ ὕδωρ τῷ οἴνῳ. τὰ δὲ κρείττω καὶ διαφορώτερα σώματα ῥᾳδίαν ἴσχει τὴν κρᾶσιν· πνεῦμα γοῦν πνεύματι μίγνυται. ἐμοὶ δὲ δοκεῖ κατὰ παράθεσιν τοῦτο γενέσθαι, ἀλλ᾿ οὐ κατὰ κρᾶσιν. μή τι οὖν ἡ θεία δύναμις διήκουσα τὴν ψυχὴν ἁγιάζει αὐτὴν κατὰ τὴν τελευταίαν προκοπήν. »ὁ γὰρ θεὸς πνεῦμα, ὅπου θέλει πνεῖ.« ἡ γὰρ δύναμις οὐ κατ᾿ οὐσίαν διήκει, ἀλλὰ κατὰ δύναμιν καὶ ἰσχύν, παράκειται δὲ τὸ πνεῦμα τῷ πνεύματι, ὡς τὸ πνεῦμα τῇ ψυχῇ.
Chapter 18
Ὁ σωτὴρ ὤφθη κατιὼν τοῖς ἀγγέλοις, διὸ καὶ εὐηγγελίσαντο αὐτόν, ἀλλὰ καὶ τῷ Ἀβραὰμ καὶ τοῖς λοιποῖς δικαίοις τοῖς ἐν τῇ ἀναπαύσει οὖσιν ἐν τοῖς δεξιοῖς ὤφθη· »ἠγαλλιάσατο«, γὰρ φησίν, »ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν«, τὴν ἐν σαρκὶ παρουσίαν. ὅθεν ἀναστὰς ὁ κύριος εὐηγγελίσατο τοὺς δικαίους τοὺς ἐν τῇ ἀναπαύσει καὶ μετέστησεν αὐτοὺς καὶ μετέθηκεν, καὶ πάντες »ἐν τῇ σκιᾷ αὐτοῦ ζήσονται«. σκιὰ γὰρ τῆς δόξης τοῦ σωτῆρος τῆς παρὰ τῷ πατρὶ ἡ παρουσία ἡ ἐνταῦθα· φωτὸς δὲ σκιὰ οὐ σκότος, ἀλλὰ φωτισμός ἐστιν.
Chapter 19
»Καὶ ὁ λόγος σὰρξ ἐγένετο«, οὐ κατὰ τὴν παρουσίαν μόνον ἄνθρωπος γενόμενος, ἀλλὰ καὶ ἐν ἀρχῇ ὁ ἐν ταὐτότητι λόγος, κατὰ περιγραφὴν καὶ οὐ κατ᾿ οὐσίαν γενόμενος [ὁ] υἱός. καὶ πάλιν σὰρξ ἐγένετο διὰ προφητῶν ἐνεργήσας· τέκνον δὲ τοῦ ἐν ταὐτότητι λόγου ὁ σωτὴρ εἴρηται· διὰ τοῦτο »ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν· ὃ γέγονεν ἐν αὐτῷ, ζωή ἐστιν«· ζωὴ δὲ ὁ κύριος. καὶ ὁ Παῦλος »ἔνδυσαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα«. οἷον εἰς αὐτὸν πίστευσον τὸν ὑπὸ τοῦ θεοῦ »κατὰ θεόν«, τὸν ἐν θεῷ λόγον, κτισθέντα. δύναται δὲ τὸ »κατὰ θεὸν κτισθέντα« τὸ εἰς ὃ μέλλει τέλος προκοπῆς φθάνειν ὁ ἄνθρωπος μηνύειν ἐπ᾿ ἴσης τῷ »ἀπόλαβε τὸ εἰς ὃ ἐκτίσθης τέλος«· καὶ ἔτι σαφέστερον καὶ διαρρήδην ἐν ἄλλοις λέγει· »ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου·« εἶτα ἐπιφέρει· »πρωτότοκος πάσης κτίσεως.« »ἀοράτου« μὲν γὰρ »θεοῦ εἰκόνα« τὸν υἱὸν λέγει τοῦ λόγου τοῦ ἐν ταὐτότητι, »πρωτότοκον δὲ πάσης κτίσεως«, ὅτι γεννηθεὶς ἀπαθῶς, κτίστης καὶ γενεσιάρχης τῆς ὅλης ἐγένετο κτίσεώς τε καὶ οὐσίας. ἐν αὐτῷ γὰρ ὁ πατὴρ τὰ πάντα ἐποίησεν. ὅθεν καὶ »μορφὴν δούλου λαβεῖν« εἴρηται, οὐ μόνον τὴν σάρκα κατὰ τὴν παρουσίαν, ἀλλὰ καὶ τὴν οὐσίαν ἐκ τοῦ ὑποκειμένου, δούλη δὲ ἡ οὐσία, ὡς ἂν παθητὴ καὶ ὑποκειμένη τῇ δραστηρίῳ καὶ κυριωτάτῃ αἰτίᾳ.
Chapter 20
Τὸ γὰρ »πρὸ ἑωσφόρου ἐγέννησά σε« οὕτως ἐξακούομεν ἐπὶ τοῦ πρωτοκτίστου θεοῦ λόγου καὶ »πρὸ ἡλίου« καὶ σελήνης καὶ πρὸ πάσης κτίσεως »τὸ ὄνομά σου«.
Chapter 21
Τῷ »κατ᾿ εἰκόνα θεοῦ ἐποίησεν αὐτούς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς« τὴν προβολὴν τὴν ἀρίστην φασὶν οἱ Οὐαλεντινιανοὶ τῆς Σοφίας λέγεσθαι, ἀφ᾿ ἧς τὰ μὲν ἀρρενικὰ ἡ ἐκλογή. τὰ δὲ θηλυκὰ ἡ κλῆσις, καὶ τὰ μὲν ἀρρενικὰ ἀγγελικὰ καλοῦσι, τὰ θηλυκὰ δὲ ἑαυτούς, τὸ διαφέρον σπέρμα. οὕτως καὶ ἐπὶ τοῦ Ἀδὰμ τὸ μὲν ἀρρενικὸν ἔμεινεν αὐτῷ, πᾶν δὲ τὸ θηλυκὸν σπέρμα ἀρθὲν ἀπ᾿ αὐτοῦ Εὔα γέγονεν, ἀφ᾿ ἧς αἱ θήλειαι, ὡς ἀπ᾿ ἐκείνου οἱ ἄρρενες. τὰ οὖν ἀρρενικὰ μετὰ τοῦ λόγου συνεστάλη, τὰ θηλυκὰ δὲ ἀπανδρωθέντα ἑνοῦται τοῖς ἀγγέλοις καὶ εἰς πλήρωμα χωρεῖ. διὰ τοῦτο ἡ γυνὴ εἰς ἄνδρα μετατίθεσθαι λέγεται καὶ ἡ ἐνταῦθα ἐκκλησία εἰς ἀγγέλους.
