The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FGrH #115: 2B:536–617; 3B:742 addenda. Epigr,
CTS identifier
urn:cts:greekLit:tlg0566.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

2b,115,F

2

—104, 16: κακόβιος· Θεόπομπος ἐν τῆι Ἐπιτομῆι Ἡροδότου.

3

—115, 18: φυγαδεῦσαι· τὸ φυγάδα ἐλάσαι· Θεόπομπος

Ἐπιτομῆι Ἡροδότου.

4

PHOT. SUID. s. σπουδάζω· ... ἐπὶ δὲ τοῦ ‘κατεπείγομαι’

Θεόπομπος ἐν Ἐπιτομῆι τῶν Ἡροδότου· ἐπὶ δὲ τοῦ ‘βούλομαι’ ὁ αὐτὸς ἐν

τῆι Ἐπιτομῆι.

5

ANON. vit. Thuc. 5: πέπαυται δὲ τὸ τῆς συγγραφῆς ἐν τῆι

ναυμαχίαι τῆι περὶ Κυνὸς σῆμα ....... τὰ δὲ μετὰ ταῦτα ἑτέροις

γράφειν κατέλιπε, Ξενοφῶντι καὶ Θεοπόμπωι· εἰσὶν δὲ καὶ αἱ ἐφεξῆς

μάχαι· οὔτε γὰρ τὴν δευτέραν ναυμαχίαν τὴν περὶ Κυνὸς σῆμα, ἣν Θεό-

πομπος εἶπεν, οὔτε τὴν περὶ Κύζικον, ἣν ἐνίκα Θρασύβουλος καὶ Θηρα-

μένης καὶ Ἀλκιβιάδης οὔτε τὴν ἐν Ἀργινούσαις ναυμαχίαν, ἔνθα νικῶσιν

Ἀθηναῖοι Λακεδαιμονίους, οὔτε τὸ κεφάλαιον τῶν κακῶν τῶν Ἀττικῶν,

τὴν ἐν Αἰγὸς ποταμοῖς ναυμαχίαν, ὅπου καὶ τὰς ναῦς ἀπώλεσαν Ἀθηναῖοι

καὶ τὰς ἑξῆς ἐλπίδας· καὶ γὰρ τὸ τεῖχος αὐτῶν καθηιρέθη καὶ ἡ τῶν

τριάκοντα τυραννὶς κατέστη καὶ πολλαῖς συμφοραῖς περιέπεσεν ἡ πόλις,

ἃς ἠκρίβωσε Θεόπομπος.

6

SCHOL. DEMOSTH. VII 39 p. 175, 24 Dindf.: Καρδία ...

κεῖται δέ, ὥς φησι Θεόπομπος ἐν τῆι πρώτηι τῶν Ἑλλην〈ικ〉ῶν, τῆς

Χερσονήσου κατὰ Μέλανα καλούμενον πόντον.

7

STEPH. BYZ. s. Χρυσόπολις· ἐν Βιθυνίαι πλησίον Χαλκηδόνος

.... Ἔφορος κ̅γ̅ (70 F 83) .... καὶ Θεόπομπος ἐν α̅ Ἑλληνικῶν·

<«ἀνήχθησαν εἰς Χαλκηδόνα καὶ Βυζάντιον μετὰ τοῦ λοι-

ποῦ στρατεύματος βουλόμενοι Χρυσόπολιν κατασχεῖν.»>

8

HARPOKR. s. Πεδάριτος· Ἰσοκράτης ἐν τῶι Ἀρχιδάμωι (53).

τῶν ἐκ Λακεδαίμονος ἐκπεμφθέντων ἐστὶν οὗτος, ἁρμοστὴς ἀνήρ, τῶν

γεγονότων καλῶν, ὥς φησι Θεόπομπος ἐν β̅ Ἑλληνικῶν.

9

STEPH. BYZ. s. Ἄσπενδος· πόλις Παμφυλίας ....... Θεό-

πομπος δ̅ Ἑλληνικῶν· <«ἀποτυχὼν δὲ τῶν Ἀσπενδίων.»> καὶ τὸ

θηλυκὸν ὁ αὐτὸς <«Ἀσπενδία»>. καὶ Ἀσπενδίς· ‘Ἀσπενδίδα γαῖαν’.

10

—s. Τρίνησσα· τόπος Φρυγίας· Θεόπομπος Ἑλληνικῶν δ̅.

11

—s. Σελλασία· πόλις τῆς Λακωνικῆς· Θεόπομπος ἐν δ̅

Ἑλληνικῶν.

12

STEPH. BYZ. s. Ὠρωπός ...... καὶ Θεόπομπος Ϛ̅

Ἑλληνικῶν· <«ἀνακοινοῦνται τῶν Ὠρωπίων Τηλέφωι καὶ

τοῖς μετ' ἐκείνου βουλομένοις τὸν Ὠρωπὸν ὑπάρχειν

αὐτοῖς.»>

13

ATHEN. VI 102 p. 272 A: Θεόπομπος δ' ἐν ζ̅ Ἑλληνικῶν

περὶ τῶν εἱλώτων λέγων ὅτι καὶ ἑλεάται καλοῦνται γράφει οὕτως· <«τὸ

δὲ τῶν εἱλώτων ἔθνος παντάπασιν ὠμῶς διάκειται καὶ

πικρῶς· εἰσὶ γὰρ οὗτοι καταδεδουλωμένοι πολὺν ἤδη

χρόνον ὑπὸ τῶν Σπαρτιατῶν, οἱ μὲν αὐτῶν ἐκ Μεσσήνης

ὄντες, οἱ δ' ἑλεάται κατοικοῦντες πρότερον τὸ καλού-

μενον Ἕλος τῆς Λακονικῆς.»>

14

STEPH. BYZ. s. Ἔμβατον· τόπος τῆς Ἐρυθραίας· Θεό-

πομπος Ἑλληνικῶν η̅.

15

——s. Κάλπη· πόλις Βιθυνῶν· Θεόπομπος η̅ Ἑλληνικῶν.

16

——s. Λαδεψοὶ καὶ Τρανιψοί· ἔθνη Θυνῶν· Θεόπομπος

η̅ Ἑλληνικῶν.

17

——s. Κυτώνιον· πόλις μεταξὺ Μυσίας καὶ Λυδίας·

Θεόπομπος Ἑλληνικῶν η̅.

18

ATHEN. VI 61 p. 252 F: Θεόπομπος δ' ἐν τῆι ἐνάτηι

τῶν Ἑλληνικῶν Σισύφου φησὶ τοῦ Φαρσαλίου κόλακα καὶ ὑπηρέτην γενέσθαι

Ἀθήναιον τὸν Ἐρετριέα.

19*

STEPH. BYZ. s. Καρπασία· πόλις Κύπρου .... ὁ πολίτης

Καρπασεώτης ... Θεόπομπος ἐν ι̅ Καρπασεῖς αὐτούς φησιν.

20

ATHEN. XII 61 p. 543 BC: Παυσανίαν δὲ καὶ Λύσανδρον

ἐπὶ τρυφῆι διαβοήτους γενέσθαι σχεδὸν πάντες ἱστοροῦσιν ...... Θεό-

πομπος δὲ ἐν τῆι δεκάτηι τῶν Ἑλληνικῶν τἀναντία φησὶ περὶ τοῦ Λυσάν-

δρου ὅτι <«φιλόπονός τε ἦν καὶ θεραπεύειν δυνάμενος καὶ

ἰδιώτας καὶ βασιλεῖς, σώφρων ὢν καὶ τῶν ἡδονῶν ἁπασῶν

κρείττων. γενόμενος γοῦν τῆς Ἑλλάδος σχεδὸν ἁπάσης

κύριος ἐν οὐδεμιᾶι φανήσεται τῶν πόλεων οὔτε πρὸς τὰς

ἀφροδισίους ἡδονὰς ὁρμήσας οὔτε μέθαις καὶ πότοις

ἀκαίροις χρησάμενος».>

21

PORPHYR. bei EUSEB. P E X 3 p. 465 B C: (T 27) τοῖς

Ἑλληνικοῖς ἐντυγχάνων αὐτοῦ τε καὶ τοῦ Ξενοφῶντος πολλὰ τοῦ Ξενο-

φῶντος αὐτὸν μετατιθέντα κατείληφα, καὶ τὸ δεινόν, ὅτι ἐπὶ τὸ χεῖρον.

τὰ γοῦν περὶ τῆς Φαρναβάζου πρὸς Ἀγησίλαον συνόδου δι' Ἀπολλοφάνους

τοῦ Κυζικην?οῦ καὶ τὰς [ἀμφοῖν] πρὸς ἀλλήλους ἐνσπόνδους διαλέξεις, ἃς

ἐν τῆι τετάρτηι (IV 1, 29 ff.) Ξενοφῶν ἀνέγραψε πάνυ χαριέντως καὶ

πρεπόντως ἀμφοῖν, εἰς τὴν ἑνδεκάτην τῶν Ἑλληνικῶν μεταθεὶς ὁ Θεό-

πομπος ἀργά τε καὶ ἀκίνητα πεποίηκε καὶ ἄπρακτα. λόγου γὰρ δύναμιν

καὶ διὰ τὴν κλοπὴν ἐξεργασίαν ἐμβάλλειν καὶ ἐπιδείκνυσθαι σπουδάζων,

βραδὺς καὶ μέλλων καὶ ἀναβαλλομένωι ἐοικὼς φαίνεται καὶ τὸ ἔμψυχον

καὶ ἐνεργὸν τὸ Ξενοφῶντος διαφθείρων.

