The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FHG 3: 348–464.
CTS identifier
urn:cts:greekLit:tlg0577.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t1-6

{ΠΕΡΙ ΤΟΥ ΙΔΙΟΥ ΒΙΟΥ.

ΠΕΡΙ ΤΗΣ ΕΑΥΤΟΥ ΑΓΩΓΗΣ.}

1

Suidas v.: <Ἀντίπατρος>: Ἀντίπατρος ἦν Νικο-

λάου τοῦ Δαμασκηνοῦ πατὴρ τοῦ ἱστορικοῦ, ὃς ἔσχε

Στρατονίκην γυναῖκα, τὴν μητέρα Νικολάου, οἳ δια-

φανεῖς ἦσαν ἐν Δαμασκῷ κατά τε σωφροσύνην καὶ

ἄλλην λαμπρότητα· πλούτῳ τε γὰρ πολλῷ διαφέροντες,

ἥκιστα ἐπ' αὐτῷ ἐμεγαλύνοντο, εὐδοξίας τε οὐ τὰ δεύ-

τερα φερόμενοι, βραχὺ τοῦτο ἐλογίζοντο. Ὁ δὲ δὴ

Ἀντίπατρος καὶ λόγου δεινότητι προὔχων ἔβλαψε μὲν

οὐδοντινοῦν, ὤνησε δὲ μυρία τούτῳ, οὐ τὸ κοινὸν (1) μό-

νον, ἀλλὰ καὶ τῶν ἀστῶν συχνούς· δικαιοσύνην γὰρ

ἀσκῶν, εἴπερ τις ἕτερος, πλεῖστα μὲν διῄτησε νείκη

τοῖς πολίταις πρὸς ἀλλήλους, πλεῖστα δὲ τῇ πατρίδι

πρὸς τοὺς ἐν κύκλῳ δυνάστας, καὶ ἐτιμᾶτο ὑπὸ πάντων

διὰ τοῦτο· πλείστας δὲ ἐπιστεύθη πρεσβείας καὶ ἐπι-

τροπὰς, ἀρχάς τε πάσας διεξῆλθε τὰς ἐγχωρίους· τελευ-

τῶν δὲ τὸν βίον οὐκ ἔστιν ὅ τι (2) ἐπέσκηψε Νικολάῳ

τῷ υἱεῖ καὶ Πτολεμαίῳ (3) τῷ τούτου ἀδελφῷ, ἢ τῷ

Διὶ θυμιατήριον, ὅπερ ἔφθη αὐτὸς προϋπεσχημένος

τῷ θεῷ, κατασκευάσαι ἐπειδὰν τελευτήσῃ, δηλῶν,

οἶμαι, ὅτι τὸ πρὸς θεοὺς ὅσιον δεῖ καὶ τελευτῶντας φυ-

λάττειν, καὶ μηδὲν ἔτι τοῦ βίου ἀπολαύσεσθαι μέλλοντας.

2

Idem v.: <Νικόλαος>: Οὗτος (1) ἐν τῇ ὅλῃ (2) παι-

δείᾳ διατεθραμμένος, διὰ τὸ καὶ τὸν πατέρα αὐτοῦ

περὶ ταῦτα μάλιστα σπουδάσαι, ἐπειδὴ ἀπ' αὐτῆς αὐτῷ

ὅ τε πλοῦτος καὶ ἡ δόξα ὑπεγένετο (3), ἔτι μᾶλλον ηὔ-

ξησε ταύτην, ἔρωτά τινα ἀδιήγητον αὐτῆς σχὼν, ἄλλως

τε καὶ φύσεως οὐ φαύλης λαβόμενος· ὥστε πρὶν γενειᾶν

εὐδόκιμος εἶναι ἐν τῇ πατρίδι, καὶ τῶν ἡλίκων διαφέ-

ρειν. Γραμματικῆς τε γὰρ οὐδενὸς χεῖρον ἐπεμεμέλητο,

καὶ δι' αὐτὴν (4) ποιητικῆς πάσης· αὐτός τε τραγῳ-

δίας ἐποίει καὶ κωμῳδίας εὐδοκίμους· ἔτι δὲ (5) μᾶλλον

ὕστερον αὐξηθεὶς, ὥστε καὶ τὴν δύναμιν συναυξῆσαι,

ῥητορικῆς τε καὶ μουσικῆς καὶ τῆς περὶ τὰ μαθήματα

θεωρίας καὶ φιλοσοφίας πάσης (6) ἐπεμελεῖτο· ζηλωτὴς

γὰρ Ἀριστοτέλους γενόμενος καὶ τὸ ποικίλον τῆς περὶ τὸν

ἄνδρα παιδείας ἀγαπήσας, χάριν εἰδέναι πᾶσιν ἔλεγεν

ἀεὶ τοῖς μαθήμασι, πολὺ μὲν ἔχουσι τὸ ἐλευθέριον,

πολὺ δὲ τὸ χρήσιμον εἰς τὸν βίον, πάντων δὲ μάλιστα

τὸ εὐδιάγωγον πρός τε νεότητα καὶ γῆρας. Ἔλεγε δὲ καὶ

τὰς Μούσας διὰ τοῦτο ἄρα (7) πολλὰς ὑπὸ τῶν θεολόγων

παραδεδόσθαι, ὅτι πολὺ τὸ ποικίλον ἔχει τὰ παιδεύ-

ματα, καὶ πρὸς πᾶσαν βίου χρῆσιν οἰκεῖον, καὶ οὔτε

τὴν ἐμπειρίαν αὐτῶν, οὔτε τὴν ἀπόλειψιν ὁμοίως (8)

ὑπελάμβανεν εἶναι τῇ τῶν βαναύσων τεχνῶν, ἀλλὰ

τοὐναντίον ἐπονείδιστον τοῖς μετρίως ζῶσι τήν τε τού-

των ἄγνοιαν καὶ τὴν τῶν βαναύσων ἐπιστήμην. Οὗτος

μὲν οὖν οὐκ ἔστιν ὅτῳ τῶν παιδευμάτων πρὸς ἀργυρι-

σμὸν ἐχρήσατο οὐδὲ ἐκαπήλευσεν.

Ἔφη δὲ Νικόλαος ὁμοίαν εἶναι τὴν ὅλην παιδείαν

ἀποδημίᾳ. Ὡς γὰρ ἐν ταύτῃ προσσυμβαίνει (9) τοῖς

ἀποδημοῦσι καὶ μακρὰν ὁδὸν διεξιοῦσιν, ὅπου μὲν

ἐγκατάγεσθαί τε καὶ ἐναυλίζεσθαι μόνον, ὅπου δὲ ἐνα-

ριστᾶν, ὅπου δὲ πλείους ἐνδημεῖν ἡμέρας, ἐνίους δὲ

τόπους ἐκ παρόδου θεωρεῖν, ἐπανελθόντας μέντοι ταῖς

ἑαυτῶν ἐνοικεῖν ἑστίαις· οὕτω καὶ διὰ τῆς ὅλης παιδείας

διερχομένους δεῖν ἐν οἷς μὲν ἐπιτηδεύμασιν ἐπὶ πλέον

ἐνδιατρίβειν, ἐν οἷς δ' ἐπ' ἔλαττον, καὶ τὰ μὲν ὅλα,

τὰ δὲ ἐκ μέρους, τὰ δὲ ἄχρι στοιχειώσεως παραλαμ-

βάνειν, καὶ τὸ ἐκείνων χρήσιμον κατασχόντας ἐπὶ τὴν

ὡς ἀληθῶς πατρῴαν ἑστίαν ἀνελθόντας φιλοσοφεῖν.

3

Exc. De virt.: *** καὶ παρακαλέσας οἷα δὴ φιλόσοφον

καὶ ἀμνησίκακον ἐν πολὺ πλείονι ἦγε τιμῇ καὶ εὐ-

νοίᾳ (2).

Ὅτι ἐπράχθη τι φιλανθρωπίας πολλῆς ἐχόμενον

Νικολάῳ. Ἰλιεῖς γὰρ (2), ἀφικνουμένης νύκτωρ ὡς αὐ-

τοὺς Ἰουλίας τῆς Καίσαρος μὲν θυγατρὸς, γυναικὸς δὲ

Ἀγρίππα, καὶ τοῦ Σκαμάνδρου μεγάλου ῥυέντος ὑπὸ

χειμάρρων πολλῶν, κινδυνευούσης περὶ τὴν διάβασιν

ἀπολέσθαι σὺν τοῖς κομίζουσιν αὐτὴν οἰκέταις, οὐκ

ᾔσθοντο. Ἐφ' οἷς ἀγανακτήσας ὁ Ἀγρίππας, ὅτι

οὐ παρεβοήθησαν οἱ Ἰλιεῖς, δέκα μυριάσιν αὐτοὺς ἐζη-

μίωσεν ἀργυρίου. Οἱ δὲ ἀπόρως ἔχοντες, καὶ ἅμα οὐ

προϋπειδόμενοι τὸν χειμῶνα, οὐδὲ ὅτι ἐξίοι ἡ παῖς (3),

Ἀγρίππᾳ μὲν οὐδοτιοῦν εἰπεῖν ἐτόλμησαν, ἥκοντα δὲ

τὸν Νικόλαον * δεόμενοι (4) παρασχεῖν αὐτοῖς Ἡρώδην

βοηθὸν καὶ προστάτην. Καὶ ὃς μάλα προθύμως ὑπέστη

διὰ τὴν τῆς πόλεως δόξαν, καὶ ἐδεήθη τοῦ βασιλέως,

διηγήσατό τε αὐτῷ τὸ πρᾶγμα, ὡς οὐ δικαίως αὐτοῖς

ὀργίζεται, οὔτε προειπὼν ὅτι πέμποι τὴν γυναῖκα ὡς

αὐτοὺς, οὔθ' ὅλως ἐκείνων προῃσθημένων διὰ τὸ νυκτὸς

ἰέναι. Τέλος δ' οὖν ἀναδεξάμενος ὁ ἀνὴρ τὴν προστασίαν

εὑρίσκεται αὐτοῖς τὴν ἄφεσιν τῆς ζημίας, καὶ τὴν ὑπὲρ

ταύτης ἐπιστολὴν, ἅτε δὴ ἀπεληλυθότων ἤδη διὰ τὸ

ἀπογνῶναι τὴν ἀπόλυσιν, Νικολάῳ δίδωσι πλέον τι ἐπὶ

Χίου καὶ Ῥόδου, ἔνθα ἦσαν αὐτῷ οἱ υἱεῖς· αὐτὸς γὰρ

ἐπὶ Παφλαγονίας ᾔει σὺν Ἀγρίππᾳ. Νικόλαος δὲ ἐκ

τῆς Ἀμισοῦ πλεύσας ἐπὶ Βυζάντιον, κἀκεῖθεν εἰς τὴν

Τρωάδα γῆν, ἀνέβη εἰς Ἴλιον, καὶ τὴν τῆς ἀπολύσεως

τοῦ χρέους ἐπιστολὴν ἀποδοὺς, σφόδρα ὑπὸ τῶν Ἰλι-

έων (5) αὐτός τε καὶ ἔτι μᾶλλον ὁ βασιλεὺς ἐτιμήθη.