Chapter 22
Καὶ ὅταν εἴπῃ ὁ ἀπόστολος »ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν;« ὑπὲρ ἡμῶν γάρ, φησίν, οἱ ἄγγελοι ἐβαπτίσαντο, ὧν ἐσμεν μέρη. νεκροὶ δὲ ἡμεῖς οἱ νεκρωθέντες τῇ συστάσει ταύτῃ, ζῶντες δὲ οἱ ἄρρενες οἱ μὴ μεταλαβόντες τῆς συστάσεως ταύτης. »εἰ νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτιζόμεθα;« ἐγειρόμεθα οὖν ἡμεῖς, ἰσάγγελοι τοῖς ἄρρεσιν ἀποκατασταθέντες, τοῖς μέλεσι τὰ μέλη, εἰς ἕνωσιν. »οἱ βαπτιζόμενοι« δέ, φασίν, »ὑπὲρ [ἡμῶν] τῶν νεκρῶν« οἱ ἄγγελοί εἰσιν οἱ ὑπὲρ ἡμῶν βαπτιζόμενοι, ἵνα ἔχοντες καὶ ἡμεῖς τὸ ὄνομα μὴ ἐπισχεθῶμεν κωλυθέντες εἰς τὸ πλήρωμα παρελθεῖν τῷ Ὅρῳ καὶ τῷ Σταυρῷ. διὸ καὶ ἐν τῇ χειροθεσίᾳ λέγουσιν ἐπὶ τέλους »εἰς λύτρωσιν ἀγγελικήν«, τουτέστιν ἣν καὶ ἄγγελοι ἔχουσιν. ἵν᾿ ᾖ ὁ βεβαπτισμένος ὁ τὴν λύτρωσιν κομισάμενος τῷ αὐτῷ ὀνόματι. ᾧ καὶ ὁ ἄγγελος αὐτοῦ προβεβάπτισται. ἐβαπτίσαντο δὲ ἐν ἀρχῇ οἱ ἄγγελοι ἐν λυτρώσει τοῦ ὀνόματος τοῦ ἐπὶ τὸν Ἰησοῦν ἐν τῇ περιστερᾷ κατελθόντος καὶ λυτρωσαμένου αὐτόν. ἐδέησεν δὲ λυτρώσεως καὶ τῷ Ἰησοῦ, ἵνα μὴ κατασχεθῇ τῇ Ἐννοίᾳ ᾗ ἐνετέθη τοῦ ὑστερήματος προ[σ]ερχόμενος διὰ τῆς Σοφίας, ὥς φησιν ὁ Θεόδοτος.
Chapter 23
Τὸν Παράκλητον οἱ ἀπὸ Οὐαλεντίνου τὸν Ἰησοῦν λέγουσιν. ὅτι πλήρης τῶν αἰώνων ἐλήλυθεν, ὡς ἀπὸ τοῦ ὅλου προελθών. Χριστὸς γὰρ καταλείψας τὴν προβαλοῦσαν αὐτὸν Σοφίαν εἰσελθὼν εἰς τὸ πλήρωμα ὑπὲρ τῆς ἔξω καταλειφθείσης Σοφίας ᾐτήσατο τὴν βοήθειαν. καὶ ἐξ εὐδοκίας τῶν αἰώνων Ἰησοῦς προβάλλεται παράκλητος τῷ παρελθόντι αἰῶνι. ἐν τύπῳ δὲ Παρακλήτου ὁ Παῦλος ἀναστάσεως ἀπόστολος γέγονεν. αὐτίκα μετὰ τὸ πάθος τοῦ κυρίου καὶ αὐτὸς ἀπεστάλη κηρύσσειν· διὸ καὶ καθ᾿ ἑκάτερον ἐκήρυξε τὸν σωτῆρα, γεννητὸν καὶ παθητὸν διὰ τοὺς ἀριστερούς, ὅτι τοῦτον γνῶναι δυνηθέντες κατὰ τὸν τόπον τοῦτον δεδίασιν, καὶ κατὰ τὸ πνευματικὸν ἐξ ἁγίου πνεύματος καὶ παρθένου, ὡς οἱ δεξιοὶ ἄγγελοι γινώσκουσιν. ἰδίως γὰρ ἕκαστος γνωρίζει τὸν κύριον καὶ οὐχ ὁμοίως πάντες »τὸ πρόσωπον τοῦ πατρὸς ὁρῶσιν οἱ ἄγγελοι τούτων· τῶν μικρῶν« τῶν ἐκλεκτῶν. τῶν ἐσομένων ἐν τῇ αὐτῇ κληρονομίᾳ καὶ τελειότητι. τάχα δὲ τὸ πρόσωπον ἔστι μὲν καὶ ὁ υἱός, ἔστι δὲ καὶ ὅσον καταληπτὸν τοῦ πατρὸς δι᾿ υἱοῦ δεδιδαγμένοι θεωροῦσι, τὸ δὲ λοιπὸν ἄγνωστόν ἐστι τοῦ πατρός.
Chapter 24
Λέγουσιν οἱ Οὐαλεντινιανοὶ ὅτι ὃ κατὰ εἷς τῶν προφητῶν ἔσχεν πνεῦμα ἐξαίρετον εἰς διακονίαν, τοῦτο ἐπὶ πάντας τοὺς τῆς ἐκκλησίας ἐξεχύθη· διὸ καὶ τὰ σημεῖα τοῦ πνεύματος, ἰάσεις καὶ προφητεῖαι, διὰ τῆς ἐκκλησίας ἐπιτελοῦνται. ἀγνοοῦσι δὲ ὅτι ὁ Παράκλητος ὁ προσεχῶς ἐνεργῶν νῦν ἐν τῇ ἐκκλησίᾳ τῆς αὐτῆς οὐσίας ἐστὶ καὶ δυνάμεως τῷ προσεχῶς ἐνεργήσαντι κατὰ τὴν παλαιὰν διαθήκην.
Chapter 25
Τὸν ἄγγελον ὡρίσαντο οἱ ἀπὸ Οὐαλεντίνου λόγον ἀπαγγελίαν ἔχοντα τοῦ ὄντος. λέγουσι δὲ καὶ τοὺς αἰῶνας ὁμωνύμως τῷ λόγῳ λόγους. οἱ ἀπόστολοι, φησί, μετετέθησαν τοῖς δεκαδύο ζῳδίοις. ὡς γὰρ ὑπ᾿ ἐκείνων ἡ γένεσις διοικεῖται, οὕτως ὑπὸ τῶν ἀποστόλων ἡ ἀναγέννησις ἐφορᾶται.
