The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FHG 3: 334–342.
CTS identifier
urn:cts:greekLit:tlg0574.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

10

μασε. Γεννᾶται δ' ἐν τῇ ἀκρωρείᾳ ῥίζα παρόμοιος πη-

γάνῳ· ἣν ἐὰν γυνὴ φάγῃ τις κατ' ἄγνοιαν, ἐμμανὴς

γίνεται· καλεῖται δ' Ἀδράστεια· καθὼς ἱστορεῖ Πλησί-

μαχος (scr. Λυσίμαχος) ἐν βʹ Νόστων.

11

Schol. Apoll. Rh. I, 558, de Achille: Διαπεφω-

νήκασι δὲ καὶ περὶ τῆς αὐτοῦ μητρός ... Λυσίμαχος

ὁ Ἀλεξανδρεὺς ἐν τῷ δευτέρῳ τῶν Νόστων κατὰ λέξιν

λέγων· «Σουΐδας γὰρ καὶ Ἀριστοτέλης, οἱ περὶ Εὐβοίας

πεπραγματευμένοι, καὶ ὁ τοὺς Φρυγίους λόγους γρά-

ψας καὶ Δαΐμαχος καὶ Διονύσιος ὁ Χαλκιδεὺς οὐ τὴν

περὶ Ἀχιλλέως διεσπαρμένην ἀφῆκαν ἡμῖν ἐπὶ χώρας

δόξαν· ἀλλὰ τοὐναντίον οἱ μὲν ἐκ Θέτιδος αὐτὸν νομί-

ζουσι γεγονέναι τῆς Χείρωνος, Δηίμαχος δὲ ἐκ Φιλο-

μήλης τῆς Ἄκτορος· ἄλλοι δὲ ἄλλως περὶ αὐτοῦ ἀπο-

φαίνονται.»

12

Hesy-

chii: Σκύρος, πόλις ἢ νῆσος ἢ λατύπη. Σκῦρος, ἀρ-

γιλώδης· Λυσίμαχος, τὴν λατύπην.

13

Schol. Venet. Eurip. Androm. 24: Ἰδίως ἕνα

φησὶ παῖδα γενέσθαι τῷ Νεοπτολέμῳ, ἄλλων τρεῖς λε-

γόντων, Πύρρον, Μολοσσὸν, Αἰακίδην [καὶ Τρωάδα].

Λυσίμαχος δὲ ἐν τῷ δευτέρῳ τῶν Νόστων φησὶ Πρόξε-

νον καὶ τὸν Ἀκάνθιον Νικομήδην ἐν τοῖς Λακεδαιμονι-

κοῖς ἱστορεῖν μὲν ἐκ τῆς Ἀνδρομάχης γενέσθαι τοὺς

προειρημένους, ἐκ δὲ Λεωνάσσης τῆς Κλεωδαίου Ἄρ-

γον, Πέργαμον, Πάνδαρον, Δωριέα, Ἔραον, Δανάην,

Εὐρύμαχον. Φασὶ δὲ Πύρρῳ μὲν ἐγχειρίσαι τὴν βασι-

λείαν τὸν πατέρα, Μολοσσῷ δὲ τὴν ἐκ τῆς προσηγορίας

τιμὴν προστάξαντα τὴν χώραν Μολοσσίαν ὀνομάζειν.

Διὸ τὸν Αἰακίδην ὑπ' αὐτῆς

ὑπεκτεθῆναι Ἀνδρο-

μάχης, πρὸς τὸ, εἰ διὰ τὴν ἀπαιδίαν Ἑρ-

μιόνης καὶ τὴν ἑαυτῆς ἀσθένειαν γένοιτό τι τοῖς τέκνοις

δυσχερὲς, μὴ ὑποχειρίους πάντας ληφθῆναι.

14

Idem ibid. 33: Ὁ μὲν Εὐριπίδης ἀπὸ Νεοπτολέμῳ

φησὶν εἶναι τὴν Ἑρμιόνην, ὁ δὲ Λυσίμαχος ταύτην πα-

ραινείου, ὃς γράφει· «Γήμας ... (Γήμαντι πρῶτον?)

Ἑρμιόνην τὴν Μενέλεω καὶ Ἑλένης, μετὰ ταῦτα Λεώ-

νασσαν τὴν Κλεοδαίου τοῦ [Ἡρακλέους], ἐξ ἐκείνης

μὲν γενέσθαι Μολοσσὸν ὁμώνυμον τῇ χώρᾳ καὶ [ταύτην

ἀπ' αὐτοῦ] κληθῆναι· ἐκ δὲ τῆς Λεωνάσσης .....γενον,

Δωριέα, Πέργαμον, ......χωρον.» Ταῦτα μὲν Λυσί-

μαχος ... δὲ ὁ τραγῳδιοποιὸς .... ὕστερον δὲ Διομήδει συν-

οικῆσαι ..... [Νεοπτο]λέμῳ Ἀγχίαλον γενέσθαι ...... δὲ

ἐν μὲν Ἀνδρομάχῃ .... δὲ καὶ Ἀπολλόδωρος ......

15

Photius: [<Σαμίων ὁ δῆμός ἐστιν· ὡς πολυ-

γράμματος>] ... Οἱ δὲ ὅτι Ἀθηναῖοι μὲν τοὺς ληφθέντας

ἐν πολέμῳ Σαμίους ἔστιζον γλαυκὶ, Σάμιοι δὲ (sc.

τοὺς ληφθέντας ἐν πολέμῳ Ἀθηναίους) σαμαίνῃ· ὅ ἐστι

πλοῖον δίκροτον, ὑπὸ Πολυκράτους πρῶτον κατασκευ-

ασθὲν τοῦ Σαμίων τυράννου, ὡς Λυσίμαχος ἐν δευτέρῳ

Νόστων. Τὸ δὲ πλάσμα Δούριδος.

t16-20

{E LIBRO TERTIO.}

16

Athenaeus IV: Οἶδα δὲ καὶ τὴν Ὀδυσ-

σέως ... ἀδελφὴν Φακῆν καλουμένην, ἣν ἄλλοι τινὲς

Καλλιστὼ ὀνομάζουσιν, ὡς ἱστορεῖν Μνασέαν τὸν Πα-

τρέα ἐν τρίτῳ Εὐρωπιακῶν φησι Λυσίμαχος ἐν τρίτῳ

Νόστων.

17

Eustath. ad Od.: Κατὰ δὲ Λυσίμαχον

αὐτῷ (τῷ Ὀδυσσεῖ) ἐξ Εὐίππης Θεσπρωτίδος Λεον-

τόφρων, ὃν ἄλλοι Δόρυκλόν φασιν.

17a

Servius ad Virgil. Aen. II, 211: Hos dracones

Lysimachus Curifin et Periboeam (Porcen et Char-

riboeam?) dicit; filios vero Laocoontis Ethronem et

Melanthum Thessandrus (?) dicit.

18

Schol. Venet. et Vatican. in Eurip. Androm.

888: <[Ἥνπερ μόνην> (sc. Ἑρμιόνην) <γε Τυνδαρὶς

τίκτει κόρη Ἑλένη κατ' οἴκους πατρί> (Μενε-

λάῳ)] Λυσίμαχος καὶ ἄλλοι τινὲς ἱστοροῦσι γενέσθαι

ἐξ Ἑλένης καὶ Νικόστρατον. Ὁ δὲ τὰς Κυπριακὰς

ἱστορίας συντάξας Πλεισθένην

φησὶ, μεθ' οὗ εἰς Κύπρον ἀφῖχθαι τὸν ἐξ αὐτῆς τεχθέντα

Ἀλεξάνδρῳ Ἀγανόν.

