The Greek Library Author

Anonymous

De partibus corporis humani

Authority group
Rufus (catalogue association; authorship remains anonymous)
Edition reference
De partibus corporis humani, ed. Daremberg and Ruelle, op. cit., 168–185.
CTS identifier
urn:cts:greekLit:tlg0564.tlg004.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

21

ται, ἀπὸ τῆς κατὰ τὸ ἄκρον ἐμφερείας, οὐ σπουδαίαν τινὰ παρε-

χομένη χρείαν· διὸ οὐδὲν ἐμποδίζονται οἱ ταύτην ἀποτμηθέντες.

22

Ἐνδοτέρω δὲ τῆς γλώττης ἐξ ἑκατέρου μέρους κεῖται προστυπῆ [τὰ]

παρίσθμια, ἓξ τὸν ἀριθμὸν ὄντα, ἀδενώδη τὴν σύγκρισιν, καὶ πο-

σῶς περιφερῆ, εὔτρεπτα, εὐαπόλυτα, ὑμενίοις προσειλημμένα

προσαρτέσι κατὰ βάθος, ὧν τὰ μὲν τέσσαρα ἐξ ἑκατέρου μέρους

23

θεωρεῖται· τὰ δὲ δύο ἐστὶν ἀφανέστερα. Παρίσθμια δὲ λέγεται

ἀπὸ τοῦ ἐν στενῷ πόρῳ κεῖσθαι· οἱ γὰρ ἀρχαῖοι τὰ στενὰ ἰσθμοὺς

ἐκάλουν· καλοῦνται δὲ καὶ ἀντιάδες ἀπὸ τοῦ κατὰ τὴν διάνοιξιν τοῦ

στόματος ἀλλήλαις ἐναντίας φαίνεσθαι, καὶ μάλιστα ὅταν φλεγμαί-

νωσιν.

24

Ἐντεῦθεν δὲ ἀπὸ τῶν κατὰ τὸν οὐρανὸν μερῶν καὶ τῆς γλώσ-

σης ἐκφύονται δύο εἰς βάθος πόροι· ὧν ὁ μὲν ἔμπροσθεν καλεῖ-

ται φάρυγξ· μεταξὺ δὲ τούτου καὶ τῶν τοῦ τραχήλου σφονδύ-

25

λων, στόμαχος. Καὶ ὁ μὲν φάρυγξ χονδρώδης τυγχάνει, καὶ ἀνα-

πετὴς κατὰ τὴν περιφέρειαν, ἐκ μὲν τῶν ἄνω πλατύτερος ὑπάρχων,

ἐκ δὲ τῶν κάτω στενότερος· προϊὼν δὲ κατὰ τὰς κλεῖς καὶ τὸ ἀν-

τίστερνον, τοῦ πλεύμονος ἐκφύεται μέσος, καὶ καταπλέκει τοῦτον

26

τοῖς καλουμένοις βρογχίοις. Τραχεῖα δὲ ἀρτηρία κέκληται οὗτος

ἀπὸ τοῦ τετραχύνθαι· βρόγχος δὲ ὑπὸ ἐνίων εἰς πάροδον γεγονὼς

27

τοῦ κατὰ ἀναπνοὴν ἑλκομένου πνεύματος καὶ φωνῆς γένεσιν. Ἐξήρ-

τηται δὲ ἀπὸ αὐτοῦ ὁ πλεύμων σομφός τε καὶ ἀραιὸς, περιεχόμε-

νος τῷ κύτει τοῦ θώρακος, σφαιροειδὴς, καὶ μύουρος τὸ σχῆμα,

διαιρούμενος εἰς λοβοὺς πέντε, τὴν χροιὰν τεφρὸς καὶ ὑπόλευκος,

ἀεικίνητος, χώνης τρόπον ἐπέχων εἰς δίοδον τοῦ πνεύματος· τὸ

γὰρ διὰ φάρυγγος ἀγόμενον εἰς τὰ βρογχία διὰ τῶν ἀραιωμάτων

αὐτοῦ εἰς τὰ κενὰ τοῦ θώρακος δίεισι, καὶ πάλιν εἰς τὰ ἐκτὸς ἀπὸ

τούτου διαπέμπεται τοῖς κατὰ φύσιν πόροις.