Chapter 26
Τὸ ὁρατὸν τοῦ Ἰησοῦ ἡ Σοφία καὶ ἡ Ἐκκλησία ἦν τῶν σπερμάτων τῶν διαφερόντων, ἣν ἐστολίσατο διὰ τοῦ σαρκίου. ὥς φησιν ὁ Θεόδοτος· τὸ δὲ ἀόρατον τὸ ὄνομα, ὅπερ ἐστὶν ὁ υἱὸς ὁ μονογενής. ὅθεν ὅταν εἴπῃ »ἐγώ εἰμι ἡ θύρα«, τοῦτο λέγει, ὅτι μέχρι τοῦ ὅρου οὗ εἰμι ἐγὼ ἐλεύσεσθε οἱ τοῦ διαφέροντος σπέρματος· ὅταν δὲ καὶ αὐτὸς εἰσέρχηται, καὶ τὸ σπέρμα συνεισέρχεται αὐτῷ εἰς τὸ πλήρωμα διὰ τῆς θύρας συναχθὲν καὶ εἰσαχθέν.
Chapter 27
Ὁ ἱερεὺς εἰσιὼν ἐντὸς τοῦ καταπετάσματος τοῦ δευτέρου τό τε πέταλον ἀπετίθει παρὰ τῷ θυσιαστηρίῳ τοῦ θυμιάματος, αὐτὸς δὲ ἐν σιγῇ τὸ ἐν τῇ καρδίᾳ ἐγκεχαραγμένον ὄνομα ἔχων εἰσῄει, δεικνὺς τὴν ἀπόθεσιν τοῦ καθάπερ πετάλου χρυσοῦ καθαροῦ γενομένου καὶ κούφου διὰ τὴν κάθαρσιν, τοῦ ὥσπερ σώματος τῆς ψυχῆς [ἀπόθεσιν], ἐν ᾧ ἐγκεχάρακτο τὸ γάνωμα τῆς θεοσεβείας, δι᾿ οὗ ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐγινώσκετο τὸ ὄνομα περικείμενος. ἀποτίθεται δὲ τοῦτο τὸ σῶμα, τὸ πέταλον τὸ ἀβαρὲς γενόμενον, ἐντὸς τοῦ καταπετάσματος τοῦ δευτέρου, ἐν τῷ νοητῷ κόσμῳ, ὅ ἐστι δεύτερον ὁλοσχερὲς καταπέτασμα τοῦ παντός, παρὰ τὸ θυσιαστήριον τοῦ θυμιάματος, παρὰ τοὺς λειτουργοὺς τῶν ἀναφερομένων εὐχῶν ἀγγέλους. γυμνὴ δὲ ἡ ψυχὴ ἐν δυνάμει τοῦ συνειδότος, οἶον σῶμα τῆς δυνάμεως γενομένη μεταβαίνει εἰς τὰ πνευματικά. λογικὴ τῷ ὄντι καὶ ἀρχιερατικὴ γενομένη, ὡς ἂν ἐμψυχουμένη ὡς εἰπεῖν ὑπὸ τοῦ λόγου προσεχῶς ἤδη, καθάπερ οἱ ἀρχάγγελοι τῶν ἀγγέλων ἀρχιερεῖς γενόμενοι καὶ τούτων πάλιν οἱ πρωτόκτιστοι. ποῦ δὲ ἔτι γραφῆς καὶ μαθήσεως κατόρθωμα τῇ ψυχῇ ἐκείνῃ τῇ καθαρᾷ γενομένῃ, ὅπου καὶ ἀξιοῦται »πρόσωπον πρὸς πρόσωπον« θεὸν ὁρᾶν; τὴν γοῦν ἀγγελικὴν διδασκαλίαν ὑπερβᾶσα καὶ τὸ ὄνομα τὸ διδασκόμενον ἐγγράφως ἐπὶ τὴν γνῶσιν καὶ κατάληψιν τῶν πραγμάτων ἔρχεται. οὐκέτι νύμφη. ἀλλ᾿ ἤδη λόγος γενόμενος καὶ παρὰ τῷ νυμφίῳ καταλύων μετὰ τῶν πρωτοκλήτων καὶ πρωτοκτίστων. φίλων μὲν δι᾿ ἀγάπην, υἱῶν δὲ διὰ τὴν διδασκαλίαν καὶ ὑπακοήν, ἀδελφῶν δὲ διὰ τὸ τῆς γενέσεως κοινόν. ὥστε τὸ μὲν τῆς οἰκονομίας ἦν, τὸ πέταλον περικεῖσθαι καὶ μανθάνειν εἰς γνῶσιν, τὸ δὲ δυνάμεως. τὸ θεοφόρον γίνεσθαι τὸν ἄνθρωπον προσεχῶς ἐνεργούμενον ὑπὸ τοῦ κυρίου καὶ καθάπερ σῶμα αὐτοῦ γινόμενον.
Chapter 28
Τὸ »θεὸς ἀποδιδοὺς ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς ἀπειθοῦσι« φασὶν οἱ ἀπὸ Βασιλείδου κατὰ τὰς ἐνσωματώσεις, οἱ δὲ ἀπὸ Οὐαλεντίνου τοὺς τρεῖς τόπους δηλοῦσθαι τοὺς ἀριστερούς, τετάρτην δὲ γενεὰν τὰ σπέρματα αὐτῶν, »ἔλεον δὲ ποιῶν εἰς χιλιάδας« ἐπὶ τὰ δεξιά.
Chapter 29
Ἡ Σιγή, φασί, μήτηρ οὖσα πάντων τῶν προβληθέντων ὑπὸ τοῦ Βάθους. ὃ μὲν οὐκ ἔσχεν εἰπεῖν, περὶ τοῦ ἀρρήτου σεσίγηκεν, ὃ δὲ κα τέλαβεν, τοῦτο ἀκατάληπτον προσηγόρευσεν.
Chapter 30
Εἶτα ἐκλαθόμενοι τῆς δόξης τοῦ θεοῦ παθεῖν αὐτὸν λέγουσιν ἀθέως. ὃ γὰρ συνεπάθησεν ὁ πατήρ, στερεὸς ὢν τῇ φύσει, φησὶν ὁ Θεόδοτος, καὶ ἀνένδοτος, ἐνδόσιμον ἑαυτὸν παρασχών, ἵνα ἡ σιγὴ τοῦτο καταλάβῃ, πάθος ἐστίν. ἡ γὰρ συμπάθεια πάθος τινὸς διὰ πάθος ἑτέρου. ναὶ μὴν καὶ τοῦ πάθους γενομένου τὸ ὅλον συνεπάθησεν καὶ αὐτὸ εἰς διόρθωσιν τοῦ παθόντος.