22

ATHEN. XIV 74 p. 657 BC: χηνῶν δὲ σιτευτῶν καὶ

μόσχων Θεόπομπος ἐν ι̅γ̅ Φιλιππικῶν (F 106) καὶ ι̅α̅ Ἑλληνικῶν, ἐν οἷς

ἐμφανίζει τὸ περὶ τὴν γαστέρα τῶν Λακώνων ἐγκρατὲς γράφων οὕτως·

<«καὶ οἱ Θάσιοι ἔπεμψαν Ἀγησιλάωι προσιόντι πρόβατα

παντοδαπὰ καὶ βοῦς εὖ τεθραμμένους, πρὸς τούτοις δὲ

καὶ πέμματα καὶ τραγημάτων εἶδος παντοδαπῶν. ὁ δ'

Ἀγησίλαος τὰ μὲν πρόβατα καὶ τὰς βοῦς ἔλαβεν, τὰ δὲ

πέμματα καὶ τὰ τραγήματα πρῶτον μὲν οὐδ' ἔγνω (κατε-

κεκάλυπτο γάρ), ὡς δὲ κατεῖδεν, ἀποφέρειν αὐτοὺς ἐκέ-

λευσεν, εἰπὼν οὐ νόμιμον εἶναι Λακεδαιμονίοις χρῆσθαι

τοιούτοις τοῖς ἐδέσμασι. λιπαρούντων δὲ τῶν Θασίων

‘δότε’, φησίν ‘φέροντες ἐκείνοις’, δείξας [αὐτοῖς] τοὺς

εἵλωτας, εἰπὼν ὅτι τούτους δέοι διαφθείρεσθαι τρώ-

γοντας αὐτὰ πολὺ μᾶλλον ἢ αὐτὸν καὶ τοὺς παρόντας

Λακεδαιμονίων.»>

23

SCHOL. EURIP. Androm. 1: τὴν ἐν Ἀσίαι λέγει

Ὑποπλάκιον Θήβην ..... Φιλέας (V) δὲ καὶ ἐν Θεσσαλίαι φησὶν ἐν τῶι

Φθιωτικῶι τέλει Θήβας εἶναι. Θεόπομπος δὲ ἐν τοῖς Ἑλληνικοῖς καὶ περὶ

τὴν Μυκάλην ἄλλας εἶναί φησι, ταύτας δὲ Μιλησίους ἀλλάξασθαι πρὸς

Σαμίους.

24

DION. HAL. AR I 1, 1: τοὺς εἰωθότας ἀποδίδοσθαι τοῖς

προοιμίοις τῶν ἱστοριῶν λόγους ἥκιστα βουλόμενος ἀναγκάζομαι περὶ

ἐμαυτοῦ προειπεῖν, οὔτ' ἐν τοῖς ἰδίοις μέλλων πλεονάζειν ἐπαίνοις ...

οὔτε διαβολὰς καθ' ἑτέρων ἐγνωκὼς ποιεῖσθαι συγγραφέων, ὥσπερ Ἀνα-

ξιμένης (72 F 1) καὶ Θεόπομπος ἐν τοῖς προοιμίοις τῶν ἱστοριῶν ἐποίησαν.

25*

PHOT. Bibl. 176 p. 120 b 30: συνακμάσαι δὲ λέγει αὐτὸς

ἑαυτὸν Ἰσοκράτει τε τῶι Ἀθηναίωι καὶ Θεοδέκτηι τῶι Φασηλίτηι καὶ

Ναυκράτει τῶι Ἐρυθραίωι, καὶ τούτους ἅμα αὐτῶι τὰ πρωτεῖα τῆς

ἐν λόγοις παιδείας ἔχειν ἐν τοῖς Ἕλλησιν. ἀλλὰ Ἰσοκράτην μὲν δι' ἀπο-

ρίαν βίου καὶ Θεοδέκτην μισθοῦ λόγους γράφειν καὶ σοφιστεύειν, ἐκπαι-

δεύοντας τοὺς νέους κἀκεῖθεν καρπουμένους τὰς ὠφελείας· αὐτὸν δὲ καὶ

Ναυκράτην αὐτάρκως ἔχοντας ἐν τούτοις ἀεὶ τὴν διατριβὴν ἐν τῶι φιλοσοφεῖν

καὶ φιλομαθεῖν ποιεῖσθαι. καὶ ὡς οὐκ ἂν εἴη αὐτῶι παράλογον ἀντι-

ποιουμένωι τῶν πρωτείων, οὐκ ἐλαττόνων μὲν ἢ δισμυρίων ἐπῶν τοὺς

ἐπιδεικτικοὺς τῶν λόγων συγγραψαμένωι, πλείους δὲ ἢ ι̅ε̅ μυριάδας, ἐν

οἷς τάς τε τῶν Ἑλλήνων καὶ βαρβάρων πράξεις (F 1—23?) μέχρι νῦν

ἀπαγγελλομένας ἔστι λαβεῖν. ἔτι δὲ καὶ διότι οὐδείς ἐστι τόπος κοινὸς τῶν

Ἑλλήνων οὐδὲ πόλις ἀξιόχρεως, εἰς οὓς αὐτὸς οὐκ ἐπιδημῶν καὶ τὰς τῶν

λόγων ἐπιδείξεις ποιούμενος οὐχὶ μέγα κλέος καὶ ὑπόμνημα τῆς ἐν λόγοις

αὐτοῦ κατέλιπεν ἀρετῆς. ταῦτα αὐτὸς περὶ αὑτοῦ λέγων τοὺς ἐν

τοῖς ἔμπροσθεν χρόνοις ἔχοντας ἐν λόγοις τὸ πρωτεύειν πολὺ καταδεεστέρους

ἀποφαίνεται τῶν καθ' ἑαυτὸν οὐδὲ τῆς δευτέρας τάξεως ἀξιουμένων.

καὶ τοῦτο δῆλον εἶναί φησι καὶ ἐξ αὐτῶν τῶν παρ' ἑκατέροις ἐκπεπονημέ-

νων καὶ καταλελειμμένων λόγων· πολλὴν γὰρ τὴν τοιαύτην παίδευσιν

ἐπίδοσιν λαβεῖν κατὰ τὴν αὐτοῦ ἡλικίαν. ἀλλὰ τίνας λέγει τοὺς ἐν τοῖς

ἔμπροσθεν χρόνοις, οὐκ ἔχω σαφῶς συμβαλεῖν· οὐ γὰρ δὴ καὶ τολμῆσαι αὐτὸν ὑπο-

λαμβάνω εἰς Ἡρόδοτον καὶ Θουκυδίδην ἀποτείνεσθαι, πολὺ καὶ αὐτοῦ ἐν πολλοῖς

ἐκείνων τῶν ἀνδρῶν ἐλαττουμένου. ἢ τάχα πρὸς Ἑλλάνικον καὶ Φίλιστον ἀφορᾶι

τοὺς ἱστορικοὺς ἢ Γοργίαν καὶ Λυσίαν καὶ τοὺς τοιούτους ... αἰνίττεται, οὐδ'

ἐκείνων τοσοῦτον ἐνδεέστερον ἐχόντων πρὸς τοὺς λόγους.

26*

DION. HAL. ad Pomp. 6: δῆλος γάρ ἐστιν, εἰ καὶ † μηδὲν ἔγραψε,

πλείστην μὲν παρασκευὴν εἰς ταῦτα παρεσκευασμένος, μεγίστας δὲ δαπάνας εἰς τὴν

συναγωγὴν αὐτῶν τετελεκώς, καὶ πρὸς τούτοις πολλῶν μὲν αὐτόπτης γεγενημένος,

πολλοῖς δ' εἰς ὁμιλίαν ἐλθὼν ἀνδράσι τοῖς τότε πρωτεύουσι καὶ στρατηγοῖς δημαγωγοῖς

τε καὶ φιλοσόφοις διὰ τὴν συγγραφήν. οὐ γὰρ ὥσπερ τινὲς πάρεργον τοῦ βίου τὴν

ἀναγραφὴν τῆς ἱστορίας ἐποιήσατο, ἔργον δὲ τὸ πάντων ἀναγκαιότατον.

27

POLYB. VIII 11, 1: (T 19) Θεοπόμπωι, ὅς γ' ἐν ἀρχῆι

τῆς Φιλίππου συντάξεως δι' αὐτὸ μάλιστα παρορμηθῆναι φήσας πρὸς τὴν

ἐπιβολὴν τῆς πραγματείας διὰ τὸ μηδέποτε τὴν Εὐρώπην ἐνηνοχέναι

τοιοῦτον ἄνδρα παράπαν οἷον τὸν Ἀμύντου Φίλιππον, (2) μετὰ ταῦτα

παρὰ πόδας, ἔν τε τῶι προοιμίωι καὶ παρ' ὅλην δὲ τὴν ἱστορίαν, ἀκρα-

τέστατον μὲν αὐτὸν ἀποδείκνυσι πρὸς γυναῖκας, ὥστε καὶ τὸν ἴδιον οἶκον

ἐσφαλκέναι τὸ καθ' αὑτὸν διὰ τὴν πρὸς τοῦτο τὸ μέρος ὁρμὴν καὶ

προστασίαν, (3) ἀδικώτατον δὲ καὶ κακοπραγμονέστατον περὶ τὰς τῶν

φίλων καὶ συμμάχων κατασκευάς, πλείστας δὲ πόλεις ἐξηνδραποδισμένον

καὶ πεπραξικοπηκότα μετὰ δόλου καὶ βίας, (4) ἐκπαθῆ δὲ γεγονότα καὶ

πρὸς τὰς ἀκρατοποσίας, ὥστε καὶ μεθ' ἡμέραν πλεονάκις μεθύοντα κατα-

φανῆ γενέσθαι τοῖς φίλοις.

28*

POLYB. XXXVIII 6, 2: (T 29) λέγω δ' οἷον ἐπειδὰν τὰ κατὰ τὴν

Θετταλίαν ἐξηγούμενοι καὶ τὰς Ἀλεξάνδρου τοῦ Φεραίου πράξεις (F 34—35?) μεταξὺ

τὰς κατὰ Πελοπόννησον Λακεδαιμονίων ἐπιβολὰς διηγῶνται, καὶ πάλιν τὰς † ἀπ'

Ἀθηναίων (F 33?), ἔτι δὲ τὰς κατὰ Μακεδονίαν (F 29—33?) ἢ τὴν Ἰλλυρίδα (F 286),

κἄπειτα διατρίψαντες λέγωσι τὴν Ἰφικράτους εἰς Αἴγυπτον στρατείαν καὶ τὰ Κλεάρχωι

πραχθέντα παρανομήματα κατὰ τὸν Πόντον .... μνησθέντες πῶς Βάρδυλλις ὁ τῶν

Ἰλλυριῶν βασιλεὺς (s. F 286) καὶ Κερσοβλέπτης ὁ τῶν Θραικῶν (F 307?) κατεκτήσαντο

τὰς δυναστείας ......

29

HARPOKR. s. Ἀργαῖος· ....... περὶ τούτου καὶ Θεό-

πομπος ἐν τῶι α̅ τῶν Φιλιππικῶν λέγει· <«τὸν Ἀρχέλαον καλοῦσι

καὶ Ἀργαῖον καὶ Παυσανίαν.»>

30a*

HARPOKR. EPIT. SUID. s. Τί ἐστι τὸ ἐν τοῖς Δημο-

σθένους Φιλιππικοῖς (II 6) ‘καὶ τὸ θρυλούμενόν ποτε ἀπόρρητον ἐκεῖνο’,

Θεόπομπος ἐν [λ]α̅ δεδήλωκε. φησὶ γάρ· <«καὶ πέμπει πρὸς

τὸν Φίλιππον πρεσβευτὰς Ἀντιφῶντα καὶ Χαρίδημον

πράξοντας καὶ περὶ φιλίας, οἳ παραγενόμενοι συμ-

πείθειν αὐτὸν ἐπεχείρουν ἐν ἀπορρήτωι συμπράττειν

Ἀθηναίοις, ὅπως ἂν λάβωσιν Ἀμφίπολιν, ὑπισχνούμενοι

Πύδναν. οἱ δὲ πρέσβεις οἱ τῶν Ἀθηναίων εἰς μὲν τὸν

δῆμον οὐδὲν ἀπήγγελλον, βουλόμενοι λανθάνειν τοὺς

Πυδναίους ἐκδιδόναι μέλλοντες ἐκείνους, ἐν ἀπορρήτωι

δὲ μετὰ τῆς βουλῆς ἔπραττον.»>

30b*

SCHOL. DEMOSTH. II 6

p. 85, 19 Ddf.: διὰ τί ἐν ἀπορρήτωι; ἵνα μὴ ἑκάτεροι μαθόντες φυλάξων-

ται, οἵ τε Ποτιδαιᾶται καὶ οἱ Πυδναῖοι. Θεόπομπος δέ φησιν ὅτι περὶ

Πύδνης μόνον καὶ Φιλίππου, ἵνα δῶι αὐτὸς μὲν Ἀθηναίοις Ἀμφίπολιν,

δέξηται δὲ παρ' αὐτῶν τὴν Πύδναν αὐτοῦ οὖσαν. καὶ τὸ ἀπόρρητον δέ,

ἵνα μὴ μαθόντες οἱ Πυδναῖοι φυλάξωνται· οὐ γὰρ ἐβούλοντο εἶναι ὑπὸ

τὸν Φίλιππον.

31

ATHEN. XII 42 p. 531 E—532 A: ἐν δὲ τῆι α̅ τῶν

Φιλιππικῶν Θεόπομπος περὶ Φιλίππου λέγων φησίν· <«καὶ τριταῖος

εἰς Ὀνόκαρσιν ἀφικνεῖται, χωρίον τι τῆς Θράικης ἄλσος

ἔχον πολὺ κατεσκευασμένον καλῶς καὶ πρὸς τὸ διαι-

τηθῆναι κεχαρισμένον ἄλλως τε καὶ τὴν θερινὴν ὥραν.

ἦν γὰρ καὶ τῶν ὑπὸ Κότυος προκριθέντων, ὃς ἁπάντων

τῶν βασιλέων τῶν ἐν τῆι Θράικηι γεγενημένων μάλιστα

πρὸς ἡδυπαθείας καὶ τρυφὰς ὥρμησε, καὶ περιὼν τὴν

χώραν ὅπου κατίδοι τόπους δένδρεσι συσκίους καὶ καταρ-

ρύτους ὕδασι τούτους κατεσκεύασεν ἑστιατόρια· καὶ

φοιτῶν εἰς ἑκάστους ὁπότε τύχοι θυσίας τε τοῖς θεοῖς

ἐποιεῖτο καὶ συνῆν μετὰ τῶν ὑπάρχων, εὐδαίμων καὶ

μακαριστὸς ὢν ἕως εἰς τὴν Ἀθηνᾶν βλασφημεῖν καὶ

πλημμελεῖν ἐπεχείρησεν.»> διηγεῖταί τε ἑξῆς ὁ συγγραφεὺς ὅτι

δεῖπνον κατεσκεύασεν ὁ Κότυς ὡς γαμουμένης αὐτῶι τῆς Ἀθηνᾶς καὶ

θάλαμον κατασκευάσας ἀνέμενεν μεθύων τὴν θεόν. ἤδη δ' ἔκφρων

γενόμενος ἔπεμπέ τινα τῶν δορυφόρων ὀψόμενον εἰ παραγέγονεν ἡ θεὸς

εἰς τὸν θάλαμον· ἀφικομένου δ' ἐκείνου καὶ εἰπόντος μηδένα εἶναι ἐν

τῶι θαλάμωι, τοξεύσας τοῦτον ἀπέκτεινεν καὶ ἄλλον δεύτερον ἐπὶ τοῖς

αὐτοῖς, ἕως ὁ τρίτος συνεὶς παραγενομένην ἔφη πάλαι τὴν θεὸν αὐτὸν

ἀναμένειν. ὁ δὲ βασιλεὺς οὗτός ποτε καὶ ζηλοτυπήσας τὴν αὑτοῦ γυναῖκα

ταῖς αὑτοῦ χερσὶν ἀνέτεμε τὴν ἄνθρωπον ἀπὸ τῶν αἰδοίων ἀρξάμενος.

32

STEPH. BYZ. s. Μόκαρσος· Θράικης χωρίον· Θεόπομπος

α̅ τῶν Φιλιππικῶν.

33

——s. Ἀλλάντη· πόλις Μακεδονίας [καὶ Ἀρκαδίας].

Θεόπομπος δ' ἐν α̅ Φιλιππικῶν Ἀλλάντιον αὐτὴν εἶπεν.

34

——s. Χάλκη· .... ἔστι καὶ ἄλλη Χάλκη Λαρισσαίας

πόλις. λέγεται καὶ πληθυντικῶς Χάλκαι· Θεόπομπος α̅ Φιλιππικῶν **

καὶ γ̅ (F 48). <«ἔτι συνεπολέμησεν ὡρμημένος ἐκ Χαλκῶν

τῆς Λαρισσαίας.»>

35

HARPOKR. s. Κινέας· .... ὡμολόγηται καὶ παρὰ τοῖς

ἱστορικοῖς, ὅτι Κινέας εἷς ἦν τῶν προιεμένων Φιλίππωι τὰ Θετταλῶν

πράγματα, καὶ μάλιστα Θεοπόμπωι ἐν α̅, ἅμα καὶ διεξερχομένωι τὰ περὶ

τὸν ἄνδρα.

36

ATHEN. VI 109 p. 275 B: <νῦν δέ,> ὡς ὁ Θεόπομπος

ἱστορεῖ ἐν τῆι πρώτηι τῶν Φιλιππικῶν, <οὐδείς ἐστι καὶ τῶν μετρίως

εὐπορουμένων, ὅστις οὐ πολυτελῆ μὲν τράπεζαν παρα-

τίθεται, μαγείρους δὲ καὶ θεραπείαν ἄλλην πολλὴν

κέκτηται καὶ πλείω δαπανᾶι τὰ καθ' ἡμέραν ἢ πρότερον

ἐν ταῖς ἑορταῖς καὶ ταῖς θυσίαις ἀνήλισκον.>

37

SUID. PHOT. ANTIATT. 107, 4 Bk: λόγον ἔχειν· ἀντὶ

τοῦ φροντίζειν· Θεόπομπος Φιλιππικῶν α̅.

38

ATHEN. XI 51 p. 476 DE: τοὺς δὲ Παιόνων βασιλεῖς φησι

Θεόπομπος ἐν δευτέραι Φιλιππικῶν, τῶν βοῶν τῶν παρ' αὐτοῖς γινομένων

μεγάλα κέρατα φυόντων, ὡς χωρεῖν τρεῖς καὶ τέτταρας χόας, ἐκπώματα

ποιεῖν ἐξ αὐτῶν, τὰ χείλη περιαργυροῦντας καὶ χρυσοῦντας.

39

—X 60 p. 443 AB: ἐν δὲ τῆι δευτέραι τῶν Φιλιππικῶν

<«Ἰλλυριοί»> φησί <«δειπνοῦσι καθήμενοι καὶ πίνουσιν·

ἄγουσι δὲ καὶ τὰς γυναῖκας εἰς τὰς συνουσίας, καὶ καλὸν

αὐταῖς προπίνειν οἷς ἂν τύχωσι τῶν παρόντων. ἐκ δὲ

τῶν συμποσίων αὗται τοὺς ἄνδρας ἀπάγουσι. καὶ κακό-

βιοι δὲ πάντες εἰσί, καὶ ζώννυνται τὰς κοιλίας ζώναις

πλατείαις ὅταν πίνωσι· καὶ τοῦτο μὲν πρῶτον μετρίως

ποιοῦσιν, ἐπειδὰν δὲ σφοδρότερον πίνωσι, μᾶλλον ἀεὶ

συνάγουσι τὴν ζώνην.»>

40

ATHEN. X 60 p. 443 B C (= VI 101 p. 271 E): <«Ἀρδιαῖοι

δέ»> φησί <«κέκτηνται προσπελατῶν ὥσπερ εἱλώτων τριά-

κοντα μυριάδας. καθ' ἑκάστην δὲ ἡμέραν μεθύουσιν καὶ

ποιοῦνται συνουσίας καὶ διάκεινται πρὸς ἐδωδὴν καὶ

πόσιν ἀκρατέστερον. διὸ καὶ Κελτοὶ πολεμοῦντες αὐτοῖς

καὶ εἰδότες αὐτῶν τὴν ἀκρασίαν παρήγγειλαν ἅπασι τοῖς

στρατιώταις δεῖπνον ὡς λαμπρότατον παρασκευάσαντας

κατὰ σκηνὴν ἐμβαλεῖν εἰς τὰ σιτία πόαν τινὰ φαρμακώδη

δυναμένην διακόπτειν τὰς κοιλίας καὶ διακαθαίρειν.

γενομένου δὲ τούτου οἱ μὲν αὐτῶν καταληφθέντες ὑπὸ

τῶν Κελτῶν ἀπώλοντο, οἱ δὲ καὶ εἰς τοὺς ποταμοὺς

αὑτοὺς ἔρριψαν, ἀκράτορες τῶν γαστέρων γενόμενοι.»>

41

HARPOKR. s. Νέων· Δημοσθένης ἐν τῶι ὑπὲρ Κτησιφῶντος

(XVIII 295). περὶ τῆς πρὸς Φίλιππον τούτου φιλίας Θεόπομπος ἐν

† β̅ Φιλιππικῶν ἱστορεῖ.

42

—s. Ἱέραξ· ... ὅτι ὁ Ἱέραξ εἷς ἦν τῶν ὑπ' Ἀμφι-

πολιτῶν πεμφθέντων πρέσβεων Ἀθήναζε, βουλομένων αὐτῶν Ἀθηναίοις

παραδοῦναι καὶ τὴν πόλιν καὶ τὴν χώραν, εἴρηκε Θεόπομπος ἐν γ̅

Φιλιππικῶν.

43

—s. Δάτος· πόλις ἐστὶ Θράικης σφόδρα εὐδαίμων· ἀπὸ

ταύτης γοῦν ἐλέγετό τις καὶ παροιμία ‘Δάτος ἀγαθῶν’. δεδηλώκασι δὲ

περί τε αὐτῆς καὶ τῆς παρακειμένης χώρας ὁτὲ μὲν τὸ Δάτον οὐδετέρως

λέγοντες, ὁτὲ δὲ τὴν Δάτον θηλυκῶς, ὡς ἀεὶ Ἔφορος ἐν τῆι δ̅ (70 F 37)·

ἅπαξ δ' ἀρσενικῶς <τὸν Δάτον> Θεόπομπος γ̅ Φιλιππικῶν. μετωνομάσθη

μέντοι ἡ πόλις τῶν Δατηνῶν 〈Φίλιπποι〉, Φιλίππου τοῦ Μακεδόνων

βασιλέως κρατήσαντος αὐτῆς, ὡς Ἔφορός τε φησι καὶ Φιλόχορος ἐν τῆι

ε̅ (III).

44

STEPH. BYZ. s. Ζειρηνία· πόλις Θράικης· Θεόπομπος

Φιλιππικῶν γ̅.

45

HESYCH. s. ἱππάκη· Σκυθικὸν βρῶμα ἐξ ἱππ〈εί〉ου

γάλακτος· οἱ δὲ ὀξύγαλα ἱππεῖον, ὧι χρῶνται Σκύθαι. πίνεται δὲ καὶ

ἐσθίεται πηγνύμενον, ὡς Θεόπομπος ἐν γ̅ αὐτοῦ λόγου.

46

SCHOL. APOLL. RHOD. IV 272: Σεσόγχωσις Αἰγύπτου

πάσης βασιλεὺς μετὰ Ὦρον τὸν Ἴσιδος καὶ Ὀσίριδος παῖδα τὴν μὲν Ἀσίαν

ὁρμήσας πᾶσαν κατεστρέψατο, ὁμοίως καὶ τὰ πλεῖστα τῆς Εὐρώπης.

ἀκριβέστερον δέ ἐστι τὰ περὶ αὐτοῦ παρὰ Ἡροδότωι (II 102 ff.). Θεό-

πομπος δὲ ἐν τρίτωι Σέσωστριν αὐτὸν καλεῖ.

47

STEPH. BYZ. s. Θάψακος· πόλις Συρίας πρὸς τῶι

Εὐφράτηι· Θεόπομπος ἐν Φιλιππικῶν γ̅.

48

——s. Χάλκη· .... ἔστι καὶ ἄλλη Χάλκη Λαρισσαίας

πόλις. λέγεται καὶ πληθυντικῶς Χάλκαι· Θεόπομπος α̅ Φιλιππικῶν **

(F 34) καὶ γ̅· <«ἔτι συνεπολέμησεν ὡρμημένος ἐκ Χαλκῶν

τῆς Λαρισσαίας.»>

49

ATHEN. XII 33 p. 527 A: περὶ δὲ Θετταλῶν λέγων ἐν τῆι

τετάρτηι φησὶν ὅτι· <«ζῶσιν οἱ μὲν σὺν ταῖς ὀρχηστρίσιν καὶ

ταῖς αὐλητρίσιν διατρίβοντες, οἱ δ' ἐν κύβοις καὶ πότοις

καὶ ταῖς τοιαύταις ἀκολασίαις διημερεύοντες· καὶ μᾶλ-

λον σπουδάζουσιν ὅπως ὄψων παντοδαπῶν τὰς τραπέζας

παραθήσονται πλήρεις ἢ τὸν αὑτῶν βίον ὅπως παρα-

σχήσονται κεκοσμημένον. Φαρσάλιοι δὲ πάντων», φησίν,

«ἀνθρώπων εἰσὶν ἀργότατοι καὶ πολυτελέστατοι.»>

50

HARPOKR. s. Ἁλόννησος· ... μνημονεύει δὲ τῆς ἀμφισ-

βητήσεως τῆς περὶ Ἁλοννήσου καὶ Θεόπομπος ἐν δ̅ καὶ Ἀναξιμένης ἐν δ̅

Φιλιππικῶν (72 F 7).

51

—s. Ἠιών· ...... Θεόπομπος δ' ἐν τῆι δ̅ φησὶν ὡς

Ἀθηναῖοι ἐκβαλόντες ἐκ Ἠιόνος Ἀμφιπολίτας κατέσκαψαν τὸ χωρίον.

52

DIDYM. zu Demosth. col. XII 43: περὶ μὲν γὰρ τὴν

Μεθώνης πολιορκίαν τὸν δεξιὸν ὀφθαλμὸν ἐξεκόπη (sc. Φίλιππος)

τοξεύματι πληγείς, ἐν ὧι τὰ μηχανώματα καὶ τὰς χωστρίδας λεγομένας

ἐφεώρα, καθάπερ ἐν τῆι δ̅ τῶν περὶ αὐτὸν ἱστοριῶν ἀφηγεῖται Θεόπομπος·

οἷς καὶ Μαρσύας ὁ Μακεδὼν (135—136 F 16) ὁμολογεῖ. ὁ δὲ Δοῦρις

(76 F 36) ......

53

HARPOKR. s. Παγασαί· Δημοσθένης ἐν Φιλιππικοῖς (I 9).

ἐπίνειόν ἐστι Φεραίων αἱ Παγασαί, ὡς Θεόπομπος ἐν τῆι ε̅ τῶν Φιλιππι-

κῶν δηλοῖ.

54

STEPH. BYZ. s. Ἀμφαναί· πόλις Δωρική· Ἑκαταῖος ἐν α̅

Γενεαλογιῶν (1 F 3). Θεόπομπος Ἀμφαναίαν αὐτὴν καλεῖ ἐν ε̅ Φιλιππικῶν.

ἔστι καὶ χωρίον Θετταλίας ὡσαύτως.

55

——s. Μακκάραι· χώρα ὑπὲρ Φάρσαλον· Θεόπομπος

ε̅ Φιλιππικῶν.

56

——s. Ὄλυκα· πόλις Μακεδονίας· Θεόπομπος ε̅

Φιλιππικῶν.

57

ATHEN. IV 46 p. 157 DE (EUST. Il. Μ 330): Θεόπομπος

οὖν ἐν ε̅ Φιλιππικῶν φησι <«τὸ γὰρ ἐσθίειν πολλὰ καὶ κρεα-

φαγεῖν τοὺς μὲν λογισμοὺς ἐξαιρεῖ καὶ τὰς ψυχὰς ποι-

εῖται βραδυτέρας, ὀργῆς δὲ καὶ σκληρότητος καὶ πολλῆς

σκαιότητος ἐμπίπλησι.»>

58

POLLUX X 161: σάγματα μὲν οὖν ὑποζυγίων κατὰ

τοὺς πολλοὺς ἐν τῆι πέμπτηι τῶν Φιλιππικῶν ἔστιν εὑρεῖν.

59*

HARPOKR. s. Πύγελα· .... πόλις ἐστὶν ἐν τῆι Ἰωνίαι

τὰ Πύγελα, ἣν Θεόπομπός φησιν ἐν Ϛ̅ λαβεῖν τοὔνομα ἐπειδὴ τῶν μετ'

Ἀγαμέμνονός τινες διὰ νόσον τὴν περὶ τὰς πυγὰς ἐνταῦθα κατέμειναν.

60*

STEPH. BYZ. s. Εὖα· πόλις Ἀρκαδίας· Θεόπομπος ἐν Ϛ̅.

61*

——s. Εὐαίμων· πόλις Ὀρχομενίων· Θεόπομπος ἐν Ϛ̅.

62

ATHEN. XII 32 p. 526 D—F: καὶ τῶν παρωκεανιτῶν δέ

τινάς φησι Θεόπομπος ἐν ὀγδόηι Φιλιππικῶν ἁβροδιαίτους γενέσθαι.

(2) περὶ δὲ Βυζαντίων καὶ Καλχηδονίων ὁ αὐτός φησι Θεόπομπος τάδε·

<«ἦσαν δὲ οἱ Βυζάντιοι καὶ διὰ τὸ δημοκρατεῖσθαι πολὺν

ἤδη χρόνον καὶ τὴν πόλιν ἐπ' ἐμπορίου κειμένην ἔχειν

καὶ τὸν δῆμον ἅπαντα περὶ τὴν ἀγορὰν καὶ τὸν λιμένα

διατρίβειν ἀκόλαστοι καὶ συνουσιάζειν καὶ πίνειν εἰθισ-

μένοι ἐπὶ τῶν καπηλείων. Καλχηδόνιοι δὲ πρὶν μὲν

μετασχεῖν αὐτοῖς τῆς πολιτείας ἅπαντες ἐν ἐπιτηδεύ-

μασι καὶ βίωι βελτίονι διετέλουν ὄντες· ἐπεὶ δὲ τῆς

δημοκρατίας τῶν Βυζαντίων ἐγεύσαντο, διεφθάρησαν

εἰς τρυφὴν ** καὶ τὸν καθ' ἡμέραν βίον ἐκ σωφρονεστάτων

καὶ μετριωτάτων φιλοπόται καὶ πολυτελεῖς γενόμενοι.»>

63

HARPOKR. s. Ἀμφικτύονες· συνέδριόν ἐστιν Ἑλληνικὸν

συναγόμενον ἐν Θερμοπύλαις. ὠνομάσθη δὲ ἤτοι ἀπὸ Ἀμφικτύονος τοῦ

Δευκαλίωνος, ὅτι αὐτὸς συνήγαγε τὰ ἔθνη βασιλεύων, ὥς φησι Θεόπομπος

ἐν η̅—ταῦτα δ' ἦν ι̅β̅· Ἴωνες Δωριεῖς Περραιβοί Βοιωτοί Μάγνητες

Ἀχαιοί Φθιῶται Μηλιεῖς Δόλοπες Αἰνιᾶνες Δελφοί Φωκεῖς—ἢ ἀπὸ τοῦ

περιοίκους εἶναι τῶν Δελφῶν τοὺς συναχθέντας, ὡς Ἀναξιμένης ἐν α̅ Ἑλλη-

νικῶν (72 F 2).

64a

DIOG. LAERT. I 8—9: Ἀριστοτέλης δ' ἐν πρώτωι Περὶ

φιλοσοφίας (F 6 Rose) καὶ πρεσβυτέρους εἶναι τῶν Αἰγυπτίων (sc. τοὺς

Μάγους)· καὶ δύο κατ' αὐτοὺς εἶναι ἀρχάς, ἀγαθὸν δαίμονα καὶ κακὸν

δαίμονα· καὶ τῶι μὲν ὄνομα εἶναι Ζεὺς καὶ Ὠρομάσδης, τῶι δὲ Ἅιδης

καὶ Ἀρειμάνιος. φησὶ δὲ τοῦτο καὶ Ἕρμιππος ἐν τῶι πρώτωι Περὶ

Μάγων (IV) καὶ Εὔδοξος ἐν τῆι Περιόδωι (V) καὶ Θεόπομπος ἐν τῆι

ὀγδόηι τῶν Φιλιππικῶν· ὃς καὶ ἀναβιώσεσθαι κατὰ τοὺς Μάγους φησὶ

τοὺς ἀνθρώπους καὶ ἔσεσθαι ἀθανάτους, καὶ τὰ ὄντα ταῖς αὐτῶν ἐπι-

κλήσεσι διαμένειν. ταῦτα δὲ καὶ Εὔδημος ὁ Ῥόδιος ἱστορεῖ.

64b

AINEIAS

V. GAZA Theophr. p. 72 Boiss: ὁ δὲ Ζωροάστρης προλέγει ὡς ἔσται

ποτὲ χρόνος ἐν ὧι πάντων νεκρῶν ἀνάστασις ἔσται. οἶδεν ὁ Θεόπομπος

ὃ λέγω καὶ τοὺς ἄλλους αὐτὸς ἐκδιδάσκει.

65*

PLUTARCH. De Is. et Os. 47 p. 370 B C: ἔπεισι δὲ χρόνος

εἱμαρμένος, ἐν ὧι τὸν Ἀρειμάνιον λοιμὸν ἐπάγοντα καὶ λιμὸν ὑπὸ τούτων

ἀνάγκη φθαρῆναι παντάπασι καὶ ἀφανισθῆναι, τῆς δὲ γῆς ἐπιπέδου καὶ

ὁμαλῆς γενομένης, ἕνα βίον καὶ μίαν πολιτείαν ἀνθρώπων μακαρίων καὶ

ὁμογλώσσων ἁπάντων γενέσθαι. Θεόπομπος δέ φησι κατὰ τοὺς Μάγους

ἀνὰ μέρος τρισχίλια ἔτη τὸν μὲν κρατεῖν τὸν δὲ κρατεῖσθαι τῶν θεῶν,

ἄλλα δὲ τρισχίλια μάχεσθαι καὶ πολεμεῖν καὶ ἀναλύειν τὰ τοῦ ἑτέρου

τὸν ἕτερον· τέλος δ' ἀπολείπεσθαι τὸν Ἅιδην, καὶ τοὺς μὲν ἀνθρώπους

εὐδαίμονας ἔσεσθαι μήτε τροφῆς δεομένους μήτε σκιὰν ποιοῦντας, τὸν

δὲ ταῦτα μηχανησάμενον θεὸν ἠρεμεῖν καὶ ἀναπαύεσθαι χρόνον, ἄλλως

μὲν οὐ πολὺν ὡς θεῶι, ὥσπερ 〈δ'〉 ἀνθρώπωι κοιμωμένωι μέτριον.

66

PHOT. Lex. s. Ζωπύρου τάλαντα· Κρατῖνος ἐν Πυλαίαι

(I 67, 176 K). τοῦτόν φησι Θεόπομπος ἐν τῆι ὀγδόηι τῶν Περὶ Φίλιππον

Πέρσην ὄντα ὑπὸ φιλοτιμίας χαριζόμενον βασιλεῖ μαστιγώσαντα ἑαυτὸν

καὶ τῆς ῥινὸς καὶ τῶν ὤτων ἀποστερήσαντα εἰσελθεῖν εἰς Βαβυλῶνα καὶ

πιστευθέντα διὰ ταύτην τὴν κακουχίαν καταλαβεῖν τὴν πόλιν. ἐκ μετα-

φορᾶς οὖν εἶπε τάλαντα καὶ ζυγά, οἱονεὶ ἔργα καὶ πράξεις.

67a*

DIOG. LAERT.

I 109: Ἐπιμενίδης, καθά φησι

Θεόπομπος καὶ ἄλλοι συχνοί,

πατρὸς μὲν ἦν Φαιστίου, οἱ δὲ

Δωσιάδα, οἱ δὲ Ἀγησάρχου·

Κρὴς τὸ γένος ἀπὸ Κνωσοῦ,

καθέσει τῆς κόμης τὸ εἶδος

παραλλάσσων. οὗτός ποτε πεμ-

φθεὶς παρὰ τοῦ πατρὸς εἰς

ἀγρὸν ἐπὶ πρόβατον, τῆς ὁδοῦ

κατὰ μεσημβρίαν ἐκκλίνας ὑπ'

ἄντρωι τινὶ κατεκοιμήθη ἑπτὰ

καὶ πεντήκοντα ἔτη. διαναστὰς

δὲ μετὰ ταῦτα ἐζήτει τὸ πρό-

βατον, νομίζων ἐπ' ὀλίγον κε-

κοιμῆσθαι. ὡς δὲ οὐχ εὕρισκεν,

παρεγένετο εἰς τὸν ἀγρόν, καὶ

μετεσκευασμένα πάντα κατα-

λαβὼν καὶ παρ' ἑτέρωι τὴν

κτῆσιν, πάλιν ἧκεν εἰς ἄστυ

διαπορούμενος. κἀκεῖ δὲ εἰς

τὴν ἑαυτοῦ εἰσιὼν οἰκίαν περιέ-

τυχε τοῖς πυνθανομένοις, τίς

εἴη, ἕως τὸν νεώτερον ἀδελφὸν

εὑρὼν τότε ἤδη γέροντα ὄντα,

πᾶσαν ἔμαθε παρ' ἐκείνου τὴν

ἀλήθειαν.

67b*

APOLLON. Hist. mir. 1: Βώλου.

Ἐπιμενίδης Κρὴς λέγεται ὑπὸ τοῦ πατρὸς

καὶ τῶν ἀδελφῶν [τοῦ πατρὸς] ἀποσταλεὶς

εἰς ἀγρὸν πρόβατον ἀγαγεῖν εἰς τὴν πόλιν,

καταλαβούσης αὐτὸν νυκτὸς παραλλάξαι

τῆς τρίβου καὶ κατακοιμηθῆναι ἔτη ἑπτὰ

καὶ πεντήκοντα, καθάπερ ἄλλοι τε πολλοὶ

εἰρήκασιν, ἔτι 〈δὲ〉 καὶ <Θεόπομπος

ἐν ταῖς Ἱστορίαις ἐπιτρέχων τὰ

κατὰ τόπους θαυμάσια>. ἔπειτα

συμβῆναι ἐν τῶι μεταξὺ χρόνωι τοὺς μὲν

οἰκείους τοῦ Ἐπιμενίδου ἀποθανεῖν, αὐτὸν

δὲ ἐγερθέντα ἐκ τοῦ ὕπνου ζητεῖν ἐφ' ὃ

ἀπεστάλη πρόβατον. μὴ εὑρόντα δὲ πο-

ρεύεσθαι εἰς τὸν ἀγρόν—ὑπελάμβανε δὲ

ἐγηγέρθαι τῆι αὐτῆι ἡμέραι ἧι περ ἔδοξεν

κεκοιμῆσθαι—καὶ καταλαβὼν τὸν ἀγρὸν

πεπραμένον καὶ τὴν σκευὴν ἠλλαγμένην

ἀπαίρειν εἰς τὴν πόλιν. καὶ εἰσελθὼν

εἰς τὴν οἰκίαν ἐκεῖθεν πάντα ἔγνω, ἐν οἷς

καὶ τὰ περὶ τοῦ χρόνου, καθ' ὃν ἀφανὴς

ἐγένετο. λέγουσι δὲ οἱ Κρῆτες, ὥς φησιν

ὁ Θεόπομπος, ἔτη βιώσαντα αὐτὸν ἑκατὸν

πεντήκοντα 〈ἑπτὰ〉 ἀποθανεῖν. λέγεται

δὲ περὶ τοῦ ἀνδρὸς τούτου καὶ ἄλλα οὐκ

ὀλίγα παράδοξα.