19

Schol. Vat. et Neapol. in Eurip. Troad. 31:

<[Αἰχμαλωτίδων> (Trojanarum) ... <τὰς μὲν Ἀρ-

κὰς, τὰς δὲ Θεσσαλὸς λεὼς εἴληχ' Ἀθηναίων

τε Θησεῖδαι πρόμοι>] Ἔνιοι ταῦτά φασι κατὰ

χάριν εἰρῆσθαι·

μηδὲν γὰρ εἰληφέναι τοὺς περὶ Ἀκάμαντα καὶ Δημο-

φῶντα ἐκ τῶν λαφύρων, ἀλλὰ μόνην τὴν Αἴθραν, δι' ἣν

καὶ ἀφίκοντο εἰς Ἴλιον Μενεσθέως ἡγουμένου. Λυσίμα-

χος δὲ τὸν τὴν Περσηίδα (l. Πέρσιν Ἰλίου; Cobet.

scr. Περσίδα) πεποιηκότα φησὶ γράφειν οὕτως·

Θησείδαις δ' ἔπορεν δῶρα κρείων Ἀγαμέμνων

ἠδὲ Μενεσθῆϊ μεγαλήτορι ποιμένι λαῶν.

20

Schol. Eur. Hecub. 892: Λυσίμαχος δέ φησι Δη-

μοφῶντος Ἀθήνησι βασιλεύοντος ἔτους τετάρτου Θαρ-

γηλιῶνος [ἱσταμένου] δωδεκάτῃ (sc. τὴν τῆς Τροίας

ἅλωσιν συμβῆναι).

t21-24

{(ΛΥΣΙΜΑΧΙΔΟΥ?)

ΠΕΡΙ ΤΩΝ ΑΘΗΝΗΣΙ ΜΗΝΩΝ ΚΑΙ ΕΟΡ-

ΤΩΝ.}

21

Harpocratio: Μεταγειτνιών ... ὁ βʹ μὴν παρ' Ἀθη-

ναίοις οὕτω καλεῖται· ἐν δὲ τούτῳ Ἀπόλλωνι Μεταγει-

τνίῳ θύουσιν, ὡς Λυσιμαχίδης ἐν τῷ Περὶ τῶν Ἀθήνησι

μηνῶν.

22

Idem: Μαιμακτηριὼν, ὁ εʹ μὴν παρ' Ἀθηναίοις ...

ὠνόμασται δὲ ἀπὸ Διὸς μαιμάκτου· μαιμάκτης δ' ἐστὶν

ὁ ἐνθουσιώδης καὶ ταρακτικὸς, ὥς φησι Λυσιμαχίδης

ἐν τῷ Περὶ τῶν Ἀθήνησι μη-

νῶν· ἀρχὴν δὲ λαβόντος τοῦ χειμῶνος ἐν τούτῳ τῷ μηνὶ

ὁ ἀὴρ ταράττεται καὶ μεταβολὴν ἔχει.

23

Harpocratio: Σκίρα ἑορτὴ παρ' Ἀθηναίοις, ἀφ' ἧς

καὶ ὁ μὴν Σκιροφοριών. Φασὶ δὲ οἱ γράψαντες Περί

τε ἑορτῶν καὶ μηνῶν Ἀθήνησι, ὧν ἐστὶ καὶ Λυσιμα-

χίδης, ὡς τὸ σκίρον σκιάδιόν ἐστι μέγα, ὑφ' ᾧ φερο-

μένῳ ἐξ ἀκροπόλεως εἴς τινα τόπον καλούμενον Σκίρον

πορεύονται ἥ τε τῆς Ἀθηνᾶς ἱέρεια καὶ ὁ τοῦ Ποσει-

δῶνος ἱερεὺς καὶ ὁ τοῦ Ἡλίου· κομίζουσι δὲ τοῦτο Ἐτεο-

βουτάδαι. Σύμβολον δὲ τοῦτο γίνεται τοῦ δεῖν οἰκοδο-

μεῖν καὶ σκέπας ποιεῖν, ὡς τούτου τοῦ χρόνου ἀρίστου

ὄντος πρὸς οἰκοδομίαν. Καὶ Ἀθηνᾶν δὲ Σκιράδα τιμῶσιν

Ἀθηναῖοι, ἣν Φιλόχορος μὲν ἐν βʹ Ἀτθίδος ἀπὸ Σκίρου

τινὸς Ἐλευσινίου μάντεως κεκλῆσθαι, Πραξίων δὲ ἐν

βʹ Μεγαρικῶν ἀπὸ Σκίρωνος.

24

Schol. Soph. Oed. C. 56: Περὶ τοῦ τὸν Προμηθέα

περὶ τὴν Ἀκαδήμειαν καὶ τὸν Κολωνὸν ἱδρῦσθαι Ἀπολ-

λόδωρος γράφει οὕτως· «Συντιμᾶται δὲ καὶ ἐν τῇ

Ἀκαδημίᾳ τῇ Ἀθηνᾷ, καθάπερ ὁ Ἥφαιστος. Καὶ ἔστιν

αὐτοῦ παλαιὸν ἵδρυμα καὶ βωμὸς ἐν τῷ τεμένει τῆς

θεοῦ.» Δείκνυται δὲ καὶ βάσις ἀρχαία κατὰ τὴν εἴσο-

δον, ἐν ᾗ τοῦ τε Προμηθέως ἐστὶ τύπος καὶ τοῦ Ἡφαί-

στου. Πεποίηται δὲ, ὡς καὶ Λυσιμαχίδης φησὶν, ὁ μὲν

Προμηθεὺς πρῶτος καὶ πρεσβύτερος, ἐν δεξιᾷ σκῆπτρον

ἔχων, ὁ δὲ Ἥφαιστος νέος καὶ δεύτερος. Καὶ βωμὸς

ἀμφοῖν κοινός ἐστιν ἐν τῇ βάσει ἀποτετυπωμένος.

t25

{ΠΕΡΙ ΤΩΝ ΠΑΡ' ΑΤΤΙΚΟΙΣ ΡΗΤΟΡΩΝ.

Πρὸς Καικίλιον.}

25

Ammonius: <Θεωρὸς> καὶ <θεατὴς> διαφέρει. Θεω-

ρὸς μὲν γάρ ἐστιν ὁ εἰς θεοὺς πεμπόμενος, θεατὴς δὲ

ὁ ἀγώνων καὶ θεάτρων. [Εὐριπίδης ἐν Ἴωνι·]

πότερον θεατὴς ἢ χάριν μαντευμάτων;

καὶ Αἰσχύλος·

βοᾷς τοιοῦδε πράγματος θεωρὸς ὤν.

Ἁμαρτάνουσιν οὖν οἱ λέγοντες <θεωρῆσαί> με δεῖ τὸν

ἀγῶνα, δέον εἰπεῖν <θεάσασθαι.> Διαστέλλει οὖν τοῦτο

ἐπιμελῶς Λυσιμαχίδης ἐν τῷ πρὸς Καικίλιον περὶ τῶν

παρὰ τοῖς Ἀττικοῖς ῥητόρων, καὶ πολλῶν παραθέσεις

ποιεῖται. Καὶ ἔστι τὸ θεάσασθαι, ὥσπερ πρόκειται,

παρὰ τὴν θέαν, τὸ δὲ θεωρεῖν, φησὶν, οὐκ ἄλλο τι ἢ τὸ

τῶν θεῶν ὠρεῖν, τοῦτο δὲ τὸ φροντίζειν. Διὸ καὶ τοὺς τῶν

θεαμάτων [μὲν] ἕνεκα πεμπομένους σὺν θυσίαις δὲ καὶ

εὐσεβείᾳ, πάντας ὠνόμαζον θεωρούς. Καὶ τὸ τοῖς Ἀθη-

ναίοις διδόμενον θεωρικὸν, οὐχὶ διὰ τὰς θέας (ὡς Και-

κίλιος ὑπέλαβεν), ἀλλὰ διὰ τὸ ἐν ταῖς ἑορταῖς εἰς τοὺς

θεοὺς εὐσεβεῖν καὶ ἐπιθεῖν καὶ εὐ-

φραίνεσθαι.