Chapter 31
Ἀλλὰ καὶ εἰ ὁ κατελθὼν εὐδοκία τοῦ ὅλου ἦν (»ἐν αὐτῷ γὰρ πᾶν τὸ πλήρωμα ἦν σωματικῶς«), ἔπαθεν δὲ οὗτος, δῆλον ὅτι καὶ τὰ ἐν αὐτῷ σπέρματα συνέπαθεν, δι᾿ ὧν τὸ ὅλον καὶ τὸ πᾶν εὑρίσκεται πάσχον. ἀλλὰ καὶ διὰ τῆς τοῦ δωδεκάτου αἰῶνος πείσεως τὰ ὅλα παιδευθέντα, ὥς φασι, συνεπάθησεν. τότε γὰρ ἐπέγνωσαν ὅτι ὅ εἰσιν, χάριτι τοῦ πατρός εἰσιν, ὄνομα ἀνωνόμαστον, μορφὴ καὶ γνῶσις. ὁ δὲ βουληθεὶς αἰὼν τὸ ὑπὲρ τὴν γνῶσιν λαβεῖν ἐν ἀγνωσίᾳ καὶ ἀμορφίᾳ ἐγένετο. ὅθεν καὶ κένωμα γνώσεως εἰργάσατο, ὅπερ ἐστὶ σκιὰ τοῦ ὀνόματος· ὅπερ ἐστὶν υἱός, μορφὴ τῶν αἰώνων. οὕτως τὸ κατὰ μέρος ὄνομα τῶν αἰώνων ἀπώλεια ἐστὶ τοῦ ὀνόματος.
Chapter 32
Ἐν πληρώματι οὖν ἑνότητος οὔσης ἕκαστος τῶν αἰώνων ἴδιον ἔχει πλήρωμα, τὴν συζυγίαν. ὅσα οὖν ἐκ συζυγίας, φασί, προέρχεται, πληρώματά ἐστιν, ὅσα δὲ ἀπὸ ἑνός, εἰκόνες. ὅθεν ὁ Θεόδοτος τὸν Χριστὸν ἐξ ἐννοίας προελθόντα τῆς Σοφίας εἰκόνα τοῦ πληρώματος ἐκάλεσεν. οὗτος δὲ καταλείψας τὴν μητέρα ἀνελθὼν εἰς τὸ πλήρωμα
Chapter 33
ἐκράθη, ὥσπερ τοῖς ὅλοις, οὕτω δὲ καὶ τῷ Παρακλήτῳ. υἱόθετος μέντοι γέγονεν ὁ Χριστὸς ὡς πρὸς τὰ πληρώματα ἐκλεκτὸς γενόμενος καὶ »πρωτότοκος« τῶν ἐνθάδε πραγμάτων.
Ἔστιν οὖν ὁ λόγος οὗτος παράκουσμα τοῦ ἡμετέρου, ἐκ τοῦ ὑποκειμένου »πρωτότοκον« λέγοντος τὸν σωτῆρα, καὶ ἔστιν ὡσπερεὶ ῥίζα καὶ κεφαλὴ ἡμῶν, ἡ δὲ ἐκκλησία καρποὶ αὐτοῦ.
Χριστοῦ, φασί, τὸ ἀνοίκειον φυγόντος καὶ συσταλέντος εἰς τὸ πλήρωμα, ἐκ τῆς μητρῴας γενομένου ἐννοίας, ἡ μήτηρ αὖθις τὸν τῆς οἰκονομίας προηγάγετο ἄρχοντα εἰς τύπον τοῦ φυγόντος αὐτὴν κατ᾿ ἐπιπόθησιν αὐτοῦ, κρείττονος ὑπάρχοντος, ὃς ἦν τύπος τοῦ πατρὸς τῶν ὅλων. διὸ καὶ ἥττων γίνεται, ὡς ἂν ἐκ πάθους τῆς ἐπιθυμίας συνεστώς. ἐμυσάχθη μέντοι ἐνιδοῦσα τὴν ἀποτομίαν αὐτοῦ, ὥς φασιν αὐτοί.
Chapter 34
Ἀλλὰ καὶ αἱ εὐώνυμοι δυνάμεις. πρῶται προβληθεῖσαι τῶν δεξιῶν ὑπ᾿ αὐτῆς, ὑπὸ τῆς τοῦ φωτὸς παρουσίας οὐ μορφοῦνται, κατελείφθησαν δὲ αἱ ἀριστεραὶ ὑπὸ τοῦ Τόπου μορφωθῆναι. τῆς μητρὸς οὖν μετὰ τοῦ υἱοῦ καὶ τῶν σπερμάτων εἰσελθούσης εἰς τὸ πλήρωμα, τότε ὁ Τόπος τὴν ἐξουσίαν τῆς μητρὸς καὶ τὴν τάξιν ἀπολήψεται, ἣν νῦν ἔχει ἡ μήτηρ.
Chapter 35
Ὁ Ἰησοῦς »τὸ φῶς« ἡμῶν, ὡς λέγει ὁ ἀπόστολος. ἑαυτὸν »κενώσας«, τουτέστιν ἐκτὸς τοῦ Ὅρου γενόμενος κατὰ Θεόδοτον, ἐπεὶ ἄγγελος ἦν τοῦ πληρώματος, τοὺς ἀγγέλους τοῦ διαφέροντος σπέρματος συνεξήγαγεν ἑαυτῷ· καὶ αὐτὸς μὲν τὴν λύτρωσιν ὡς ἀπὸ πληρώματος προελθὼν εἶχεν, τοὺς δὲ ἀγγέλους εἰς διόρθωσιν τοῦ σπέρματος ἤγαγεν· ὡς γὰρ ὑπὲρ μέρους δέονται καὶ παρακαλοῦσι καὶ δι᾿ ἡμᾶς κατεχόμενοι, σπεύδοντες εἰσελθεῖν, ἄφεσιν ἡμῖν αἰτοῦνται. ἵνα συνεισέλθωμεν αὐτοῖς· σχεδὸν γὰρ ἡμῶν χρείαν ἔχοντες, ἵνα εἰσέλθωσιν, ἐπεὶ ἄνευ ἡμῶν οὐκ ἐπιτρέπεται αὐτοῖς (διὰ τοῦτο γὰρ οὐδὲ ἡ μήτηρ συνελήλυθεν ἄνευ ἡμῶν, φασίν), εἰκότως ὑπὲρ ἡμῶν δέονται.
Chapter 36
Ἐν ἑνότητι μέντοι γε προεβλήθησαν οἱ ἄγγελοι ἡμῶν, φασίν, εἷς ὄντες, ὡς ἀπὸ ἑνὸς προελθόντες. ἐπεὶ δὲ ἡμεῖς ἦμεν, οἱ μεμερισμένοι, διὰ τοῦτο ἐβαπτίσατο ὁ Ἰησοῦς, τὸ ἀμέριστον μερισθῆναι, μέχρις ἡμᾶς ἑνώσῃ αὐτοῖς εἰς τὸ πλήρωμα, ἵνα ἡμεῖς, οἱ πολλοὶ ἓν γενόμενοι, [οἱ] πάντες τῷ ἑνὶ τῷ δι᾿ ἡμᾶς μερισθέντι ἀνακραθῶμεν.
Chapter 37
Οἱ ἀπὸ Ἀδὰμ ἐξελθόντες οἱ μὲν δίκαιοι διὰ τῶν ἐκτισμένων τὴν ὁδὸν ποιούμενοι παρὰ τῷ Τόπῳ κατείχοντο κατὰ τοὺς Οὐαλεντινιανούς, οἱ δὲ ἕτεροι ἐν τῷ τοῦ σκότου ἐκτισμένῳ ἐν τοῖς ἀριστεροῖς, ἔχοντες συναίσθησιν τοῦ πυρός.
Chapter 38
Ποταμὸς ἐκπορεύεται πυρὸς ὑποκάτω τοῦ θρόνου τοῦ Τόπου, καὶ ῥεῖ εἰς τὸ κενὸν τοῦ ἐκτισμένου, ὅ ἐστιν ἡ γέεννα, ἀπὸ κτίσεως τοῦ πυρὸς ῥέοντος μὴ πληρουμένη· καὶ αὐτὸς δὲ ὁ Τόπος πύρινός ἐστι. διὰ τοῦτο, φησί, καταπέτασμα ἔχει, ἵνα μὴ ἐκ τῆς προσόψεως ἀναλωθῇ τὰ πνεύματα· μόνος δὲ ὁ ἀρχάγγελος εἰσέρχεται πρὸς αὐτόν, οὗ κατ᾿ εἰκόνα καὶ ὁ ἀρχιερεὺς ἅπαξ τοῦ ἐνιαυτοῦ εἰς τὰ ἅγια τῶν ἁγίων εἰσῄει. ἔνθεν καὶ ὁ Ἰησοῦς παρακληθεὶς συνεκαθέσθη τῷ Τόπῳ, ἵνα μένῃ τὰ πνεύματα καὶ μὴ προαναστῇ αὐτοῦ, καὶ ἵνα τὸν Τόπον ἡμερώσῃ καὶ τῷ σπέρματι δίοδον εἰς πλήρωμα παράσχῃ.
Chapter 39
Ἡ μήτηρ προβαλοῦσα τὸν Χριστὸν ὁλόκληρον καὶ ὑπ᾿ αὐτοῦ καταλειφθεῖσα τοῦ λοιποῦ οὐκέτι οὐδὲν προέβαλεν ὁλόκληρον. ἀλλὰ τὰ δυνατὰ παρ᾿ αὑτῇ κατέσχεν, ὥστε καὶ τοῦ Τόπου καὶ τῶν κλητῶν [οὖν] τὰ ἀγγελικὰ αὐτὴ προβαλοῦσα παρ᾿ αὑτῇ κατέχει, τῶν ἐκλεκτῶν τῶν ἀγγελικῶν ὑπὸ τοῦ ἄρρενος ἔτι πρότερον προβεβλημένων.
Chapter 40
Τὰ μὲν γὰρ δεξιὰ πρὸ τῆς τοῦ φωτὸς αἰτήσεως προηνέχθη ὑπὸ τῆς μητρός, τὰ δὲ σπέρματα τῆς ἐκκλησίας μετὰ τὴν τοῦ φωτὸς αἴτησιν, ὅτε ὑπὸ τοῦ ἄρρενος τὰ ἀγγελικὰ τῶν σπερμάτων προεβάλλετο.
Chapter 41
Τὰ διαφέροντα σπέρματά φησι μήτε ὡς πάθη, ὧν λυομένων συνελύθη ἂν καὶ τὰ σπέρματα, μήτε ὡς κτίσιν προεληλυθέναι, ἀλλ᾿ ὡς τέκνα. ἀπαρτιζομένης γὰρ τῆς κτίσεως συναπηρτίσθη ἂν καὶ τὰ σπέρματα· διὸ καὶ τὴν οἰκειότητα ἔχει πρὸς τὸ φῶς, ὃ πρῶτον προήγαγεν, τουτέστι τὸν Ἰησοῦν, ὁ αἰτησάμενος τοὺς αἰῶνας Χριστός, ἐν ᾧ συνδιυλίσθη κατὰ δύναμιν καὶ τὰ σπέρματα τὰ συνελθόντα αὐτῷ εἰς τὸ πλήρωμα· διὸ[τι] πρὸ καταβολῆς κόσμου εἰκότως λέγεται ἡ ἐκκλησία ἐκλελέχθαι. ἐν ἀρχῇ τοίνυν συνελογίσθημεν, φασί, καὶ ἐφανερώθημεν. διὰ τοῦτο ὁ σωτὴρ λέγει »λαμψάτω τὸ φῶς ὑμῶν«, μηνύων περὶ τοῦ φωτὸς τοῦ φανέντος καὶ μορφώσαντος, περὶ οὗ ὁ ἀπόστολος λέγει· »ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον«, τὸν τοῦ διαφόρου σπέρματος. ὅτε γὰρ ἐφωτίσθη ὁ ἄνθρωπος, τότε εἰς τὸν κόσμον ἦλθεν, τουτέστιν ἑαυτὸν ἐκόσμησεν, χωρίσας αὑτοῦ τὰ ἐπισκοτοῦντα καὶ συναναμεμιγμένα αὐτῷ πάθη. καὶ τὸν Ἀδὰμ ὁ Δημιουργὸς Ἐννοίᾳ προσχὼν ἐπὶ τέλει τῆς δημιουργίας αὐτὸν προήγαγεν.