68a*

PROVERB. APP. BV III 97 (Paroem. Gr. I 309.

EPIT. PROV. Miller Melanges 365): ἐβίω δὲ οὗτος (sc. Ἐπιμενίδης), ὥς

φησιν ὁ Θεόπομπος ἔτη ἑκατὸν πεντήκοντα καὶ ἑπτά· τὰ δὲ 〈πεντήκοντα

καὶ〉 ἑπτὰ ἐκαθεύδησεν.

68b*

VALER. MAX. VIII 13 ext. 5: Epimenides

Cnosius, quem Theopompus dicit septem et L et centum annos vixisse.

68c*

PLIN. NH VII 154: Theopompus Epimenidi GnosioCLVII (sc. annos

tribuit).

69*

DIOG. LAERT. I 115: <Θεόπομπος δ' ἐν τοῖς

Θαυμασίοις> κατασκευάζοντος αὐτοῦ (sc. τοῦ Ἐπιμενίδου) τὸ τῶν

Νυμφῶν ἱερὸν ῥαγῆναι φωνὴν ἐξ οὐρανοῦ· ‘Ἐπιμενίδη, μὴ Νυμφῶν,

ἀλλὰ Διός’. Κρησίν τε προειπεῖν τὴν Λακεδαιμονίων ἧτταν ὑπὸ Ἀρκάδων,

καθάπερ προείρηται (§ 114)· καὶ δὴ καὶ ἐλήφθησαν πρὸς Ὀρχομενῶι.

γηρᾶσαί τε ἐν τοσαύταις ἡμέραις αὐτὸν ὅσαπερ ἔτη κατεκοιμήθη· καὶ γὰρ

τοῦτό φησι Θεόπομπος.

70*

PORPHYR. bei EUSEB. PE X 3 p. 464 D—465 B: πραγ-

μάτων δ' ὑφαίρεσιν πεποίηται (sc. ὁ Θεόπομπος), μεταθεὶς τὰ ἐπ' ἄλλων

ἄλλοις, ἵνα καὶ ψεύστης ἁλῶι τοῦτον τὸν τρόπον. Ἄνδρωνος γὰρ ἐν τῶι

Τρίποδι (IV) περὶ Πυθαγόρου τοῦ φιλοσόφου τὰ περὶ τὰς προρρήσεις

ἱστορηκότος εἰπόντος τε, ὡς διψήσας ποτὲ ἐν Μεταποντίωι καὶ ἔκ τινος

φρέατος ἀνιμήσας καὶ πιὼν προεῖπεν ὡς εἰς τρίτην ἡμέραν ἔσοιτο σεισμός.

καὶ ἕτερά τινα τούτοις ἐπαγαγὼν ἐπιλέγει· ταῦτ' οὖν τοῦ Ἄνδρωνος περὶ

Πυθαγόρου ἱστορηκότος, πάντα ὑφείλετο Θεόπομπος. εἰ μὲν περὶ Πυθα-

γόρου λέγων, τάχα ἂν καὶ ἕτεροι ἠπίσταντο περὶ αὐτοῦ καὶ ἔλεγον ‘ταῦτα

καὶ αὐτὸς εἶπεν’· νῦν δὲ τὴν κλοπὴν δήλην πεποίηκεν ἡ τοῦ ὀνόματος

μετάθεσις. τοῖς μὲν γὰρ πράγμασι κέχρηται τοῖς αὐτοῖς, ἕτερον δ' ὄνομα

μετενήνοχε· Φερεκύδην γὰρ τὸν Σύριον πεποίηκε ταῦτα προλέγοντα. οὐ

μόνον δὲ τούτωι τῶι ὀνόματι ἀποκρύπτει τὴν κλοπήν, ἀλλὰ καὶ τόπων

μεταθέσει. τό τε γὰρ περὶ τῆς προρρήσεως τοῦ σεισμοῦ ἐν Μεταποντίωι

ὑπ' Ἄνδρωνος ῥηθὲν ἐν Σύρωι εἰρῆσθαί φησιν ὁ Θεόπομπος· τό τε περὶ

τὸ πλοῖον οὐκ ἀπὸ Μεγάρων τῆς Σικελίας, ἀπὸ δὲ Σάμου φησὶ θεωρη-

θῆναι· καὶ τὴν Συβάρεως ἅλωσιν ἐπὶ τὴν Μεσσήνης μετατέθεικεν. ἵνα

δέ τι δοκῆι λέγειν περιττόν, καὶ τοῦ ξένου προστέθεικε τοὔνομα, Περίλαον

αὐτὸν καλεῖσθαι λέγων.

71

DIOG. LAERT. I 116: Φερεκύδης Βάβυος Σύριος ........

τοῦτόν φησι Θεόπομπος πρῶτον περὶ φύσεως καὶ θεῶν γράψαι. πολλὰ

δὲ καὶ θαυμάσια λέγεται περὶ αὐτοῦ· καὶ γὰρ παρὰ τὸν αἰγιαλὸν τῆς

Σάμου περιπατοῦντα καὶ ναῦν οὐριοδρομοῦσαν ἰδόντα εἰπεῖν ὡς οὐ μετὰ

πολὺ καταδύσεται· καὶ ἐν ὀφθαλμοῖς αὐτοῦ καταδῦναι. καὶ ἀνιμηθέντος

ἐκ φρέατος ὕδατος πιόντα προειπεῖν ὡς εἰς τρίτην ἡμέραν ἔσοιτο σεισμός·

καὶ γενέσθαι. ἀνιόντα τε ἐξ Ὀλυμπίας ἐς Μεσσήνην τῶι ξένωι Περιλάωι

συμβουλεῦσαι ἐξοικῆσαι μετὰ τῶν οἰκείων· καὶ τὸν μὴ πεισθῆναι, Μεσσήνην

δὲ ἑαλωκέναι. (117) καὶ Λακεδαιμονίοις εἰπεῖν μήτε χρυσὸν τιμᾶν μήτε

ἄργυρον, ὥς φησι <Θεόπομπος ἐν Θαυμασίοις·> προστάξαι δὲ αὐτῶι

ὄναρ τοῦτο τὸν Ἡρακλέα, ὃν καὶ τῆς αὐτῆς νυκτὸς τοῖς βασιλεῦσι κελεῦσαι

Φερεκύδηι πείθεσθαι. ἔνιοι δὲ Πυθαγόραι περιάπτουσι ταῦτα.

72*

CLEM. ALEX. Strom. I 62, 2 p. 39, 17 Stäh: Πυθα-

γόρας μὲν οὖν Μνησάρχου Σάμιος, ὥς φησιν Ἱππόβοτος (IV)· ὡς δὲ

Ἀριστόξενος (IV) .... καὶ Ἀριστοτέλης (F 190 Rose) καὶ Θεόπομπος,

Τυρρηνὸς ἦν· ὡς δὲ Νεάνθης (84 F 29) Σύριος ἢ Τύριος.

73

ATHEN. V 52 p. 213 F: καὶ μετ' οὐ πολλὰς ἡμέρας τύραννον

αὑτὸν ἀποδείξας ὁ φιλόσοφος (sc. ὁ Ἀθηνίων 87 F 36) καὶ τὸ τῶν Πυθαγο-

ρικῶν ἀναδείξας δόγμα 〈τὸ〉 περὶ τῆς ἐπιβουλῆς καὶ τί ἠβούλετο αὐτοῖς ἡ φιλο-

σοφία, ἣν ὁ καλὸς Πυθαγόρας εἰσηγήσατο, καθάπερ ἱστόρησε Θεόπομπος

ἐν ὀγδόηι Φιλιππικῶν καὶ Ἕρμιππος ὁ Καλλιμάχειος (IV), εὐθέως καὶ

οὗτος τοὺς μὲν εὖ φρονοῦντας τῶν πολιτῶν .... ἐκποδὼν εὐθὺς ἐποιή-

σατο ......

74a

THEON Progymn. 2 (II 66, 16 Sp.): διηγήσεως δὲ

παραδείγματα ἂν εἴη κάλλιστα τῶν μὲν μυθικῶν ..... παρὰ Θεοπόμπωι

ἐν τῆι ὀγδόηι τῶν Φιλιππικῶν ἡ τοῦ Σειληνοῦ.

74b

DION. HAL. ad

Pomp. 6 (II 248, 2 UR): τὰ περὶ Σιληνοῦ τοῦ φανέντος ἐν Μακεδονίαι

καὶ τὰ περὶ τοῦ δράκοντος τοῦ διαναυμαχήσαντος πρὸς τὴν τριήρη (F 296).

75a*

ATHEN. II 23 p. 45 C: Ἡλιόδωρος (III) δέ φησι

τὸν Ἐπιφανῆ Ἀντίοχον, ὃν διὰ τὰς πράξεις Πολύβιος (XXVI 1 BW)

Ἐπιμανῆ καλεῖ, τὴν κρήνην τὴν ἐν Ἀντιοχείαι κεράσαι οἴνωι, καθάπερ

καὶ τὸν Φρύγα Μίδαν φησὶ Θεόπομπος, ὅτε ἑλεῖν τὸν Σιληνὸν ὑπὸ μέθης

ἠθέλησεν· ἔστι δὲ ἡ κρήνη, ὥς φησι Βίων (14 F 3), μέση Μαιδῶν καὶ

Παιόνων Ἴννα καλουμένη.