4

Ibidem: Ὅτι Ἡρώδης πάλιν (1) διαμεθεὶς τὸν φι-

λοσοφίας ἔρωτα, ὃ φιλεῖ (2) τοῖς ἐν ὑπεροχῇ οὖσι συμ-

βαίνειν διὰ τὸ πλῆθος τῶν ἐξαλλαττόντων αὐτοὺς ἀγα-

θῶν, ἐπεθύμησε πάλιν ῥητορικῆς, καὶ Νικόλαον ἠνάγ-

καζε συρρητορεύειν αὐτῷ, καὶ κοινῇ ἐρρητόρευον. Αὖθις

δ' ἱστορίας αὐτὸν [ἔρως] (3) ἔλαβεν, ἐπαινέσαντος Νικο-

λάου τὸ πρᾶγμα καὶ πολιτικώτατον εἶναι λέγοντος,

χρήσιμον δὲ καὶ βασιλεῖ, ὡς τὰ τῶν προτέρων ἔργα

καὶ πράξεις ἱστοροίη. Καὶ ἐπὶ τοῦτο ὁρμήσας, προὔ-

τρεψε καὶ Νικόλαον πραγματευθῆναι τὰ περὶ ἱστορίαν.

Ὁ δὲ μείζονι ἐφέσει (4) ὥρμησεν ἐπὶ τὸ πρᾶγμα, πᾶσαν

ἀθροίσας τὴν ἱστορίαν, μέγαν τε πόνον ὑποστὰς καὶ

οἷον οὐκ ἄλλος· ἐν πολλῷ δὲ χρόνῳ φιλοπονήσας ἐξετέ-

λεσεν αὐτὴν, ἔλεγέ τε, ὡς τοῦτον τὸν ἆθλον Εὐρυσθεὺς

εἰ προὔτεινεν Ἡρακλεῖ, σφόδρα ἂν αὐτὸν ἀπέτρυσεν.

Ἐκ τούτου πλέων εἰς Ῥώμην ὡς Καίσαρα Ἡρώδης,

ἐπήγετο τὸν Νικόλαον ὁμοῦ (6) ἐπὶ τῆς αὐτῆς νηὸς, καὶ

κοινῇ ἐφιλοσόφουν.

5

Ὅτι ἐστράτευσεν ἐπὶ τὴν Ἀραβίαν Ἡρώδης (1), οὐ

συνδοκοῦν Καίσαρι, ἐφ' οἷς ἐκεῖνος ἠφίει φωνὰς, καὶ

ὀργὴν εἶχε χαλεπὴν εἰς τὸν Ἡρώδην, ἐπέστειλέ τε αὐτῷ

πικρότατα, καὶ τοὺς ἥκοντας παρ' αὐτοῦ πρέσβεις οὐ

κατὰ κόσμον ἀπέλυσεν· ἀφικόμενος δ' ὡς Καίσαρα Νι-

κόλαος οὐ μόνον τῶν ἐγκλημάτων ἐρρύσατο Ἡρώδην,

ἀλλὰ καὶ τὴν ὀργὴν ἀπέστρεψεν ἐπὶ τοὺς κατηγόρους.

Ὁ μὲν οὖν Ἄραψ ἤδη ἐτεθνήκει, τοῦ δὲ διοικητοῦ ἤδη

κατέγνω πεισθεὶς (2) τῇ Νικολάου κατηγορίᾳ, καὶ ὕστερον

εὑρὼν κάκιστον ἀπέκτεινεν.

Ἐν τούτῳ δὲ Ἡρώδου ὁ οἶκος ἐταράχθη (3), τοῦ

πρεσβυτάτου τῶν υἱέων τοὺς μετ' αὐτὸν δύο διαβα-

λόντος ὡς (4) ἐπιβουλεύοντας τῷ πατρὶ, οἳ τῇ μὲν

ἡλικίᾳ μετ' αὐτὸν ἦσαν, ἀξιώματι δὲ πρότεροι διὰ τὸ

ἐκ βασιλίδος γεγονέναι, τὸν δὲ ἐξ ἰδιώτιδος γυναι-

κός (5). Πρὶν δὲ ἐλθεῖν ἐκ Ῥώμης Νικόλαον, ἐν συνε-

δρίῳ (6) κατεδικάσθησαν οἱ νεανίσκοι, [καὶ] παρωξυ-

σμένος εὖ μάλα ὁ πατὴρ ἔμελλεν αὐτοὺς ἀναιρήσειν·

καταπλεύσαντι δὲ Νικολάῳ (7) περὶ τῶν γεγονότων

ἀπήγγελλε, καὶ σύμβουλον ἐποιεῖτο. Ὁ δὲ αὐτῷ πα-

ρῄνεσεν ἀποθέσθαι αὐτοὺς ἔν τινι τῶν ἐρυμάτων, ἄχρις

ἂν ἐν τῷ πλέονι χρόνῳ βουλεύσαιτο περὶ αὐτῶν ἄμει-

νον, μὴ δοκοίη ὑπ' ὀργῆς προαχθεὶς ἀνήκεστόν τι

γνῶναι περὶ τῶν ἀναγκαίων. Αἰσθόμενος δὲ τοῦτο

Ἀντίπατρος τόν τε Νικόλαον ὑπέβλεπε καὶ ἄλλους ἐπ'

ἄλλοις αὐτὸς καθιεὶς τὸν πατέρα ἐφόβει, ὡς αὐτίκα

μάλα ἀναιρεθησόμενον ὑπὸ τῶν νεανίσκων διεφθαρκότων

καὶ τὸ στρατιωτικὸν ἅπαν, ὡς ἔφη, καὶ τοὺς ἀπὸ τῆς

θεραπείας, εἰ μὴ διαταχέων ἐκποδὼν αὐτοὺς ποιήσαιτο.

Καὶ ὃς δείσας περὶ αὑτοῦ θᾶττον ἢ κάλλιον ἐβουλεύ-

σατο, οὐδὲν ἔτι μεταδοὺς (8) Νικολάῳ, ἀλλὰ νύ-

κτωρ τοὺς ἀναιρήσοντας ὑποπέμψας. Καὶ οἱ μὲν ἀπέθα-

νον, Ἡρώδῃ (9) δὲ τῶν συμπάντων ἤδη γίνεται κακῶν

ἀρχὴ, τὰ πρὸ τούτων εὖ ἑστώτων αὐτῷ τῶν πραγμάτων.

Ἐχθρὸν δ' ἡγεῖτο Ἀντίπατρος Νικόλαον, ἀνελὼν

τοὺς ἀδελφοὺς, ἐμισεῖτό γε μὴν δεινόν τι μῖσος οὐχ

ὑπὸ τῆς βασιλείας μόνον ἀλλὰ καὶ τῆς Συρίας καὶ τῶν

πέραν οἰκούντων. Ἐχώρει δὲ ὁ λόγος καὶ εἰς Ῥώμην,

καὶ οὐδεὶς ἦν, οὔτε μέγας οὔτε μικρὸς, ὃς οὐκ ἐμίσει

τὸν ἄνθρωπον δι' ἀμφότερα, καὶ ὅτι πολὺ κρείττους

αὐτοῦ ἀδελφοὺς ἀπέκτεινε, καὶ ὅτι τὸν πατέρα ἔπεισε

τοιούτου προσάψασθαι μύσους καὶ τὴν προϋποῦσαν (10)

εὔνοιαν αἰσχῦναι. Ἐπεὶ δ' οὖν τὰ ἀκόλουθα δρῶν

τοῖς προτέροις ἀνὴρ (11) καὶ ἐπὶ τὸν πατέρα ὥρμησε,

θᾶττον ἐπειγόμενος τὴν βασιλείαν λαβεῖν, καὶ τὸ φάρ-

μακον ἐώνητο ἐξ Αἰγύπτου (12), ὅπερ ἐμήνυσεν εἷς τῶν

κοινωνούντων τῆς πράξεως, ἐβασάνιζέ τε (13) τοὺς οἰκέ-

τας αὐτοῦ ὁ πατὴρ, οἳ δὴ τὸ σύμπαν φανερὸν ἐποίησαν,

ὡς καὶ τὴν τηθίδα ἔμελλεν ἀναιρήσειν, καὶ τοὺς ἄλλους

ἀδελφοὺς ὄντας τούς τε τῶν ἀνῃρημένων παῖδας, ὡς

μηδεὶς λείποιτο κληρονόμος. Ἐτύρευσε δέ τι μιαρὸν (14)

καὶ εἰς τὸν οἶκον Καίσαρος, πολὺ μεῖζον τῶν εἰς τὸ

γένος παρανομημάτων. Ἧκε μὲν ὁ τῆς Συρίας στρατη-

γὸς Οὔαρος καὶ οἱ ἄλλοι ἐπιμεληταί· καθίζει δὲ συνέ-

δριον ὁ πατὴρ αὐτοῦ· παρηνέχθη δὲ εἰς μέσον τὸ φάρ-

μακον, καὶ αἱ τῶν οἰκετῶν βάσανοι τά τε ἐκ Ῥώμης

γράμματα (15)· Νικολάῳ δὲ τὸν ἀγῶνα ἐπέτρεψεν

ὁ βασιλεύς (16). Κατηγόρει μὲν οὗτος, ἀπελογεῖτο δὲ

Ἀντίπατρος, ἔκρινεν δὲ Οὔαρος μετὰ τῶν φίλων. Κα-

ταδικάζεται δ' οὖν Ἀντίπατρος καὶ τὴν ἐπὶ θανάτῳ

παραδίδοται (17). Νικόλαος δὲ καὶ τότε παρῄνει πέμ-

πειν αὐτὸν ἐπὶ Καίσαρα, ἐπεὶ καὶ εἰς αὐτὸν ἠδίκησεν,

καὶ ὅ τι ἂν ἐκεῖνος γνῷ, τοῦτο πράττειν. Ἔφθη δὲ τὰ

παρὰ Καίσαρος γράμματα ἥκοντα καὶ τῷ πατρὶ κολά-

ζειν αὐτὸν ἐπιτροπεύοντα (18). Καὶ ὁ μὲν ἐκολάσθη.