Chapter 42
Ὁ Σταυρὸς τοῦ ἐν πληρώματι Ὅρου σημεῖόν ἐστιν· χωρίζει γὰρ τοὺς ἀπίστους τῶν πιστῶν ὡς ἐκεῖνος τὸν κόσμον τοῦ πληρώματος· διὸ καὶ τὰ σπέρματα ὁ Ἰησοῦς διὰ τοῦ σημείου ἐπὶ τῶν ὤμων βαστάσας εἰσάγει εἰς τὸ πλήρωμα. ὦμοι γὰρ τοῦ σπέρματος ὁ Ἰησοῦς λέγεται, κεφαλὴ δὲ ὁ Χριστός. ὅθεν εἴρηται· »ὃς οὐκ αἴρει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ μοι. οὐκ ἔστι μου ἀδελφός.« ᾖρεν οὖν τὸ σῶμα τοῦ Ἰησοῦ, ὅπερ ὁμοούσιον ἦν τῇ ἐκκλησίᾳ.
Chapter 43
Λέγουσιν οὖν ὅτι αἱ δεξιαὶ ᾔδεσαν τοῦ Ἰησοῦ καὶ τοῦ χριστοῦ τὰ ὀνόματα καὶ πρὸ τῆς παρουσίας, ἀλλὰ τοῦ σημείου οὐκ ᾔδεσαν τὴν δύναμιν. καὶ δόντος πᾶσαν τὴν ἐξουσίαν τοῦ πατρός, συναινέσαντος δὲ καὶ τοῦ πληρώματος. ἐκπέμπεται »ὁ τῆς βουλῆς ἄγγελος«. καὶ γίνεται κεφαλὴ τῶν ὅλων μετὰ τὸν πατέρα· »πάντα γὰρ ἐν αὐτῷ ἐκτίσθη τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, θρόνοι, κυριότητες, βασιλεῖαι, θεότητες, λειτουργίαι·« »διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἔδωκεν αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα πᾶν γόνυ κάμψῃ καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι κύριος τῆς δόξης Ἰησοῦς Χριστὸς σωτήρ,« »ἀναβὰς αὐτὸς καὶ καταβάς· τὸ δὲ ἀνέβη τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη; ὁ καταβὰς αὐτός ἐστιν εἰς τὰ κατώτατα τῆς γῆς καὶ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν.«
Chapter 44
Ἰδοῦσα δὲ αὐτὸν ἡ Σοφία ὅμοιον τῷ καταλιπόντι αὐτὴν φωτὶ ἐγνώρισεν καὶ προσέδραμεν καὶ ἠγαλλιάσατο καὶ προσεκύνησεν, τοὺς δὲ ἄρρενας ἀγγέλους τοὺς σὺν αὐτῷ ἐκπεμφθέντας θεασαμένη, κατῃδέσθη καὶ κάλυμμα ἐπέθετο. διὰ τούτου τοῦ μυστηρίου ὁ Παῦλος κελεύει τὰς γυναῖκας »φορεῖν ἐξουσίαν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους«.
Εὐθὺς οὖν ὁ Σωτὴρ ἐπιφέρει αὐτῇ μόρφωσιν τὴν κατὰ γνῶσιν
Chapter 45
καὶ ἴασιν τῶν παθῶν, δείξας ἀπὸ πατρὸς ἀγεννήτου τὰ ἐν πληρώματι καὶ τὰ μέχρι αὐτῆς· ἀποστήσας δὲ τὰ πάθη τῆς πεπονθυίας αὐτὴν μὲν ἀπαθῆ κατεσκεύασεν, τὰ πάθη δὲ διακρίνας ἐφύλαξεν, καὶ οὐχ ὥσπερ τὰ τῆς ἔνδον διεφορήθη, ἀλλ᾿ εἰς οὐσίαν ἤγαγεν αὐτά τε καὶ τὰ τῆς δευτέρας διαθέσεως. οὕτως διὰ τῆς τοῦ Σωτῆρος ἐπιφανείας ἡ Σοφία ἀπαθὴς γίνεται καὶ τὰ ἔξω κτίζεται. »πάντα γὰρ δι᾿ αὐτοῦ γέγονεν καὶ χωρὶς αὐτοῦ γέγονεν οὐδέν.«
Πρῶτον οὖν ἐξ ἀσωμάτου πάθους καὶ συμβεβηκότος εἰς ἀσώματον
Chapter 46
ἔτι τὴν ὕλην αὐτὰ μετήντλησεν καὶ μετέβαλεν, εἶθ᾿ οὕτως εἰς συγκρίματα καὶ σώματα· ἀθρόως γὰρ οὐσίαν ποιῆσαι τὰ πάθη οὐκ ἐνῆν· καὶ τοῖς σώμασι κατὰ φύσιν ἐπιτηδειότητα ἐνεποίησεν.
Πρῶτος μὲν οὖν δημιουργὸς ὁ Σωτὴρ γίνεται καθολικός. »ἡ δὲ Σοφία« δευτέρα »οἰκοδομεῖ οἶκον ἑαυτῇ καὶ ὑπήρεισεν στύλους ἑπτά«.
Chapter 47
καὶ πρῶτον πάντων προβάλλεται εἰκόνα τοῦ πατρὸς θεόν, δι᾿ οὗ ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν, τουτέστι »τὰ οὐράνια καὶ τὰ ἐπίγεια«, τὰ δεξιὰ καὶ τὰ ἀριστερά. οὗτος ὡς εἰκὼν πατρὸς πατὴρ γίνεται καὶ προβάλλει πρῶτον τὸν ψυχικὸν Χριστὸν υἱοῦ εἰκόνα, ἔπειτα τοὺς ἀρχαγγέλους αἰώνων εἰκόνας, εἶτα ἀγγέλους ἀρχαγγέλων ἐκ τῆς ψυχικῆς καὶ φωτεινῆς οὐσίας, ἥν φησιν ὁ προφητικὸς λόγος »καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τῶν ὑδάτων«, κατὰ τὴν συμπλοκὴν τῶν δύο οὐσιῶν τῶν αὐτῷ πεποιημένων τὸ εἰλικρινὲς »ἐπιφέρεσθαι« εἰπών. τὸ δὲ ἐμβριθὲς καὶ ὑλικὸν ὑποφέρεσθαι, τὸ θολερὸν καὶ παχυμερές. ἀσώματον δὲ καὶ ταύτην ἐν ἀρχῇ αἰνίσσεται τῷ φάσκειν »ἀόρατον«· οὔτε γὰρ ἀνθρώπῳ τῷ μηδέπω ὄντι ἀόρατος ἦν οὔτε τῷ θεῷ· ἐδημιούργει γάρ· ἀλλὰ τὸ ἄμορφον καὶ ἀνείδεον καὶ ἀσχημάτιστον αὐτῆς ὧδέ πως ἐξεφώνησεν.