75b*

SERV. DAN. Verg. buc. VI 13; 26:

sane hoc de Sileno non dicitur fictum a Vergilio, sed a Theopompo

translatum: is enim apprehensum Silenum a Midae regis pastoribus

dicit, crapula madentem et ex ea soporatum; illos dolo adgressos dor-

mientem vinxisse; postea vinculis sponte labentibus liberatum de rebus

naturalibus et antiquis Midae interroganti disputavisse ...... (26) haec

autem omnia de Sileno a <Theopompo in eo libro, qui Thau-

masia appellatur>, conscripta sunt.

75c*

AELIAN. VH III 18:

περιηγεῖταί τινα Θεόπομπος συνουσίαν Μίδου τοῦ Φρυγὸς καὶ Σιληνοῦ.

νύμφης δὲ παῖς ὁ Σιληνὸς οὗτος, θεοῦ μὲν ἀφανέστερος τὴν φύσιν,

ἀνθρώπου δὲ κρείττων, ἐπεὶ καὶ ἀθάνατος ἦν. πολλὰ μὲν οὖν καὶ ἄλλα

ἀλλήλοις διελέχθησαν, καὶ ὑπὲρ τούτων ὁ Σιληνὸς ἔλεγε πρὸς τὸν Μίδαν.

(2) τὴν μὲν Εὐρώπην καὶ τὴν Ἀσίαν καὶ τὴν Λιβύην νήσους εἶναι, ἃς

περιρρεῖν κύκλωι τὸν ὠκεανόν, ἤπειρον δὲ εἶναι μόνην ἐκείνην τὴν ἔξω

τούτου τοῦ κόσμου. καὶ τὸ μὲν μέγεθος αὐτῆς ἄπειρον διηγεῖτο, τρέφειν

δὲ τὰ ἄλλα ζῶια μεγάλα, καὶ τοὺς ἀνθρώπους δὲ τῶν ἐνταυθοῖ διπλα-

σίονας τὸ μέγεθος, καὶ χρόνον ζῆν αὐτοὺς οὐχ ὅσον ἡμεῖς, ἀλλὰ καὶ

ἐκεῖνον διπλοῦν. (3) καὶ πολλὰς μὲν εἶναι καὶ μεγάλας πόλεις καὶ βίων

ἰδιότητας· καὶ νόμους αὐτοῖς τετάχθαι ἐναντίως κειμένους τοῖς παρ' ἡμῖν

νομιζομένοις. (4) δύο δὲ εἶναι πόλεις ἔλεγε μεγέθει μεγίστας, οὐδὲν δὲ

ἀλλήλαις ἐοικέναι· καὶ τὴν μὲν ὀνομάζεσθαι Μάχιμον, τὴν δὲ Εὐσεβῆ.

τοὺς μὲν οὖν Εὐσεβεῖς ἐν εἰρήνηι τε διάγειν καὶ πλούτωι βαθεῖ καὶ

λαμβάνειν τοὺς καρποὺς ἐκ τῆς γῆς χωρὶς ἀρότρων καὶ βοῶν, γεωργεῖν δὲ

καὶ σπείρειν οὐδὲν αὐτοῖς ἔργον εἶναι. <«καὶ διατελοῦσιν»> ἦ δ' ὅς

<«ὑγιεῖς καὶ ἄνοσοι καὶ καταστρέφουσι τὸν ἑαυτῶν βίον

γελῶντες εὖ μάλα καὶ ἡδόμενοι. οὕτω δὲ ἀναμφιλόγως

εἰσὶ δίκαιοι, ὡς μηδὲ τοὺς θεοὺς πολλάκις ἀπαξιοῦν

ἐπιφοιτᾶν αὐτοῖς. (5) οἱ δὲ τῆς Μαχίμου πόλεως μαχι-

μώτατοι τέ εἰσι καὶ αὐτοὶ καὶ γίνονται μεθ' ὅπλων καὶ

ἀεὶ πολεμοῦσι καὶ καταστρέφονται τοὺς ὁμόρους, καὶ

παμπόλλων ἐθνῶν μία πόλις κρατεῖ αὕτη. εἰσὶ δὲ οἱ

οἰκήτορες οὐκ ἐλάττους διακοσίων μυριάδων. ἀποθνή-

σκουσι δὲ τὸν μὲν ἄλλον χρόνον νοσήσαντες· σπάνιον

δὲ τοῦτο, ἐπεὶ τά γε πολλὰ ἐν τοῖς πολέμοις ἢ λίθοις ἢ

ξύλοις παιόμενοι· ἄτρωτοι γάρ εἰσι σιδήρωι. χρυσοῦ δὲ

ἔχουσι καὶ ἀργύρου ἀφθονίαν, ὡς ἀτιμότερον εἶναι παρ'

αὐτοῖς τὸν χρυσὸν τοῦ παρ' ἡμῖν σιδήρου»>. (6) ἐπιχειρῆσαι

δέ ποτε καὶ διαβῆναι τούτους ἐς τάσδε τὰς ἡμεδαπὰς νήσους ἔλεγε καὶ

διαπλεύσαντάς γε τὸν ὠκεανὸν μυριάσι χιλίαις ἀνθρώπων ἕως Ὑπερβορέων

ἀφικέσθαι. καὶ πυθομένους τῶν παρ' ἡμῖν τούτους εἶναι τοὺς εὐδαι-

μονεστάτους, καταφρονῆσαι ὡς φαύλως καὶ ταπεινῶς πράττοντας, καὶ διὰ

ταῦτα ἀτιμάσαι προελθεῖν περαιτέρω. (7) τὸ δὲ ἔτι θαυμασιώτερον

προσετίθει. Μέροπάς τινας οὕτω καλουμένους ἀνθρώπους οἰκεῖν παρ'

αὐτοῖς ἔφη πόλεις πολλὰς καὶ μεγάλας, ἐπ' ἐσχάτωι δὲ τῆς χώρας αὐτῶν

τόπον εἶναι καὶ ὀνομάζεσθαι Ἄνοστον, ἐοικέναι δὲ χάσματι, κατειλῆφθαι

δὲ οὔτε ὑπὸ σκότους οὔτε ὑπὸ φωτός, ἀέρα δὲ ἐπικεῖσθαι ἐρυθήματι

μεμιγμένον θολερῶι. δύο δὲ ποταμοὺς περὶ τοῦτον τὸν τόπον ῥεῖν, καὶ

τὸν μὲν Ἡδονῆς καλεῖσθαι τὸν δὲ Λύπης, καὶ παρ' ἑκάτερον τούτων

ἑστηκέναι δένδρα τὸ μέγεθος πλατάνου μεγάλης. φέρειν δὲ καρποὺς τὰ

μὲν παρὰ τὸν τῆς Λύπης ποταμὸν τοιαύτην ἔχοντας τὴν φύσιν· ἐάν τις

αὐτῶν ἀπογεύσηται, τοσοῦτον ἐκβάλλει δακρύων, ὥστε κατατήκεσθαι πάντα

τὸν ἑαυτοῦ βίον τὸν λοιπὸν θρηνοῦντα, καὶ οὕτω τελευτᾶν. (8) τὰ δὲ

ἕτερα τὰ παραπεφυκότα τῶι τῆς Ἡδονῆς ποταμῶι ἀντίπαλον ἐκφέρειν

καρπόν· ὃς γὰρ ἂν γεύσηται τούτων, τῶν μὲν ἄλλων τῶν πρότερον

ἐπιθυμιῶν παύεται, ἀλλὰ καὶ εἴ του ἤρα καὶ αὐτοῦ λαμβάνει λήθην, καὶ

γίνεται κατὰ βραχὺ νεώτερος καὶ τὰς φθανούσας ἡλικίας καὶ τὰς ἤδη

διελθούσας ἀναλαμβάνει ὀπίσω. τὸ μὲν γὰρ γῆρας ἀπορρίψας ἐπὶ τὴν

ἀκμὴν ὑποστρέφει, εἶτα ἐπὶ τὴν τῶν μειρακίων ἡλικίαν ἀναχωρεῖ, εἶτα

παῖς γίνεται, εἶτα βρέφος, καὶ ἐπὶ τούτοις ἐξαναλώθη. (9) καὶ ταῦτα εἴ

τωι πιστὸς ὁ Χῖος λέγων, πεπιστεύσθω· ἐμοὶ δὲ δεινὸς εἶναι δοκεῖ

μυθολόγος καὶ ἐν τούτοις καὶ ἐν ἄλλοις δέ.

75d*

STRAB. VII 3, 6:

ἀπὸ δὲ τούτων ἐπὶ τοὺς συγγραφέας βαδίζει (sc. Ἀπολλόδωρος 244 F 157)

Ῥιπαῖα ὄρη λέγοντας καὶ τὸ Ὠγύιον ὄρος καὶ τὴν τῶν Γοργόνων καὶ

Ἑσπερίδων κατοικίαν (1 F 194), καὶ τὴν παρὰ Θεοπόμπωι Μεροπίδα

γῆν.

75e*

TERTULLIAN. adv. Hermog. 25: nisi si et Sileno illi

apud Midam regem adseveranti de alio orbe credendum est auctore

Theopompo.

76

APOLLON. Hist. mir. 10: Θεόπομπος δὲ ἐν τοῖς Θαυμασίοις

ἐν τῶι ἀγῶνι τῶν Ὀλυμπίων πολλῶν ἐπιπολαζόντων ἰκτίνων ἐν τῆι

πανηγύρει καὶ διασυριζόντων τὰ διαφερόμενα κρέα 〈τὰ〉 τῶν ἱεροθυτῶν

ἀθιγῆ μένειν.

77

SCHOL. ARISTOPH. Friede 1071 (SUID. s. Βάκις) = SCHOL.

Vögel 962: Βάκιδες δὲ τρεῖς, ὧν πρεσβύτατος ἐξ Ἐλεῶνος τῆς Βοιωτίας,

ὁ δὲ δεύτερος Ἀττικός, τρίτος δὲ ὁ Ἀρκὰς ἐκ πόλεως Καφύης, ὃς καὶ

Κύδας ἐκαλεῖτο καὶ Ἀλήτης, ὥς φησι Φιλητᾶς ὁ Ἐφέσιος. Θεόπομπος

δὲ ἐν τῆι θ̅ τῶν Φιλιππικῶν ἄλλα τε πολλὰ περὶ τούτου τοῦ Βάκιδος

ἱστορεῖ παράδοξα· καὶ ὅτι ποτὲ τῶν Λακεδαιμονίων τὰς γυναῖκας

μανείσας ἐκάθηρεν, Ἀπόλλωνος αὐτοῖς τοῦτον καθαρτὴν δόντος.

78

THEON Progymn. 2 (II 68, 12 Sp): πολλὰ δὲ καὶ ἐκπέ-

φρασται παρὰ τοῖς παλαιοῖς ..... ἔχομεν δὲ καὶ ἐν τῆι ἐνάτηι τῶν

Φιλιππικῶν Θεοπόμπου τὰ ἐν Θετταλίαι Τέμπη, ἅ ἐστι μὲν μεταξὺ δύο

ὀρῶν μεγάλων τῆς τε Ὄσσης καὶ τοῦ Ὀλύμπου, ῥεῖ δὲ δι' αὐτῶν μέσος ὁ

Πηνειός, εἰς ὃν ἅπαντες οἱ κατὰ τὴν Θετταλίαν ποταμοὶ συρρέουσι.

79

PRISCIAN. Inst. XVIII 267 (GrL III 346, 3 K): Attici

‘περὶ τόσους’ καὶ ‘περὶ τόσοις’. Theopompus Philippicon IX: <«τὸ μὲν

μῆκος περὶ τεσσαράκοντα σταδίους»>.

80**

AELIAN. V H III 1: φέρε οὖν καὶ τὰ καλούμενα Τέμπη τὰ Θετταλικὰ

διαγράψωμεν τῶι λόγωι ..... (2) ἔστι δὴ χῶρος μεταξὺ κείμενος τοῦ τε Ὀλύμπου

καὶ τῆς Ὄσσης. ὄρη δὲ ταῦτά ἐστιν ὑπερύψηλα καὶ οἷον ὑπό τινος θείας φροντίδος

διεσχισμένα· καὶ μέσον δέχεται χωρίον, οὗ τὸ μὲν μῆκος ἐπὶ τετταράκοντα διήκει

σταδίους, τό γε μὴν πλάτος τῆι μέν ἐστι πλέθρου, τῆι δὲ καὶ μεῖζον ὀλίγωι. διαρρεῖ

δὲ μέσου αὐτοῦ ὁ καλούμενος Πηνειός. ἐς τοῦτον δὲ καὶ οἱ λοιποὶ ποταμοὶ συρρέουσι

καὶ ἀνακοινοῦνται τὸ ὕδωρ αὐτῶι καὶ ἐργάζονται τὸν Πηνειὸν ἐκεῖνοι μέγαν. (3) δια-

τριβὰς δ' ἔχει ποικίλας καὶ παντοδαπὰς ὁ τόπος οὗτος, οὐκ ἀνθρωπίνης χειρὸς ἔργα,

ἀλλὰ φύσεως αὐτόματα ἐς κάλλος τότε φιλοτιμησαμένης, ὅτε ἐλάμβανε γένεσιν ὁ

χῶρος. κιττὸς μὲν γὰρ πολὺς καὶ εὖ μάλα λάσιος ἐνακμάζει καὶ τέθηλε καὶ δίκην

τῶν εὐγενῶν ἀμπέλων κατὰ τῶν ὑψηλῶν δένδρων ἀνέρπει καὶ συμπέφυκεν αὐτοῖς,

πολλὴ δὲ σμίλαξ [ἡ μὲν] πρὸς αὐτὸν τὸν πάγον ἀνατρέχει καὶ ἐπισκιάζει τὴν πέτραν·

καὶ ἐκείνη μὲν ὑπολανθάνει, ὁρᾶται δὲ τὸ χλοάζον πᾶν, καί ἐστιν ὀφθαλμῶν πανή-

γυρις. ἐν αὐτοῖς δὲ τοῖς λείοις καὶ καθημένοις ἄλση τέ ἐστι ποικίλα καὶ ὑποδρομαὶ

συνεχεῖς, ἐν ὥραι θέρους καταφυγεῖν ὁδοιπόροις ἥδιστα καταγώγια, ἃ καὶ δίδωσιν

ἀσμένως ψυχάσαι. διαρρέουσι δὲ καὶ κρῆναι συχναὶ καὶ ἐπιρρεῖ νάματα ὑδάτων

ψυχρῶν καὶ πιεῖν ἡδίστων. λέγεται δὲ τὰ ὕδατα ταῦτα καὶ τοῖς λουσαμένοις ἀγαθὸν

εἶναι καὶ ἐς ὑγίειαν αὐτοῖς συμβάλλεσθαι. κατάιδουσι δὲ καὶ ὄρνιθες ἄλλος ἄλληι

διεσπαρμένοι, καὶ μάλιστα οἱ μουσικοί, καὶ ἑστιῶσιν εὖ μάλα τὰς ἀκοὰς καὶ παρα-

πέμπουσιν ἀπόνως καὶ σὺν ἡδονῆι διὰ τοῦ μέλους τὸν κάματον τῶν παριόντων

ἀφανίσαντες. παρ' ἑκάτερα δὲ τοῦ ποταμοῦ αἱ διατριβαί εἰσιν αἱ προειρημέναι καὶ

αἱ ἀνάπαυλαι. (4) διὰ μέσων δὲ τῶν Τεμπῶν ὁ Πηνειὸς ποταμὸς ἔρχεται, σχολῆι

καὶ πράως προιὼν ἐλαίου δίκην, πολλὴ δὲ κατ' αὐτοῦ ἡ σκιὰ ἐκ τῶν παραπεφυκότων

δένδρων καὶ τῶν ἐξηρτημένων κλάδων τίκτεται, ὡς ἐπὶ πλεῖστον τῆς ἡμέρας αὐτὴν

προήκουσαν ἀποστέγειν τὴν ἀκτῖνα καὶ παρέχειν τοῖς πλέουσι πλεῖν κατὰ ψῦχος.

(5) πᾶς δὲ ὁ περίοικος λεὼς συνίασιν ἄλλοι ἄλλοις καὶ θύουσι καὶ συνουσίας

ποιοῦνται καὶ συμπίνουσιν. ἅτε οὖν πολλῶν ὄντων τῶν θυόντων καὶ τῶν καθαγι-

ζόντων συνεχῶς, εἰκότως καὶ τοῖς βαδίζουσι καὶ τοῖς πλέουσιν ὀσμαὶ συμπαρο-

μαρτοῦσιν ἥδισται· οὕτως ἄρα ἡ τιμὴ ἡ διαρκὴς ἡ περὶ τὸ κρεῖττον ἐκθεοῖ τὸν

τόπον. (6) ἐνταῦθά τοί φασι παῖδες Θετταλῶν καὶ τὸν Ἀπόλλωνα τὸν Πύθιον

καθήρασθαι κατὰ πρόσταγμα τοῦ Διός, ὅτε τὸν Πύθωνα τὸν δράκοντα κατετόξευσεν

φυλάττοντα τοὺς Δελφούς, τῆς Γῆς ἔτι ἐχούσης τὸ μαντεῖον. στεφανωσάμενον οὖν

ἐκ ταύτης τῆς δάφνης τῆς Τεμπικῆς καὶ λαβόντα κλάδον ἐς τὴν δεξιὰν χεῖρα ἐκ

τῆς αὐτῆς δάφνης ἐλθεῖν ἐς Δελφοὺς καὶ παραλαβεῖν τὸ μαντεῖον τὸν Διὸς καὶ

Λητοῦς παῖδα. (7) ἔστι δὲ καὶ βωμὸς ἐν αὐτῶι τῶι τόπωι, ἐν ὧι καὶ ἐστεφανώσατο

καὶ τὸν κλάδον ἀφεῖλε· καὶ ἔτι καὶ νῦν δι' ἔτους ἐνάτου οἱ Δελφοὶ παῖδας εὐγενεῖς

πέμπουσι καὶ ἀρχιθέωρον ἕνα σφῶν αὐτῶν. οἳ δὲ παραγενόμενοι καὶ μεγαλοπρεπῶς

θύσαντες ἐν τοῖς Τέμπεσιν ἀπίασι πάλιν στεφάνους ἀπὸ τῆς αὐτῆς δάφνης δια-

πλέξαντες, ἀφ' ἧσπερ οὖν καὶ τότε ὁ θεὸς ἐστεφανώσατο. καὶ τὴν ὁδὸν ἐκείνην

ἔρχονται, ἣ καλεῖται μὲν Πυθιάς, φέρει δὲ διὰ Θετταλίας καὶ Πελασγίας καὶ τῆς

Οἴτης καὶ τῆς Αἰνιάνων χώρας καὶ τῆς Μηλιέων καὶ Δωριέων καὶ Λοκρῶν τῶν

Ἑσπερίων. οὗτοι δὲ καὶ παραπέμπουσιν αὐτοὺς σὺν αἰδοῖ καὶ τιμῆι οὐδὲν ἧττον

ἤπερ οὖν ἐκεῖνοι, οἳ τοὺς ἐξ Ὑπερβορέων τὰ ἱερὰ κομίζοντας τῶι αὐτῶι θεῶι τούτωι

τιμῶσι. (8) καὶ μὴν καὶ τοῖς Πυθίοις ἐκ ταύτης τῆς δάφνης τοὺς στεφάνους τοῖς

νικῶσι διδόασιν. ὑπὲρ μὲν οὖν τῶν ἐν Θετταλίαι Τεμπῶν καὶ…

ε…

The complete text is available when the reading interface loads.