Fragmentum
- Edition reference
- Fragmentum, ed. H. Lloyd-Jones and P. Parsons, Supplementum Hellenisticum, Berlin: De Gruyter, 1983: 80–81.
- CTS identifier
urn:cts:greekLit:tlg0571.tlg004.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
206
{⊗} Δάματερ πολύκαρπε, σὺ Σικελοῖσιν ἐναργὴς
καὶ παρ' Ἐρεχθείδαις, ἓν δέ τι 〈τοῦτο〉 μέγα
κρίνετ' ἐν Ἑρμιονεῦσι· τὸν ἐξ ἀγέλης γὰρ ἀφειδῆ
ταῦρον, ὃν οὐχ αἱροῦς' ἀνέρες οὐδὲ δέκα,
τοῦτον γραῦς στείχουσα μόνα μόνον οὔατος ἕλκει
τόνδ' ἐπὶ βωμόν, ὁ δ' ὡς ματέρι παῖς ἕπεται.
σὸν τόδε, Δάματερ, σὸν τὸ σθένος· ἵλαος εἴης,
καὶ πάντων θάλλοι κλᾶρος ἐν Ἑρμιόνᾳ. *
{ΙΤΑΛΙΚΑ.E LIBRO TERTIO.} Plutarch. Par. c. 25: Γάϊος Μάξιμος ἔχων υἱοὺςΣιμίλιον καὶ Ῥῆσον· τοῦτον ἐγέννησεν ἐξ ἈμερίαςΚόνων ὁ Ῥῆσος· οὗτος ἐν κυνηγεσίῳ ἀπέκτεινε τὸνἀδελφὸν, καὶ ὑποστρέψας, τὸ σύμπτωμα τύχης εἶπεν,οὐ κρίσεως, γεγονέναι. Ὁ δὲ γνοὺς τἀληθὲς, ἐφυγάδευ-σεν· ὡς Ἀριστοκλῆς ἐν τρίτῳ Ἰταλικῶν. Id. ibid. c. 41: Τηλέγονος Ὀδυσσέως καὶ Κίρκης,ἐπ' ἀναζήτησιν τοῦ πατρὸς πεμφθεὶς, ἔμαθε πόλιν κτί-σαι, ἔνθα ἂν ἴδῃ γεωργοὺς ἐστεφανωμένους καὶ χορεύ-οντας. Γενόμενος δὲ κατά τινα τόπον τῆς Ἰταλίας, καὶθεασάμενος ἀγροίκους πρινίνοις κλάδοις ἐστεφανωμένουςκαὶ ὀρχήσει προσευκαιροῦντας, ἔκτισε πόλιν, ἀπὸ τοῦσυγκυρήματος Πρίνιστον ὀνομάσας, ἣν Ῥωμαῖοι πα-ραγώγως Πραίνεστον καλοῦσιν, ὡς ἱστορεῖ Ἀριστοκλῆςἐν τρίτῳ Ἰταλικῶν.{ΠΑΡΑΔΟΞΑ.}{E LIBRO PRIMO.} Stobaeus Floril. 64, 37: Ἀριστοκλέους ἐν αʹ Παρα-δόξων. Ἐφέσιος τῷ γένει νεανίας τῶν ἐπισήμων, υἱὸςΔημοστράτου, ταῖς δ' ἀληθείαις Ἄρεως, οὗτος τὸ θῆλυμισῶν γένος, νυκτὸς βαθείας εἰς τὰς πατρῴας ἔτρεχενἀγέλας, καὶ ὄνῳ συνεγένετο θηλείᾳ. Ἡ δὲ ἔγκυος γενο-μένη ἔτεκε κόρην εὐειδεστάτην Ὀνοσκελίαν τοὔνομα,τὴν προσηγορίαν λαβοῦσαν ἀπὸ τοῦ συμπτώματος. Schol. Pind. Olymp. VII, 66: Οἱ μὲν Παλα-μάονα λέγουσι