Chapter 48
Διακρίνας δὲ ὁ Δημιουργὸς τὰ καθαρὰ ἀπὸ τοῦ ἐμβριθοῦς, ὡς ἂν ἐνιδὼν τὴν ἑκατέρου φύσιν, φῶς ἐποίησεν, τουτέστιν ἐφανέρωσεν καὶ εἰς φῶς καὶ ἰδέαν προσήγαγεν, ἐπεὶ τό γε ἡλιακὸν καὶ οὐράνιον φῶς πολλῷ ὕστερον ἐργάζεται· καὶ ποιεῖ [ἐκ] τῶν ὑλικῶν τὸ μὲν ἐκ τῆς λύπης, οὐσιωδῶς κτίζων »πνευματικὰ τῆς πονηρίας, πρὸς ἃ ἡ πάλη ἡμῖν«· διὸ καὶ λέγει ὁ ἀπόστολος· »καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε·« τὸ δὲ ἐκ τοῦ φόβου τὰ θηρία, τὸ δὲ ἐκ τῆς ἐκπλήξεως καὶ ἀπορίας τὰ στοιχεῖα τοῦ κόσμου. ἐν δὲ τοῖς τρισὶ στοιχείοις τὸ πῦρ ἐναιωρεῖται καὶ ἐνέσπαρται καὶ ἐμφωλεύει καὶ ὑπὸ τούτων ἐξάπτεται καὶ τούτοις ἐπαποθνῄσκει, μὴ ἔχον τόπον ἀποτακτὸν ἑαυτοῦ ὡς καὶ τὰ ἄλλα στοιχεῖα. ἐξ ὧν τὰ συγκρίματα δημιουργεῖται.
Chapter 49
Ἐπεὶ δὲ οὐκ ἐγίνωσκεν τὴν δι᾿ αὑτοῦ ἐνεργοῦσαν οἰόμενος ἰδίᾳ δυνάμει δημιουργεῖν φιλεργὸς ὢν φύσει, διὰ τοῦτο εἶπεν ὁ ἀπόστολος· »ὑπετάγη τῇ ματαιότητι τοῦ κόσμου, οὐχ ἑκών, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ᾿ ἐλπίδι, ὅτι καὶ αὐτὸς ἐλευθερωθήσεται«, ὅταν συλλεγῇ τὰ σπέρματα τοῦ θεοῦ. τεκμήριον δὲ μάλιστα τοῦ ἀκουσίου τὸ εὐλογεῖν τὸ σάββατον καὶ τὴν ἀπὸ τῶν πόνων ἀνάπαυσιν ὑπερασπάζεσθαι.
Chapter 50
»Λαβὼν χοῦν ἀπὸ τῆς γῆς«, οὐ τῆς ξηρᾶς, ἀλλὰ τῆς πολυμεροῦς καὶ ποικίλης ὕλης μέρος, ψυχὴν γεώδη καὶ [ὑλικὴν ἐτεκτήνατο ἄλογον καὶ τῇ τῶν θηρίων ὁμοούσιον· οὗτος ὁ »κατ᾿ εἰκόνα« ἄνθρωπος. ὁ δὲ »καθ᾿ ὁμοίωσιν« τὴν αὐτοῦ τοῦ Δημιουργοῦ ἐκεῖνός ἐστιν, ὃν εἰς τοῦτον »ἐνεφύσησέν« τε καὶ ἐνέσπειρεν, ὁμοούσιόν τι αὐτῷ δι᾿ ἀγγέλων ἐνθείς· καθὸ μὲν ἀόρατός ἐστι καὶ ἀσώματος, τὴν οὐσίαν αὐτοῦ »πνοὴν ζωῆς« προσεῖπεν, μορφωθὲν δὲ »ψυχὴ ζῶσα« ἐγένετο, ὅπερ εἶναι καὶ αὐτὸς ἐν ταῖς προφητικαῖς γραφαῖς ὁμολογεῖ.
Chapter 51
Ἄνθρωπος γοῦν ἐστιν ἐν ἀνθρώπῳ, ψυχικὸς ἐν χοϊκῷ, οὐ μέρει μέρος, ἀλλὰ ὅλῳ ὅλος συνών, ἀρρήτῳ δυνάμει θεοῦ· ὅθεν ἐν τῷ παραδείσῳ, τῷ τετάρτῳ οὐρανῷ, δημιουργεῖται· ἐκεῖ γὰρ χοϊκὴ σὰρξ οὐκ ἀναβαίνει, ἀλλ᾿ ἦν τῇ ψυχῇ τῇ θείᾳ οἷον σὰρξ ἡ ὑλική. ταῦτα σημαίνει »τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου«, τὴν θείαν ψυχὴν αἰνίσσεται τὴν ἐγκεκρυμμένην τῇ σαρκὶ καὶ στερεὰν καὶ δυσπαθῆ καὶ δυνατωτέραν, »καὶ σὰρξ ἐκ τῆς σαρκός μου«, τὴν ὑλικὴν ψυχὴν σῶμα οὖσαν τῆς θείας ψυχῆς. περὶ τούτων τῶν δυεῖν καὶ ὁ σωτὴρ λέγει φοβεῖσθαι δεῖν τὸν δυνάμενον ταύτην τὴν ψυχὴν καὶ τοῦτο τὸ σῶμα τὸ ψυχικὸν ἐν γεέννῃ ἀπολέσαι«.
Chapter 52
Τοῦτο τὸ σαρκίον »ἀντίδικον« ὁ σωτὴρ εἶπεν καὶ ὁ Παῦλος »νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου«, καὶ »δῆσαι« παραινεῖ καὶ »ἁρπάσαι ὡς ἰσχυροῦ τὰ σκεύη«, τοῦ ἀντιπολεμοῦντος τῇ οὐρανίῳ ψυχῇ. ὁ σωτήρ, καὶ »ἀπηλλάχθαι αὐτοῦ« παραινεῖ »κατὰ τὴν ὁδόν, μὴ τῇ φυλακῇ περιπέσωμεν καὶ τῇ κολάσει«· ὁμοίως δὲ καὶ »εὐνοεῖν« αὐτῷ, μὴ τρέφοντας καὶ ῥωννύντας τῇ τῶν ἁμαρτημάτων ἐξουσίᾳ, ἀλλ᾿ ἐντεῦθεν νεκροῦντας ἤδη καὶ ἐξίτηλον ἀποφαίνοντας ἀποχῇ τῆς πονηρίας, ἵνα ἐν τῇ διαλύσει ταύτῃ διαφορηθὲν καὶ διαπνεῦσαν λάθῃ, ἀλλὰ μὴ καθ᾿ αὑτό τινος ὑποστάσεως λαβόμενον, τὴν ἰσχὺν ἔχῃ παράμονον ἐν τῇ διὰ πυρὸς διεξόδῳ.
Chapter 53
Τοῦτο » ζιζάνιον« ὀνομάζεται συμφυὲς τῇ ψυχῇ, τῷ χρηστῷ σπέρματι, τοῦτο καὶ σπέρμα τοῦ διαβόλου ὡς ὁμοούσιον ἐκείνῳ καὶ ὄφις καὶ διαπτερνιστὴς καὶ λῃστὴς ἐπιτιθέμενος κεφαλῇ βασιλέως. ἔσχεν δὲ ὁ Ἀδὰμ ἀδήλως αὐτῷ ὑπὸ τῆς Σοφίας ἐνσπαρὲν τὸ σπέρμα τὸ πνευματικὸν εἰς τὴν ψυχήν· »διαταγείς«, φησί, »δι᾿ ἀγγέλων ἐν χειρὶ μεσίτου· ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν· ὁ δὲ θεὸς εἶς ἐστιν.« δι᾿ ἀγγέλων οὖν τῶν ἀρρένων τὰ σπέρματα ὑπηρετεῖται τὰ εἰς γένεσιν προβληθέντα ὑπὸ τῆς Σοφίας, καθὸ ἐγχωρεῖ γίνεσθαι. ἅτε γὰρ Δημιουργὸς ἀδήλως κινούμενος ὑπὸ τῆς Σοφίας οἴεται αὐτοκίνητος εἶναι ὁμοίως καὶ οἱ ἄνθρωποι. πρῶτον οὖν σπέρμα πνευματικὸν τὸ ἐν τῷ Ἀδὰμ προέβαλεν ἡ Σοφία, ἵνα ᾖ τὸ ὀστοῦν. ἡ λογικὴ καὶ οὐρανία ψυχή, μὴ κενή, ἀλλὰ μυελοῦ γέμουσα πνευματικοῦ.
Ἀπὸ δὲ τοῦ Ἀδὰμ τρεῖς φύσεις γεννῶνται, πρώτη μὲν ἡ ἄλογος.
Chapter 54
ἧς ἦν Κάιν, δευτέρα δὲ ἡ λογικὴ καὶ ἡ δικαία, ἧς ἦν Ἄβελ· τρίτη δὲ ἡ πνευματική. ἧς ἦν Σήθ. καὶ ὁ μὲν χοϊκός ἐστι »κατ᾿ εἰκόνα«. ὁ δὲ ψυχικὸς »καθ᾿ ὁμοίωσιν« θεοῦ, ὁ δὲ πνευματικὸς κατ᾿ ἰδίαν, ἐφ᾿ οἷς τρισὶν ἄνευ τῶν ἄλλων παίδων τοῦ Ἀδὰμ εἴρηται· »αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων.« ὅτι δὲ πνευματικὸς ὁ Σήθ, οὔτε ποιμαίνει οὔτε γεωργεῖ, ἀλλὰ παῖδα καρποφορεῖ, ὡς τὰ πνευματικά· καὶ τοῦτον, ὃς »ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου«, ἄνω βλέποντα. οὗ »τὸ πολίτευμα ἐν οὐρανῷ«, τοῦτον ὁ κόσμος οὐ χωρεῖ.
Chapter 55
Τοῖς τρισὶν ἀσωμάτοις ἐπὶ τοῦ Ἀδὰμ τέταρτον ἐπενδύεται ὁ χοϊκὸς τοὺς »δερματίνους χιτῶνας«. οὔτ᾿ οὖν ἀπὸ τοῦ πνεύματος οὔτ᾿ οὖν ἀπὸ τοῦ ἐμφυσήματος σπείρει ὁ Ἀδάμ· θεῖα γὰρ ἄμφω. καὶ δι᾿ αὐτοῦ μέν, οὐχ ὑπ᾿ αὐτοῦ δέ, προβάλλεται ἄμφω· τὸ δὲ ὑλικὸν αὐτοῦ ἐνεργὸν εἰς σπέρμα καὶ γένεσιν, ὡς ἂν τῷ σπέρματι συγκεκραμένον καὶ ταύτης ἐν ζωῇ τῆς ἁρμονίας ἀποστῆναι μὴ δυνάμενον. κατὰ τοῦτο πατὴρ ἡμῶν ὁ Ἀδάμ. »ὁ πρῶτος[δ᾿] ἄνθρωπος ἐκ γῆς χοϊκός«.
Chapter 56
εἰ δὲ καὶ ἐκ ψυχικοῦ ἔσπειρεν καὶ ἐκ πνευματικοῦ καθάπερ ἐξ ὑλικοῦ, πάντες ἂν ἴσοι καὶ δίκαιοι ἐγεγόνεισαν καὶ ἐν πᾶσιν ἂν ἡ διδαχὴ ἦν. διὰ τοῦτο πολλοὶ μὲν οἱ ὑλικοί, οὐ πολλοὶ δὲ οἱ ψυχικοί· σπάνιοι δὲ οἱ πνευματικοί. τὸ μὲν οὖν πνευματικὸν φύσει σῳζόμενον. τὸ δὲ ψυχικὸν αὐτεξούσιον ὂν ἐπιτηδειότητα ἔχει πρός τε πίστιν καὶ ἀφθαρσίαν καὶ πρὸς ἀπιστίαν καὶ φθορὰν κατὰ τὴν οἰκείαν αἵρεσιν, τὸ δὲ ὑλικὸν φύσει ἀπόλλυται. ὅταν οὖν τὰ ψυχικὰ »ἐγκεντρισθῇ τῇ καλλιελαίῳ« εἰς πίστιν καὶ ἀφθαρσίαν καὶ μετάσχῃ »τῆς πιότητος τῆς ἐλαίας«. καὶ ὅταν »εἰσέλθῃ τὰ ἔθνη«. τότε »οὕτω πᾶς Ἰσραὴλ σωθήσεται«. Ἰσραὴλ δὲ ἀλληγορεῖται ὁ πνευματικὸς ὁ ὀψόμενος τὸν θεὸν ὁ τοῦ πιστοῦ Ἀβραὰμ υἱὸς γνήσιος ὁ »ἐκ τῆς ἐλευθέρας«. οὐχ ὁ »κατὰ σάρκα«, ὁ ἐκ τῆς δούλης τῆς Αἰγυπτίας.
Chapter 57
Γίνεται οὖν ἐκ τῶν γενῶν τῶν τριῶν τοῦ μὲν μόρφωσις τοῦ πνευματικοῦ, τοῦ δὲ μετάθεσις τοῦ ψυχικοῦ ἐκ…
Chapter 58
Μ…
The complete text is available when the reading interface loads.