Ἀπέκτεινε δὲ καὶ ὁ Καῖσαρ τὴν συγκακουργήσασαν

αὐτῷ ἀπελευθέραν. Οὐδεὶς δὲ ἦν ὃς οὐχὶ Νικόλαον *

κάλλιστα κατηγορήσαντα τοῦ πατραλοίου τε καὶ ἀδελ-

φοκτόνου (19).

Μετὰ δὲ ταῦτα ὀλίγου χρόνου διελθόντος, τελευτᾷ

καὶ ὁ βασιλεύς (20)· καὶ τὸ ἔθνος ἐπανίσταται τοῖς

τέκνοις αὐτοῦ καὶ τοῖς Ἕλλησιν. Ἦσαν δὲ πλείους μυ-

ρίων. Γενομένης δὲ μάχης, νικᾷ τὸ Ἑλληνικόν· καὶ

ὁ διάδοχος Ἀρχέλαος εἰς Ῥώμην πλέων ἕνεκα τῆς

ὅλης ἀρχῆς, μετὰ τῶν ἄλλων ἀδελφῶν (21) παρακαλεῖ

συμπλεῦσαι Νικόλαον, ἀναχωρεῖν ἤδη ὡς ἑαυτὸν ἐγνω-

κότα· καὶ γὰρ ἦν περὶ ξʹ ἔτη (22). Συνέπλευσεν οὖν·

καὶ εὗρεν πάντα κατηγόρων πλέα ἐπὶ τὸν Ἀρχέλαον.

Χωρὶς μὲν γὰρ ὁ νεώτερος ἀδελφὸς τῆς βασιλείας ἀντε-

ποιεῖτο, χωρὶς δ' οἱ συγγενεῖς ἅπαντες κατηγόρουν

αὐτοῦ, οὐ τῷ νεωτέρῳ συναγωνιζόμενοι (23)· ἐπρεσβεύ-

σαντο δὲ καὶ αἱ ὑφ' Ἡρώδῃ Ἑλληνίδες πόλεις (24) αἰ-

τούμεναι τὴν ἐλευθερίαν παρὰ Καίσαρος· καὶ ὅλον δὲ

τὸ Ἰουδαίων ἔθνος ἐπεκάλουν φόνον τρισχιλίων

ἀνδρῶν τῶν ἐν τῇ μάχῃ πεσόντων· καὶ ἠξίουν (25) μά-

λιστα μὲν ὑπὸ Καίσαρι εἶναι, εἰ δὲ μὴ, ὑπό γε οὖν τῷ

νεωτέρῳ ἀδελφῷ. Τοσούτων δὲ δικῶν ἐπηγγελμένων,

ἀγωνισάμενος ὑπὲρ Ἀρχελάου Νικόλαος τὸν πρὸς τοὺς

συγγενεῖς ἀγῶνα πρῶτος κατώρθωσεν (26), ἔπειτα δὲ

τὸν πρὸς τοὺς ὑπηκόους Ἰουδαίους· τὸν μέντοι πρὸς τὰς

Ἑλληνίδας πόλεις οὐκ ἠξίου, ἀλλὰ καὶ Ἀρχελάῳ πα-

ρῄνει μὴ (27) ἐναντιοῦσθαι αὐταῖς ἐλευθερίας γλιχομέ-

ναις· ἀρκεῖν γὰρ αὐτῷ τὴν ἄλλην δυναστείαν. Ὁμοίως

δ' οὐδὲ πρὸς τὸν ἀδελφὸν αὐτοῦ ἠξίου ἀγωνίζε-

σθαι (28) διὰ τὴν πρὸς τὸν κοινὸν αὐτῶν πατέρα φιλίαν.

Διῄτησε δὲ Καῖσαρ (29) τὸ ὅλον, ἑκάστῳ τῶν παί-

δων μέρος ἀποδοὺς τῆς ἀρχῆς, τὴν δ' ἡμίσειαν μοῖραν

Ἀρχελάῳ. Καὶ Νικόλαον μὲν ἐτίμησεν ὁ Καῖσαρ,

Ἀρχέλαον δὲ ἐθνάρχην κατέστησεν· ὑπέσχετο δὲ, εἰ

αὑτὸν (30) ἄξιον παρασκευάσειε, καὶ βασιλέα ταχὺ

ποιήσειν· τοὺς δὲ μετ' αὐτὸν ἀδελφοὺς, Φίλιππον καὶ

Ἀντίπαν (31), τετράρχας ἀπέδειξεν.

6

Exc. De virt.: Ὅτι πάνθ' ὅσα παρήγγελλεν, ἐπὶ

τῶν ἔργων διεξῄει αὐτῶν, καὶ ἀπεδείκνυτο χρημάτων

μὲν ὢν κρείττων, θᾶττον (1) δὲ λαμπρότατα ἐφιλοτι-

μήθη, οὐθέν τε ὧν μὴ δεῖ ἐφάνη χρημάτων ἕνεκα πε-

ποιηκώς. Ἡδονῆς δὲ (ὃ τάχα τῳ θαυμαστὸν ἂν εἴη)

ἡστινοσοῦν (2) κατεφρόνει, καὶ ταῦτα βασιλεῦσί τε καὶ

ἡγεμόσι συνὼν πολλάκις· ἦν γὰρ αὐστηρὸς φύσει, καὶ

ἐναντίος πρὸς αὐτὴν, καὶ ἀνδραποδώδεις νομίζων τοὺς

τῶν ἀπολαύσεων τῶν τοιούτων ἥττους· ἐπαινετής τε

αὐταρκείας ἀεὶ καὶ ἁπλότητος (3), καίτοι γ' ἐν οἷς δεῖ

λαμπρύνεσθαι μεγαλοπρεπὴς, οὐ γλίσχρος, ἦν, ὡς μὴ

δόξαν ἀνελευθερίας λάβοι. Πρός γε μὴν πόνους καὶ

καρτερίαν, εἴ ποτε δέοι, πάντων ἀοκνότατος, οὐκ ἐν

νεότητι μόνον, ἀλλὰ καὶ ἐν γήρᾳ, καὶ ὅπη κίνδυνος

καταλάβοι ἐκ πολεμίων ἢ λῃστῶν, ἢ διὰ νόσον, ἢ χει-

μῶνα κατὰ θάλατταν, ἢ ἄλλως πως, οὕτω δὴ σφόδρα

εὔψυχος ἦν, ὥστε καὶ τοῖς ἄλλοις ἀεὶ θαρρεῖν παρεῖχεν,

ὁπόσοι κοινωνοὶ ἦσαν αὐτῷ τοῦ κινδύνου. Πρός γε μὴν

τὸ δίκαιον ἀκλινὴς οὕτω καὶ ἀθώπευτος, ὥστε καὶ

ἀπειλὰς ἐνεγκεῖν τινῶν ἡγεμόνων ποτὲ δικάζων ὑπὲρ

τοῦ μὴ τοῦτο παραβῆναι. Πολλοὶ (4) γὰρ αὐτὸν ᾑροῦντο

καὶ δικαστὴν καὶ διαιτητὴν, φανερᾶς εἰς πάντας αὐτοῦ

τῆς δικαιοσύνης γενομένης, ἔν τε συμβολαίοις καὶ (5)

ταῖς πρὸς τοὺς ἰδιώτας κοινωνίαις οὐδεὶς πώποτε

αὐτὸν ἐμέμψατο, οὐδ' εἴ τις πονηρὸς εἴη, διὰ τὴν

ἐπιείκειαν· οὐδὲ γὰρ μαρτύρων ἔδει πρὸς αὐτὸν ἢ συμ-

βολαίων, ἀλλ' ὅ τι ἂν ὁμολογήσειε (6), βέβαιον ἦν.

Κοσμιότητα δὲ (7) καὶ σωφροσύνην οὐδεὶς αὐχήσει

πλείω κατὰ τὸ ἦθος, ἔν τε ἀγοραῖς καὶ ὁδοῖς **

[Λείπουσι δύο σελίδες.]

** καὶ διατριβῶν παρακολουθεῖν εὐδοξίαν τε καὶ τιμὴν

τῷ φιλοσόφῳ καὶ ἄλλας χάριτας καὶ ὠφελείας παρὰ

τῶν δυνατῶν, οὐκ εἶναι δὲ (8) πόνου ἀλλότριον. Τίνι

γὰρ ἂν μᾶλλον ἁρμόττοι ταῦτα καρποῦσθαι ἀπὸ τοῦ

βελτίστου καὶ σπουδαιοτάτου γιγνόμενα ἢ τῷ τοιούτῳ;

οὐ γὰρ δὴ τῷ φαύλῳ καὶ οὐδενὸς ἀξίῳ. Χρήσεται γὰρ

αὐτοῖς ἀφύρτως τε καὶ ἐμμελῶς, καθὼς Νικόλαος τῷ

γνώριμος εἶναι καὶ εὔπορος εἰς οὐδὲν ἄτοπον (9) ἐχρή-

σατο, ἀλλ' εἰς μετριότητά τε καὶ δημοτικὴν φιλανθρω-

πίαν· πόλεως μὲν οὔποτ' ἀφ' ἑτέρας οἰόμενος δεῖν, ἀλλ'

ἀπὸ τῆς αὑτοῦ προσαγορεύεσθαι· κατεγέλα δὲ καὶ τῶν

καθ' αὑτὸν σοφιστῶν, οἳ μεγάλοις τιμήμασιν ἐωνοῦντο

Ἀθηναῖοι ἢ Ῥόδιοι καλεῖσθαι, βαρυνόμενοι τὴν ἀδοξίαν

τῶν πατρίδων (ἔνιοι δὲ καὶ συνέγραψαν περὶ τοῦ μὴ

εἶναι ἀφ' ἧς πόλεως ἦσαν, ἀλλ' ἀπό τινος τῶν δι' ὀνό-

ματος Ἑλληνίδων), ὁμοίους τε ἀπέφαινε τοῖς τοὺς ἑαυ-

τῶν γονέας βαρυνομένοις.

Ὅτι ᾐτιῶντό τινες τὸν Νικόλαον πλεῖστα χρήματα

παρὰ φίλων λαβόντα, οὐ σώζειν (10) αὐτὰ καὶ ὅτι τὰς

πλείους διατριβὰς ἐποιεῖτο μετὰ τῶν δημοτικῶν, ἐκκλί-

νων τοὺς μεγάλους καὶ ὑπερπλούτους τῶν ἐν Ῥώμῃ,

[εἰς ὧν] (11) οὐδαμῶς ᾔει, πολλῶν καὶ ἐνδόξων αὐτὸν

βιαζομένων, ἀλλὰ δι' ὅλης ἡμέρας ἐν ταῖς φιλοσόφοις

θεωρίαις ἦν. Ὁ δὲ ἀπελογεῖτο περὶ μὲν τῶν χρημάτων,

ὅτι ἡ κτῆσις, ὥσπερ λύρας ἢ αὐλῶν, οὐδενὸς ἂν (12) εἴη

ἀξία, ἡ χρῆσις δὲ τὸ κυριώτατόν ἐστιν, ἣν εἰ μέν τις

εἰς ἄσωτον ἢ ἀμετάδοτον ἢ ὅλως ἄφρονα ἢ φαῦλον κατα-

δαπανᾷ [βίον] (13), ἐπίμεμπτος ἂν εἴη, εἰ δέ τις εἰς

σώφρονά τε καὶ κόσμιον καὶ κοινωνικὸν καὶ φιλάνθρω-

πον, δεχόμενος καὶ ὅτε δεῖ ταῦτα καὶ παρ' ὧν δεῖ, καὶ

προϊέμενος καὶ τοῖς τέκνοις ἀπολείπων (14), ἀμείνων ἂν

εἴη. Ὅρον δὲ ἕνα ἔφη ποιεῖσθαι· τὸν ἄνδρα τὸν ἀγαθὸν τοῖς

ἐπιεικεστέροις ἐθέλειν ἀεὶ συνεῖναι, τοιούτους δ' ἐν τοῖς

δημοτικοῖς ὁρᾶν πλείους ἢ ἐν τοῖς βαρυπλούτοις φυομέ-

νους (15). Πολλῆς γὰρ ἀγαθῆς τύχης δεῖται πλοῦτος,

ὥστε εἰς ἐπιείκειαν φέρειν· ἐκτρέπει γὰρ τοὺς πλείους

εἰς φιληδονίαν τε καὶ ὑπερηφανίαν.

Ὅτι τοὺς ἑαυτοῦ οἰκέτας ἐκπαιδεύσας, καὶ ἐκ τοῦ

συζῆν ἀεὶ πολλὴν ὁμοήθειαν αὐτοῖς (16) ἐμποιήσας,

ἐχρῆτο οὐδὲν χείροσιν ἢ φίλοις.

t7-98

{ΙΣΤΟΡΙΑΙ.}

t7-13

{[ΒΙΒΛ. Αʹ, Βʹ.]}

7

Exc. De ins: Ὅτι μετὰ τὸν Ἰνδικὸν πόλεμον Σε-

μίραμις ἐπεὶ ὁδοιποροῦσα ἐγένετο ἐν Μήδοις, ἀναβᾶσα

ἐπί τι ὑψηλὸν ὄρος, πάντοθεν πλὴν καθ' ἓν μέρος πε-

ριερρωγὸς καὶ ἄβατον λισσάδι καὶ ἀποτόμῳ πέτρᾳ,

ἐθεᾶτο τὴν στρατιὰν (1) ἀπό τινος ἐξέδρας, ἣν παρα-

χρῆμα ᾠκοδομήσατο. Ἐνταῦθα δὲ στρατοπεδευσαμένῃ

Σατιβάρας ὁ εὐνοῦχος ἐπεβούλευσε μετὰ τῶν Ὄννεω (2)

παίδων, αὐτὸς τὸ πᾶν συστήσας, καὶ πρὸς τοὺς νεα-

νίσκους λέγων, ὅτι κίνδυνος αὐτοῖς εἴη ἐκ Νινύου βασι-

λεύσαντος ἀποθανεῖσθαι· δεῖν οὖν ὑποφθάσαντας ἐκεῖ-

νόν τε καὶ τὴν μητέρα κτείναντας βασιλεύειν. Καὶ

ἄλλως δὲ αὐτοῖς ἔφη αἴσχιστον εἶναι περιορᾶν ἀκόλα-

στον μητέρα (3) ἐν τοιᾷδε ἡλικίᾳ ὁσήμεραι λιχνευομέ-

νην ἐφ' ὧν ἐτύγχανεν ἀνθρώπων τούς γε νεανίας (4) ὄν-

τας. Πυνθανομένων δ' ἐκείνων καὶ τίς γενήσεται τρόπος,

εἶπεν ὡς οὐδὲν χρὴ κάμνειν, ἀλλ' ἀναβάντας πρὸς αὐ-

τὴν ἐπὶ κορυφὴν τοῦ ὄρους, ἐπειδὰν αὐτὸς κελεύσῃ,

(εἶχε δὲ ταύτην τὴν ἐπιμέλειαν) ὠθεῖν αὐτὴν ἀπ' ἄκρου

εἰς τὰ κάτω. Καὶ οἱ μὲν ταῦτα συνέθεντο καὶ πίστεις (5)

ἔδοσαν ἀλλήλοις ἐπί τινος ἱεροῦ. Ἔτυχε δὲ κατό-

πισθε τοῦ βωμοῦ ἔνθα συνετίθεντο ἀνὴρ Μῆδος ἀναπε-

πτωκὼς καὶ πάντα ἀκούων, ὃς ἐπεὶ ᾔσθετο, γράψας

ἅπαν εἰς διφθέραν Σεμιράμει πέμπει διά τινος. Ἡ δὲ

ἀναγνοῦσα τῇ ὑστεραίᾳ ἐπ' ἄκρου τοῦ ὄρους ἀναβιβα-

σαμένη καλεῖ τοὺς Ὄννεω παῖδας καὶ κελεύει ὅ τι

δήποτ' ἐννοουμένη (6) ἥκειν ὡπλισμένους. Καὶ ὁ Σατι-

βάρας χαίρων τοὺς νεανίσκους μετῄει, ὡς (7) ὑπὸ θεοῦ

ὀρθουμένης σφίσιν τῆς πράξεως, ἐπειδὴ ὡπλισμένους

αὐτοὺς ἡ μήτηρ ἐκάλει. Ἀφικομένων δὲ, μεταστῆναι

τὸν εὐνοῦχον κελεύσασα Σεμίραμις (8) λέγει πρὸς τοὺς

νεανίσκους· «Ὦ καλοῦ κἀγαθοῦ πατρὸς κακοὶ παῖδες,

οἳ πεισθέντες ὑπὸ κακοῦ δούλου μητρὶ τῇ ἑαυτῶν θά-

νατον ἐβουλεύσασθε, ὡς ἐμὲ (9) ἐνθένδε ὤσετε παρὰ

θεῶν τὰ κράτη ἔχουσαν· ἀλλ' ἥδ' (10) ὑμῖν ἐγώ· καί

με κατὰ κρημνοῦ (11) τοῦδε ὠθεῖτε, ἵνα δὴ κλέος ἔχοιτε

πρὸς ἀνθρώπων, καὶ βασιλεύοιτε κτείναντες τήν τε μη-

τέρα Σεμίραμιν καὶ Νινύαν τὸν ἀδελφόν (12).» Ἐδημη-

γόρησε πρὸς Ἀσσυρίους. <Ζήτει ἐν τῷ Περὶ δημη-

γοριῶν.>

8

Exc. De virt.: Ὅτι Σαρδανάπαλλος (1) Ἀσσυρίων

ἐβασίλευσεν, ἀπό τε Νίνου καὶ Σεμιράμεως τὴν βασι-

λείαν παραδεξάμενος, οἴκησιν ἔχων ἐν Νίνῳ, ἔνδον τὸ

σύμπαν ἐν τοῖς βασιλείοις διατρίβων, ὅπλων μὲν οὐχ

ἁπτόμενος, οὐδ' ἐπὶ θήραν (2) ἐξιὼν, ὥσπερ οἱ πάλαι

βασιλεῖς, ἐγχριόμενος δὲ τὸ πρόσωπον καὶ τοὺς ὀφθαλ-

μοὺς ὑπογραφόμενος, πρός τε τὰς παλλακίδας ἁμιλ-

λώμενος περὶ κάλλους καὶ ἐμπλοκῆς, τό τε σύμπαν γυ-

ναικείῳ ἤθει χρώμενος. Κατὰ δὲ τὰ πρότερον συντε-

ταγμένα, ἐπὶ τὰς θύρας αὐτῷ παρῆσαν οἵ τε ἐκ τῶν

ἄλλων ἐθνῶν σατράπαι, ἄγοντες τὰς (3) εἰρημένας δυ-

νάμεις, καὶ δὴ Ἀρβάκης ὁ Μήδων ὕπαρχος, ἀνὴρ τόν

τε βίον σώφρων, καὶ πραγμάτων, εἰ δή τις ἄλλος, ἔμ-

πειρος, τετριμμένος τε ἐν κυνηγεσίοις καὶ πολέμοις,

καὶ πολλὰ μὲν πάλαι γενναῖα ἐξειργασμένος, πλείω

δ' ἔτι καὶ μείζω τότε διανοούμενος. Οὗτος ἀκηκοὼς τόν

τε βίον καὶ τὰ ἤθη, οἷς χρῆται ὁ βασιλεὺς, εἰς νοῦν

ἐνεβάλετο καὶ ἐνεθυμήθη ἄρα, ὅτι ἀπορίᾳ γενναίου ἀν-

δρὸς οὗτος ἔχοι τὰ τῆς Ἀσίας (4) κράτη· καὶ βουλὴν

συντίθεται περὶ τῆς ὅλης ἀρχῆς.

9

Exc. De insid.: Ὅτι ἐπὶ Σαρδαναπάλλου, τοῦ

βασιλέως Ἀσσυρίων, Ἀρβάκης ὁ Μῆδος ἀκηκοὼς τὸν

βίον καὶ τὰ ἤθη οἷς χρῆται ὁ βασιλεὺς, εἰς νοῦν ἐνεβά-

λετο καὶ ἐνεθυμήθη ἄρα, ὅτι ἀπορίᾳ γενναίου ἀνδρὸς

οὗτος ἔχοι τὰ τῆς Ἀσσυρίας κράτη. Ἀνδρειότατον (1) δὲ

φῦλον τὸ Μηδικὸν ἐδόκει τότε μετὰ τὸ Ἀσσύριον εἶναι.

Οὗτος οὖν ὁ Ἀρβάκης ἐν ὁμιλίᾳ γενόμενος Βελέσυι τῆς

Βαβυλῶνος ἄρχοντι, ἅτε συνεδρίτης (2) ὢν αὐτῷ πρὸ

τῶν βασιλειῶν θυρῶν, ἀνδρὶ τοῦ Χαλδαίων γένους,

(ἱερεῖς δ' οὗτοι ἦσαν καὶ πρώτην ἔφερον τιμὴν,) συν-

τίθεται αὐτῷ, καὶ κοινῇ βουλεύουσιν ἐπιθέσθαι τῇ ὅλῃ

ἀρχῇ, τά τε Ἀσσυρίων κράτη μεταστῆσαι εἰς Μήδους.

Ἀστρονομώτατοι δὲ πάντων ἦσαν Βαβυλώνιοι, καὶ σο-

φίᾳ καὶ μαντικῇ, τῇ τε δι' ὀνειράτων καὶ τεράτων, προὔ-

χοντες, πάσῃ τε, ὡς εἰπεῖν, τῇ (3) ἀμφὶ τὰ θεῖα ἐπιστήμῃ.

Καὶ δὴ καὶ τότε ὁ Βέλεσυς τῷ Ἀρβάκῃ διαλεγόμενος

πρὸ τῶν θυρῶν πλησίον τινὸς φάτνης, ἐν ᾗ δύο ἵπποι

ἐξεφατνίζοντο· καί πως ἐν μεσημβρίᾳ κατέδαρθεν αὐ-

τόθι, καὶ ἐν τῷ ὕπνῳ ἔδοξεν ὁρᾶν τὸν ἕτερον τῶν ἵππων

ἐπιφορεῖν τῷ στόματι ἐπὶ τὸν Ἀρβάκην καθεύδοντα

καὶ αὐτὸν ἄχυρα, τὸν δὲ ἕτερον ἐρέσθαι· «Τί τοῦτο

ποιεῖς, ὦ δαιμόνιε (4), καὶ τὰ ἄχυρα τῷ ἀνθρώπῳ ἐπι-

φέρεις;» Τὸν δὲ ἀποκρίνασθαι· «Φθονῶ (5) αὐτῷ· μέλ-

λει γὰρ βασιλεύειν ἁπάντων ὧν νῦν ἄρχει Σαρδανά-

παλλος.» Ταῦτ' ἰδών τε καὶ ἀκούσας ὁ Βαβυλώνιος

τὸν Μῆδον ἐγείρει καθεύδοντα, καὶ δή (6) τι πλέον τὰ

θεῖα εἰδὼς, συμβάλλει τὴν τοῦ ὀνείρου φήμην, καὶ κε-

λεύει τὸν Ἀρβάκην ἰέναι παρὰ τὸν Τίγριν ποταμὸν

ῥέοντα πλησίον τῆς Νίνου καὶ προσκλύζοντα τὸ τεῖχος.

Ἰόντων δὲ καὶ πολλὰ λεσχηνευομένων, ὡς ἂν ἑταίρων,

λέγει ὁ Βέλεσυς· «Ἄγε δὴ, ὦ Ἀρβάκη, εἰ σὲ θείη

σατράπην Κιλικίας (7) Σαρδανάπαλλος ὁ δεσπότης, τί

ἄν μοι δοίης τῷ εὐαγγελιζομένῳ;» Ὁ δ' ἀποκρίνεται·

«Τί μου, ὦ δαιμόνιε, καταγελᾷς; διὰ τί δ' ἄν με σα-

τράπην Κιλικίας θεῖτο, ἄλλους ἐμοῦ κρείττους παρελ-

θών;» Καὶ ὅς· «Ἀλλ' εἴ γε δοίη, πλέον (8) γάρ τι

εἰδὼς λέγω, τίς ἐμοὶ κείσεται χάρις παρὰ σοί (9);»

Κἀκεῖνος· «Οὔτι μέμψῃ, ἔφη, μεθέξεις γὰρ τῆς ἀρχῆς

οὐκ ἐλάχιστον μέρος.» Ὁ δὲ εἶπεν· «Εἰ δὲ Βαβυλῶνός

σε πάσης σατράπην ποιήσειε, πῶς ἐμοὶ χρήσῃ;» Καὶ

ὃς, «Παῦσαι πρὸς τοῦ Διὸς, ἔφη, σφόδρα μου κατα-

κερτομῶν· οὐ γὰρ οἶμαι ἐπιτήδειος εἶναι, Μῆδος ὢν,

ὑπὸ Βαβυλωνίου καταγελᾶσθαι.» Κἀκεῖνος· «Ἀλλ' οὐ

μὰ τὸν μέγαν Βῆλον ἔγωγέ σου καταγελῶν ταῦτα λέγω,

ἀλλὰ πλέον τι τεκμαιρόμενος (10).» Καὶ ὃς ἔφη· «Ἀλλ'

ἐάν γε Βαβυλῶνος σατραπεύσω, σὲ ὕπαρχον (11) κατα-

στήσω τῆς ὅλης σατραπείας.» Καὶ ὁ Βαβυλώνιος· «Ἀλλ'

ἔγωγέ σοι οὐκ ἀπιστῶ· τόδε μοι λέξον· εἰ βασιλεὺς εἴης

ἁπάσης ὁπόσης νῦν Σαρδανάπαλλος ἄρχει, τί ἐμὲ ποιή-

σειας;» Ὁ δ' Ἀρβάκης εἶπεν· «Εἰ σοῦ, ὦ τλῆμον,

ταῦτα ἀκούσειε Σαρδανάπαλλος, εὖ ἴσθ' ὅτι καὶ σὺ

κἀγὼ κακῶς ἀπολούμεθα. Ἀλλὰ τί σοι ἐπῆλθε ταῦτα

ληρεῖν; οὐ παύῃ φλυαρῶν;» Καὶ ὃς τῆς χειρὸς αὐτοῦ

λαβόμενος εὐτόνως· «Ἀλλὰ μὰ τήνδε τὴν δεξιὰν τὴν ἐμοὶ

τιμίαν καὶ τὸν μέγαν Βῆλον, οὐ παίζων λέγω, ἀλλὰ τὰ

θεῖα κάλλιστα εἰδώς.» Καὶ ὁ Ἀρβάκης εἶπεν· «Δώσω

σοι Βαβυλῶνα ἔχειν καὶ ταῦτα ὑπὸ σεαυτῷ (12) ἀτελῆ.»

Καὶ ἐπὶ τούτοις δεξιὰν αἰτοῦντος, μάλα προθύμως δί-

δωσι. Καὶ ὃς εἶπε· «Βασιλεύσεις τοίνυν, εὖ ἴσθι, ἀψευ-

δῶς.» Καὶ ἐπεὶ ταῦτα συνέθεντο, ἐπὶ θύρας ᾤχοντο

ὀπίσω θεραπεύσοντες τὰ εἰωθότα. Μετὰ δὲ ταῦτα ἐν

ὁμιλίᾳ γενόμενος ἑνὶ τῶν πιστοτάτων εὐνούχων ὁ Ἀρ-

βάκης ἐδεήθη αὐτοῦ δεῖξαί οἱ τὸν βασιλέα· σφόδρα γὰρ

ἐπιθυμεῖν τὸν δεσπότην ὅστις εἴη θεάσασθαι. Τοῦ δὲ

εἰπόντος ἀδύνατον αὐτὸν ἐρᾶν (13), μηδένα γὰρ πώποτε

τυχεῖν τούτου, τότε μὲν ἡσύχασεν. Αὖθις δὲ μικρὸν

διαλιπὼν λιπαρέστερον αὐτοῦ ἐδεῖτο, φάσκων ἀντὶ πολ-

λοῦ χρυσοῦ καὶ ἀργύρου ταύτην ἀλλάττεσθαι τὴν χάριν.

Ὁ δὲ εὐνοῦχος νικώμενος (14) ὑπ' αὐτοῦ, ἦν γὰρ ἐς τὰ

μάλιστα ἐπιτήδειος, καὶ οὐ βουλόμενος αὐτῷ ἀχαρι-

στεῖν, ὑπέσχετο εἰ καιρὸς εἴη μνησθήσεσθαι τῷ δεσπότῃ

ὤκει ** ἔνθα ἐτελεύτησεν (15).

10

Exc. De virt.: Ὅτι ἐπὶ Ἀρταίου (1) τοῦ βασιλέως

Μήδων, τοῦ διαδόχου Σαρδαναπάλλου τοῦ Ἀσσυρίων βα-

σιλέως ἦν ἐν Μήδοις τότε κατά τε ἀνδρείαν καὶ ῥώμην

δοκιμώτατος Παρσώνδης, παρά τε βασιλεῖ μάλιστα

ἐπαινούμενος καὶ ἐν Πέρσαις, ὅθεν ἦν γένος, ἐπί τε εὐ-

βουλίᾳ καὶ κάλλει σώματος. Δεινὸς δὲ καὶ θῆρας αἱρεῖν,

ἐν σταδίᾳ τε μάχῃ καὶ ἀπὸ ἅρματος καὶ ἵππου μάχε-

σθαι. Οὗτος ὁρῶν Νάναρον (2) τὸν Βαβυλώνιον διαπρε-

πεῖ κόσμῳ χρώμενον ἀμφὶ τὸ σῶμα, καὶ ἐλλόβια ἔχοντα,

καὶ κατεξυρημένον εὖ μάλα, γυναικώδη τε καὶ ἄναλ-

κιν, ἔπειθεν Ἀρταῖον ἀφελέσθαι αὐτὸν τὴν ἀρχὴν καὶ

ἑαυτῷ δοῦναι, δυσχεραίνων σφόδρα τὸν ἄνθρωπον. Ὁ δὲ

ὤκνει συγχέας τὰ συγκείμενα ὑπ' Ἀρβάκεω (3) ἀδικεῖν

τὸν Βαβυλώνιον. Ἐπεὶ δὲ δὶς καὶ τρὶς ὁ Παρσώνδης

ἐνέτυχεν (4) Ἀρταίῳ, καὶ ταὐτὸν ἤκουσεν, ἡσύχαζεν·

οὐ μὴν τὸν Νάναρον ἔλαθεν. Αἰσθόμενος δ' ἐκεῖνος τὴν

γνώμην τἀνδρὸς, μεγάλα δῶρα τοῖς ἑαυτοῦ (5) ὑπέσχετο

καπήλοις, εἴ τις αὐτῷ Παρσώνδην συλλαβὼν ἄγοι (6)·

ἕπονται δ' οὗτοι πολλοὶ τῷ βασιλέως στρατῷ. Καί

ποτε κατὰ δαίμονα κυνηγετῶν ὁ Παρσώνδης ἐλαύνει

πόρρω ἀπὸ τοῦ (7) βασιλέως εἴς τι πεδίον οὐχ ἑκὰς Βα-

βυλῶνος. Τοὺς δὲ θεράποντας εἰς τὴν πλησίον ὕλην

τρέψας, ἐκέλευσε βοῇ τε καὶ (8) ἀλαλητῷ χρῆσθαι, ὡς

δὴ τὰ θηρία σοβήσων (9) εἰς τὰ πεδία· καὶ πολλοὺς

μὲν ὗς ἀγρίους, πολλοὺς δ' ἐλάφους αἱρεῖ. Τέλος δ', ὄνον

ἄγριον διώκων, ἐπὶ πλεῖστον ἀποσπᾶται τῶν ἑαυτοῦ,

καὶ μόνος ἐλαύνων ἧκεν εἰς τὴν Βαβυλωνίαν, ἔνθα ἦσαν

οἱ κάπηλοι ἀγορὰς εὐτρεπίζοντες τῷ βασιλεῖ· οὓς θεα-

σάμενος ὑπὸ δίψους πιεῖν ᾔτει. Οἱ δ' ἄσμενοι ἰδόντες

Παρσώνδην, προσίασιν αὐτῷ, πιεῖν τε ἐνέχεον, καὶ, τὸν

ἵππον δεξάμενοι, ἀριστᾶν ἐκέλευσαν. Ὁ δὲ, οἷα πα-

νημέριος θηρῶν, οὐκ ἀηδῶς ἤκουσεν, ἐκέλευσέ τε ἀπο-

πέμψαι βασιλεῖ τὸν ὄνον (10), ὃν κατέλαβε, καὶ τοῖς

ἀνὰ τὸν δρυμὸν οἰκέταις φράσαι, ἔνθα εἴη. Οἱ δὲ,

πάντα ποιήσειν ὑποσχόμενοι, κατακλίνουσι τὸν Παρ-

σώνδην. Καὶ δαῖτα παρέθεσαν παντοίαν, οἶνόν τε ἥδι-

στον πίνειν ἐπέχεον (11), ἀκρατέστερον ἐπίτηδες, ὡς

μεθυσθείη. Καὶ ἐπεὶ ἄδην εἶχεν, ὁ μὲν ᾔτει τὸν ἵππον,

ὡς ἀπίοι ἐπὶ τὸ βασιλέως στράτευμα· οἱ δὲ γυναῖκας

εὐπρεπεῖς παραγαγόντες, ἐδείκνυόν τε αὐτῷ καὶ ἐκέ-

λευον κοιμηθέντα αὐτόθι, καὶ εἰς νύκτα χρησάμενον

αὐταῖς, ἕωθεν ἀπιέναι. Ὁ δὲ, εὐπρεπεῖς γυναῖκας

ὁρῶν, ἔμεινέ τε καὶ ηὐλίσατο. Καὶ τὰ μὲν διὰ τὴν συν-

ουσίαν, τὰ δὲ διὰ τὸν κόπον, ὕπνος αὐτὸν ἔλαβεν. Οἱ

δ', ἀναστήσαντες τὴν παρακοιμωμένην γυναῖκα, πολ-

λοὶ ἅμα ἐπιπεσόντες, συνέδησαν τὸν ἄνθρωπον, καὶ ἐπὶ

Νάναρον ἐκόμισαν. Ὁ δ', ὡς εἶδεν αὐτὸν (ἤδη δὲ ἀνέ-

νηψεν ἐκ τοῦ οἴνου, καὶ ἔγνω ἵνα ἦν κακοῦ), ἤρε-

το (12), «Ἆρα, ὦ Παρσώνδη, κακόν τι ὑπ' ἐμοῦ πάλαι

ἔπαθες, ἢ αὐτὸς ἢ τῶν σῶν τις; »Ὁ δ' οὐκ ἔφη. «Τί δὲ,

πείσεσθαι προσεδόκησας»; «Οὐκ ἔγωγε, εἶπεν». «Τί οὖν

αὐτὸς ἀδικίας ἦρξας εἰς ἐμὲ, ἀνδρόγυνόν τε καλῶν, καὶ

βασιλείαν τὴν ἐμὴν αἰτῶν παρὰ Ἀρταίου, ὡς δῆτα οὐ-

δενὸς ἀξίου αὐτὸς γενναῖος ὤν; Πολλὴ δὲ χάρις Ἀρταίῳ

οὐ πεισθέντι τὴν ὑπ' Ἀρβάκεω (13) δεδομένην ἡμῖν ἀρ-

χὴν ἀφελέσθαι. Διὰ τί δὴ (14) ταῦτ' ἐποίεις, ὦ κακὴ

κεφαλή;» Ὁ δὲ, οὐδὲν ὑποθωπεύσας, εἶπεν· «Ὤ|ιμην

αὐτὸς ἀξιώτερος εἶναι τοῦτο τὸ γέρας ἔχειν, ἀνδρειότερός

τε ὢν καὶ ὠφελιμώτερος βασιλεῖ ἢ σὺ ὁ κατεξυρημένος

τε καὶ καθυπεστιμμισμένος (15) τὼ ὀφθαλμὼ, ψιμυθίῳ δὲ

τὸ χρῶμα ἐναλειφόμενος.» Καὶ ὃς, «Εἶτ' οὐκ αἰσχύνῃ,

ἔφη, σὺ ὁ τηλικοῦτος ὑπὸ τοῦ χείρονος συνειλημμένος,

ἐπειδὴ γαστρὸς ἥττων καὶ αἰδοίων ἐγένου; Ἀλλ' ἐγώ

σε, ἔφη, θήσω γυναικῶν ἁπαλώτερον καὶ λευκότερον

τὴν χροιὰν οὐ πολλοῦ χρόνου.» Καὶ ἐπώμοσε τόν τε Βῆ-

λον καὶ τὴν Μύλιττα (16)· οὕτως γὰρ τὴν Ἀφροδίτην

καλοῦσι Βαβυλώνιοι. Καὶ ἅμα καλέσας τὸν εὐνοῦχον,

τὸν τὰς μουσουργοὺς πεπιστευμένον, «Τοῦτον, ἔφη,

ἄπαγε, καὶ ξυρήσας τὸ ὅλον σῶμα, καὶ κισηρίσας πλὴν

κεφαλῆς, δὶς τῆς ἡμέρας λοῦε, καὶ σμῆχε ἀπὸ λεκίθου,

καὶ τοὺς ὀφθαλμοὺς ὑπογραφέσθω, καὶ τὰς κόμας ἐμ-

πλεκέσθω, ὥσπερ αἱ γυναῖκες· μανθανέτω δὲ ᾄδειν καὶ

κιθαρίζειν καὶ ψάλλειν, ἵνα μοι μετὰ τῶν μουσουργῶν

λειτουργῇ, γυναικὶ ὡμοιωμένος, μεθ' ὧν καὶ δίαιταν ἕξει,

λεῖος ὢν τὸ σῶμα, καὶ τὴν ἐσθῆτα τὴν αὐτὴν καὶ τὴν

τέχνην ἔχων.» Ταῦτα εἰπόντος, ὁ εὐνοῦχος παραδεξά-

μενος τὸν Παρσώνδην, κατεξύρησέ τε ὅλον πλὴν κεφα-

λῆς, καὶ τὰ προσταχθέντα ἐδίδασκε, καὶ ἐσκιατράφει,

λούων ἑκάστης ἡμέρας δὶς, καὶ λεαίνων, ὁμοδίαιτόν τε

ποιῶν ταῖς γυναιξὶν, ὥσπερ ὁ δεσπότης προσέταξεν. Καὶ

οὐ πολλοῦ χρόνου γίνεται ἄνθρωπός τε λευκὸς καὶ ἁπα-

λὸς καὶ γυναικώδης, ᾖδέ τε καὶ ἐκιθάριζε πολὺ κάλλιον

τῶν μουσουργῶν· οὐδείς τε ἂν ἰδὼν αὐτὸν λειτουργοῦντα

ἐν συμποσίῳ Νανάρῳ (17) οὐχὶ γυναῖκα ὑπέλαβε, καὶ

πολύ γε ἐκείνων εὐπρεπέστερον, μεθ' ὧν ἑκάστοτε ἐλει-

τούργει. Βασιλεὺς δὲ ὁ Μήδων Ἀρταῖος, ἐπειδὴ πάντη

μαστεύων Παρσώνδην ἐξέκαμε, καὶ δῶρα προτείνων,

εἴ τις αὐτὸν ἀνεύροι ἢ ζῶντα ἢ τεθνεῶτα, ὑπελάμβανέ

που (18) ἐν κυνηγεσίῳ ὑπὸ λέοντος ἢ ἄλλου του θηρίου

καταβεβρῶσθαι, καὶ μεγάλως ἐπ' αὐτῷ ἠνιᾶτο, ἅτε

ἀνδρειοτάτῳ ὄντι. Ὡς δ' ἑπτὰ ἔτη ἐγένετο αὐτῷ τοιαύ-

την δίαιταν ἔχοντι ἐν Βαβυλῶνι, τῶν εὐνούχων τινὰ

ὁ Νάναρος μαστιγοῖ τε χαλεπῶς καὶ τὸ σῶμα αἰκίζε-

ται. Καὶ αὐτὸν ὁ Παρσώνδης, μεγάλαις ἐλπίσιν ἐπά-

ρας, ἀναπείθει παρὰ τὸν Ἀρταῖον εἰς Μήδους ἀποδρᾶ-

ναι, καὶ πάντα φράσαι τὰ περὶ αὐτὸν βασιλεῖ, ὡς ζῇ

τε καὶ λελώβηται, μετὰ μουσουργῶν δίαιταν ἔχων,

Παρσώνδης ὁ σὸς φίλος ἐκεῖνος ὁ πολεμιστήριος. Καὶ

ἐπειδὴ ταῦτ' ἔφρασεν ὁ εὐνοῦχος βασιλεῖ, ἥσθη τε ἅμα

καὶ μέγα στενάξας εἶπε, «Φεῦ λώβης ἀνδρὸς ἀγαθοῦ,

πῶς ἠνέσχετο ὁ Παρσώνδης, ὃν ἐγὼ οἶδα, θηλυνόμενος

τὸ σῶμα ὑπὸ ἐχθροῦ;» Καὶ ἅμα πέμπει τινὰ τῶν πι-

στοτάτων ἄγγαρον (18) παρὰ τὸν Βαβυλώνιον (οὕτω

γὰρ ἐκάλουν τοὺς βασιλέως ἀγγέλους). Ὁ δὲ Νάναρος

ἀφικομένῳ τῷ ἀγγάρῳ, καὶ ἀπαιτοῦντι Παρσώνδην,

ἔξαρνος γενόμενος, οὐδαμοῦ (19) ἔφη ἐκεῖνον ἑωρακέναι,

ἐξ ὅτου ἀφανὴς ἐγένετο. Ὡς δὲ ταῦτα ἤκουσεν Ἀρταῖος,

ἕτερον ἔπεμψεν ἄγγαρον πολὺ μείζω τοῦ προτέρου καὶ

δυνατώτερον· ἐπέστειλέ τε ἐν διφθέρᾳ, ῥίψαντα τὴν Βα-

βυλωνίαν ἀπάτην, ὀπίσω ἀποπέμπειν τὸν ἄνδρα παρ'

ἑαυτὸν, ὃν ταῖς μουσουργοῖς τε καὶ εὐνούχοις παρέδω-

κεν, ἢ ὅτι τὴν κεφαλὴν αὐτὸς οὐχ ἕξει. Ταῦτα ἔγραψε,

καὶ ἅμα ἐκέλευσε τῷ ἀνδρὶ, εἰ μὴ παραδῷ Νάναρος τὸν

Παρσώνδην, λαβόμενον τῆς ζώνης ἄγειν αὐτὸν ἐπὶ θα-

νάτῳ. Ἀφικομένου δὲ τοῦ δευτέρου ἀγγάρου εἰς Βαβυ-

λῶνα, καὶ ταῦτα ἀπαγγείλαντος, ὁ Νάναρος, δείσας

περὶ τῆς ψυχῆς, παραδώσειν τε ὑπέσχετο τὸν ἄνθρωπον,

καὶ προσέτι, ἀπολογούμενος τῷ ἀγγάρῳ, πείσειν ἔφη

βασιλέα, ὡς δικαίως μετῆλθεν ἄνδρα ἄρξαντα μεγά-

λης (20) ἀδικίας εἰς ἑαυτόν· πεπονθέναι γὰρ ἂν αὐτὸς ὑπ'

ἐκείνου χαλεπώτερα, εἰ μὴ βασιλεὺς ὁ δεσπότης αὐτοῦ

ὑπερέσχε (21) τὴν δεξιάν. Ἐκ τούτου ἐπὶ πότον ἐτρά-

πετο καὶ συνουσίαν, ἑστιῶν τὸν ἄγγαρον. Καὶ τοῦ

δείπνου παρακειμένου, εἰσεληλύθεσαν αἱ μουσουργοὶ,

ἑκατὸν καὶ πεντήκοντα γυναῖκες (22), μεθ' ὧν ἦν καὶ

Παρσώνδης. Καὶ αἱ μὲν ἐκιθάριζον, αἱ δ' ηὔλουν, αἱ δὲ

ἔψαλλον, ἐν πάσαις δὲ διέπρεπε μάλιστα Παρσώνδης

καὶ κάλλει καὶ τέχνῃ, γυνὴ καὶ αὐτὸς νομιζόμενος. Καὶ

ἐπειδὴ δείπνου ἄδην εἶχον, ἤρετο (23) ὁ Νάναρος τὸν

ἄγγαρον, ἥτις αὐτῷ δοκεῖ πασῶν προφέρειν εὐμορφίᾳ

τε καὶ εὐμουσίᾳ. Ὁ δ', οὐδὲν μελλήσας, ἔφη ἐκείνην,

Παρσώνδην δεικνύς. Καὶ ὁ Νάναρος, κροτήσας τὼ χεῖρε,

ἐγέλα ἐπὶ πολὺν χρόνον, καὶ εἶπε, «Ταύτην ἆρα καὶ

βούλει ἔχων εἰς νύκτα ἀναπαύεσθαι;» Ὁ δὲ, «Πάνυ μὲν

οὖν,» ἔφη. «Ἀλλ' οὐ δώσω,» εἶπεν ὁ Νάναρος. «Τί οὖν,

ἔφη ὁ ἄγγαρος, ἐμοῦ πυνθάνῃ;» Μικρὸν δὲ διαλιπὼν,

«Οὗτός ἐστιν, ἔφη, Παρσώνδης, ἐφ' ὃν ἥκεις.» Ἀπιστοῦν-

τος δ' ἐκείνου (24), ὤμοσεν. Καὶ ὁ ἄγγαρος, «Θαῦμά

μ' ἔχει, ἔφη, ὅπως ζῆν ὑπέμεινε γυναικιζόμενος ἀνὴρ

ἄλκιμος, καὶ οὐ διεχρήσατο ἑαυτὸν, εἰ μὴ καὶ ἄλλους

ἐδύνατο· πῶς δὲ ταῦτ' ἀνέξεται ὁ δεσπότης ἀκούσας;»

Ὁ δὲ Νάναρος εἶπεν, «Ἐγὼ ῥᾳδίως αὐτὸν ἀναδιδάξω,

ὡς οὐδὲν ἀδικῶ.» Τότε μὲν δὴ τοιαῦτα διελέγοντο, καὶ

ἐκοιμήθησαν. Τῇ δὲ ὑστεραίᾳ ἐνθεὶς ὁ Βαβυλώνιος εἰς

ἁρμάμαξαν Παρσώνδην ἀποπέμπεται σὺν τῷ ἀγγάρῳ.

Ἐπεὶ δ' ἧκον εἰς Σοῦσα, ἔνθα ἦν ὁ βασιλεὺς, δείκνυσιν

αὐτῷ ὁ ἄγγαρος (25) τὸν ἄνδρα. Καὶ ἐπὶ πολὺν χρόνον

ὁ Ἀρταῖος ἐν ἀγνοίᾳ (26) γενόμενος, ἐπειδὴ ἑώρα ἀντ'

ἀνδρὸς γυναῖκα γεγονότα, «Ὦ ταλαίπωρε, ἔφη, πῶς

ὑπέμεινας ὧδε λωβηθῆναι, καὶ οὐ πρότερον ἀπέθανες;»

Ὁ δὲ ἀπεκρίνατο, «Ἥ τοι ἀνάγκη, ὦ δέσποτα, καὶ

θεῶν λέγεται κρείττων ὑπάρχειν. Ἐγὼ δὲ ἔτλην καὶ ἐκ

τοιῶνδε παθημάτων ζῆν (27), ἵνα ἅμα μέν σε ἐγγένοιτό

μοι θεωρῆσαι, ἔπειτα δὲ Νάναρον τιμωρήσασθαι διὰ

σοῦ, ἅπερ ἐμοὶ οὐκ ἂν ὑπῆρξε τετελευτηκότι· ἀλλὰ μή

με, ἔφη, δέσποτα, ψεύσῃ τῆς ἑτέρας ἐλπίδος, ἀλλά μοι

τὴν δίκην ἀπόδος παρ' ἀνδρὸς κακοῦ.» Καὶ ὁ Ἀρταῖος

ὑπέσχετο, ἐπειδὰν εἰς Βαβυλῶνα ἀφίκηται. Οὐ πολλοῦ

δὲ χρόνου ὅ τε Παρσώνδης ἀπέλαβεν τὴν ἀνδρείαν φύ-

σιν, καὶ ὁ βασιλεὺς (28) ἀφίκετο εἰς Βαβυλῶνα· κατε-

βοᾶτό τε ὁσημέραι ὑπ' αὐτοῦ, ὅπως τιμωρήσεται τὸν

Νάναρον. Καὶ ὃς ἧκε παρὰ βασιλέα, καὶ ἔφη δίκαια

ποιῆσαι. «Πρότερος γὰρ ἐκεῖνος, οὐδὲν κακὸν παθὼν,

ἐμὲ διέβαλεν, ἔφη, παρά σοι, ὥς με κτείνειάς τε καὶ τὴν

Βαβυλῶνος ἀρχὴν αὐτῷ δοίης.» Ἀρταῖος δὲ ἔφη δικαιό-

τερα Παρσώνδην αἰτεῖσθαι· χρῆναι (29) γὰρ μὴ σαυτῷ

δικάζειν, μηδὲ τοιαύτας ἐξευρίσκειν δίκας, ἀλλὰ ἐμοὶ

ἐπιτρέπειν τὴν κρίσιν· τέλος δέ σοι ἐς δεκάτην ἐξοίσω

ἡμέραν τό σοι πρέπον. Ὁ δὲ Νάναρος, ταῦτα ἀκούσας,

ἐν δεινῷ φόβῳ ἦν καὶ ἐπὶ Μιτραφέρνην (30) καταφεύγει,

ὃς ἦν τῶν εὐνούχων δυνατώτατος, καὶ ὑπισχνεῖτο αὐτῷ

χρυσίου τάλαντα δέκα, καὶ φιάλας χρυσᾶς δέκα, καὶ

ἀργυρᾶς διακοσίας, καὶ [Παρσώνδῃ] ἀργυρίου (31) νο-

μίσματος τάλαντα ἑκατὸν, καὶ ἄλλας ἐσθῆτας πολυτε-

λεῖς, βασιλεῖ δὲ χρυσοῦ μὲν τάλαντα ἑκατὸν, καὶ φιάλας

χρυσᾶς ἑκατὸν, ἀργυρᾶς δὲ τριακοσίας, ἀργυροῦ δὲ νο-

μίσματος τάλαντα χίλια, ἐσθῆτάς τε παμπληθεῖς, καὶ

ἄλλα πολλὰ [καὶ] καλὰ δῶρα, εἰ τὴν ψυχὴν αὐτῷ ἐξαι-

τήσειεν καὶ τὴν Βαβυλῶνος βασιλείαν παρὰ Ἀρταίου.

