Argonautica
- Authority group
- Orphica (catalogue association; authorship remains anonymous)
- Edition reference
- Argonautica, ed. G. Dottin, Les argonautiques d'Orphée, Paris: Les Belles Lettres, 1930: 3–54.
- CTS identifier
urn:cts:greekLit:tlg0579.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
18
Γηγενέων, οἳ λυγρὸν ἀπ' οὐρανοῦ ἐστάξαντο
19
σπέρμα γονῆς, τὸ πρόσθεν ὅθεν γένος ἐξεγένοντο
20
θνητῶν, οἳ κατὰ γαῖαν ἀπείριτον ἀιὲν ἔασι·
21
θητείαν τε Ζηνὸς, ὀρεσσιδρόμου τε λατρείαν
22
μητρὸς ἅτ' ἐν Κυβέλοις ὄρεσιν μητίσατο κούρην
23
Φερσεφόνην περὶ πατρὸς ἀμαιμακέτου Κρονίωνος·
24
† εὐμήλου θ' Ἡρακλῆος περίφημον ἄμυξιν·
25
ὅρκιά τ' Ἰδαίων, Κορυβάντων τ' ἄπλετον ἰσχύν.
26
Δήμητρός τε πλάνην, καὶ Φερσεφόνης μέγα πένθος,
27
θεσμοφόρος θ' ὡς ἦν· ἠδ' ἀγλαὰ δῶρα Καβείρων,
28
χρησμούς τ' ἀρρήτους Νυκτὸς περὶ Βάκχου ἄνακτος,
29
Λῆμνόν τε ζαθέην ἠδ' εἰναλίην Σαμοθράκην,
30
αἰπεινήν τε Κύπρον, καὶ Ἀδωναίην Ἀφροδίτην
31
ὄργια Πραξιδίκης, καὶ † ἀρείνης νυκτὸς Ἀθήνης †
32
θρήνους τ' Αἰγυπτίων καὶ Ὀσίριδος ἱερὰ χύτλα.
33
Ἀμφὶ δὲ μαντείης ἐδάης πολυπείρονας οἴμους
34
θηρῶν οἰωνῶν τε καὶ ἣ σπλάγχνων θέσις ἐστίν·
35
ἠδ' ὅσα θεσπίζουσιν ὀνειροπόλοισιν ἀταρποῖς
36
ψυχαὶ ἐφημερίων, ὕπνῳ βεβολημέναι ἦτορ·
37
σημείων τεράτων τε λύσεις, ἄστρων τε πορείας·
38
ἁγνοπόλον τε καθαρμὸν ἐπιχθονίοις μέγ' ὄνειαρ·
39
ἱλασμούς τε θεῶν, φθιμένων τ' ἐπινήχυτα δῶρα.
40
Ἄλλα δέ σοι κατέλεξ' ἅπερ εἴσιδον ἠδ' ἐνόησα,
41
Ταίναρον ἡνίκ' ἔβην σκοτίην ὁδὸν, Ἄϊδος εἴσω,
42
ἡμετέρῃ πίσυνος κιθάρῃ δι' ἔρωτ' ἀλόχοιο·
43
ἠδ' ὅσον Αἰγυπτίων ἰερὸν λόγον ἐξελόχευσα,
44
Μέμφιν ἐς ἠγαθέην περάσας, ἱεράς τε πόληας
45
Ἄπιδος ἃς πέρι Νεῖλος ἀγάρροος ἐστεφάνωται·
46
πάντα μάλ' ἀτρεκέως ἀπ' ἐμῶν στέρνων δεδάηκας.
47
Νῦν δ' ἐπεὶ ἀερόφοιτος ἀπέπτατο δήϊος οἶστρος,
48
ἡμέτερον δέμας ἐκπρολιπὼν εἰς οὐρανὸν εὐρύν,
49
πεύσῃ ἀφ' ἡμετέρης ἐνοπῆς ὅσσα πρὶν ἔκευθον.
50
Ὥς ποτε Πιερίην Λειβήθρων τ' ἄκρα κάρηνα
51
(ἡρώωντε καὶ ἡμιθέων πρόμος ἐξεπέρησε)
52
λισσόμενός μ' ἐπίκουρον ἑοῦ νόστοιο γενέσθαι
53
ποντοπόρῳ σὺν νηῒ πρὸς ἄξενα φῦλ' ἀνθρώπων,
54
ἔθνος ἐς ἀφνειὸν καὶ ἀτάσθαλον ᾧ ἐνὶ κραῖνεν
55
Αἰήτης υἱὸς φαεσιμβρότου ἠελίοιο.
56
Θέσφατα γὰρ Πελίας δειδίσσετο μή οἱ ὄπισθεν
57
χειρὸς ὕπ' Αἰσονίδα καθέλῃ βασιλήϊον ἀρχήν.
58
Καί οἱ ὑπὸ πραπίδεσσι δόλου τρίβον ἠπερόπευε·
59
τάσσε γὰρ ἐκ Κόλχων χρύσειον κῶας ἐνεῖκαι
60
Θεσσαλίην εὔπωλον. Ὁ δ' ὡς κλύεν ἔκνομον αὐδήν
61
χεῖρας ἐπαντείνας ἐπεκέκλετο πότνιαν Ἥρην·
62
τήνδε γὰρ ἐκ μακάρων περιώσια κυδαίνεσκεν.
63
Ἡ δὲ παρ' εὐχωλῇσιν ἐφέσπετο κηδομένη περ·
64
ἔξοχα γὰρ μερόπων ἠγάζετο καὶ φιλέεσκεν
65
δεινοβίην ἥρωα, περικλυτὸν Αἴσονος υἷα,
66
καί ῥα καλεσσαμένη ἐπετέλλετο Τριτογενείη.
67
Καί οἱ φηγινέην πρῶτον τεκτήνατο νῆα,
68
ἣ καὶ ὑπ' εἰλατίνοις ἐρετμοῖς ἁλιμυρέα βένθη
69
πρώτην ὑπεξεπέρησε, τρίβον δ' ἤνυσσε θαλάσσης.
70
Ἀλλ' ὅτε δὴ συνάγειρεν ἀγακλειτοὺς βασιλῆας,
71
Θρῄκην εἰς εὔπωλον ἐπείγετο δῖος Ἰήσων,
72
καί μ' ἔκιχεν κιθάρην πολυδαίδαλον ἐντύνοντα,
73
ὄφρα κέ σοι μέλπων προχέω μελίγηρυν ἀοιδήν,
74
κηλήσω δέ τε θῆρας ἰδ' ἑρπετὰ καὶ πετεηνά.
75
Ἡνίκα δ' εἰς ἄντρον πολυήρατον εἰσεπέρησε,
76
μείλιχον ἐκ λασίων στέρνων ἀνενείκατο φωνήν·
77
«Ὀρφεῦ Καλλιόπης τε καὶ Οἰάγρου φίλε κοῦρε,
78
Βιστονίῃ Κικόνεσσι πολυρρήνοισιν ἀνάσσων
79
χαῖρ' ἐπεὶ Αἱμονίους ὀχεὰς πρώτιστον ἱκάνω,
80
Στρυμονίους τε ῥοὰς, Ῥοδόπης τ' αἰπεινὰ πρὸς ἄγκη.
81
Εἰμὶ δ' ἐγὼ Μινύαισι πανέξοχον αἷμα λελογχώς
82
Θεσσαλὸς Αἰσονίδης· ξεῖνος δέ τοι εὔχομαι εἶναι.
83
Ἀλλὰ, φίλος, πρόφρων μ' ὑποδέχνυσο καὶ κλύε μῦθον
84
μειλιχίαις ἀκοαῖς, καὶ λισσομένῳ ὑπάκουσον
85
Ἀξείνου Πόντοιο μυχοὺς καὶ Φᾶσιν ἐρυμνόν
86
νηῒ σὺν Ἀργῴῃ πελάσαι δεῖξαί τε θαλάσσης
87
παρθενίης ἀτραποὺς, ἐπιήρατον ἡρώεσσιν,
88
οἵ ῥα τεὴν μίμνουσι χέλυν καὶ θέσφατον ὀμφήν
89
ἐλπόμενοι ξυνὸν πελάγει ἐπαρηγόνα μόχθων.
90
Οὐ γὰρ δὴ πλῶσαι πρὸς βάρβαρα φῦλα μέδονται
91
νόσφι σέθεν· καὶ γάρ ῥα ποτὶ ζόφον ἠερόεντα
92
νείατον εἰς κευθμῶνα, λιτῆς εἰς πυθμένα γαίης,
93
μοῦνον ἀπ' ἀνθρώπων πελάσαι καὶ νόστον ἀνευρεῖν·
94
ὧν ἕνεκεν ξυνήν τε δύην Μινύαισιν ἀρέσθαι
95
καὶ κλέος ἀνθρώποισιν ἐπ' ἐσσομένοισι πυθέσθαι.»
96
Τὸν μὲν ἐγὼ μύθοισιν ἀμειβόμενος προσέειπον·
97
«Αἰσονίδη, τί με ταῦτα παραιφάμενος ἐρεείνεις,
98
ὄφρα κεν ἐς Κόλχους Μινύαις ἐπιήρανος ἔλθω,
99
νηῒ σὺν εὐσέλμῳ πλεύσας ἐπὶ οἴνοπα πόντον;
100
ἤδη γάρ μοι ἅλις καμάτων, ἅλις ἔπλετο μόχθων,
101
ὧν ἱκόμην ἐπὶ γαῖαν ἀπείριτον ἠδὲ πόληας
102
Αἰγύπτῳ Λιβύῃ τε βροτοῖς ἀνὰ θέσφατα φαίνων.
103
Καί με ἀλητείης τε καὶ ἐξ οἴστρου ἐσάωσε
104
μήτηρ ἡμετέρη καί ῥ' εἰς δόμον ἤγαγεν ἄλλον
105
ὄφρα τέλος θανάτοιο κίχω μετὰ γήραϊ λυγρῷ.
106
Ἀλλ' οὐκ ἔσθ' ὑπαλύξαι ἃ δὴ πεπρωμένα κεῖται.
107
Μοιρῶν ἐννεσίῃσιν ἐπείγομαι· οὐ γὰρ ἄτιμοι
108
ἱκεσίου Ζηνὸς κοῦραι Λιταί· ἵξομαι ἤδη
109
ὁπλοτέροις βασιλεῦσι καὶ ἡμιθέοις ἐνάριθμος.»
110
Καὶ τότε δὴ λίπον ἄντρον ἐπήρατον ἠδ' ἐπέρησα
111
αὐτῇ σὺν φόρμιγγι καὶ εἰς Μινύας ἀφίκανον
112
λαιψηροῖσι πόδεσσιν, ὑπὲρ Παγασηΐδας ἀκτάς.
113
Ἔνθα δ' ἀριστήων Μινυῶν λόχος ἠγερέθοντο
114
στεῖνον δὴ ψαμάθους ὁμάδῳ, ῥηγμῖνα τ' Ἀναύρου.
115
Ἀλλ' ὅτε δή μ' ἐνόησαν ἀταρπιτὸν ἐξανύοντα,
116
ἀσπασίως ἤγερθεν· ἐγήθεε δ' ἦτορ ἑκάστῳ·
117
αὐτὰρ ἐμυθεόμην, ἐρεείνων ἄνδρας ἀρίστους.
118
Πρῶτα δὲ εἶδα βίην Ἡρακλῆος θείοιο
119
ὃν τέκεν Ἀλκμήνη Ζηνὶ Κρονίωνι μιγεῖσα
120
ἦμος ὅτε τρισσὴν μὲν ἐλείπετο Σείριος αἴγλην
121
Ἠέλιος, δολιχὴ δ' ἐπεμαίετο πάντοθεν ὄρφνη·
122
Τῖφύν τ' Ἀγνιάδην, δολιχῆς ἰθύντορα νηός·
123
Θεσπιέων δ' ὅγε τῆμος ἐφ' ὕδασι Τελμισσοῖο
124
ἄγχουρος λαοῖς Σιφάεσι ῥεῖθρον ἄμειβεν·
125
ὃς περὶ μὲν βύκταισι καὶ ἀργήεσσιν ἀέλλαις
126
νῆα κατιθύνειν δέδαεν πολυμήτιδι τέχνῃ·
127
Κάστορά θ' ἱππόδαμον Πολυδεύκεά τ' εἰσενόησα
128
καὶ Μόψον Τιταρῆθεν, ὃν Ἄμπυκι νυμφευθεῖσα
129
Χαονίην ὑπὸ φηγὸν Ἀρηγονὶς ἐξελόχευσε·
130
Πηλέα τ' Αἰακίδην, Αἰγίνης ἀγλαὸν υἱόν
131
ὃς Δολόπεσσιν ἄνασσεν ἐνὶ Φθίῃ ἐριβώλῳ.
132
Τρισσὴν δ' Ἑρμείαο κλυτὴν εἰσέδρακα γένναν,
133
Αἰθαλίδην, ὃν ἔτικτε περικλυτὴ Εὐπολέμεια,
134
Μυρμιδόνος θυγάτηρ, Ἀλόπῃ ἐνὶ πετρηέσσῃ
135
ἠδ' Ἔρυτον, καὶ καλὸν Ἐχίονα, τούς ποτε Νύμφῃ
136
Λαοθόῃ Μενετοῖο παρευνηθεὶς ἐλόχευσε
137
Κυλλήνης μεδέων χρυσόρραπις Ἀργειφόντης.
138
Αὐτίκα δ' Ἀκτορίδης καὶ βουφάγος ἦλθε Κόρωνος.
139
Ἴφικλος αὖ Φυλάκου δῖον γένος ἀντετόρησεν
140
Βούτης τ' Αἰνειάδης, ἴκελος χρυσάορι Φοίβῳ.
141
Κάνθος δ' Εὐβοίηθεν Ἀβαντιάδης ἐπέρησεν
142
ὃν δὴ μοῖρ' ἐδάμασσε, τέλος δ' ἐπέθηκεν ἀνάγκη
143
φθίσθαι ὑπὲρ Λιβύης, νόστον δ' οἴκοιο λαθέσθαι.
144
Ἄλκωνος δὲ Φάληρος ἀπ' Αἰσήποιο ῥοάων
145
ἤλυθεν, ὃς Γύρτωνος ἁλιστεφὲς ἔκτισεν ἄστυ.
146
Ἴφιτος αὖ μετὰ τοῖσιν ἐφέσπετο Ναυβόλου υἱός
147
Φωκίδος ὅς ῥ' ἤνασσε καὶ εὐπύργοιο Τανάγρης.
148
Λαοδόκος, Ταλαὸς καὶ Ἀρήϊος, υἱοὶ ἄμωμοι
149
ἦλθον Ἀβαντιάδαι περιώνυμοι οὓς τέκε Πηρώ.
150
Ἰφιδάμας δ' Ἀλέου παῖς ἤλυθε· πέμψε γὰρ αὐτόν
151
ἴφθιμος γενέτης, Τεγέης ὅρια προλιπόντα.
152
Ἤλυθε δ' Ἐργῖνος, Βράγχου πολύπυρον ἄρουραν
153
ἐκπρολιπὼν καὶ τύρσιν ἐρυμνῆς Μιλήτοιο,
154
ἔνθα ῥοαὶ κλύζουσι πολυπλανέος Μαιάνδρου.
155
Ἐν δὲ Περικλύμενος Νηλήϊος εἰσαφίκανεν,
156
ἀγχόθι Πελλήνης τε καὶ εὐύδροιο Λιπάξου
157
ἄστυ λιπὼν ἀφνειὸν ὀρειονόμους τε Κολώνας.
158
Ἐκ δὲ λιπὼν Καλυδῶνα θοὸς Μελέαγρος ἔβαινεν.
159
Οἰνεὺς τόν ῥ' ἐλόχευσε καὶ Ἀλθαίη ῥοδόπηχυς.
160
Ἴφικλος αὖτ' ἐπέρησε λιπὼν Ἀτρακηίδα λίμνην,
161
σύγγονος Ἀλθαίης· περὶ δ' αὖ τίεν ἔξοχα πάντων
162
εὐειδῆ Μελέαγρον, ἰδ' ἀγλαὰ ἔργ' ἐδίδασκεν.
163
Ἀστερίων δ' ἐπέρησε πάϊς κλεινοῖο Κομήτου,
164
Πειρεσίην ὃς ἔναιεν ἐπ' Ἀπιδανοῖο ῥεέθροις·
165
Πηνειὸς μίσγων ξυνὸν ῥόον εἰς ἅλα πέμπει.
166
Εὐρυδάμας δ' ἐπόρευσε λιπὼν Βοιβηΐδα λίμνην,
167
ἀγχόθι Πηνειοῖο καὶ εὐπελαγέος Μελιβοίης.
168
Αὐτὰρ ἔπειτ' Ἐλάτοιο πάϊς Πολύφημος ἵκανεν
169
ὅς σφιν ἐν ἠνορέῃσι μετέπρεπεν Ἡρώεσσιν·
170
Ἠνειὸς Καινῆος ἀφίκετο, τόν ῥά τε φασί
171
μισγόμενον Λαπίθαις ὑπὸ Κενταύροισι δαμῆναι,
172
θεινόμενον πεύκαισι τανυφλοίοις τ' ἐλάτῃσι,
173
καὶ οἱ ἀνατλῆναι καὶ ἀκαμπέα γούνατ' ἐρεῖσαι
174
ζῳόν τ' ἐν φθιμένοισι μολεῖν ὑπὸ κεύθεα γαίης.
175
Ἄδμητος δ' ἀφίκανε Φεραιόθεν, ᾧ ποτε Παιὰν
176
θητεύων ὑπόεικε· Διὸς δ' ἠλεύατο μῆνιν
177
οὕνεκά τοι Κύκλωπας ἀμαιμακέτοισιν ὀϊστοῖς
178
ἐν φθιτοῖσιν ἔτευξ' Ἀσκληπιοῦ εἵνεκα λώβης.
179
Ἤλυθε δ' Εὐρυτίων Ἴρου παῖς Ἀκτορίωνος
180
τρηχείην Ὀπόεντα λιπὼν, σὺν δ' ἤλυθεν Ἴδας
181
Λυγκεύς θ', ὃς τήλιστα δι' αἰθέρος ἠδὲ θαλάσσης
182
βένθεα, καὶ Πλουτῆος ὑποχθονίοιο ῥέεθρα
183
μοῦνος ἀπ' ἀνθρώπων δεινοῖσιν ὀπώπεεν ὄσσοις.
184
Αὐτὰρ ἐπεὶ Τελαμὼν συνεφέσπετο, τόν ῥ' ἐλόχευσεν
185
Αἰακῷ ἀτρύτῳ κούρη κλυτοῦ Ἀσωποῖο
186
Αἴγιν' ἐν κροκάλῃσιν ἀλιστεφέος Σαλαμῖνος.
187
Δὴ τότ' Ἄβαντος παῖς νόθος ἤλυθε καρτερὸς Ἴδμων,
188
τόν ῥ' ὑποκυσσαμένη τέκεν Ἀπόλλωνι ἄνακτι
189
Ἀμφρύσου παρὰ χεῦμα Φερητιὰς Ἀντιάνειρα.
190
Τῷ καὶ μαντοσύνην ἔπορεν καὶ θέσφατον ὀμφήν
191
Φοῖβος, ἵν' ἀνθρώποισιν ἀρηρότα μυθίζοιτο.
192
Ἤλυθε δ' αὖ μετὰ τοῖσι Μενοίτιος ἐξ Ὀπόεντος,
193
σύγχορτος Μινύαις· ἐπὶ δ' ἤλυθε δῖος Ὀϊλεύς.
194
Φλίας δ' ἐξίκανε περικλυτός ὅν ποτε Βάκχῳ
195
νύμφη ὑποκλινθεῖσα παρ' Ἀσωποῖο ῥοῇσι
196
τίκτεν, ἄμωμον ἔχοντα δέμας καὶ ἐπίφρονα μῆτιν.
197
Κηφεύς τ' Ἀρκαδίηθε μεθ' ἡρώεσσι πελάσθη.
198
Ἀλκαῖον δ' ἄν' ὅμιλον ἀπ' Ἀρκαδίης πολυμήλου
199
πέμψε πατὴρ γηραιὸς ἐπὶ πλόον Ἀξείνοιο·
200
οὗτος δ' οὔποτε χλαῖναν ἐπὶ στιβαροῖς βάλεν ὤμοις,
201
ἀλλ' ἄρκτου λάσιον στέρνοις ἀμπίσχετο δέρμα.
202
Ναύπλιος αὖθ' ἵκανεν, Ἀμυμώνης φίλος υἱός,
203
ὃν τέκεν εὐνηθεῖσα περικλυτῷ Ἐννοσιγαίῳ
204
ἀγλαὸν ἠνορέην δέμας εἴκελον ἀθανάτοισι.
205
Ταιναρίευς δ' Εὔφημος ἔβη Μαλεάτιδος ἄκρης
206
ἐκπρολιπὼν αὐλῶνας, ἁλικλύστους τε θεράπνας.
207
Ἀγκαῖός τ' ἔμολε Πλευρώνιος, ὅς ῥα πορείας
208
οὐρανίας ἄστρων ἐδάη, κύκλους τε πλάνητας.
209
Δίζετο γὰρ τά τ' ἐόντα τά τ' ἐσσόμεν' ἀνθρώποισιν.
210
Ἐν δὲ Παλαιμόνιος Λέρνου νόθος ἤλυθεν υἱός·
211
σίνετο δὲ σφυρὰ δισσὰ πόδας δ' οὐκ ἦεν ἀρηρώς·
212
τοὔνεκεν Ἡφαίστοιο γόνον καλέεσκον ἅπαντες.
213
Ἤλυθε δ' Ἀλφειοῖο λιπὼν Πισάτιδας ὄχθας
214
Αὐγείης, υἱὸς πυριφεγγέος Ἠελίοιο.
215
Ναὶ μὴν καὶ δίσσοι ὅρπηκες ἀμύμονες ἧκον,
216
Ἀμφίων κλυτόφημος ἰδ' Ἀστέριος μενεχάρμης
217
Πελλήνην προλιπόντ' ἠδ' ἤθεα πατρίδος αἴης.
218
Δισσὸν δ' αὖ Βορέου καλὸν στάχυν εἰσενόησα,
219
οὓς τέκ' Ἐρεχθῆος θείου κλυτὴ Ὠρείθυια
220
Ἰλισσοῦ παρὰ χεῦμα θεοῦ φιλότητι μιγεῖσα·
221
οἳ δὴ καὶ ταρσοῖσιν ὑπουατίοις πεπότηντο,
222
Ζήτης καὶ Κάλαϊς δέμας εἴκελοι ἀθανάτοισιν.
223
Αὐτὰρ δὴ Πελίαο Φεραιόθεν ἤλυθ' ἄνακτος
224
ἀγχιστεύς· νηὸς γὰρ ἐπ' Ἀργῴας γεγένητο
225
ἄξεινον ποτὶ Φᾶσιν ἅμ' ἡρώεσσιν ἐλάσσαι.
226
Σὺν δέ οἱ ἦλθ' ἕταρος Ἡρακλέεος θείοιο
227
καλὸς Ὕλας· τὸν δ' οὔπω ὑπὲρ δροσεροῖο γενείου
228
ἀργεννὰς ἐρύθηνε παρηίδας ἁβρὸς ἴουλος,
229
ἀλλ' ἔτι κοῦρος ἔην, πολὺ δ' ἤνδανεν Ἡρακλῆϊ.
230
Οὗτοι μὲν ποτὶ νῆα καὶ ἐς λόχον ἠγερέθοντο.
231
Καί ῥά οἱ ἄλλοθεν ἄλλος ἐκέκλετο ἠδ' ἀγόρευε.
232
Δεῖπνα δ' ἐπορσύνοντο πολυξείνοιο τραπέζης,
233
Αὐτὰρ ἐπεὶ σίτοιο ποτοῦ θ' ἅλις ἔπλετο θυμός,
234
ἥμενοι ἑξείης πόθεεν μέγα ἔργον ἕκαστος.
235
Ἀνστάντες δ' ἅμα πάντες ἀπὸ ψαμάθοιο βαθείης
236
ἤϊον, ἔνθά τ' ἔμιμνεν ὑπὲρ ψαμάθου ἁλίη ναῦς,
237
τήν ῥά ποτ' εἰσορόωντες ἐθάμβεον· αὐτὰρ ἔπειτα
238
Ἄργος ἐφημοσύναισι νόου πόρσυνεν ὀχλίζειν,
239
δουρατέαισι φάλαγξι καὶ εὐστρέπτοισι κάλωσι
240
πρυμνόθεν ἀρτήσας. Κάλεεν δ' ἐπὶ μόχθον ἱκάνειν
241
πάντας κυδαίνων. Οἱ δ' ἐσσυμένως ὑπάκουσαν·
242
τεύχεα δ' ἐκδύνοντο, περὶ στέρνοισι δ' ἀνῆπτον
243
σειραίην μήρινθον. Ἐπέβριθεν δ' ἄρ' ἕκαστος
244
αἶψα θοὸν ποτὶ κῦμα κατειρύσαι εὔλαλον Ἀργώ.
245
Ἣ δέ οἱ ἐγχριφθεῖσα ποτὶ ψαμάθῳ βεβάρητο,
246
αὐαλέοις φυκέεσσιν ἐρυκομένη ποτὶ χέρσῳ
247
ἡρώων παλάμῃσιν ὑπὸ στιβαρῇσιν ἀπειθής.
248
Παχνώθη δ' αὖ θυμὸς Ἰάσονος· αὐτὰρ ἔμοιγε
249
νεῦσεν ὀπιπτεύων ἵνα οἱ θάρσος τε βίην τε
250
μολπῇ ὑφ' ἡμετέρῃ κεκμηόσιν αἰὲν ὁρίνω.
251
Αὐτὰρ ἐγὼ φόρμιγγα τιτηνάμενος μετὰ χερσί,
252
μητρὸς ἐμῆς ἐκέρασς' εὐτερπέα κόσμον ἀοιδῆς,
253
καί οἱ ἀπὸ στηθέων ὄπα λείριον ἐξελόχευσα·
254
«Ἔξοχον Ἡρώων Μινυήιον αἷμα γενέθλης,
255
εἰ δ' ἄγε νῦν στερροῖσιν ὑπὸ στέρνοισι κάλωας
256
βρίσαθ' ὁμορροθέοντες, ἐρείσατε δ' ἴχνια γαίῃ
257
ταρσοῖσιν ποδὸς ἄκρον ὑπερβλήδην τανύσαντες·
258
καὶ χαροπὸν ποτὶ χεῦμα γεγηθότες ἕλξατε νῆα.
259
Ἀργὼ πεύκῃσιν τ' ἠδὲ δρυσὶν γομφωθεῖσα
260
ἄι' ἐμῆς ἐνοπῆς καὶ γὰρ πάρος ἔκλυες ἤδη
261
ἡνίκα δένδρε' ἔθελγον ἐν ὑλήεντι κολώνῃ
262
πέτρας τ' ἠλιβάτους, καί μοι κατὰ πόντον ἔβαινες
263
οὔρε' ἀποπρολιποῦσα, ἐπέσπεο δ' αὖτε θαλάσσης
264
παρθενίης ἀτραπούς· σπέρχου δ' ἐπὶ Φᾶσιν ἀμείβειν,
265
ἡμετέρῃ πίσυνος κιθάρῃ καὶ θεσκέλῳ ὀμφῇ.»
266
Δὴ τότ' ἐπιβρομέουσα Τομαριὰς ἔκλυε φηγός
267
ἥν οἱ ὑποτροπίην Ἄργος θέτο νηῒ μελαίνῃ
268
Παλλάδος ἐννεσίῃσιν· ἀνηέρθη δὲ μάλ' ὦκα
269
δούρατ' ἐλαφρίζουσα, θοὴ δ' ὠλίσθανε πόντῳ·
270
καί οἱ ἐπειγομένη θαμινὰς ἐκέδασσε φάλαγγας
271
αἵ οἱ ὑπὸ τρόπι κεῖντο μιᾶς σχοίνοιο ταθεῖσαι.
272
Ἐν δ' ἄρ' ἔβη, λιμένος χαροπὸν δ' ἀνεχάσσατο κῦμα·
273
Θῖνες δ' ἀμφέκλυσθεν· ἐγήθει δὲ φρέν' Ἰήσων,
274
ἆλτο δ' ἔσω νεὸς Ἄργος, ἐφέσπετο δ' ἀγχόθι Τῖφυς
275
καί οἱ ἐπάρτια θῆκαν ἀρηρότα πορσύνοντες,
276
ἱστόν τ' ἠδ' ὀθόνας· ἐπὶ δ' αὖτ' οἴηκας ἔδησαν,
277
πρυμνόθεν ἀρτήσαντες, ἐπεσφίγξαντο δ' ἱμᾶσιν.
278
Αὐτὰρ ἔπειθ' ἑκάτερθεν ἐρετμοὺς ἡπλώσαντο,
279
εἰσβαίνειν δ' ἐκέλευον ἐπειγομένους Μινύηας.
280
τοῖσιν δ' Αἰσονίδης ἔπεα πτερόεντα προσηύδα·
281
«Κέκλυτέ μευ, βασιλῆες ἀμύμονες, οὐ γὰρ ἔμοιγε
282
ἁνδάνει ἐν πραπίδεσσιν ἀρειοτέροισιν ἀνάσσειν.
283
Ὑμεῖς δ', ὅντιν' ἄρα κραδίη θυμὸς τε μενοινᾷ
284
ἡγεμόνα στήσασθε· καὶ ᾧ περὶ πάντα μελήσει
285
σημανέειν ὅ τι κεν ῥέξαι ἔπος ἠδὲ καὶ ἔργον
286
πόντον ἐπιπλώσουσιν ἀφιξομένοις τ' ἐπὶ γαῖαν,
287
εἴτε καὶ ἐς Κόλχους καὶ ἐς ἀλλοδαποὺς ἀνθρώπους.
288
Καὶ γὰρ δὴ μοῦνοι σὺν ἐμοὶ πόλεες τε καὶ ἐσθλοί,
289
οἵ ῥα καὶ ἀθανάτου ῥίζης γένος εὐχετάασθε,
290
ξυνὸν ἀνηρείψασθε πόνον, κλέος ὄφρ' ἂν ἄροισθε.
291
Ἀλλ' οὐ δὴ κάρτιστον ἀρειότερόν τε γενέσθαι
292
Ἡρακλῆος ἄνακτος οἴομαι· ἴστε καὶ αὐτοί.»
293
Ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπῄνεον· ἐν δ' ἄρα φωνῇ
294
λαὸς ἐπερρόθεεν, Μινύαις ἐπικοίρανον εἶναι
295
Ἀλκείδην, ὃς πᾶσι μέγ' ἔξοχος ἦεν ἑταίροις.
296
Ἀλλ' οὐ πεῖθον ἄνακτα πεπνυμένον, ὅς ῥά οἱ ᾔδη
297
Ἥρης ἐννεσίῃσι τετιμένον Αἴσονος υἱόν,
298
ὥς δή οἱ κλέος ἐσθλὸν ἐπεσσομένοισιν ὄπαζεν·
299
ὡς ῥά οἱ αὐτὸς ἔνισπεν, Ἰήσονα κοίρανον εἶναι
300
πεντήκοντ' ἐρέταισιν, ἀνὰ τραφερήν τε καὶ ὑγρήν.
301
Καὶ τότε δὴ μάλα πάντες ἐπῄνεον, ὡς ἐκέλευεν
302
Ἡρακλέης, καὶ θῆκαν Ἰήσονα κοίρανον εἶναι.
303
Ἦμος δ' ἠέλιος τὸν ἀπείριτον αἰθέρα τέμνων
304
ἵπποις ὠκυπόδεσσι κελαινὴν ἔντυε νύκτα,
305
τῆμος ἐνὶ πραπίδεσσιν ἐμήτιεν Αἴσονος υἱός
306
πίστιν ἐφ' ἡρώεσσι καὶ ὅρκια συνθεσιάων
307
θέσθαι ὄφρ' ἔμπεδα πάντα φυλασσόμενοι πεπίθοιντο·
308
καὶ τότε τοι, Μουσαