Stereometrica
- Scientific editors
- Johan Ludvig Heiberg
- Edition reference
- Heronis quae feruntur sterometrica et de mensuris · Leipzig · Teubner · 1914
- CTS identifier
urn:cts:greekLit:tlg0559.tlg010.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Ι. ΕΙΣΑΓΩΓΑΙ ΤΩΝ ΣΤΕΡΕΟΜΕΤΡΟΥΜΕΝΩΝ ΗΡΩΟΣ.
Chapter 1
Σφαίρας δοθείσης τῆς διαμέτρου ποδῶν ῑ εὑρεῖν τὸ στερεόν. Ἀρχιμήδης ἐν τοῖς Περὶ σφαίρας καὶ κυλίνδρου δείκνυσιν, ὅτι ὁ κύλινδρος ὁ βάσιν μὲν ἔχων ἴσην τῷ μεγίστῳ τῶν ἐν τῇ σφαίρᾳ κύκλων, ὕψος δὲ ἴσον τῇ διαμέτρῳ τῆς σφαίρας, ἡμιόλιός ἐστι τῆς σφαίρας· ὥστε κατὰ τοῦτον τὸν λόγον δεῖ τὰ ῑ ἐφ᾿ ἑαυτὰ λαβεῖν, καὶ τῶν γινομένων ἐπὶ τὰ ια ὧν τὸ ιδ´, καὶ ταῦτα ἐπὶ τὸ ὕψος τοῦ κυλίνδρου πολυπλασιασθέντα, τουτέστιν ἐπὶ τὰ ῑ, καὶ τῶν γινομένων λαβεῖν τὸ U+2220ʹ ϛʹ καὶ ἀποφέρεσθαι ἐπὶ τὸ τῆς σφαίρας στερεόν· εἰσὶ δὲ πόδες φκγ καὶ ιζ εἰκοστομόνα.
κατὰ τὸν αὐτὸν λόγον δείκνυται, ὡς ια κύβοι ἀπὸ τῆς διαμέτρου τῆς σφαίρας ἴσοι γίνονται κα σφαίραις· ὥστε δεήσει τὰ ῑ κυβίσαντα· ἔστι δὲ ,ᾱ· τούτων λαβεῖν τὸ ἐνδεκάκις κα΄· καὶ τοσοῦτον γίνεται τὸ στερεὸν τῆς σφαίρας.
Chapter 2
Σφαῖρα, ἧς ἡ περίμετρος ποδῶν κβ· εὑρεῖν αὐτῆς τὸ στερεόν. ποίει οὕτως· λαβὲ ἀπὸ τῆς περιμέτρου τὴν διάμετρον ἀπὸ τοῦ ὑποκειμένου ὑποδείγματος τῶν κύκλων καὶ ἔσται ἡ διάμετρος ποδῶν ζ. ταῦτα ἐφ᾿ ἑαυτά· 2 στερεομετρουμένων] Hultsch, στερεωμετρουμένων CM. 5 ὁ (alt.)] addidi, om. CM. 9 τῶν γινομένων] CM, τὰ γινό- γίνονται μθ. ταῦτα πάλιν ἐπὶ τὰ ζ· γίνονται τμγ· καὶ ταῦτα δεκάκις καὶ ἅπαξ· γίνονται ,γψογ. ταῦτα ἀνάλυσον παρὰ τὰ κα· γίνονται ροθ ω´. τοσούτων ἔσται ποδῶν τὸ στερεὸν τῆς σφαίρας.
τὴν δὲ ἐπιφάνειαν εὑρήσομεν οὕτως· ἀεὶ θὶς τὴν διάμετρον· γίνονται ιδ. ταῦτα δεκάκις καὶ ἅπαξ· γίνονται ρνδ. τοσούτων ἔσται ποδῶν ἡ ἐπιφάνεια τῆς σφαίρας.
Chapter 3
Ἄλλως. Σφαῖρα, ἧς ἡ διάμετρος, τουτέστιν ὁ ἄξων, ποδῶν ζ εὑρεῖν αὐτῆς τὸ στερεόν. ποίει οὕτως· τὰ ζ τῆς διαμέτρου κύβισον, τουτέστιν αὐτὰ ἐφ᾿ ἑαυτά· γίνονται μθ· καὶ ταῦτα πάλιν ἑπτάκις· γίνονται τμγ. ταῦτα ἀεὶ δεκάκις καὶ ἅπαξ· γίνονται ,γψογ· ὧν τὸ κα´· γίνονται ροθ ωʹ. τοσούτων ἔσται ποδῶν τὸ στερεὸν τῆς σφαίρας.
Σφαῖραν μετρήσομεν, S ἧς ἡ διάμετρος ποδῶν ζ, ἡ δὲ περίμετρος ποδῶν κβ· εὑρεῖν αὐτῆς τὸ στερεόν. ποιῶ οὕτως· τὴν διάμετρον ἐφ᾿ ἑαυτήν· γίνονται μθ. ταῦτα ποιῶ πάλιν ἐπὶ τὴν διάμετρον τῶν ζ· γίνονται πόδες τμγ· ταῦτα πολυπλασιάζω ἑνδεκάκις· γίνονται πόδες ,γψογ· ταῦτα μερίζω παρὰ τὸν κᾶ· γίνονται ροθ β. τοσούτου ἐστὶ τὸ στερεὸν τῆς σφαίρας.
τὴν δὲ ἐπιφάνειαν τῆς αὐτῆς σφαίρας εὑρήσομεν οὕτως· πάντοτε τὴν διάμετρον τῶν ζ ἐπὶ τὴν περίμετρον τῶν κβ· γίνονται πόδες ρνδ. τοσούτου ἔσται ἡ ἐπιφάνεια τῆς σφαίρας, ποδῶν ρνδ.
Chapter 4
Σφαίρας ἡ διάμετρος ποδῶν ῑ· εὑρεῖν αὐτῆς τὴν ἐπιφάνειαν. ποιῶ οὕτως· τὴν διάμετρον ἐφ᾿ ἑαυτήν· γίνονται ρ. ταῦτα καθολικῶς ποίησον ἐνδεκάκις· γίνονται ,αρ. τούτων λαβὲ τὸ ιδ´· γίνονται οη U+2220´ ιδ´. ταῦτα καθολικῶς ποίησον δακτύλους ἤγουν τετράκις τετράκις εἶπεν διὰ τὸ τὸν παλαιστὴν ἔχειν δ δακτύλους· γίνονται τιδ δ´ κη´. τοσούτου γίνεται ἡ ἐπιφάνεια τῆς σφαίρας.
ἐποίησα δὲ τὰ γενόμενα τετράκις παρὰ ταύτην τὴν αἰτίαν· δείκνυσι γὰρ Ἀρχιμήδης, ὅτι ἡ ἐπιφάνεια τῆς σφαίρας τετραπλάσιον ἑνὸς μεγίστου κύκλου.
Κύκλου ἐπιπέδου διδάσκει τὸ ἐμβαδὸν τετραπλούμενον ποιεῖν σφαίρας ἐπιφάνειαν. μέγιστος δὲ κύκλος ἐστὶν ὁ αὐτὸ τὸ κέντρον ἔχων τῆς σφαίρας.
Chapter 5
Ἄλλως μετρῆσαι τὴν ἐπιφάνειαν. ποίησον οὕτως· τὴν διάμετρον ἐφ᾿ ἑαυτήν· γίνονται ρ. ταῦτα ποίησον ἐπὶ τὰ μδ· γίνονται ,δυ. τούτων λαβὲ τὸ ιδ´· γίνονται τιδ δ´ κη´. τοσούτων ποδῶν ἡ περιφέρεια εἴτουν ἡ ἐπιφάνεια τῆς σφαίρας.
Chapter 6
Ἄλλως. ποίησον τὴν διάμετρον δίς· γίνονται κ. ταῦτα ἐφ᾿ ἑαυτά· γίνονται υ. ταῦτα ἐνδεκάκις· γίνονται ,δυ. τούτων τὸ ιδ´· γίνονται τιδ δ´ κη´. τοσούτων γίνεται ἡ ἐπιφάνεια τῆς σφαίρας.
Chapter 7
Πάλιν σφαίρας τὸ στερεὸν εὑρήσομεν οὕτως· ἡ διάμετρος ποδῶν ῑ. κύβισον τὰ ῑ· ἐφʼ ἑαυτὰ γίνονται ρ· ταῦτα πάλιν ἐπὶ ῑ· γίνονται ,ᾱ. ταῦτα ποίησον ἐνδεκάκις καὶ τούτων λαβὲ τὸ κα´· καὶ γίνεται τὸ στερεὸν φκγ καὶ ιζ κα´. ἐποιήσαμεν δὲ τὰ γενόμενα ἐνδεκάκις καὶ ὧν τὸ κα´ ἐλάβομεν διὰ ταύτην τὴν αἰτίαν· δείκνυσιν Ἀρχιμήδης, ὅτι ια κύβοι ἴσοι γίνονται κα σφαίραις.
Chapter 8
Ἄλλως. σφαίρας ἡ διάμετρος ποδῶν δ. ποίει οὕτως· μέτρει κύκλον· γίνεται ἄρα ἀπὸ τῆς διαμέτρου τὸ ἐμβαδὸν ποδῶν ιβ U+2220΄ ιδ´· γίνεται καὶ ἡ βάσις τοῦ περελαμβάνοντος κυλίνδρου τὴν σφαῖραν τὸ αὐτό. πολυπλασιάζω οὖν τὰ ιβ U+2220΄ ιδʹ ἐπὶ τὸ ὕψος τοῦ κυλίνδρου τοῦ περιλαμβάνοντος τὴν σφαῖραν, τουτέστιν ἐπὶ τὰ δ γίνονται δ´ κη´· τοσούτου γίνεται ὁ αὐτὸς κύλινδρος ἡμιόλιος γάρ ἐστι τῆς σφαίρας. καὶ ἐλάβομεν τὸ ω´ μέρος τὰ β μέρη τῶν ν δ´ κη´· καὶ τοσούτου γίνεται τὸ στερεὸν τῆς σφαίρας· ἔστι δὲ λγ U+2220´ μβ´.