28

Ἑκατέρωθέν τε προϋπέσταλται τοῖς ὑποχονδρίοις ὅ τε σπλὴν

καὶ τὸ ἧπαρ, ἃ κεῖται ὑπὸ τὸν πλεύμονα· ἀλλὰ τὸ μὲν ἧπαρ εἰς

τὸ δεξιὸν μέρος μᾶλλον προσηρτημένον τῷ διαφράγματι, ἐκ τῶν

ὄπισθεν μερῶν ὠγκωμένον, ἐντομαῖς λοβῶν τεσσάρων ἢ πέντε δια-

σεσημασμένον, φακῶδες τὴν χροιὰν, ἐπὶ τὸ ἐνερευθέστερον· φλε-

29

βωδέστερον δὲ τὴν σύγκρισιν, καθὸ καὶ αἱματῶδες τῇ συστάσει. Τῶν

φλεβῶν δὲ τὰ τὴν κοίλην φλέβα τῇ διὰ τοῦ διαφράγματος ἐπὶ τὴν

30

καρδίαν συνάπτοντα στόματα ὑπὸ τῶν ἀρχαίων εἴρηται καὶ πύλαι.

Ὑπὸ δὲ τὸ κεκυρτωμένον μέρος ἔχει προσπεφυκὸς ἀγγείδιον κύστει

παραπλήσιον, νευρῶδες, χολῆς περιεκτικὸν τοπικῶς ἐν αὐτῇ γενομέ-

νης· ἀπὸ οὗ δὴ καὶ πόρος νευρώδης τείνει διὰ τοῦ μεσεντερίου ἐπὶ

τὰ ἔντερα, διὰ οὗ κατὰ βραχὺ διηθεῖται ἡ χολὴ εἰς τὰ ἔντερα, καὶ

ἐπιχρώννυσι τὸ κόπριον, καὶ πρὸς τὴν ἀπόκρισιν αὐτοῦ προθυμίαν

παρέχεται· οὗ διαφραγέντος καὶ τὸν ἴκτερον συμβαίνει γίγνεσθαι,

τῆς χολῆς ἀναχεομένης εἰς τὸν ὄγκον· διὸ λευκὰ καὶ ἀργιλώδη τὰ

31

διαχωρήματα φέρεται. —Ὁ δὲ σπλὴν ἐναντίως τέτακται τούτῳ,

παρεκτεινόμενος ἐπὶ μῆκος, ἀνθρωπίνῳ ἴχνει [ἐμφερής]· ἐκ μὲν

τῶν ἄνω περιφερὴς καὶ ἐῤῥωμένος, ἐκ δὲ τῶν κάτω συναγόμενος

καὶ ἰσχνὸς, τοῖς μέσοις δὲ στενούμενος, τρυγώδης τὴν χροιὰν,

χαῦνος τὴν σύγκρισιν καὶ ἀραιὸς, ἀγγείων ἔχων καταπλοκὴν,

32

ἄπρακτος καὶ ἀνενέργητος. —Προσείληπται δὲ τοῖς λοβοῖς τοῦ

πλεύμονος ἡ καρδία, κειμένη ἐν τῷ θώρακι, καὶ κατὰ τὴν μεσό-

τητα, μᾶλλον εἰς τὰ ἀριστερὰ νεύουσα, καὶ κατὰ τὸν εὐώνυμον μα-

στὸν τεταγμένη, τῷ σχήματι στροβιλοειδὴς, καὶ ἀπὸ πλατείας

βάσεως εἰς κορυφὴν συννεύουσα κωνοειδῶς, τὴν δὲ σύγκρισιν μυώ-

δης τε καὶ νευρώδης, παλλομένη συνεχῶς σφυγμικῷ κινήματι,

μεσόκοιλος, ἔχουσα κοιλίας δύο αἰσθητὰς ἐν αὑτῇ· τὴν μὲν ἐν δε-

ξιοῖς λεγομένην αἱματικὴν, διὰ τὸ πλείονος αἵματος εἶναι περιεκτι-

κὴν, τὴν δὲ ἐν τοῖς εὐωνύμοις, καλουμένην πνευματικὴν, διὰ τὸ

πνεῦμα πλέον ἐμπεριέχειν, ἣ καὶ κινεῖται κατὰ παράθεσιν τοῦ

πνεύματος, ὑμέσι παρὰ ἑκάτερα πλατέσι κεχρημένη ὠτοειδέσι, διὰ

33

τὸ περὶ αὐτὴν ὠτοειδῶς ἐσχηματίσθαι. Ἐκφύεται δὲ ἀπὸ αὐτῆς

ἀγγεῖα πλείονα, φλέβες τε καὶ ἀρτηρίαι, ἀπὸ ὧν τὸ ὅλον καταγ-

34

γειοῦται σῶμα. Περίκειται δὲ τῇ καρδίᾳ ὑμὴν λεγόμενος περικάρ-

διος, νευρώδης τυγχάνων καὶ λεπτὸς, κινήσει κεχρημένος τῇ ἀπὸ

35

καρδίας εἰς αὐτὸν διαδιδομένη. —Ὁ δὲ τούτων ἁπάντων περιεκτι-

κὸς θώραξ σύγκειται μὲν ἐκ χόνδρων καὶ ὀστῶν τῶν κατὰ τὰς

πλευρὰς καὶ τὸ ἀντίστερνον· μετείληφε δὲ καὶ νεύρων καὶ σαρκῶν·

καὶ ἔξωθεν μέν ἐστι σαρκωδέστερος, ἔσωθεν δὲ νευρώδης, κατὰ ἃ

36

πρόσκειται τῷ ὑπεζωκότι. Τὸ δὲ διάφραγμα διάκειται παρατε-

ταμένον τῷ θώρακι λοξὸν κατὰ τὰ ἀπολήγοντα τῶν πλευρῶν.

