De ossibus
- Authority group
- Rufus (catalogue association; authorship remains anonymous)
- Edition reference
- De ossibus, ed. Daremberg and Ruelle, op. cit., 186–194.
- CTS identifier
urn:cts:greekLit:tlg0564.tlg005.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
19
φερὲς γενόμενον, καὶ ποσῶς ὑπόκοιλον. Ὁ δὲ πῆχύς ἐστι μακρότε-
20
ρος, καὶ κατὰ τὴν κάμψιν τοῦ καρποῦ ὑποδέχεται πέρας. Ἡ δὲ κερκὶς
κατὰ τὰ μέρη τοῦ καρποῦ κοιλότητας ἔχει δύο, μίαν μὲν εὐθεῖαν,
ἐν ᾗ ἐνήρθρωται· ἑτέραν δὲ πλαγίαν, εἰς ἣν ὁ κόνδυλος τοῦ πή-
21
χεος ἐμφύεται. —Ὁ δὲ καρπὸς σύγκειται μὲν ἐξ ὀστῶν ὀκτὼ
22
στροβιλοειδῶς. Ἐπὶ τούτων ὑπάρχουσιν αἱ φάλαγγες, ὀστᾶ ἐπι-
μήκη, δακτυλοειδῆ, ἐπὶ οἷς αἱ σκυταλίδες τῶν δακτύλων, ἑκάστου
τρεῖς, ἄνισοι ἀλλήλαις, χωρὶς τοῦ ἀντίχειρος· οὗτος γὰρ ἐκ βάσεως
23
δυσὶν ὀστοῖς κέχρηται. —Μετὰ δὲ τοὺς ἑπτὰ τοῦ τραχήλου σφον-
δύλους, οἱ τῆς ῥάχεώς εἰσι δυοκαίδεκα, καὶ τῆς ὀσφύος πέντε, ὡς
24
γενέσθαι τοὺς πάντας τέσσαρας καὶ εἴκοσιν. Οὕτω δέ εἰσι κατε-
σκευασμένοι, ὡς τοῖς μὲν ἔνδοθεν μέρεσιν εἶναι λείους καὶ περια-
γεῖς κατὰ ὃ σπλάγχνοις ὁμιλοῦσιν· ἐκ δὲ τῶν ὄπισθεν τετραχυσμέ-
νους καὶ ἀκανθώδεις κρυπτομένους σαρκὸς ἐπιφύσει· τὰ δὲ παρὰ
ἑκάτερά ἐστι τραπεζώδη· πάντες μεσόκοιλοι, μίαν εὐρυχωρίαν
ἔχοντες, σωληνοειδῶς σώζοντες κατὰ τὴν σύγκρισιν, διὰ ἧς ὁ νω-
τιαῖος μυελὸς καταφέρεται, ὡς προείπομεν, τυπώσεις ἔχοντες πλα-
25
γίας, ἐν αἷς ἐνηρμοσμέναι εἰσὶν αἱ σπάθαι. Τῶν οὖν σπαθῶν, αἱ
μὲν ἀνωτέρω καμαροειδεῖς, συμβάλλουσιν ἀλλήλαις, αἱ δὲ λοξοειδεῖς
ἀντιβαίνουσαι τούτων ἑξῆς, χονδρώδεις ἄκανθαι καὶ νόθοι πλευραὶ
καλοῦνται· μείζους [μὲν?] τῶν ἄνω τὴν παρέκτασιν, ἐκ συμβάσεως
26
[δὲ?] ἐλαττούμεναι. Πάντων δὲ τῶν σπονδύλων ὁ τελευταῖος διε-
νήνοχεν, ὃν καὶ ἱερὸν ὀστοῦν καλοῦμεν, συνήθως τῶν ἀρχαίων