Chapter 9
Ἄξων σφαίρας τί ἐστιν; εὐθεῖα διὰ κέντρου ἠγμένη καὶ περατουμένη ἐφʼ ἑκάτερα τὰ μέρη ὑπὸ τῆς σφαίρας, ἀμετακίνητος, περὶ ἣν ἡ σφαῖρα κινεῖται καὶ στρέφεται.
Chapter 10
Ἐὰν σφαῖρα τμηθῇ, ἡ τομὴ κύκλος γίνεται. τῶν δὲ ἐν τῇ σφαίρᾳ κύκλων οἱ μὲν διὰ μέσου τὴν σφαῖραν τέμνουσιν, οἱ δὲ οὔ· οἱ μὲν οὖν διὰ μέσου τέμνοντες καλοῦνται μέγιστοι καὶ πάντες ἀλλήλοις ἴσοι εἰσίν, οἱ δὲ οὐ διὰ μέσου οὐ πάντες πᾶσιν ἴσοι, ἀλλά τινές τισι. καὶ ἔτι τῶν ἐν τῇ σφαίρᾳ κύκλων οἳ μέν εἰσιν ὀρθοὶ πρὸς τὸν ἄξονα, οὗτοι ἑαυτοῖς παράλληλοί εἰσιν· παράλληλοι δέ εἰσιν οἱ τὸ αὐτὸ ἀεὶ διάστημα μεταξὺ ἔχοντες ἑαυτῶν καὶ μήτε μεῖζον μιήτε ἔλαττον.
Chapter 11
Ὁρίζων κύκλος ἐστίν, ὃς καὶ αὐτὸς διὰ μέσου τέμνει τὴν σφαῖραν εἴς τε τὸ ἀφανὲς καὶ τὸ φαινόμενον, ἀφʼ οὗ καὶ ὁρίζων ἐκλήθη. διαφοραὶ δὲ τῶν ὁριζόντων πλείους· ὁ μὲν γὰρ ἔστι διὰ τῶν πόλων τῆς σφαίρας, ὁ δὲ ὀρθὸς πρὸς τὸν ἄξονα· καὶ ὅσαι εἰσὶ διαφοραὶ τῶν ὁριζόντων, τοσαῦται διαφοροὶ καὶ θέσεις τῆς σφαίρας τυγχάνουσιν.
Chapter 12
Ὀξὺς κῶνος, οὗ ἡ μὲν διάμετρος τῆς βάσεως ποδῶν ζ, ἡ δὲ ἀπὸ τῆς κορυφῆς κάθετος ποδῶν λ· εὑρεῖν αὐτοῦ τὸ στερεόν. ποίει οὕτως· ὥσπερ ἐπὶ τῶν κύκλων ἀπὸ τῶν ζ τῆς διαμέτρου ἔσται τὸ ἐμβαδὸν ποδῶν λη U+2220΄· καὶ λαβὲ ἀπὸ τῶν λ τοῦ ὕψους, τουτέστι τῆς καθέτου, τὸ γ´· γίνονται ῑ. ταῦτα ἐπὶ τὰ λη U+2220´· γίνονται τπε. τοσούτων ἔσται ποδῶν τὸ στερεὸν τοῦ κώνου.
Κῶνον μετρήσομεν, οὗ s ἡ διάμετρος τῆς βάσεως ποδῶν ζ, ἡ δὲ ἀπὸ τῆς κορυφῆς κάθετος ποδῶν λ· εὑρεῖν αὐτοῦ τὸ ἐμβαδόν. ποιῶ οὕτως· ὥσπερ καὶ ἐπὶ τῶν κύκλων ἀπὸ τῶν ζ ποδῶν τῆς διαμέτρου καὶ ἔστω τὸ ἐμβαδὸν ποδῶν λη U+2220΄· καὶ λαμβάνω ἀπὸ τῶν λ ποδῶν τοῦ ὕψους ἢ τῆς καθέτου τὸ γʹ· γίνονται ῑ. ταῦτα ποιῶ ἐπὶ τὰ λη U+2220΄·γίνονται πόδες τπε. τοσούτων ποδῶν ἔσται τὸ στερεὸν τοῦ κώνου.
Chapter 13
Ἄλλως ὁ αὐτὸς κῶνος ὀξυγώνιος. μετρήσωμεν οὕτως· ἔστω ἡ διάμετρος τοῦ περὶ τὴν βάσιν κύκλου ποδῶν ϛ, ὁ δὲ ἄξων ποδῶν ιβ, ὅ ἔστιν ὕψος ἢ μῆκος· εὑρεῖν τὸ στερεόν. ποιῶ οὕτως· ἔλαβον τοῦ κύκλου τὴν διάμετρον. τὸ ἐμβαδὸν ποιήσας· ἐφʼ ἑαυτὰ τὰ ϛ καὶ τὰ γινόμενα ἐνδεκάκις καὶ τὸ ιδʹ, καὶ γίνονται κη δʹ κηʹ· ταῦτα ἐπολυπλασίασα ἐπὶ τὰ ιβ· γίνονται τλθ γ ζ΄. τοσοῦτον γίνεται τὸ στερεὸν τοῦ κυλίνδρου.
ἐπεὶ οὖν οὐχ ὑπόκειταί μοι κυλίνδρου μέτρησιν εὑρεῖν ἐπὶ τοῦ προκειμένου, ἀλλὰ κώνου, ἔλαβον τὸ γ´ τῶν τλθ γ ζ΄· γίνονται ριγ ζ΄. τοσούτου γίνεται τὸ στερεὸν τοῦ κώνου· δέδεικται γὰρ ἐν τῇ στοιχειώσει Εὐκλείδου, ὅτι πᾶς κῶνος τρίτον μέρος ἐστὶ κυλίνδρου τοῦ τὴν αὐτὴν βάσιν ἔχοντος καὶ ὕψος ἴσον.
Chapter 14
Ἔστι κῶνον μετρῆσαι ἀπό τε κλιμάτων καὶ τῆς περὶ τὸν κύκλον διαμέτρου οὕτως· τὰ κλίματα ἀνὰ ποδῶν κ, τῆς δὲ βάσεως ἡ διάμετρος ποδῶν κδ· εὑρεῖν τὴν κάθετον καὶ τὸ στερεόν. ποιῶ οὕτως· ἔλαβον τῆς διαμέτρου τὸ U+2220΄· γίνονται ιβ. ταῦτα ἐφʼ ἑαυτά· γίνονται ρμδ. καὶ τὰ ἀπὸ τοῦ κλίματος κ εφʼ ἑαυτά· γίνονται υ. ἀπὸ τούτων ἆρον τὰ ρμδ· λοιπὰ σνς. τούτων λαβὲ πλευρὰν τετραγωνικήν· γίνονται ιϛ· τοσούτου γίνεται ἡ κάθετος.
ἵνα δὲ καὶ τὸ στερεὸν εὕρω, ἐμέτρησα ἀπὸ τῶν κδ τὸν κύκλον· γίνεται τὸ ἐμβαδὸν υνβ U+2220΄ ιδ΄. τούτων λαβὲ τὸ γʹ· γίνεται τοῦ κώνου τὸ στερεὸν μετὰ τοῦ πολυπλασιασμοῦ τῆς καθέτου.
Chapter 15
Κῶνος κόλουρος ὁ καὶ ἀτέλεστος, οὗ ἡ μὲν μείζων διάμετρος ποδῶν ῑ, ἡ CM δὲ ἥττων ποδῶν δ, τὸ δὲ μῆκος ποδῶν λ. εὑρεῖν αὐτοῦ τὸ στερεόν. ποίει οὔτως· σύνθες τὰς δύο διαμέτρους τὰ ῑ καὶ δ· γίνονται ιδ· ὧν τὸ U+2220΄· γίνονται ζ, ὅ ἐστιν ἡ διάμετρος, ὡς εἶναι τὸ ἐμβαδὸν ἀκολούθως τοῖς προγεγρμμένοις κύκλοις ποδῶν λη U+2220΄. ταῦτα ἐπὶ τὰ λ τοῦ μήκους· γίνονται ,αρνε. τοσούτων ἔσται ποδῶν τὸ τερεὸν τοῦ κώνου.
Ἔστω κῶνος κόλουρος, S οὗ ἡ διάμετρος ἡ μείζων ποδῶν ῑ, ἡ δὲ ἥττων ποδῶν δ, καὶ τὸ μῆκος ποδῶν S λ· εὑρεῖν αὐτοῦ τὸ στερεόν. ποίει οὕτως· σύνθες τὰς β διαμέτρους τὰ ῑ καὶ τὰ δ· γίνονται ιδ· ὧν U+2220΄ γίνεται ζ, ὅ ἐστι διάμετρος. τοσούτου τὸ ἐμιβαδὸν γίνεται, ποδῶν ληU+2220΄. ταῦτα ποιῶ ἐπὶ τοὺς λ τοῦ μήκους· γίνονται πόδες ,αρνε. τοσούτων ποδῶν ἐστι τὸ στερεὸν τοῦ κώνου, ποδῶν ,αρνε.