37

Ὠνόμασται δὲ διάφραγμα ἀπὸ τοῦ διαφράσσειν τὰ ἐν τῷ θώρακι

38

κείμενα σπλάγχνα. —Ἐκ μὲν οὖν τῶν ἄνω μερῶν, ὡς ἔφαμεν,

συνεκφύεται τῇ τραχείᾳ ἀρτηρίᾳ παράλληλον θέσιν ἔχων ὁ στόμα-

χος, ἀρχόμενος μὲν ἀπὸ τῶν αὐτῶν τόπων, οὐχ ὁμοίως δὲ τερμα-

τιζόμενος τῷ φάρυγγι· σαλπιγγοειδὴς δὲ κατὰ τὴν εὐρύτητα, ἄνω

μὲν στενότερος ὑπάρχων, κάτω δὲ πλατύτερος, κατὰ ἃ συνάπτει

39

τῇ κοιλίᾳ· τὴν σύγκρισιν νευρώδης τυγχάνων. Ἔργου δὲ ἡγεῖται

τοῦ τῆς καταπόσεως τῆς τροφῆς ξηρᾶς τε καὶ ὑγρᾶς· τούτων δὲ τὴν

40

ἐπιζήτησιν διὰ ἑαυτοῦ ποιεῖται τυγχάνων αἰσθητικώτατος. Ἡ δὲ

γαστὴρ ἀποφυομένη τούτου, κεῖται μὲν κατὰ τὴν μεσότητα τοῦ δια-

φράγματος, εἰς τὰ εὐώνυμα δὲ μᾶλλον νενευκυῖα, ἀπὸ στενοῦ τοῦ

στομάχου εἰς πλάτος κοιλαινομένη· καὶ τὸ μὲν περίκυρτον αὐτῆς

ἔξω πρὸς τὸ ἐπιγάστριον· τὸ δὲ ἔνσιμον πρὸς τὴν ῥάχιν· νευρω-

δεστέρα δὲ μᾶλλον τοῦ στομάχου, καὶ πλατυτέρα, τετραχυσμένη

τὰ ἔνδον οὐχὶ λίαν, διεσταλμένη καὶ συμπίπτουσα τῇ τῆς τροφῆς

εἰσόδῳ τε καὶ ὑποχωρήσει, πρὸς ὑποδοχὴν σιτίων γεγονυῖα. —

41

Ἀπὸ δὲ ταύτης ἐκφύεται τὰ ἔντερα ἑλικηδὸν εἰλημένα πρὸς παρα-

δοχὴν τῶν [ἐκ] τῆς κοιλίας ὑποβιβαζομένων σιτίων, ὧν εἷς μὲν πόρος

ἀπὸ τῆς ἐκφύσεως αὐτῆς ἄχρι τοῦ ἀπευθυσμένου καὶ τῆς ἕδρας διή-

42

κει. Ἡγεῖται δὲ τούτων ὁ πυλωρὸς λεγόμενος ἢ δωδεκαδάκτυλος·

πυλωρὸς μὲν, ἀπὸ τοῦ παρακρατεῖν τὰ ἐν τῇ γαστρὶ παρακείμενα,

ὅταν ᾖ συνηγμένος· ὅταν δὲ ἀνεθῇ, τότε προστέλλεται κατὰ τῶν

ἐντέρων παραπλησίως σφιγκτῆρι· δωδεκαδάκτυλος δὲ λέγεται ἀπὸ

τοῦ μεγέθους, τοσούτων τυγχάνων δακτύλων· νευρώδης καὶ παχύς.

43

Τούτῳ συνάπτει ἡ λεγομένη νῆστις σαρκωδεστέρα παρὰ τὰ ἄλλα

ἔντερα σπανίζουσα τροφῆς κατὰ τὸ πλεῖστον· διὸ καὶ νῆστις προσ-

44

αγορεύεται. Ἑξῆς δὲ κεῖται τὰ λεπτὰ καλούμενα ἔντερα ἐπιμήκη

πολυείλητα τρεῖς καὶ δέκα που πήχεων τὸ μῆκος· κεῖται δὲ ὑπὸ τὸν

45

ὀμφαλὸν ταῦτα κατὰ τοῦ ὑπογαστρίου. Ἐπὶ πᾶσι δὲ τούτοις, τό τε

τυφλὸν καλούμενον ἔντερον, καὶ τὸ κόλον ἐκπέφυκε κατὰ τὸ αὐτό,

καὶ τὸ μὲν τυφλὸν, ἐπὶ εὐθείας ἐπὶ τὸν βουβῶνα τὸν δεξιὸν νεῦον,

τῷ πέρατι ἀποκεκλεισμένον· τὸ δὲ κόλον ἐκφυὲν κατὰ τὴν δεξιὰν

λαγόνα ἄνωθεν ἐπιπίπτει κατὰ περιαγωγὴν ὡς ἐπὶ ἧπαρ καὶ ὑπο-

χόνδριον πιοειδῶς ἀγόμενον· ἐνεχθὲν δὲ ὡς ἐπὶ σπλῆνα καὶ εὐώ-

46

νυμον λαγόνα συνάπτει ὄπισθεν τῷ ἀπευθυσμένῳ. Τοῦτο δέ τινες

47

καὶ τὴν κάτω κοιλίαν ἐνόμισαν. Ἐν τούτῳ καὶ ἡ τροφὴ τὸ πλεῖστον

48

εἰς κόπριον μεταβάλλεται. Τὸ δὲ ἀπευθυσμένον, μετὰ ταῦτα ὑπάρχει

σαρκωδέστερον ἐπὶ εὐθείας τεταμένον, κατὰ ὃ καὶ οὕτως ὠνόμασται.

49

Καταλήγει δὲ εἰς τὸν δακτύλιον καὶ σφιγκτῆρα, τὸν μὲν νευρώδη καὶ

50

σκληρὸν, τὸν δὲ σαρκώδη καὶ ῥυσὸν, ἐπὶ πᾶσι τεταγμένον. Μέσα

δὲ τῶν ἐντέρων τέτακται τὸ καλούμενον μεσέντερον· τὸ δὲ αὐτὸ, καὶ

51

μεσάραιον καλεῖται. —Οἱ δὲ νεφροὶ κεῖνται μὲν κατὰ τοὺς τῆς

ῥάχεως τελευταίους σφονδύλους, ἀριθμῷ δύο, σχήματι περιφερεῖς,

χροιᾷ φακώδεις, καὶ ποσῶς ὑπότεφροι, ὧν ὁ δεξιὸς ἀνωτέρω βραχὺ

καὶ μείζων εὑρίσκεται, τῇ συγκρίσει πυκνοὶ καὶ ψαφαροὶ, καίριοι

52

δὲ κατὰ τὰς τρώσεις, ὡς καὶ θάνατον ἀπεργάζεσθαι. Κατὰ δὲ τὰ

ἔνσιμα ὑμένας ἔχουσι κατατετρημένους ἠθμοειδῶς, ἀπὸ ὧν δύο πό-

ροι κατὰ τὴν κορυφὴν τῆς κύστεως συνάπτουσι, διὰ ὧν τὸ οὖρον

53

ἐκδίδοται εἰς τὴν κύστιν, καὶ οὕτως ἐκκρίνεται. —Ἄνωθεν δὲ τοῖς

ἐντέροις ἐπίκειται διεκτεταμένος ὁ ἐπίπλους, σῶμα πιμελῶδες καὶ

54

ὑμενῶδες, διῃρημένος. Κατεσκεύασται δὲ ὡς ἂν τοῖς ἐντέροις ἐπι-

πλέον εἴη μάλαγμα πρὸς τὴν ἀπὸ τοῦ περιέχοντος αὐτὰ σκληρίαν

55

περιτοναίου. Ἔστι δὲ ἀκίνδυνος ἔν τε ταῖς τομαῖς, καὶ ταῖς τρώσεσιν.