27
ἱερὰ τὰ μεγάλα καλούντων. —Ἑκατέρωθεν δὲ τοῦ σπονδύλου τού-
του τὰ τῶν ἰσχίων ὀστᾶ παρατεθέντα ἐκ τῶν ὄπισθεν, ἃ καὶ
28
συνάπτει τοῖς πέρασι, κατὰ τὸ ἐφήβαιον χόνδρῳ συμφυέντα. Ἐσχη-
μάτισται δὲ τὰ τῶν ἰσχίων ὀστᾶ πλατέα εἶναι καὶ ποσῶς περι-
29
φερῆ· κατὰ δὲ τὰ ἕτερα στενὰ καὶ παχύτερα. Ἔχουσι δὲ κοιλότητας
οὐ διαμπερεῖς, βαθείας [δὲ], αἳ κοτύλαι καλοῦνται εἰς ἃς αἱ κεφαλαὶ
30
τῶν μηρῶν ἐναρμόζονται. —Οἱ δὲ μηροὶ ὀστᾶ ἐπιμήκη, ἐῤῥω-
μένα τε τυγχάνουσι, τὴν ἔκτασιν ἀπὸ τῶν ἰσχίων ἄχρι γόνατος
31
ἔχοντα, περιφερῆ, πρόκυρτα. Ἐκ δὲ τῶν κατὰ τὸ γόνυ πάλιν
ἑκάτερα αὐτῶν πάχος ἔχει καὶ περιφέρειαν κονδυλώδη, ὡς ἑκα-
τέρωθεν μὲν ἐπῆρθαι, κεκοιλάνθαι δὲ ἐν μέσῳ κατὰ ἃ προσκυρεῖ ἡ
κνήμη τρίγωνος οὖσα, καὶ περὶ τὴν κεφαλὴν πεπλατυσμένη, κοι-
λότητας ἔχουσα ἐπιπολαίους, κατὰ ὧν αἱ κονδυλώδεις ὑπεροχαὶ
32
ἐντίθενται. Αὐτῆς δὲ τῆς κνήμης ἡ ὑπεροχὴ εἰς τὴν τοῦ μηροῦ κοι-
33
λότητα ἀντικλείεται. Παράκειται δὲ ἐκ τῶν ἔξωθεν μερῶν ἡ περόνη
34
ταύτης ἰσχνοτέρα, οὐ πλησιάζουσα τῷ μηρῷ. Ὑπέσταλται δὲ κατω-
τέρω· καὶ ἔστιν αὐτῆς τὸ πέρας ὁ ἔξω κόνδυλος, ὃν ἔνιοί φασι τῶν
35
ἰδιωτῶν ἀστράγαλον προσαγορεύεσθαι. Χόνδρῳ μέντοι κατὰ πέ-
36
ρας συνδεῖται πρὸς ἄλληλα. Ἐπὶ δὲ τῆς συμβολῆς τῆς κνήμης καὶ
τοῦ μηροῦ ὀστοῦν ἐπίκειται λεγόμενον ἐπιγονατὶς, δισκοειδὲς κατὰ
σχῆμα, τὴν σύμφυσιν ἔχον μέσην, ὃ κατὰ μὲν τὴν κάμψιν τῇ κνήμῃ
37
μᾶλλον προσχωρεῖ, κατὰ δὲ τὴν ἔκτασιν ἐπὶ ἑκάτερον πίπτει. Ἐκ
δὲ τῶν πρὸς τοῖς σφυροῖς μερῶν ἡ κνήμη στενοῦται ποσῶς, καὶ
σιγματοειδῶς τῷ πέρατι κατὰ τὸ ἴσον διΐσταται οὕτως ὥστε τὴν
μὲν ἐπιμήκη ὑπεροχὴν ἔχειν, τὴν δὲ σμικροτέραν· καὶ ἔστι τῆς μὲν
μείζονος ὑπεροχῆς ὁ ἔσωθεν κόνδυλος· ὁ δὲ τῆς ἄλλης κρυπτόμε-
νος σαρκὸς ἐπιφύσει· συνήρμοσται δὲ τῷ τῆς περόνης ἀπολήγοντι,
ὃ καὶ ἐπιπροβὰν τὸν ἔξω κόνδυλον, ὡς ἔφαμεν, ἀποδείκνυσιν· ὥστε
38
εἶναι τὸ μεταξὺ διάστημα τοῖν δυοῖν ὀστοῖν σιγμαοειδές. —Ἐν ᾧ
διαστήματι ὁ ἀστράγαλος ἔγκειται, οὗ καὶ ἐπιβέβηκε τῷ αὐτῷ κατὰ
τὸ τέτρωρον· ἀλλὰ ὁ χῖος καὶ τὸ ἓξ παράκειται τῇ τῆς κνήμης καὶ
[τῇ] τῆς περόνης ἀποφύσει· τὸ δὲ ἐπιτριῶν ἐπιβέβηκε τῷ ὑποτε-
ταγμένῳ αὐτῷ ὀστῷ τῆς δὲ πτέρνης λεγομένῳ, ὡς πρὸς ταῖς τῆς
πτέρνης κοιλότησιν ἀντικατακλείεσθαι τὰς τοῦ ἐπιτριῶν ἀνωμα-
λίας, καὶ συνδεῖσθαι χόνδρου περιφύσει· τὸ δὲ ἔμπροσθεν αὐτοῦ
σφαιροειδὲς μέρος [συνήρμοσται] κοιλότητι ἑνὸς ὀστοῦ τῶν τοῦ
39
ταρσοῦ λεγομένου διὰ τὴν κοιλότητα σκαφοειδοῦς. Ὀκτὼ δὲ τὸν
ἀριθμὸν ὀστάρια τὸν ταρσὸν ἀποτελοῦνται ταῖς γωνίαις ὄντα ἀνώ-
40
μαλα. Μετὰ δὲ τὸν ταρσὸν ὑπόκειται τὸ πεδίον ἔχον ὀστᾶ πέντε,
λεπτὰ μὲν κατὰ μεσότητας, παχύτερα δὲ κατὰ τὰ ἄκρα, ἀγόμενα
δὲ κατὰ τὸν ἄνω τύπον, ὅθεν ἐκ τῶν ὑποκειμένων κοῖλα ὁρᾶται.
41
Ἑξῆς δὲ τούτων αἱ τῶν δακτύλων σκυταλίδες καθάπερ καὶ χειρός.
42
Ἀποδέδοται ἡμῖν κατὰ τὸ ἐνδεχόμενον καὶ ἡ τῶν ὀστῶν θέσις.
{ΡΟΥΦΟΥ ΤΟΥ ΙΑΤΡΟΥ} {ΙΑΤΡΙΚΑ ΕΡΩΤΗΜΑΤΑ} Ἐρωτήματα χρὴ τὸν νοσοῦντα ἐρωτᾶν, ἐξ ὧν ἂν καὶ διαγνωσθείητι τῶν περὶ τὴν νόσον ἀκριβέστερον καὶ θεραπευθείη κάλλιον. πρῶτονδὲ ἐκεῖνο ὑποτίθημι τὰς πεύσεις αὐτοῦ τοῦ νοσοῦντος ποιεῖσθαι. μάθοιςγὰρ ἂν ἐνθένδε ὅσα τε κατὰ γνώμην νοσεῖ ἢ ὑγιαίνει ὁ ἄνθρωπος καὶῥώμην αὐτοῦ καὶ ἀσθένειαν, καὶ τίνα ἰδέαν νόσου καὶ τίνα τόπον πεπο-νηκὼς 〈εἴη〉. εἰ μὲν γὰρ ἐφεξῆς τε ἀποκρίνοιτο καὶ μνημονικῶς καὶ τὰεἰκότα καὶ μηδαμῆ σφαλλόμενος μήτε τῇ γλώττῃ μήτε τῇ γνώμῃ καὶεἰ καθ' ὁρμὴν τὴν οἰκείαν, —εἰ μέν ἐστιν ἄλλως κόσμιος, πράως καὶκοσμίως, ὁ δ' αὖ φύσει θρασὺς ἢ δειλὸς θρασέως ἢ δεδοικ〈ότ〉ως—τοῦτονμὲν χρὴ νομίζειν τὰ γοῦν κατὰ γνώμην καλῶς ἔχειν. εἰ δὲ καὶ ἄλλα σὺμὲν ἐρωτᾷς, ὁ δὲ ἄλλα ἀποκρίνοιτο καὶ εἰ μεταξὺ λέγων ἐπιλανθάνοιτο,αἱ δὲ τρομώδεις καὶ ἀσαφεῖς γλῶσσαι καὶ αἱ μεταστάσεις ἀπὸ τοῦ ἀρχαίουτρόπου πρὸς τὸ ἐναντίον, πάντα ταῦτα παρακρουστικά. καὶ κώφωσιςδὲ τοῦ κάμνοντος οὕτως τι σημαίνεται. χρὴ δὲ εἰ μὴ ἀκούοι προσανερωτᾶντοὺς παρόντας, ἆρά γε καὶ πρόσθεν ὑπόκωφος ἦν ἢ διὰ τὴν παροῦσαννόσον· τοῦτο γὰρ πρὸς τὴν διάγνωσιν μέγα δύναται. Ῥώμην δὲ καὶ ἀσθένειαν τοῦ κάμνοντος καταμάθοις ἄν, ἢν ὁ μέν τιςἱκανὸς τῷ φθέγματι καὶ ἐφεξῆς λέγῃ τὰ συμβεβηκότα, ὁ δὲ οἷο〈ν〉 ἀνα-παύων τε πολλάκις καὶ λεπτῇ τῇ φωνῇ· νοσήματος δὲ ἰδέαν ... ἄνευμελαγχολίας βράγχωσιν, γλώττης παραπληξίας καί τιν〈α τ〉ῶν κατὰθώρακα καὶ περὶ πνεύμονα εἰθισμένων γίγνεσθαι. τὰ μὲν γὰρ μελαγχολικὰδιασημαίνει θρασύτης καὶ ἄκαιρος λύπη· μάλιστα δὲ 〈ὁ〉 ἄνθρωπος κατα-φανής ἐστι καὶ θαρρῶν καὶ ἀνιώμενος οἷς λέγει, καταφανὴς δὲ καὶ ἑτέρωςἐστίν. ἀλλὰ [καὶ] 〈εἰ〉 ἥδ' ἡ πεῖρα αὐτῷ προσγένοιτο, σαφῶς ἂν ἤδη διαγι-νώσκοιτο ἡ νόσος. καὶ ληθάργῳ δέ τις καθέξεσθαι μέλλων δῆλός ἐστινἀποκρινόμενος λήθῃ τε ὧν λέγει καὶ ἀσαφείᾳ γλώττης. οὕτω μὲν οὖν ἐνπυρετοῖς· ἄνευ δὲ τούτων σπασμοὺς καὶ ἐπιληψίας προσδοκᾶν. ὅλως δὴσύμπαντα, [τ]ἃ τοῦ παρακρουστικοῦ τρόπου ἐστίν, ἐνθένδ' ἄν τις ῥᾷονἢ ἄλλως καταμανθάνοι. τὰ δὲ κατὰ θώρακα καὶ ὀξύτητι φωνῆς καὶτραχύτητι· τῷ μὲν γὰρ φθίνοντι καὶ ὀρθοπνοϊκῷ ὀξεῖα ἡ φωνή, τῷ δὲἐμπύῳ καὶ τῷ ὑπὸ κατάρρου πιεζομένῳ τραχυτέρα. οἱ δὲ τῇ γλώσσῃπαραπληκτικοὶ παντελῶς ἄφωνοί εἰσι. Πρῶτον μὲν δή, ὡς εἴρηται, αὐτόν τινα χρὴ τὸν νοσοῦντα ἐρωτᾶνπερὶ ὧν χρὴ εἰδέναι, ἔπειτα δὲ καὶ τοὺς παρόντας, εἰ κωλύματα εἴη παρὰτοῦ νοσοῦντος μανθάνειν. τὰ δὲ κωλύματά ἐστιν ἢ σφοδρῶς παρακρούωντις ἢ ἀπόπληκτος ἢ ληθαργικὸς ἢ κάτοχος ἢ ἄφωνος ἢ ἄλλως ἠλίθιοςἢ ἀσθενὴς παντάπασιν ἢ ᾧ[ς] συμφέρον ὅτι ἥκιστα φθέγγεσθαι, ὥσπερ