Καὶ ὁ εὐνοῦχος ᾤχετο παρὰ βασιλέα, καὶ πολλὰ δεηθεὶς,

ἅτε ὢν τιμῆς τῆς πρώτης, εἶπεν ὅτι οὐκ εἴη θανάτου

ἄξιος ὁ ἀνήρ· οὐ γὰρ κτείνειε Παρσώνδην, ἀλλὰ ὑβρι-

σθεὶς καὶ δεινὰ παθὼν ἀνθυβρίσειεν. «Εἰ δὲ καὶ θανάτου

εἴη ἄξιος, ἐμοὶ, ὦ δέσποτα, δὸς, ἔφη, τὴν χάριν ταύ-

την καὶ τὴν παραίτησιν ὑπὲρ αὐτοῦ. Δώσει δὲ ὁ ἀνὴρ

σοὶ μὲν τῷ δεσπότῃ πολὺν (32) χρυσόν τε καὶ ἄργυρον,

Παρσώνδῃ δὲ, ποινὴν ὧν ἔδρασεν, ἑκατὸν τάλαντα ἀρ-

γυρίου.» Πείθεται τούτοις ὁ βασιλεὺς, καὶ τοῦτο τὸ τέ-

λος ἐκπέμπει Νανάρῳ. Καὶ ὁ μὲν προσεκύνησεν· Παρ-

σώνδης δὲ, κινῶν τὴν κεφαλὴν, «Ὄλοιτο, ἔφη, ὁ πρῶτος

χρυσὸν ἐξευρὼν εἰς ἀνθρώπων γένος· διὰ τοῦτο γὰρ ἐγὼ

νῦν γέλως γέγονα ἀνδρὶ Βαβυλωνίῳ.» Καὶ ὁ εὐνοῦχος,

αἰσθόμενος αὐτὸν βαρέως φέροντα, «Ὦ 'γαθὲ, ἔφη, παῦ-

σαι ὀργιζόμενος, καί μοι πείθου, φίλος τε γίνου Νανάρῳ,

ταῦτα γὰρ ὁ δεσπότης βούλεται.» Ὁ δὲ Παρσώνδης και-

ρὸν ἐτήρει ἀμύνασθαι, εἰ δύναιτο, τόν τε εὐνοῦχον καὶ

Νάναρον, καὶ εὗρεν, καὶ ἠμύνατο. <Ζήτει ἐν τῷ Περὶ

στρατηγημάτων.>

11

Suidas. v.: <ἐξεκεκλήκει>, ἐκ τοῦ δείπνου ἀνίστη·

«Νυκτὸς δὲ γενομένης τοὺς οἰκέτας ἐξεκεκλήκει τοὺς

Νανάρου.»

<Σφοδροῦ>, λαμπροῦ, πολυδαπάνου. «Σφοδροῦ τε

πότου γενομένου, ἐνεδρεύων ὁ Παρσώνδης αὐτὸς μὲν

ὀλίγον ἔπινεν, ἐκείνοις δὲ πολὺν ἐγχεῖν τῷ θεράποντι

ἐκέλευε.»

12

Exc. De virt.: Ὅτι ὁ Στρυαγγαῖος (1) μετὰ τὴν

ἀναίρεσιν Μαρμάρεω (2) τοῦ Σακῶν βασιλέως εἴχετο

ἔρωτι Ζαριναίας (3) σιγῇ πάλαι· κἀκείνη δὲ αὐτοῦ. Καὶ

ἐπεὶ πλησίον γίνεται ὁ ἀνὴρ Ῥωξανάκης (4) τῆς πόλεως,

ἔνθα Σάκαις τὸ βασίλειον ἦν, ὑπήντησεν αὐτῷ Ζαρι-

ναία, καὶ θεασαμένη σὺν πολλῇ χαρᾷ ἐδεξιοῦτό τε αὐτὸν,

καὶ ἐφίλησε πάντων ὁρώντων, εἴς τε τὸ ἅρμα αὐτοῦ

μετενέβη (5, καὶ διαλεγόμενοι ἧκον εἰς τὸ βασίλειον.

Ὑποδέχεται δὲ ἡ Ζαριναία καὶ τὴν ἑπομένην αὐτῷ

στρατιὰν λαμπρότατα. Ἐκ τούτου ἐπὶ (6) τὴν αὐτοῦ

καταγωγὴν Στρυαγγαῖος ἀπελύετο, ὑποστενάζων διὰ

τὸν Ζαριναίας ἔρωτα. Οὐ καρτερῶν δὲ κοινοῦται τῷ

πιστοτάτῳ τῶν εὐνούχων, οἳ συνείποντό οἱ. Ὁ δὲ (7)

θαρρύνας αὐτὸν, παρῄνει τὴν πολλὴν ἀτολμίαν ῥί-

ψαντα, αὐτῇ εἰπεῖν Ζαριναίᾳ. Καὶ ὃς, πεισθεὶς, ἀνα-

πηδήσας ᾤχετο παρ' αὐτήν· ἀσμένως δὲ ἐκείνης παρα-

δεξαμένης αὐτὸν, πολλὰ διαμελλήσας καὶ στενάξας

καὶ μεταβαλὼν τὸ χρῶμα, ἐτόλμησεν ὅμως, καὶ εἶπε

πρὸς αὐτὴν, ὡς δι' ἔρωτος εἴη σφοδροῦ καιόμενος τῷ

πόθῳ αὐτῆς. Ἡ δὲ πρᾴως μάλα ἀναινομένη, καὶ

ἑαυτῇ ἔφη τὸ πρᾶγμα ἐπαισχὲς εἶναι καὶ βλαβερὸν,

κἀκείνῳ πολὺ αἴσχιον καὶ βλαβερώτερον, γυναῖκα

ἔχοντι Ῥοιταίαν τὴν Ἀστιβάρα θυγατέρα, ἣν ἀκούειν (8)

πολὺ καλλίω καὶ αὐτῆς εἶναι καὶ ἄλλων πολλῶν

γυναικῶν. Δεῖν οὖν αὐτὸν μὴ πρὸς πολεμίους μόνον

ἀνδρίζεσθαι, ἀλλὰ καὶ πρὸς τὰ τοιαῦτα, ἐπειδάν τι

προσπέσῃ τῇ ψυχῇ· καὶ μὴ βραχείας τέρψεως χάριν,

ἣν καὶ ἐκ παλλακίδων οἷόντ' ἔχειν, τὸν πολὺν ἀνιᾶσθαι

χρόνον, εἰ αἴσθοιτο Ῥοιταία. Τοῦτ' οὖν μεθέντι ἔφη

ἄλλο τι αἰτεῖσθαι· οὐδενὸς γὰρ ἀτυχήσειν παρ' αὐτῆς.

Ὁ μὲν δὴ, τοιαῦτα εἰπούσης, ἐπὶ πολὺ ἥσυχος ἦν,

αὖθις δ' ἀσπασάμενος αὐτὴν ἀπέρχεται, καὶ ἐν πλέο-

νι (9) ἀθυμίᾳ ἦν, πρός τε τὸν εὐνοῦχον ὠδύρετο. Τέλος

δὲ γράψας εἰς διφθέραν ἐξώρκωσε τὸν εὐνοῦχον, ἐπειδὰν

αὑτὸν διαχρήσηται, μηδὲν προκατειπόντα, τὴν διφθέ-

ραν ἀποδοῦναι Ζαριναίᾳ. Ἐγέγραπτο δὲ, «Στρυαγ-

γαῖος Ζαριναίᾳ λέγει τάδε· Ἐγὼ μέν σε ἔσωσά τε καὶ

τῶν νῦν παρόντων ἀγαθῶν αἴτιος γέγονα· σὺ δέ με

ἀπέκτεινας καὶ πάντων ἀνόνητον πεποίηκας. Εἰ μὲν

οὖν σοι ταῦτα πέπρακται δικαίως, σύ τε (10) πάντων

τύχοις τῶν ἀγαθῶν καὶ εἴης μακαρία· εἰ δὲ ἀδίκως,

σύ τε τοῦ αὐτοῦ πάθους ἐμοὶ πεῖραν λάβοις· σὺ γάρ (11)

μοι παρῄνεσας τοιοῦτον γενέσθαι.» Ταῦτα γράψας

ὑπὸ τῷ προσκεφαλαίῳ τίθησι, καὶ εἰς ᾅδου ἀπιὼν ἀν-

δρείως τὸ ξίφος ᾔτει. Ὁ δὲ εὐνοῦχος ****.

[Λείπουσι δύο σελίδες.]

Suidas v.: ὠμή: «Δέδοικα μὴ δόξῃς ὠμή τις εἶναι

δεινῶς οὕτω τιμωρουμένη,» Νικόλαος Δαμ. φησι.

13

Etym. M: Ἀχαιμένης, ὁ ἥρως, ἀφ'

οὗ καὶ οἱ Πέρσαι Ἀχαιμενίδαι· γέγονεν υἱὸς Περσέως·

ὠνόμασται δὲ ἀπὸ τοῦ εἶναι τὸν προπάτορα αὐτοῦ ἀπὸ

τῆς Ἀχαΐας. Οὕτω Νικόλαος ἐν δευτέρῳ τῶν Ἱστοριῶν.

t14-21a

{[ΕΚ ΤΟΥ ΒΙΒΛΙΟΥ Γʹ.]}

14

Exc. De insid.: Ὅτι Ἀμφίων καὶ Ζῆθος οἱ τῆς

Ἀντιόπης υἱοὶ, γεννηθέντες καθ' ὁδὸν (1) ἐξετέθησαν.

Λύκου δὲ τῆς βασιλείας ἐκπεσόντος, καὶ Λαΐου ἤδη

βασιλέως καταστάντος ὑπὸ Καδμείων, Ζῆθος καὶ Ἀμ-

φίων ἐφοίτων ἐκ τοῦ Κιθαιρῶνος εἰς Θήβας πρὸς τὸν

Λύκον καὶ τὴν μητέρα· καὶ ᾔδεσαν οἷα πάσχοι καὶ ἥτις

εἴη, οὐ μέντοι μόνῆ ἐδύναντο ἀφικέσθαι εἰς λόγους·

εἷρκτο (2) γὰρ τὰ πολλὰ ὑπὸ τῆς Δίρκης. Λαΐου δὲ βα-

σιλεύοντος, ἀφικομένοις εἰς τὸν Λύκου κῆπον ἡ μήτηρ

αὐτῶν Ἀντιόπη ὑδρευομένη διψῶσι τὸν γαυλὸν προσ-

σχοῦσα πιεῖν ἔδωκεν καὶ μονωθεῖσα ὠδύρετο τὰς πάθας,

προπεπυσμένη ὅτι παῖδές εἰσιν αὐτῆς, ἱκέτευέ τε ἀμφι-

πίπτουσα τὴν μητέρα κακῶν ἐξελέσθαι, ἐδήλωσέ τε ὅτι

ταῦτα πάσχοι διὰ τὸν ἐκείνων τόκον. Οἱ δ' ἐπεὶ πάντα

ἔγνωσαν, ἀχθόμενοι τοῖς κακοῖς τῆς μητρὸς, Λύκον

εὐθέως ἀπέκτειναν, καὶ Δίρκην καταλεύσαντες εἰς πο-

ταμὸν ἔρριψαν, ὃς ἀπὸ τοῦ πάθους Δίρκη καλεῖται.

Λάϊος δ' αὐτοῖς συνέγνω ταῦτα δράσασι, καὶ τὸν Λύκου

καὶ Νυκτέως…

μητέρ…

The complete text is available when the reading interface loads.