ῥῆξαι τὴν τοῦ Διὸς κεφαλὴν, ὅτε Ἀθηνᾶἐγεννᾶτο· οἱ δὲ Ἑρμῆν· οἱ δὲ Προμηθέα· Ἀριστοκλῆςδὲ ὑφίσταται τὴν γέννησιν Ἀθηνᾶς ἐν Κρήτῃ· νεφέλῃγάρ φησι κεκρύφθαι τὴν θεὸν, τὸν δὲ Δία πλήξαντα τὸνέφος προφῆναι αὐτήν. Aelian. H. An. XI, 4: Τὴν Δήμητρα Ἑρμιονεῖςσέβουσι, καὶ θύουσιν αὐτῇ μεγαλοπρεπῶς τε καὶ σοβα-ρῶς. Καὶ τὴν ἑορτὴν Χθόνια καλοῦσιν. Μεγίστους οὖνἀκούω βοῦς ὑπὸ τῆς ἱερείας τῆς Δήμητρος ἄγεσθαί τεπρὸς βωμὸν ἐκ τῆς ἀγέλης, καὶ θύειν ἑαυτὰς παρέχειν.Καὶ οἷς λέγω μάρτυς Ἀριστοκλῆς, ὅς πού φησι·
206
Δάματερ πολύκαρπε, σὺ κἠν Σικελοῖσιν ἐναργὴς,
καὶ παρ' Ἐρεχθείδαις· ἓν δέ τι [τοῦτο] μέγα
κρίνετ' ἐν Ἑρμιονεῦσι· τὸν ἐξ ἀγέλης γὰρ ἀφειδῆ
ταῦρον, ὃν οὐχ αἱροῦς' ἀνέρες οὐδὲ δέκα,
τοῦτον γραῦς στείχουσα μόνα μόνον οὔατος ἕλκει
τόνδ' ἐπὶ βωμόν· ὁ δ' ὡς ματέρι παῖς ἕπεται.
Σὸν τόδε, Δάματερ, σὸν τὸ σθένος· ἵλαος εἴης,
καὶ πάντων θάλλοι κλᾶρος ἐν Ἑρμιόνῃ.
{ΠΕΡΙ ΓΙΓΑΝΤΩΝ.} Photius Lex.: <Μίνθα,> τὸ παρ' ἐνίοις ἡδύοσμον· εἰςὃ μεταβάλλειν φασὶ τὴν Ἅ|δου παλλακὴν, ἀφ' ἧς καὶτὸ περὶ τὴν Ἦλιν ὅρος· Ζηνόδοτος δὲ τὴν Ἴυγγαὑπ' ἐνίων Μίνθαν λέγεσθαι, θυγατέρα μὲν οὖσαν Πει-θοῦς, Ναΐδα δὲ νύμφην· Ἀριστοκλῆς δὲ ἐν τῷ Περὶ γι-γάντων διαπλασθῆναι τὸν ἐπ' αὐτῇ μῦθον διὰ τὸ καρ-πῶδες εὑρεθὲν τῷ καταφρονηθῆναι τὸ φυτόν.{ΠΕΡΙ ΜΟΥΣΙΚΗΣ.} Athenaeus XIV: Καὶ οἱ καλούμενοι δὲἹλαρῳδοὶ (οὓς νῦν τινὲς Σιμῳδοὺς καλοῦσιν, ὡς Ἀρι-στοκλῆς φησιν ἐν πρώτῳ Περὶ χορῶν, τῷ τὸν ΜάγνηταΣῖμον διαπρέψαι μᾶλλον τῶν διὰ τοῦ ἱλαρῳδεῖν ποιη-τῶν) συνεχῶς ἡμῖν ἐπιφαίνονται. Καταλέγει δὲ ὁ Ἀρι-στοκλῆς καὶ τούσδε ἐν τῷ Περὶ μουσικῆς γράφων ὧδε·«Μαγῳδός· οὗτος δέ ἐστιν ὁ αὐτὸς τῷ λυσιῳδῷ.»{ΠΕΡΙ ΧΟΡΩΝ.}{E LIBRO PRIMO.