Chapter 16
16 Ἄλλως. κῶνον δὲ κόλουρον μετρῆσαι καὶ εὑρεῖν τὸ στερεὸν ἀπό τε τῶν διαμέτρων καὶ καθέτου. ἔστω ἡ διάμετρος τοῦ μείζονος κύκλου ποδῶν ϛ, τοῦ δὲ ἐλάττονος ποδῶν β, ἡ δὲ κάθετος ποδῶν δ. ποιῶ οὕτως· τὰ ϛ ἐφʼ ἑαυτά· γίνονται λϛ· καὶ τὰ β ἐφʼ ἑαυτά· γίνονται δ· ὁμοῦ μ. καὶ τὰ ϛ ἐπολυπλασίασα ἐπὶ τὰ β· γίνονται ιβ· καὶ ταῦτα προσέθηκα τοῖς μ· γίνονται νβ. ταῦτα τετράκις, τουτέστιν ἐπὶ τὴν κάθετον· γίνονται ση. ποίησον ἐνδεκάκις· γίνονται ,βσπη. τούτων τό μβ΄· γίνονται νδ καὶ κ μβʹ μβʹ, τουτέστι νδ γʹ ζʹ. τοσούτου ἐστὶν ἄρα τὸ στερεόν.
Chapter 17
Ἔτι μετρήσωμεν κῶνον κόλουρον ἀπό τε διαμέτρου 1 ἥττων] Μ, ἡττον C. τὸ δὲ—2 λ] C, om. Μ. 4 δύο] C, β΄ Μ. 10 κύκλοις] del. Schmidt. 6 γίνεται] comp. S, ut sem- per. 7 τοσούτου] τσόυ | του S; fort τούτου (sc. τοῦ κύ- κλου). 10 πόδες] π S, ut semper. καὶ ἀπὸ τῶν κλιμάτων, οὗ ἐστι τῆς κορυφῆς ἡ διάμετρος ποδῶν δ, τὰ δὲ κλίματα ἀνὰ ιε, ἡ δὲ τῆς βάσεως διάμετρος ποδῶν κη· εὑρεῖν τὸ στερεόν. ποιῶ οὕτως· ὑφεῖλον κορυφὴν ἀπὸ τῆς βάσεως· λοιπὰ κδ. τούτων τὸ U+2220ʹ· γίνονται ιβ. ταῦτα ἐφʼ ἑαυτά· γίνονται ρμδ. καὶ τὰ ἀπὸ τοῦ κλίματος ἐφʼ ἑαυτά· γίνονται σκε. ἀπὸ τούτων ἄφελε τὰ ρμδ· λοιπὰ πα· ὧν πλευρὰ τετραγωνικὴ γίνεται θ. τοσούτου γίνεται ἡ κάθετος.
τὸ δὲ στερεὸν εὑρήσομεν οὕτως· συνέθηκα κορυφὴν καὶ βάσιν· γίνονται λβ. τούτων τὸ U+2220΄· γίνονται ιϛ. μετρῶ νῦν κύκλον, οὗ ἡ μὲν διάμετρος ποδῶν ιϛ· ποιῶ τὴν διάμετρον ἐφʼ ἑαυτὴν καὶ τὰ γενόμενα ἐνδεκάκις· ὧν τὸ ιδ΄· καὶ μετὰ τὸ λαβεῖν με τὸ ἐμβαδὸν καὶ πάλιν ἀφεῖλον κορυφὴν ἀπὸ τῆς βάσεως· λοιπὰ κδ. τούτων τὸ U+2220΄· γίνονται ιβ. ἀπὸ τούτων πάλιν ἐμέτρησα τὸν ἐλάχιστον κύκλον, καὶ ὅταν εὕρω τὸ ἐμβαδόν, τῶν γινομένων λαμβάνω τὸ γʹ γίνονται λϛ· ταῦτα προσθεὶς τῷ τοῦ μείζονος κύκλου ἐμβαδῷ τὰ γενόμενα ἐπολυπλασίασα ἐπὶ τὴν κάθετον· καὶ τοσοῦτον γίνεται τὸ στερεὸν τοῦ κώνου.
Chapter 18
Ὀβελίσκος ἔχων εἰς τὴν βάσιν κύκλον, οὗ ἡ μὲν διάμετρος ποδῶν μβ, αἱ δὲ πλευραὶ αὐτοῦ ἐγκεκλιμέναι οὖσαι ἀνὰ ποδῶν οε· εὑρεῖν αὐτοῦ τὴν κάθετον. ποίει οὕτως· λαβὲ τῆς βάσεως τὸ ἥμισυ· γίνονται κα. ταῦτα ἐφʼ ἑαυτά· γίνονται υμα· καὶ μίαν πλευρὰν CM τοῦ κώνου γενομένην ἐφʼ ἑαυτήν· γίνονται ,εχκε· ἐξ ὧν ὕφειλε τὰ μα πρὸς τοῖς υ· λοιπὰ ,ερπδ· ὧν υμα, ἅτινα ἄφελε ἀεὶ πλευρὰ τετράγωνος· γίνονται οβ. τοσούτων ἔσται ποδῶν ἡ κάθετος.
ἐὰν δὲ θέλῃς τοῦ αὐτοῦ ὀβελίσκου τὸ στερεὸν εὑρεῖν, ποίει οὕτως· λαβὲ τῆς βάσεως τὸ ἐμβαδὸν κατὰ τὸ προκείμενον ὑπόδειγμα τῶν κύκλων καὶ τὰ γενόμενα πολυπλασίασον ἐπὶ τὸ γ΄ τῆς καθέτου. τοσούτων ἔκται ποδῶν τὸ στερεὸν τοῦ ὀβελίσκου.
Ἔστω κῶνος ὁ λεγόμενος S ὀβελίσκος καὶ ἐχέτω τὴν βάσιν κύκλον, οὗ ἡ διάμετρος ποδῶν μβ. τοῦ δὲ κώνου αἰ πλευραὶ αἱ ἐγκεκλιμέναι ἔστωσαν ἀπὸ ποδῶν οε· τούτου τὴν κάθετον εὑρήσομεν οὕτως· λαμβάνω τοὺς οε πόδας τῆς πλευρᾶς ἐφʼ ἑαυτούς· γίνονται ,εχκε καὶ τῆς βω S σεως τὸ U+2220΄· γίνονται κα. ταῦτα ποίει ἐφʼ ἑαυτά· γίνονται υμα, ἅτινα ἄφελε ἀπὸ τῶν ,εχκε· λοιπὸν μένει ,ερπδ· ὧν πλευρὰ τετραγωνικὴ τραγωνικὴ γίνεται ποδῶν οβ. τοσούτου ἔσται ἡ κάθετος τοῦ κώνου, ποδῶν οβ.
εὑρεῖν καὶ τὸ ἐμβαδὸν ποδῶν ,ατπϛ. ταῦτα ἐπὶ τὸ γʹ τῆς καθέτου, ἐπὶ τὰ κδ· γίνονται πόδες γ γσξδ. τοσούτων ποδῶν ἔσται τὸ στερεὸν τοῦ κώνου.
εὑρεῖν αὐτοῦ καὶ τὴν ἐπιφάνειαν. τῆς βάσεως τὸ U+2220΄· γίνονται κα. ταῦτα ἐπὶ τὴν κάθετον, ἐπὶ τὰ οβ γίνονται ,αφιβ. ταῦτα ἐπὶ τὰ κβ· γίνονται γ ,γσξδ. τούτων τὸ ζʹ· γίνονται ,δψνβ. τοσούτων ἡ ἐπιφάνεια τοῦ κώνου.
Κύλινδρον μετρήσομεν, οὗ τὸ μῆκος ποδῶν ν, ἡ δὲ διάμετρος ποδῶν ζ, καὶ ἡ περιφέρεια ποδῶν κβ. S εὕρομεν ἀπὸ τῆς περιφερείας ὡς καὶ ἐπὶ τῶν κύκλων, καὶ ἔστω τὸ ἐμβαδὸν ποδῶν λη U+2220΄. ταῦτα ποιῶ ἐπὶ τὸ μῆκος τῶν ν· γίνονται πόδες ,αϡκε. τοσούτων ποδῶν ἔσται τὸ στερεὸν τοῦ κυλίνδρου.
Chapter 19
Κύλινδρος, οὗ τὸ μὲν μῆκος ποδῶν ν, ἡ δὲ περιφέρεια ποδῶν κβ· εὑρεῖν CM αὐτοῦ τὸ στερεόν. ποίει οὕτως· λαβὲ ἀπὸ τῆς περιφερείας ὡς καὶ ἐπὶ τῶν κύκλων τὸ ἐμβαδόν· γί νονται λη U+2220΄. ταῦτα ἐπὶ τὰ ν· γίνονται ,αϡκε. τοσούτων ἔσται ποδῶν τὸ στερεὸν τοῦ κυλίνδρου.
Chapter 20
Κύλινδρον μέτρει οὕτως, οὗ ἡ διάμετρος τοῦ κύκλου ποδῶν ϛ, ὁ δὲ ἄξων, τουτέστι τὸ μῆκος, ποδῶν ιβ· εὑρεῖν τὸ στερεόν. ποιῶ οὕτως· ἐμέτρησα κύκλον, οὗ ἡ διάμετρος ποδῶν ϛ, καθὼς πρόκειται· γίνεται τὸ ἐμβαδὸν αὐτοῦ ποδῶν κη δʹ κη΄. ταῦτα ἐπολυπλασίασα ἐπὶ τὸν ἄξονα· γίνονται πόδες τλθ καὶ γ ζ΄ ζ΄. τοσούτων γίνεται τὸ στερεὸν τοῦ κυλίνδρου.
τὴν δὲ ἐπιφάνειαν αὐτοῦ εὑρήσεις οὕτως· ποίησον τὴν διάμετρον τρὶς καὶ ζ΄, ἐπειδὴ τῆς διαμέτρου ἡ περίμετρος τριπλάσιός ἐστιν καὶ ἐφέβδομος, καὶ προσάγαγε τὰ γενόμενα ἐπὶ τὸν ἄξονα, τουτέστιν ἐπὶ τὰ ιβ τοῦ ὕψους· καὶ τοσούτου ἐστὶν ἡ ἐπιφάνεια τοῦ κυλίνδρου.
Chapter 21
Κίων, οὗ τὸ μῆκος ποδῶν κα· λαμβάνω τούτου τὸ ζʹ καὶ τὸ ηʹ, ἐπειδὴ ἡ ἔδρα τοῦ κίονος κατὰ διάμετρόν ἐστιν τὸ ζʹ καὶ ἡ ἔφεδρος τὸ η΄. μίξας τὰς δύο διαμέτρους κράτει τὸ U+2220΄· γίνονται β U+2220ʹ δ΄ ιϛ΄. ἀπὸ τούτων ποίει κύκλου τὸ ἐμβαδόν· γίνονται πόδες ζ ιεʹ (??)γ΄. ταῦτα ἐπὶ τὸ μῆκος· γίνονται πόδες ρμζ U+2220΄. τοσούτων 4 γίνονται] comp C, γίνε- ται Μ. 4 ϛ] addidi, om CM. 2 εὕρομεν] fort. τὴν βάσιν εὕρωμεν. 6 ἄξονα] Hultsch, ἄξωνα CM CM ἔσται ποδῶν τὸ στερεὸν τοῦ κίονος.
εἰ δὲ θέλεις τὴν ἐπιφάνειαν μετρῆσαι, λαβὲ ἔδρας καὶ ἐφέδρας τοὺς κύκλους καὶ μίξας ἆρον τὸ U+2220΄· ἐπὶ ταῦτα τὸ μῆκος· καὶ τοσούτου ἡ ἐπιφάνεια ἔσται τοῦ κίονος.
τοῦ κίονος ἔκθεσις τοῦ αὐτοῦ Πατρικίου διόρθωσις· οἱ γὰρ ἀρχαῖοι τὰς δύο διαμέτρους οὐκ ἔμιξαν.
Chapter 22
Κύβον μετρῆσαι, τουτέστι σχῆμα στερεὸν περιεχόμενον ὑπὸ τριῶν διαστάσεων, μήκους, πλάτους, ὕψους ἀκολούθως ἢ βάθους· καὶ πῶς; ἐπὶ μὲν τῶν σχημάτων ὕψος, ἐπὶ δὲ τῶν ὀρυγμάτων βάθος. ἔστω οὖν κύβος μῆκος πηχῶν η, πλάτος πηχῶν η καὶ ὕψος πηχῶν η· εὑρεῖν, πόσωον τὸ στερεὸν πηχῶν γίνεται ὁ κύβος. ποιῶ τοὺς η τοῦ μήκους ἐπὶ τοὺς ὀκτὼ τοῦ πλάτους· γίνονται ξδ· τούτους ἐπὶ τοὺς η τοῦ ὕψους· γίνονται φιβ. ἔσται ὁ κύβος πηχῶν φιβ.
Chapter 23
Κύβος τετράγωνος ἰσόπλευρος, οὗ ἡ μὲν βάσις ποδῶν ῑ, τὸ μῆκος ποδῶν ῑ, τὸ ὕψος ποδῶν ῑ· εὑρεῖν αὐτοῦ τὸ στερεόν. ποίει οὕτως· τὰ ῑ τῆς βάσεως ἑξηκοντάκις· γίνονται χ· καὶ ταῦτα ἐπὶ τὰ ῑ τοῦ μήκους· γίνονται ,ϛ· καὶ ταῦτα ἐπὶ τὰ ῑ τοῦ ὕψους· γίνονται ϛ· ὧν τούτων τὸ ξ΄· γίνονται ,α. τοσούτων ἔσται ποδῶν τὸ στερεὸν τοῦ κύβου.
Chapter 24
Κύβος παραλληλόγραμμος, οὗ ἡ παράλληλος ποδῶν κ, ἡ δὲ ἐπιζευγνύουσα ποδῶν ῑ, τὸ δὲ ὕψος ποδῶν λ· εὑρεῖν αὐτοῦ τὸ στερεόν. ποίει οὕτως· τὰ κ τῆς παραλλήλου ἐπὶ τὰ ῑ· γίνονται σ, ὅπερ ἐστὶν ἐμβαδόν. ταῦτα ἐπὶ τὰ λ τοῦ ὕρψους· γίνονται ,ϛ· τοσούτου ἔσται τὸ στερεὸν τοῦ κύβου.
Chapter 25
Σφηνίσκος, οὗ τὸ μὲν μῆκος ποδῶν κε, τὸ δὲ πλάτος τὸ μεῖζον ποδῶν ζ, τὸ δὲ ἧττον ποδῶν ε, τὸ δὲ πάχος τὸ μεῖζον ποδῶν ϛ, τὸ δὲ ἧττον ποδῶν δ· εὑρεῖν αὐτοῦ τὸ στερεόν. ποίει οὕτως· σύνθες τὰ β πλάτη, τουτέστι τὰ ζ καὶ τὰ ε· γίνονται ιβ· ὧν τὸ U+2220΄· γίνονται ϛ. ὁμοίως καὶ τὰ δύο πάχη, τουτέστι τὰ ϛ καὶ τὰ δ· γίνονται ῑ· ὧν καὶ αὐτῶν τὸ U+2220΄· γίνονται ε. ταῦτα ἐπὶ τὰ ϛ· γίνονται λ· καὶ ταῦτα πάλιν ἐπὶ τὰ κλ· γίνονται ψν. τοσούτων ἔσται τὸ στερεὸν τοῦ σφηωίσκου.
Σφῆνα μετρῆσαι, οὗ τὸ s μῆκος ποδῶν κε, τὸ δὲ πλάτος τὸ μεῖζον ποδῶν ζ, τὸ δὲ μικρότερον ποδῶν ε, πάχος τὸ μεῖζον ποδῶν ϛ, τὸ δὲ ἧττον ποδῶν δ ερεῖν αὐτοῦ τὸ ἐμβαδόν. ποιῶ οὕτως· σύνθες τὰ β πλάτη τὰ ζ καὶ τὰ ε· γίνονται ιβ· ὧν τὸ U+2220΄· γίνονται ϛ. ὁμοίως καὶ τὰ β πάχη τὰ ϛ καὶ τὰ δγίνονται ῑ· ὧν U+2220΄ γίνονται ε. ταῦτα ἐπὶ τὰ ϛ· γίνονται πόδες λ· καὶ ταῦτα ἐπὶ τὰ κε τοῦ μήκους· γίνονται πόδες ψν. τοσούτων ποδῶν ἐστι τὸ στερεὸν τοῦ σφηνός, ποδῶν ψν.
Chapter 26
Ἄλλως. ἔστω σφηνίσκος, ὃς καλεῖται ὑπό τινων ὄνυξ, ἔχων τὸ μὲν ἀπὸ κεφαλῆς δακτύλων ἕξ, τὸ δὲ ἄλλο δακτύλων ῑ, τὸ πάχος δακτύλων η· εὑρεῖν αὐτοῦ τὸ στερεόν. ποιῶ οὕτως· συντιθῶ τὰ β πλάτη· γίνονται ιϛ· ἐπὶ τὸ πάχος· γίνονται ραη. ἐπὶ τὸ μῆκος ταῦτα τῶν η· γίνονται ,ακδ. τούτων τὸ δ΄· γίνονται 3 τὸ (pr)] addidi, om CM. 8 β] C, δύο M. 14 γίνονται] comp. C, γίνεται Μ. S fol. 15 r. 1 σφῆνα] mut. in σφῆναν S2. οὗ τὸ] corr ex αὐτὸ S. 3 τὸ (pr.)] supra scr. S2. 7 ἐμβα- δόν] immo στερεόν. CΜ σνς· τοσούτων χυδαίων δακτύλων. ταῦτα μερίζω ὡς τὸ τετράγωνον.
Chapter 27
Ἄλλως. ἔστω ὄνυξ ἔχων τὸ μὲν μῆκος δακτύλων ῑ, πλάτος δακτύλων ϛ, πάχος δακτύλων ε· εὑρεῖν αὐτοῦ τὸ στερεόν. ποιῶ οὕτως· πολυπλασιάζω τὸ πλάτος καὶ τὸ πάχος· γίνονται λ. ταῦτα ἐπὶ τὸ μῆκος· γίνονται τ. τούτων λαμβάνω τὸ U+2220΄· γίνονται ρν. ταῦτα μερίζω ὡς τὸ τετράγωνον· γίνονται στερεοὶ δάκτυλοι ιβ δ΄.
Chapter 28
Μείουρον τὸ προεσκαριφευμένον, οὗ τὸ μὲν μῆκος ποδῶν λ, τὸ δὲ πλάτος ποδῶν ϛ, τὸ δὲ πάχος ποδῶν δ· εὑρεῖν αὐτοῦ τὸ στερεόν. ποίει οὕτως· τὰ ϛ ἐπὶ τὰ δ· γίνονται κδ· ὧν τὸ U+2220΄· γίνονται ιβ. ταῦτα ἐπὶ τὰ λ· γίνονται τξ. τοσούτων ἔσται ποδῶν τὸ στερεόν.
Σφῆνα μείουρον μετρήσομεν, S οὗ τὸ μῆκος ποδῶν λ καὶ τὸ πλάτος ποδῶν ϛ καὶ τὸ πάχος ποδῶν δ· εὑρεῖν αὐτοῦ τὸ ἐμβαδόν. ποιῶ οὕτως· τὰ ϛ ἐπὶ τὰ δ· γίνονται πόδες κδ· ὧν τὸ U+2220ʹ· γίνονται ιβ. ταῦτα ἐπὶ τὰ λ· γίνονται πόδες τξ. τοσούτων ποδῶν ἔσται. τὸ στερεὸν τοῦ σφηνός, τξ.
Chapter 29
Τὸ δὲ πλινθίον συνέστηκεν ἐκ τῶνδε τῶν ἀριθμῶν ϛ, η, θ, ιβ, ὁ μὲν η πρὸς ϛ ἐν ἐπιτρίτῳ λόγῳ, καθʼ ἣν ἡ διὰ τεσσάρων ἐστὶν ἁρμονία, ὁ δὲ θ πρὸς τὸν ϛ ἐν διπλασίῳ, καθʼ ἣν ἡ διὰ πασῶν· ἕξεων 3 ἔστω] C, ἔσται M. 4 ϛ] C, ἕξ M εὑρεῖν— 6 λ] M, bis C. 5 τὸ (pr. )] MCa, om. Cb. 2 τὸ μὲν μῆκος] M, τὰ μὲν μ C. 10 ἔσται] C, ἐστὶ M. τὸ] C, om. M. S fol. 15 r. 5 ἐμβαδόν] immo στερεόν. 9—p. 28, 8 exstant etiam apud Diophantum pseudepigr. II p. 17, 14 ed. Tannery et S fol. 18 (u. uol. IV p. XVIII). 11 θ] SCM, ιβ Dioph 12 Lac. pr. ita suppleri potest: ϛ 〈ἐν ἡμιολίῳ, καθʼ ἣν ἡ διὰ πέντε, ὁ δὲ ιβ πρὸς τὸν ϛ ⟩, cfr. Aristot Problem. CMS ἐλέγχει καὶ τὰς ἀναλογίας πάσας· ἀριθμητικὴ μέν ἐστιν ἐν ϛ καὶ θ καὶ ιβ· οἷς γὰρ ὑπερέχει ὁ μέσος τοῦ πρώτου τρισίν, ὑπερέχεται ὑπὸ τοῦ τελευταίου· γεωμετρικὴ δὲ ἡ τῶν τεσσάρων· ὃν γὰρ λόγον ἔχει τὰ η πρὸς τὰ ϛ, τοῦτον τὰ ιβ πρὸς τὰ θ, ὁ δὲ λόγος ἐπίτριτος. ἁρμονικῆς ἀναλογίας διττὴ κρίσις, μία μέν, ὅταν, ὃν λόγον ἔχει ὁ ἔσχατος πρὸς τὸν πρῶτον, τοῦτον ἔχῃ ἡ ὑπερέχεται ὑπὸ τοῦ τελευταίου .
Chapter 30
Πυραμὶς ἐπὶ τετραγώνου βεβηκυῖα, ἧς ἑκάστη τῶν πλευρῶν ἀνὰ ποδῶν κδ, τὸ δὲ κλίμα ἀνὰ ποδῶν ιη· εὑρεῖν αὐτῆς τὸ στερεόν. ποίει οὕτως· τὰ κδ ἐφʼ ἑαυτά· γίνονται φοϛ· ὧν τὸ U+2220΄· γίνονται σπη. τὰ ιη ἐφʼ ἑαυτά· γίνονται τκδ· ἐξ ὧν ὕφειλε τὰ σπη· λοιπὰ λϛ· ὧν πλευρὰ τετράγωνος γίνεται ϛ. τοσούτων ποδῶν ἔσται ἡ κάθετος. λαβὲ τοίνυν τῆς καθέτου τὸ γ΄· γίνονται β. ταῦτα ἐπὶ τὰ φοϛ· γίνονται ,αρνβ. CM τοσούτων ἔσται ποδῶν τὸ στερεὸν τῆς πυραμίδος.
Πυραμίδα ἐπὶ τετραγώνου SV βεβηκυῖαν μετρήσομεν οὕτως, ἧς ἑκάστη τῶν πλευρῶν τῆς βάσεως ἀπὸ ποδῶν κδ καὶ τὸ κλίμα τῆς πυραμίδος ποδῶν ιη· εὑρεῖν αὐτῆς τὴν κάθετον καὶ τὸ στερεόν. ποιῶ οὕτως· τὰ κδ τῆς βάσεως ἐφʼ ἑαυτά· γίνονται πόδες φοϛ· ὧν τὸ U+2220΄· γίνονται πόδες σπη. καὶ τὰ ιη τοῦ κλίματος ποιῶ ἐφʼ ἑαυτά· γίνονται πόδες τκδ. ἄρτι ὑφαιρῶ ἀπὸ τούτων τὰ σπη· λοιπὸν μένουσι πόδες λϛ· ὧν πλευρὰ τετραγωνικὴ SV γίνεται ποδῶν ϛ. τοσούτου ἔσται ἡ κάθετος τῆς πυραμίδος. ἐπειδὴ οὖν ἡ κάθετος ποδῶν ϛ, εὕρωμεν τὸ στερεόν. ποιῶ οὕτως· τὸ γ΄ τῆς καθέτου· γίνονται πόδες β. ταῦτα ποιῶ ἐπὶ τὰ φοϛ· γίνονται πόδες αρνβ. τοσούτου ἐστὶ τὸ στερεὸν τῆς πυραμίδος, ποδῶν ,αρνβ.
Chapter 31
Ἄλλως. ἔστω πυραμὶς τετράγωνος, ἧς τὰ κλίματα ἀνὰ ποδῶν ιη, αἱ δὲ τῆς βάσεως πλευραὶ ἀνὰ ποδῶν ιϛ· δεῖ δὲ ταύτης τὴν κάθετον καὶ τὸ στερεὸν εὑρεῖν. ποιῶ οὕτως· πολυπλασιάζω μίαν πλευρὰν ἐφʼ ἑαυτήν· γίνονται πόδες σνϛ. ταῦτα δίπλασον· γίνονται φιβ. τούτων λαβὲ τὸ δ΄· γίνονται ρκη. καὶ πολυπλασίασον τὰ κλίματα ἐφʼ ἑαυτά· γίνονται πόδες τκδ. ἀπὸ τούτων ὑφεῖλον τὰ ρκη· λοιπὰ ρ𝒢ϛ· ὧν πλευρὰ τετράγωνος γίνεται ιδ.
τοσούτων γίνεται ἡ κάθετος. τὸ δὲ στερεὸν εὑρήσομεν οὕτως· ἐπολυπλασίασα πάλιν τὰ ἀπὸ τῆς βάσεως τὰ ιϛ ἐφʼ ἑαυτά· γίνονται πόδες σνς. τούτων τὸ γ΄· γίνονται πόδες πε γ΄. ταῦτα ἐπὶ τὴν κάθετον· γίνονται ,αρ𝒢ε. τοσούτου ἔσται καὶ τὸ στερεὸν τῆς αὐτῆς πυραμίδος.
Chapter 32a
Πυραμὶς κόλουρος τεθραυσμένη τετράγωνος, ἧς αἱ πλευραὶ τῆς βάσεως ἀνὰ ποδῶν ῑ, τὰ δὲ κλίματα ἀνὰ ποδῶν θ, αἱ δὲ πλευραὶ τῆς κορυφῆς ἀνὰ ποδῶν β. εὑρεῖν αὐτῆς τὸρεόν. στεποίει οὕτως· ὕφειλε τὰ β τῆς κορυφῆς ἀπὸ τῶν τὰ τῆς βάσεως· λοιπὰ η. ταῦτα ἐφʼ ἑαυτά· γίνονται ξδ· ὧν τὸ U+2220΄· γίνονται λβ. καὶ τὰ θ ἐφʼ ἑαυτά· γίνονται πα. ἀπὸ τούτων ὕφειλε τὰ λβ· λοιπὰ μθ· ὧν πλευρὰ τετράγωνος γίνεται ζ. τοσούτων ἔσται ποδῶν ἡ κάθετος.
καὶ σύνθες τὰ β τῆς κορυφῆς καὶ τὰ ι τῆς βά σεως· γίνονται ιβ· ὧν τὸ U+2220΄· γίνονται ϛ. ταῦτα ἐφʼ ἑαυτά· γίνονται λϛ. εἶτα ὕφειλε τὰ δύο τῆς κορυφῆς ἀπὸ τῶν ῑ· λοιπὰ η· ὧν τὸ U+2220΄· γίνονται δ. ταῦτα ἐφʼ ἑαυτά· γίνονται ιϛ· ὧν τὸ γ΄ ε γ΄. ταῦτα πρόσθες τοῖς λϛ· γίνονται μα γ΄. ταῦτα ἐπὶ τὰ ζ τῆς καθέτου· γίνονται σπθ γ΄. τοσούτων ἔσται ποδῶν τὸ στερεὸν τῆς πυραμίδος.
Chapter 32b
Πυραμὶς κόλουρος τετράγωνος, ἧς αἱ πλευραὶ τῆς βάσεως ἀπὸ ποδῶν ῑ καὶ αἱ πλευραὶ τῆς κορυφῆς ἀπὸ ποδῶν β, τὸ δὲ κλίμα ποδῶν θ· εὑρεῖν αὐτῆς τὴν κάθετον καὶ τὸ στερεόν. ποιῶ οὕτως· ὑφεῖλον β τῆς κορυφῆς ἀπὸ τῶν ῑ ποδῶν τῆς βάσεως· λοιπὸν μένουσι πόδες η. ταῦτα ποιεῖ ἐφʼ ἑαυτὰ πόδας ξδ· ὧν U+2220ʹ γίνονται πόδες λβ. καὶ τὰ θ τοῦ κλίματος ἐφʼ ἑαυτά· γίνονται πόδες πα. ἀπὸ τούτων ὑφεῖλον τὰ λβ· λοιπὸν μένουσι πόδες μθ· ὧν πλευρὰ τετραγωνικὴ γίνεται ποδῶν ζ. τοσούτου ἔσται ἡ κάθετος.
ἐπεὶ οὖν ἐστιν ἡ κάθετος ποδῶν ζ, εὕρωμεν τὸ στερεὸν οὕτως· σύνθες τοὺς β πόδας τῆς κορυφῆς καὶ τοὺς ῑ πόδας τῆς βάσεως· ὁμοῦ γίνονται πόδες ιβ· ὧν U+2220΄ γίνονται ϛ. ταῦτα ποίει ἐφʼ ἑαυτά· γίνονται πόδες λϛ. πάλιν ὑφεῖλον ἀπὸ τῶν ῑ ποδῶν τῆς κορυφῆς τοὺς β πόδας· λοιπὸν μένουσιν η πόδες· ὧν U+2220΄ γίνονται δ. ταῦτα ἐφʼ ἑαυτά· γίνονται πόδες ιϛ· ὧν γ΄ γίνονται πόδες ε γ΄. ταῦτα πρόσθες τοῖς λϛ· γίνονται ὁμοῦ πόδες μα γ΄. ταῦτα πολυπλασιάζω ἐπὶ τοὺς ζ πόδας τῆς καθέτου· γίνονται πόδες σπθ γ΄. τοσούτων ποδῶν ἔσται τὸ στερεὸν τῆς πυραμίδος.
Chapter 33
Ἄλλως. πυραμὶς τεθραυσμένη εἴτουν κόλουρος ἔστω ἐπὶ τῆς κορυφῆς ἀνὰ ποδῶν δ, τὰ δὲ κλίματα ἀνὰ ποδῶν ιε, α δὲ τῆς βάσεως πλευραὶ ἀνὰ ποδῶν κη· εὑρεῖν αὐτῆς τὸ στερεόν. ποιῶ οὕτως· ἄφελε κορυφὴν ἀπὸ τῆς βάσεως· λοιπὰ κδ. τούτων τὸ U+2220΄· γίνονται ιβ. ταῦτα ἐφʼ ἑαυτά· γίνονται ρμδ. καὶ πάλιν πολυπλασίασον τὰ ἀπὸ τοῦ κλίματος ἐφʼ ἑαυτά· γίνονται σκε. ἀπὸ τούτων ὑφαιρῶ τὰ ρμδ· λοιπὰ πα. τοσούτου γίνεται ἡ κάθετος τοῦ τετραπεδίου δυνάμει.
καὶ πάλιν ἄφελε κορυφὴν ἀπὸ τῆς βάσεως· λοιπὰ κδ· ὧν τὸ U+2220΄· γίνονται ιβ. ταῦτα ἐφʼ ἑαυτά· γίνονται ρμδ. καὶ ἄφελε τὴν τοῦ τετραπεδίου κάθετον τὰ πα ἀπὸ τῶν ρμδ· λοιπὰ ξγ. τούτων τετραγωνικὴ πλευρὰ γίνεται η παρὰ ιϛ΄.
τοσούτων ἔσται ἡ κάθετος. τὸ δὲ στερεὸν εὑρήσομεν οὕτως· σύνθες κορυφὴν καὶ βάσιν· γίνονται λβ· ὧν τὸ U+2220΄· γίνονται ιϛ· ἐφʼ ἑαυτὰ γίνονται σνϛ. πάλιν ἀφεῖλον κορυφὴν ἀπὸ τῆς βάσεως· λοιπὰ κδ· ὧν τὸ U+2220΄· γίνονται ιβ· ἐφʼ ἑαυτὰ γίνονται ρμδ. τούτων τὸ γ΄· γίνονται μη. ταῦτα προσάγαγε τοῖς σνϛ· γίνονται τδ. ταῦτα ἐπὶ τὴν κάθετον· γίνονται βυιγ. τοσούτων γίνεται τὸ στερεὸν τῆς πυραμίδος.
Chapter 34
Ἔστω πυραμὶς ἑτερομήκης ὁμοίως καὶ κόλουρος εἴτουν ἡμιτελής, ἧς αἱ μὲν β πλευραὶ ἀνὰ ποδῶν ιδ, αἱ δὲ ἄλλαι ἀνὰ ποδῶν κ, τὰ δὲ κλίματα ἀνὰ ποδῶν CM κϛ καὶ ἡ κορυφὴ ἡ μὲν κατὰ μῆκος ποδῶν δ, ἡ δὲ κατὰ πλάτος ποδῶν β· εὑρεῖν τὸ στερεόν. ποιῶ οὕτως ἄφελε κορυφὴν ἀπὸ τῆς βάσεως παράλληλον ἀπὸ παραλλήλου τὰ β ἀπὸ τῶν ιδ· λοιπὰ ιβ ταῦτα ἐφʼ ἑαυτά· γίνονται ρμδ· ὧν U+2220ʹ γίνονται οβ. καὶ ὁμοίως τὰ δ ἀπὸ τῶν κ· λοιπὰ ιϛ· ἐφʼ ἑαυτὰ γίνονται σνϛ ὧν τὸ U+2220΄· γίνονται ρκη. καὶ τὰ οβ· γίνονται σ. τούτων ἄφελε τὸ U+2220΄· γίνονται ρ. πολυπλασίασον τὰ κλίματα ἐφʼ ἑαυτά· γίνονται χοϛ ἀφʼ ὧν ὕφειλε τὰ ρ· λοιπὰ φοϛ. τούτων λαβὲ τετραγωνικὴν πλευράν· γίνονται κδ. τοσούτου γίνεται ἡ κάθετος.
σύνθες οὖν τὰς παραλλήλους βάσεις τὰ δ καὶ τὰ κ· γίνονται κδ· ὧν τὸ U+2220ʹ γίνονται ιβ. πάλιν σύνθες τὰ β καὶ τὰ ιδ· γίνονται ιϛ· ὧν τὸ U+2220΄· γίνονται η. ταῦτα ἐπὶ τὰ ιβ· γίνονται 𝒢ϛ. ἄφελε νῦν κορυφὴν ἀπὸ τῆς βάσεως, τουτέστι τὰ δ ἀπὸ τῶν κ· λοιπὰ ιϛ· ὧν τὸ U+2220΄· γίνονται η. ὁμοίως καὶ τὰ β ἀπὸ τῶν ιδ· λοιπὰ ιβ· ὧν U+2220΄ γίνονται ϛ. ταῦτα ἐπὶ τὰ η· γίνονται μη. καθόλου λάμβανε τὸ γ΄· γίνονται ιϛ. ταῦτα προσάγαγε τοῖς 𝒢ϛ· γίνονται ριβ. ταῦτα ἐπὶ τὴν κάθετον, τουτέστιν ἐπὶ τὰ κδ· γίνονται βχπη. τοσούτων γίνεται τὸ στερεὸν τῆς ἑτερομήκους πυραμίδος.
Chapter 35
Πυραμὶς ἐπὶ ἰσοπλεύρου βεβηκυῖα, ἧς ἑκάστη πλευρὰ τῆς βάσεως ἀνὰ ποδῶν λ, τὸ δὲ κλίμα ποδῶν κ· εὑρεῖν αὐτῆς τὸ στερεόν. ποίει οὕτως· τὰ λ ἐφʼ ἑαυτά· γίνονται Ϡ· ὧν τὸ γ΄ τ. καὶ τὰ ἐφʼ ἑαυτά· γίνονται υ· ἐξ ὧν ὑφεῖλον τὰ τ· λοιπὰ ρ· ὧν CΜ πλευρὰ τετράγωνος γίνεται ῑ. τοσούτων ἔσται ποδῶν ἡ κάθετος.
ποίει οὕτως νῦν· τὰ λ ἐφʼ ἑαυτά· γίνονται Ϡ· ὧν τὸ γ΄ καὶ τὸ ι΄· γίνονται τ(??)𝒢· ὧν τὸ γ΄· γίνονται ρλ. ταῦτα ἐπὶ τὰ ῑ τῆς καθέτου· γίνονται ,ατ. τοσούτῶν ἔσται ποδῶν τὸ στερεὸν τῆς τριγώνου πυραμίδος.
Πυραμίδα ἐπὶ ἰσοπλεύτριγώνου ρου τριγώνου βεβηκυῖαν μετρήσομεν οὕτως, ἧς ἑκάστη πλευρὰ τῆς βάσεως ἀπὸ ποδῶν λ καὶ τὸ κλίμα ποδῶν κ· εὑρεῖν αὐτῆς τὴν κάθετον. ποιῶ οὕτως· τὰ λ ἐφʼ ἑαυτά· γίνονται Ϡ ὧν γ΄ γίνονται τ. καὶ τὰ κ ἐφʼ ἑαυτά· γίνονται υ. ἀπὸ τούτων ὑφεῖλον τὰ τ· S λοιπὸν μένουσι πόδες ρ· ὧν πλευρὰ τετραγωνικὴ γίνεται ποδῶν ῑ. τοσούτων ποδῶν ἐστιν ἡ κάθετος, ποδῶν ῑ.
ἐπεὶ οὖν ἐστιν ἡ κάθετος ποδῶν ῑ, εὑρήσομεν τὸ ἐμβαδὸν οὕτως· λαβὲ τὸ ἐμβαδὸν τοῦ τριγώνου τῆς βάσεως· τὰ λ ἐφʼ ἑαυτά· γίνονται Ϡ· ὧν γ΄ καὶ ι΄ γίνονται πόδες τ𝒢. τούτων τὸ γ΄· γίνονται ρλ. ταῦτα ἐπὶ τὰ ι· γίνονται ,ατ. τοσούτου ἔσται τὸ στερεὸν τῆς πυραμίδος, ποδῶν ,ατ.
Chapter 36
Ἄλλως. ἔστω πυραμὶς ἐπὶ ἰσοπλεύρου τριγώνου, ἧς τὰ κλίματα ἀνὰ ποδῶν ιγ, αἱ δὲ τῆς βάσεως ἀνὰ ποδῶν ιβ· δεῖ δὲ αὐτῆς τὴν κάθετον καὶ τὸ στερεὸν εὑρεῖν. ποιῶ οὕτως· τὰ ιβ ἐφʼ ἑαυτά· γίνονται ρμδ. τούτων τὸ γ΄· γίνονται μη. τὰ ἀπὸ τοῦ κλίματος ιγ ἐφʼ ἑαυτὰ ρξθ. ἀπὸ τούτων ὕφειλε τὰ μη· λοιπὰ ρκα· τούτων πλευρὰ τετραγωνικὴ γίνεται ια. τοσούτου γίνεται ἡ κάθετος.
τὸ δὲ στερεὸν εὑρήσομεν οὕτως· ἐμέτρησα ἀπὸ τῶν τῆς βάσεως ιβ τὸ ἐπίπεδον τοῦ ἰσοπλεύρου τριγώνου· ἔστι δὲ τὸ ἐμβαδὸν ποδῶν ξβ γ΄ λ΄. ταῦτα ἐπὶ τὴν κάθετον· γίνονται χπϛ λ΄. τούτων τὸ γ΄· 1 τετράγωνος], C, mg. M2 (γρ.), τετραγωνικὴ γίνεται]comp. C, γίνονται Μ. 4 γίνεται ποδῶν]. ?? π S. 8 ἐμβαδὸν] immo στερεὸν. CM γίνονται σκη U+2220ʹ ϛ΄ʹ. τοσούτου γίνεται τὸ στερεὸν τῆς πυραμίδος.
Chapter 37
Ἄλλως. πυραμὶς ἔχουσα τὴν βάσιν τρίγωνον ὀρθογώνιον, οὗ ἡ κάθετος ποδῶν ϛ, ἡ δὲ βάσις ποδῶν η, ἡ δὲ ὑποτείνουσα ποδῶν ῑ, αἱ δὲ πλευραὶ τῆς πυραμίδος ἀνὰ ποδῶν ιγ· εὑρεῖν αὐτῆς τὴν κάθετον. ποίει οὕτως· πρῶτον λαβὲ τὴν διάμετρον τοῦ κύκλου τοῦ περιγράφοντος τὸ τρίγωνον· γίνονται ῑ· ὧν τὸ U+2220΄· γίνονται ε. ταῦτα ἐφʼ ἑαυτά· γίνονται ἄε. καὶ τὰ ιγ ἐφʼ ἑαυτά· γίνονται ρξθ· ἐξ ὧν κούφισον τὰ κε· λοιπὰ ρμδ· ὧν πλευρὰ τετράγωνος γίνεται ιβ. τοσούτων ἔσται ποδῶν ἡ κάθετος.
ἐὰν δὲ θέλῃς τὸ στερεὸν εὑρεῖν, ποίει οὕτως· πρῶτον ζήτει τοῦ τριγώνου τὸ ἐμβαδόν· γίνονται κδ· καὶ λαβὲ τῆς καθέτου τὸ γ΄· γίνονται δ. ταῦτα πολυπλασίασον ἐπὶ τὸ ἐμβαδόν, τουτέστιν ἐπὶ τὰ κδ· γίνονται 𝒢ϛ. τοσούτων ἔσται τὸ στερεὸν τῆς πυραμίδος.
Chapter 38
Ἔστω πυραμὶς τρίγωνος ἰσόπλευρος τεθραυσμένη εἴτουν κόλουρος, ἧς αἱ πλευραὶ τῆς κορυφῆς ἀνὰ ποδῶν β, τὰ δὲ κλίματα ἀνὰ ποδῶν ιγ, αἱ δὲ τῆς βάσεως πλευραὶ ἀνὰ ποδῶν ιδ· εὑρεῖν τὸ στερεόν. ποιῶ οὕτως· ἄφελε κορυφὴν ἀπὸ τῆς βάσεως· λοιπὰ ιβ. ταῦτα ἐφʼ ἑαυτά· γίνονται ρμδ. τούτων τὸ γ΄· γίνονται μη. καὶ τὰ ἀπὸ τοῦ κλίματος γίνονται πόδες ιγ ἐφʼ ἑαυτά· γίνονται ρξθ. ἀπὸ τούτων ἆρον τὰ μη· λοιπὰ ρκα· ὧν τετραγωνικὴ πλευρὰ γίνεται ια. τοσούτου γίνεται ἡ κάθετος.
τὸ στερεὸν μετρήσωμεν οὕτως· συνέθηκα 3 ὀρθογώνιον] M, om. C. 4 οὗ ἡ] Hultsch, ἡ M, οὖ ἡ ὀρθογώνιος C. 7 περιγράφοντος τὸ τρίγωνον| Hultsch coll Stereom.ll, 34; περιγ ρα τριγῶ M, περιτριγώνου C. 8 γίνονται] comp. C, γίνεται M. γίνονται] comp. C, γίνεται M. 9 καὶ— 10 κε] M, om. C. 11 τετράγωνος] C, τετραγωνικὴ M. 12 θέλῃς] M, θέλεις C. 14 γ΄] M, τρίτον C. 17 τεθραυσμένη] Μ, CM κορυφὴν καὶ βάσιν· γίνονται κϛ· ὧν τὸ U+2220΄·γίνονται ιγ. ἐμέτρησα ἀπὸ τούτων τρίγωνον ἰσόπλευρον· γίνεται τὸ ἐμβαδὸν ποδῶν ογ U+2220΄ γ΄ ιε΄. ταῦτα ἐξεθέμην. καὶ πάλιν κορυφὴν ἄφελε ἀπὸ τῆς βάσεως· λοιπὰ ιβ· ὧν U+2220΄γίνονται ϛ. ἐμέτρησα ἀπὸ τούτων ἐλάχιστον τρίγωνον ἰσόπλευρον, οὗ γίνεται τὸ ἐμβαδὸν ξβ γ΄ ιε΄. τούτων τὸ γ΄· γίνονται κ U+2220΄ δ΄ κ΄. ταῦτα προσάγαγε τοῖς πρότερον ἐκτεθεῖσιν ογ U+2220΄ γ΄ ιε΄· γίνονται 𝒢δ U+2220΄ ε΄ ὡς ἔγγιστα. ταῦτα ἐπὶ τὴν κάθετον· καὶ τοσούτων γίνεται τὸ στερεὸν ἤγουν ,αμα U+2220΄ ε΄.
Chapter 39
Πάλιν ἔστω πυραμὶς ἔχουσα τὴν βάσιν τετράγωνον, ἧς ἑκάστη πλευρὰ ἀνὰ ποδῶν ῑ, τὰ δὲ κλίματα ἀνὰ ποδῶν ιγ U+2220΄ εὑρεῖν αὐτῆς τὴν κάθετον καὶ τὸ στερεόν. ποίει οὕτως· λαβὲ τοῦ τετραγώνου πλευρὰν γενομένην ἐφʼ ἑαυτήν· γίνονται ρ· ὧν τὸ U+2220΄· γίνονται ν. καὶ τὰ ιγ U+2220΄ τῆς πλευρᾶς ἐφʼ ἑαυτά, λέγω δὴ τοῦ κλίματος· γίνονται ρπβ δ΄ ἐξ ὧν ὕφειλε τὰ ν· λοιπὰ ρλβ δ΄· ὧν πλευρὰ τετράγωνος γίνεται ια U+2220΄. τοσούτων ἔσται ποδῶν ἡ κάθετος.
ἐὰν δὲ θέλῃς καὶ τὸ στερεὸν αὐτῆς CM εὑρεῖν, λαβὲ τοῦ τετραγώνου τὸ ἐμβαδόν· γίνονται ρ. ταῦτα ἐπὶ τὸ γ΄ τῆς καθέτου, τουτέστιν ἐπὶ τὰ γ U+2220΄ γ΄· γίνονται τπγ γ΄. τοσούτων ἔσται ποδῶν τὸ στερεὸν τῆς πυραμίδος.
Ἔστω πυραμὶς βάσιν SV ἔχουσα τετράγωνον, καὶ ἐχέτω ἑκάστην πλευρὰν ἀνὰ ποδῶν ῑ, ἡ δὲ πυραμὶς ἐχέτω τὰς πλευρὰς ἀνακεκλιμένας ἀπὸ ποδῶν ιγ U+2220΄· εὑρεῖν τῆς πυραμίδος τὴν κάθετον καὶ τὸ στερεόν. ποιῶ οὕτως· πολυπλασιάζω τοῦ τετραγώνου τὴν πλευρὰν ἐφʼ ἑαυτήν· γίνονται ρ. τούτων τὸ U+2220΄· γίνονται ν. καὶ τὰ ιγ U+2220ʹ ἐφʼ ἑαυτά· γίνονται πόδες ρπβ δ΄. αἴρω ἀπὸ τούτων τὰ ν· λοιπὸν μένουσι πόδες ρλβ δ΄ ὧν πλευρὰ τετραγωνικὴ γίνεται ποδῶν ια U+2220΄.
τὸ δὲ στερεὸν εὑρίσκεται οὕτως· τοῦ τετραγώνο τὸ ἐμβαδὸν sv γίνεται ποδῶν ρ. ταῦτα πολυπλασιάζω ἐπὶ τὸ γ΄ μέρος τῆς καθέτου· γίνονται πόδες τπγ γ΄. τοσούτων ποδῶν ἐστι τὸ στερεὸν τῆς πυραμίδος, ποδῶν τπγ γ΄.
Chapter 40
Κογχίων μετρήσεις διάφοροι.
Κόγχη, ἧς ἡ βάσις μὲν ποδῶν η, ἡ δὲ κάθετος ποδῶν δ, καὶ ἡ ἔσω ἕλκουσα ποδῶν δ· εὑρεῖν αὐτῆς τὴν ἐπιφάνειαν. μέτρει κύκλον, οὗ ἡ διάμετρος ποδῶν η· εὑρεῖν αὐτοῦ τὸ ἐμβαδόν. ποίει οὕτως· τὰ η τῆς διαμέτρου ἐφʼ ἑαυτά γίνονται ξδ. ταῦτα δεκάκις καὶ ἅπαξ· γίνονται ψδ· ὧν τὸ ιδ΄· γίνονται δ΄ κη΄. τοσούτου γίνεται τῆς κόγχης ἡ ἐπιφάνεια. κύκλος δὲ μετρεῖται, ὅταν ἡ κάθετος καὶ ἡ ἔσω ἕλκουσα ἴσαι ἀλλήλαις ὦσιν, καὶ αἱ δύο ποιῶσι τὴν διάμετρον μίαν ἴσην ἑαυταῖς.
Chapter 41
Ἄλλως. κόγχη μετρηθήσεται τὸν τρόπον τοῦτον· ἔστω τῆς κόγχης ἡ μὲν βάσις ποδῶν ιβ, ἡ δὲ κάθετος ποδῶν δ, ἡ δὲ ἔσω ἕλκουσα ποδῶν γ. ποίει οὕτως· λαβὲ τῶν ιβ τὸ U+2220΄· γίνονται ϛ. ταῦτα ἐφʼ ἑαυτά· γίνονται λϛ. καὶ τὰ δ ἐφʼ ἑαυτά· γίνονται ιϛ. ταῦτα προσάγαγε τοῖς λς· γίνονται νβ. καὶ προσάγαγε αὐτοῖς τὸ ἴδιον U+2220΄· γίνονται οη. καὶ τὰ γ ἐφʼ ἑαυτά· γίνονται θ. προσάγαγε τοῖς οη· γίνονται πζ. ταῦτα ποίησον ἐπὶ τὴν ἔσω ὑποτείνουσαν, τουτέστιν ἐπὶ τὰ γ· γίνονται σξα· ὧν τὸ U+2220΄· γίνονται ρλ U+2220΄. ταῦτα ἑνδεκάκις· γίνονται ,αυλε· ὧν τὸ κα΄· γίνονται ξη γ΄. τοσούτων γίνεται τὸ στερεὸν
σὺν τῷ κενώματι. ἀφʼ ὧν χρὴ ἆ ραι τὸ κένωμα ὁμοίως μετρήσαντας. ἐχέτω γὰρ ἡ κόγχη τὸ πλάτος τῆς βάσεως τοῦ οἰκοδομήματος ποδῶν β· λοιπὸν ἡ βάσις τοῦ ἐσωφώτου εἴτουν τοῦ κενώματος ποδῶν ῑ, ἡ δὲ πρὸς ὀρθὰς ποδῶν γ, ἡ δὲ ἔσω τείνουσα ποδῶν β.
γίνεται οὖν τοῦ κενώματος ὁμοίως μετρουμένου κατὰ τὰ προλεχθέντα τῶν ῑ τῆς διαμέτρου τὸ U+2220΄ ε. ταῦτα ἐφʼ ἑαυτά· γίνονται κε. καὶ τὰ γ ἐφʼ ἑαυτά· γίνονται θ ὁμοῦ γίνονται λδ· οἷς προσάγαγε τὸ ἴδιον ἥμισυ· γίνονται να. καὶ τὰ β ἐφʼ ἑαυτά· γίνονται δ. προσάγαγε τοῖς να· γίνονται νε. ταῦτα ἑνδεκάκις· γίνονται χε· ὧν τὸ κα΄· γίνονται κη καὶ ιζ κα΄ κα΄. τοσούτου τὸ στερεὸν τοῦ κενώματος. ταῦτα ἄφελε ἀπὸ τῶν ξη γ΄· λοιπὰ λθ γ΄ ζ΄ κα΄. τοσούτου καταλείπεται τὸ στερεὸν τῆς οἰκοδομῆς, τῆς κόγχης δηλονότι.
Τμήματος σφαίρας, τουτέστιν ἰσαρίθμου, πάντα ποίησον διʼ ἀλλήλων, καὶ τῶν γενομένων καθόλου τὸ U+2220΄ καὶ τὸ μβ΄, ἐπειδήπερ πάσης σφαίρας τοῦ κυβισθέντος τῆς διαμέτρου μέρος U+2220΄ καὶ μβ΄ ἴσον ἐστὶ τῇ σφαίρᾳ.
Chapter 42
Θέατρον, οὗ ἡ μὲν μείζων περιφέρεια ποδῶν υκ, ἡ δὲ ἐλάττων ποδῶν ρπ, αἱ δὲ βαθμίδες εἰσὶ τῷ ἀριθμῷ σπ· εὑρεῖν, πόσους CM ἄνδρας χωρεῖ. ποίει οὕτως· σύνθες τὴν μείζονα καὶ τὴν ἐλάττονα, τουτέστι τὰ υκ καὶ τὰ ρπ· γίνονται χ· ὧν τὸ U+2220΄· γίνονται τ. ταῦτα πολυπλασίασον ἐπὶ τὰς βαθμίδας· γίνονται η ,δ. τοσούτους ἄνδρας χωρεῖ· ἕκαστος γὰρ ποὺς ἕνα ἄνδρα χωρεῖ.
Μαθεῖν θέατρον, πόσους S χωρεῖ ἄνδρας, οὕτως· μετρηθὲν τὸ ἀνώτερον βάθρον ἔσχεν πόδας υκ, καὶ τὸ κατώτερον ἔσχεν πόδας ρπ· ὁμοῦ γίνονται χ πόδες· s ὧν τὸ U+2220΄ γίνονται τ. τὰ δὲ βάθρα ἐστὶν ἀριθμῷ ν. ταῦτα πολυπλασιάζω ἐπὶ τὰ τ· γίνονται πόδες α ,ε. τοσούτους ἄνδρας χωρήσει· ἑκάστου γὰρ ἀνδρὸς ὁ τόπος ποδὸς ᾱ ἐστι τοῦ πλάτους.
Chapter 43
Ἄλλο θέατρον, οὗ εἰσιν αἱ βαθμίδες, εἰ τύχοι, σν, λαμβάνει δὲ ὁ πρῶτος βαθμὸς ὁ κάτω ἄνδρας μ, ὁ δὲ ἄνω ρκ· εὑρεῖν, πόσους ἄνδρας χωρεῖ. ποίει οὕτως· σύνθες τὸν ἀριθμὸν τῶν ἀνδρῶν τοῦ κάτω βαθμοῦ καὶ τοῦ ἄνω· γίνονται ρξ· ὧν τὸ U+2220΄· γίνονται π. ταῦτα ἐπὶ τοὺς σν βαθμούς· γίνονται β. τοσούτους ἄνδρας χωρεῖ τὸ θέατρον.
Ἐὰν δὲ ἀπὸ τοῦ πρώτου βαθμοῦ ἕως τοῦ ὑστέρου εἰς τὸ ὕστερον λαμβάνει πλείους ἄνδρας ε, θέλεις δὲ γνῶναι, ὁ ὕστερος βαθμός, τουτέστιν ὁ ἀνώτερος, πόσους ἄνδρας χωρεῖ λαμβάνοντος τοῦ πρώτου βαθμοῦ, τουτέστι τοῦ κατωτέρου, ἄνδρας μ, ἔχοντος τοῦ θεάτρου βαθμοὺς σν, ποίει οὕτως· ὕφειλε ἀπὸ CM τῶν βαθμῶν ᾱ· λοιπὰ σμθ. ταῦτα ἐπὶ τὰ ε· γίνονται ,ασμε. καὶ πρόσθες τοὺς μ τοὺς τοῦ πρώτου βαθμοῦ· γίνονται ασπε. τοσούτους ἄνδρας χωρεῖ ὁ ὕστερος βαθμὸς ὁ ἄνωθεν.
Ἐὰν δὲ εἴπῃ τις, ὅτι S ἕκαστος βαθμὸς ἐκ τοῦ ὑστέρου βαθμοῦ λαμβάνει πλέον τοῦ ἑτέρου ἄνδρας…
Chapter 44
…
The complete text is available when the reading interface loads.