56

Οἱ δὲ σπερματικοὶ πόροι παρὰ τοὺς νεφροὺς κατίασι τέσσα-

ρες· δύο μὲν ἐπὶ εὐθείας τείνοντες, οὓς καὶ παραστάτας τινὲς

ἀδενοειδεῖς ἐκάλεσαν· δύο δὲ κιρσοειδεῖς διὰ τὸ κιρσοῦ τρόπον

57

περιστρέφεσθαι. Ἐν τούτοις καὶ τὸ γόνιμον ἀποτελεῖται σπέρμα,

χαλαζῶδες καὶ παχὺ, οὓς καὶ γονίμους φλέβας τινὲς ὠνόμασαν· ἐν

δὲ τοῖς ἑτέροις ἄγονον καὶ λεπτὸν ὃ συναποκρίνεται τούτῳ ὑπὲρ

58

θρέψεως αὐτοῦ. Πλὴν συζυγέντα ἐξ ἑκατέρου μέρους κατίασιν ἀπὸ

τῆς ῥάχεως ἀνὰ δύο· καὶ τὰ μὲν ἄγονα συνεμφύεται τῷ τραχήλῳ

τῆς κύστεως· τὰ δὲ κιρσοειδῆ διὰ τῶν βουβώνων εἰς τοὺς χιτῶνας

τῶν διδύμων παρὰ ἑκάτερα· ὅθεν οἱ εὐνουχισθέντες σπερμαίνουσι

μὲν, ἄγονον [δὲ] ἐκ τῶν ἀδενοειδῶν, τῆς ἐκ τῶν κιρσοειδῶν ἀπο-

κρίσεως οὐ δυναμένης σώζεσθαι διὰ τὴν πήρωσιν τὴν περὶ τοὺς δι-

59

δύμους. —Ὄσχεος δὲ καλεῖται καὶ τὸ ὅλον χάλασμα, ἐν ᾧ οἱ δίδυ-

60

μοι, ἰδίως δὲ τὸ ἔξωθεν σαρκῶδες. Σύγκειται δὲ ἐκ χιτώνων δύο, τοῦ

61

μὲν ἔξωθεν δαρτοῦ καὶ ῥυσοῦ, τοῦ δὲ ἔσωθεν ἐλυτροειδοῦς. Ὁ μὲν οὖν

ὄσχεος καὶ δαρτὸς κοινῶς ἑκατέρους συμπεριειληφότες συνάπτουσι

πρὸς τὰ ὑπερκείμενα· ὁ δὲ ἐλυτροειδὴς ἑαυτῷ συνῆπται, καὶ σφαι-

ρικῶς ἐν κύκλῳ περιείληφε τοὺς διδύμους, ἰδίᾳ κατὰ ἕνα συνέχων.

62

Αὐτοὶ δὲ οἱ δίδυμοι ἀθαρώδεις εἰσὶ τὴν σύγκρισιν, καὶ δίυγροι

63

ποσῶς ὑμένι περιεχόμενοι νευρώδει προστυπεῖ. —Τῆς δὲ γυναι-

κὸς τὸ γεννητικὸν μόριον, ἐξαίρετόν ἐστι * πρὸς τὴν τυπὴν * τῶν

64

ἀγγείων. Ἡ δὲ καλουμένη μήτρα κεῖται μεταξὺ κύστεως καὶ ἀπευθυ-

σμένου, τούτῳ μὲν ἐπικειμένη, τῇ δὲ κύστει ὑποκειμένη, τῷ σχήματι

σικύᾳ ἰατρικῇ παραπλησία, ἔνθα καὶ αἱ συνουσίαι περαιοῦνται.

65

Φλέβες μέν εἰσιν ἀγγεῖα περιεκτικὰ αἵματος, διὰ ὧν τὸ αἷμα

εἰς πάντας τοὺς τοῦ σώματος τόπους παραπέμπεται· ἀρτηρίαι δέ

εἰσιν ἀγγεῖα περιεκτικὰ αἵματος μὲν ποσῶς, πνεύματος δὲ πλέον

πολὺ, ἐν οἷς ὁ σφυγμὸς γίγνεται· καὶ τὸ ἀπὸ καρδίας ἐκθλιβόμενον

66

πνεῦμα διὰ αὐτῶν εἰς ὅλον τὸν ὄγκον ἀναδίδοται. —Πιμελή ἐστι

67

παρέκχυμα λευκὸν, λιπῶδες, ὃ καὶ στέαρ καλοῦσιν. —Ἀδένες εἰσὶ

συστροφαὶ ποσῶς πιμελώδεις, καὶ σαρκώδεις ἰδίως κατακεχωρι-

σμέναι εἰς τοὺς κοίλους τόπους, μασχάλας λέγω καὶ βουβῶνας, ἔτι

68

δὲ καὶ μεσεντέριον. —Ὀστᾶ ἐστι συγκρίσεις στερεαὶ καὶ ἄναιμοι

καὶ ἀναίσθητοι, διὰ ὧν αἵ τε πρακτικαὶ καὶ αἱ ἐρειστικαὶ κινήσεις

69

συντελοῦνται. —Μῦς ἐστι σῶμα ναστὸν καὶ πεπυκνωμένον, οὐχ

ἁπλοῦν, ἀλλὰ μετέχον καὶ νεύρων, καὶ φλεβῶν, καὶ ἀρτηριῶν, οὐκ

70

ἄμοιρον αἰσθήσεως, ἐνέργειαν ἔχον προαιρετικῆς κινήσεως. —Χόν-

δροι δέ εἰσι συγκρίσεις μεταξὺ ὀστῶν καὶ νεύρων· ὀστῶν μὲν γάρ

εἰσιν ἁπαλώτεροι· νεύρων δὲ σκληρότεροι, μάλιστα τοῖς ἀπολήγουσι

71

τῶν ὀστῶν συμφυεῖς τυγχάνοντες. —Νεῦρόν ἐστιν ἁπλοῦν σῶμα

καὶ πεπυκνωμένον, προαιρετικῆς κινήσεως αἴτιον, δυσαίσθητον

72

κατὰ τὴν διαίρεσιν. Κατὰ μὲν οὖν τὸν Ἐρασίστρατον καὶ Ἡρόφι-

73

λον, αἰσθητικὰ νεῦρα ἔστιν· κατὰ δὲ Ἀσκληπιάδην οὐδὲ ὅλως. Κατὰ

μὲν οὖν τὸν Ἐρασίστρατον δισσῶν ὄντων τῶν νεύρων αἰσθητικῶν

καὶ κινητικῶν, τῶν μὲν αἰσθητικῶν ἃ κεκοίλανται ἀρχὰς εὕροις ἂν

ἐν μήνιγξι, τῶν δὲ κινητικῶν ἐν ἐγκεφάλῳ καὶ παρεγκεφαλίδι.

74

Κατὰ δὲ τὸν Ἡρόφιλον ἃ μέν ἐστι προαιρετικὰ, ἃ καὶ ἔχει τὴν ἔκ-

φυσιν ἀπὸ τοῦ ἐγκεφάλου καὶ νωτιαίου μυελοῦ, καὶ ἃ μὲν ἀπὸ ὀστοῦ

εἰς ὀστοῦν ἐμφύεται, ἃ δὲ ἀπὸ μυὸς εἰς μῦν, ἃ καὶ συνδεῖ τὰ ἄρθρα.

75

—Μυελός ἐστιν οὐσία λιπώδης καὶ ἄναιμος, διαπαντὸς ὑπὸ ὀστῶν

περιεχόμενος.

{ΠΕΡΙ ΟΣΤΩΝ.} Ἐπειδὴ τὴν τῶν ἐντοσθίων θεωρίαν κατὰ τὸ ἐνδεχόμενον παρα-δεδώκαμεν, ἑξῆς περὶ τῆς ὀστεολογίας λεκτέον ἡμῖν. Τὸ κρανίον τοίνυν, κατὰ τὸ λεγόμενον σκαφίον, ἐστὶ σφαιροειδές·τοῖς μὲν κατὰ κορυφὴν μέρεσιν ὀγκῶδες, τοῖς δὲ περὶ τὸ βρέγματυγχάνουσιν ὑπόπαχυ ποσῶς καὶ πλατὺ, καὶ διπλοῦν κατὰ ἐπι-βολὴν ὀστοῦ, τοῖς κροτάφοις συνεσταλμένον. Ἔχει δὲ κατὰ τὸπλεῖστον ῥαφὰς πέντε, μίαν μὲν κατὰ κορυφὴν λαμβδοειδῆ εἰςτοὐπίσω τοῦ κρανίου φερομένην· ἑτέραν δὲ ἐπὶ τοῦ βρέγματος πε-ριφερῆ, οἱονεὶ στεφανιαίαν· λήγει δὲ κατὰ αὐτό· τρίτη δὲ ἀπὸ τῆςλαμβδοειδοῦς ἐπὶ εὐθὺ τῇ στεφανιαίᾳ συνάπτει· ἄλλαι δὲ δύο παρὰτὰ ὦτα, περὶ τοὺς τῶν κροτάφων τόπους, λεπιδοειδεῖς λεγόμεναι,οὐ κατὰ βάθος ἔχουσαι τὰς ἁρμογὰς, ὡς αἱ λοιπαί. —Ἐκ δὲ τῶνἔμπροσθεν μερῶν εἰσιν [αἱ] κοιλότητες, ἔνθα οἱ ὀφθαλμοὶ ἐνίδρυν-ται, πυελίδες προσαγορευόμεναι. Μεταξὺ δὲ τούτων ἡ τοῦ μυκτῆροςὑπεροχὴ, ἐν ᾗ τὸ ἠθμοειδὲς ὀστοῦν ὑπόκειται, πλείσταις κεχρημένονκατατρήσεσιν. Ἔχει δὲ καὶ τὸ πρόσωπον ὀστῶν συνθέσεις ταύτας·μίαν μὲν ὑπὸ ταῖς ὀφρύσι, καὶ δύο ἄλλας ἐκ πλαγίων τοῦ τῆς ῥινὸςὀστώδους· τετάρτην δὲ τὴν διείργουσαν τὴν ἄνω γένυν· εἶτα ἑξῆςτὴν κατὰ τῆς ὑπερῴας, καὶ [τὴν] κατὰ τῶν ζυγωμάτων, καὶ δύοἄλλας δυσοράτους κατὰ τῶν μήλων. Τὸ δὲ κρανίον ἐκ τῶν ὑποκάτωμερῶν κοιλανθὲν ἔκτρησιν ἔχει διαμπερῆ καὶ περιφερῆ, διὰ ἧς ὁνωτιαῖος μυελὸς καταφέρεται. —Εἰσὶ δὲ οἱ τοῦ τραχήλου σπόν-δυλοι ἀριθμῷ τυγχάνοντες ἑπτά· ἁρμονίως δὲ ἄλλος κατὰ ἄλλουἔγκειται. Καὶ ὁ μὲν πρῶτος τούτων τὴν κίνησιν τῇ κεφαλῇ παρέ-χεται· οἱ δὲ λοιποὶ μένουσιν ἀκίνητοι. —Ἑξῆς παράκειται ὁ ὦμοςκαὶ [ἡ ὠμοπλάτη]· ἡ μὲν οὖν ὠμοπλάτη κατὰ σχῆμα τρίγωνοςοὖσα, δελτοειδῶς ἐπίκειται ταῖς σπάθαις τοῦ θώρακος, ἐκ τῶν ὄπι-σθεν μερῶν. Καὶ ἐκ μὲν τοῦ πλατυτέρου μέρους ἐστὶ λεπτοτάτη,ἐκ δὲ τοῦ συναγομένου παχυτέρα τε καὶ ἐῤῥωμένη, κοιλότητά τιναἔχουσα, εἰς ἣν ἐνήρθρωται ἡ κεφαλὴ τοῦ βραχίονος· ἀπὸ ἧς κοιλό-τητος διεκτέταται ὑπεροχὴ, ὡσανεὶ ῥάχις, λεγομένη ἀγκυροειδὴς,ἢ ἀγκιστροειδὴς, ἐπὶ ἣν τὸ τῆς κλειδὸς πέρας πέπτωκε χόνδρῳσυμφυέν. —Ἡ δὲ κλεὶς τριβολοειδῶς ἐσχηματισμένη ἐμφέρειανἔχει καθετῆρι ἀῤῥενικῶ· συνήρθρωται δὲ τῷ στέρνῳ, καὶ συνεμπέ-φυκε τῇ ὠμοπλάτῃ. Αὐτὴ δὲ ἡ μεσότης τῶν κλειδῶν σιγματοειδὴςτυγχάνουσα, συμβάλλει τῷ πρώτῳ τῆς ῥάχεως σπονδύλῳ. —Ὁδὲ βραχίων ἐπιμήκης ἐστὶ, καὶ περιφερής. Καὶ τὸ μὲν ἄνω μέροςἔχει ὀγκωδέστερον, ὃ καλεῖται κεφαλὴ βραχίονος, ὅ περ κατὰἡμίτομον ἔγκειται τῇ τῆς ὠμοπλάτης κοιλότητι· ἐκ δὲ τῶν κάτωκατὰ ὃ συνήρθρωται τῷ ἀγκῶνι, ἐστὶν ἀνώμαλος, ὥστε ἐξοχὰς ἔχειπαρὰ ἑκάτερα κονδυλοειδεῖς δύο, μέσην δὲ κοιλότητα. Ἐκ μὲν τῶνἔμπροσθεν ἧττον ἀνέσταλται, μᾶλλον δὲ ἐκ τῶν ὄπισθεν. —Τοῦ δὲπήχεος δύο ἐστὶν ὀστᾶ, πῆχυς, καὶ κερκίς. Καὶ τὸ μὲν τῆς κερκίδοςπέρας τῶν κονδύλων τοῦ βραχίονος τὸν ἔξω ἐπικαλύπτει περι-