Epigramma
- Edition reference
- Epigramma, AG: 16.120.
- CTS identifier
urn:cts:greekLit:tlg0570.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
16
120
{ΑΡΧΕΛΑΟΥ, οἱ δὲ ΑΣΚΛΗΠΙΑΔΟΥ}
Τόλμαν Ἀλεξάνδρου καὶ ὅλαν ἀπεμάξατο μορφὰν
Λύσιππος· τίν' ὁδὶ χαλκὸς ἔχει δύναμιν.
αὐδάσοντι δ' ἔοικεν ὁ χάλκεος ἐς Δία λεύσσων·
„Γᾶν ὑπ' ἐμοὶ τίθεμαι, Ζεῦ, σὺ δ' Ὄλυμπον ἔχε.“
{Archelai Epigrammata (de mirabilibus)}εἰς ὑμᾶς κροκόδειλον ἀποφθίμενον διαλύει, σκορπίοι, ἡ πάντα ζωοθετοῦσα φύσις.ἐκ νέκυος ταύτην ἵππου γράψασθε γενέθλην, σφῆκας· ἴδ' ἐξ οἵων οἷα τίθησι φύσις.βοὸς φθιμένης πεπλανημένα τέκναἵππω〈ν〉 μὲν σφῆκες γενεά, μόσχων δὲ μέλισσαι{⊗} πάντα δι' ἀλλήλων ὁ πολὺς σφραγίζεται αἰών· ἀνδρὸς γὰρ κοίλης ἐκ μυελοῦ ῥάχεωςδεινὸς γίνετ' ὄφις νέκυος δειλοῖο σαπέντος, ὃς νέον ἐκ τούτου πνεῦμα λάβῃ τέραος†τεθνεότος ζωὴν ἕλκων φύσιν· εἰ δὲ τόδ' ἔστιν, οὐ θαῦμα βλαστεῖν τὸν διφυῆ Κέκροπα. *