} Athen. XIV: Σεμνότερος δὲ τῶντοιούτων ἐστὶ ποιητῶν ὁ ἱλαρῳδὸς καλούμενος. Οὐδὲ γὰρσχινίζεται· χρῆται δ' ἐσθῆτι λευκῇ ἀνδρείᾳ, καὶ στε-φανοῦται χρυσοῦν στέφανον· καὶ τὸ μὲν παλαιὸν ὑπο-δήμασιν ἐχρῆτο, ὥς φησιν ὁ Ἀριστοκλῆς, νῦν δὲ κρη-πῖσι. Ψάλλει δ' αὐτῷ ἄρρην ἢ θήλεια, ὡς καὶ τῷαὐλῳδῷ. Δίδοται δὲ ὁ στέφανος τῷ ἱλαρῳδῷ καὶ τῷαὐλῳδῷ, οὐ τῷ ψάλτῃ, οὐδὲ τῷ αὐλητῇ. Ὁ δὲ μαγῳδὸςκαλούμενος τύμπανα ἔχει, καὶ κύμβαλα, καὶ πάντα τὰπερὶ αὐτὸν ἐνδύματα γυναικεῖα· σχινίζεταί τε, καὶπάντα ποιεῖ τὰ ἔξω κόσμου, ὑποκρινόμενος ποτὲ μὲνγυναῖκα καὶ μοιχοὺς καὶ μαστροποὺς, ποτὲ δὲ ἄνδραμεθύοντα καὶ ἐπὶ κῶμον παραγενόμενον πρὸς τὴν ἐρω-μένην.{E LIBRO OCTAVO.} Athenaeus XIV: Καλεῖται δ' ἡ μὲνσατυρικὴ ὄρχησις, ὥς φησιν Ἀριστοκλῆς ἐν ὀγδόῳ τῶνΠερὶ χορῶν, σίκιννις, καὶ οἱ σάτυροι σικιννισταί. Idem XIV: Ὅτι δ' ἐκαλοῦντο οἱ ῥα-ψῳδοὶ καὶ Ὁμηρισταὶ, Ἀριστοκλῆς εἴρηκεν ἐν τῷ Περὶχορῶν. Athen. I: Ἀριστοκλῆς γοῦν φησιν, ὅτιΤελέστης, ὁ Αἰσχύλου ὀρχηστὴς, οὕτως ἦν τεχνίτης,ὥστε ἐν τῷ ὀρχεῖσθαι τοὺς Ἑπτὰ ἐπὶ Θήβας φανερὰποιῆσαι τὰ πράγματα δι' ὀρχήσεως. Idem IV: Ἱστορεῖ Ἀριστοκλῆς ἐν τῷΠερὶ χορῶν οὑτωσί πως λέγων· «Ζητεῖται πότερα τῶνἐμπνευστῶν ἐστὶν ὀργάνων ἡ ὕδραυλις ἢ τῶν ἐντατῶν.Ἀριστόξενος μὲν οὖν τοῦτο οὐκ οἶδε. Λέγεται δὲ Πλά-τωνα μικράν τινα ἔννοιαν δοῦναι τοῦ κατασκευάσματοςνυκτερινὸν ποιήσαντα ὡρολόγιον ἐοικὸς τῷ ὑδραυλικῷ,οἷον κλεψύδραν μεγάλην λίαν. Καὶ τὸ ὑδραυλικὸν δὲ ὄρ-γανον δοκεῖ κατὰ κλεψύδραν εἶναι. Ἐντατὸν οὖν καὶ κα-θαπτὸν οὐκ ἂν νομισθείη, ἐμπνευστὸν δ' ἂν ἴσως ῥηθείη,διὰ τὸ ἐμπνεῖσθαι τὸ ὄργανον ὑπὸ τοῦ ὕδατος. Κατε-στραμμένοι γάρ εἰσιν οἱ αὐλοὶ εἰς τὸ ὕδωρ, καὶ ἀρασσο-μένου τοῦ ὕδατος ὑπό τινος νεανίσκου, ἔτι δὲ διικνου-μένων ἀξινῶν διὰ τοῦ ὀργάνου, ἐμπνέονται οἱ αὐλοὶ καὶἦχον ἀποτελοῦσι προσηνῆ. Ἔοικε δὲ τὸ ὄργανον βωμῷστρογγύλῳ. Καί φασι τοῦτο εὑρῆσθαι ὑπὸ Κτησιβίουκουρέως, ἐνταῦθα οἰκοῦντος ἐν τῇ Ἀσπενδίᾳ, ἐπὶ τοῦδευτέρου Εὐεργέτου· διαπρέψαι τέ φασι μεγάλως. Του-τονὶ οὖν καὶ τὴν αὑτοῦ διδάξαι γυναῖκα Θαΐδα.»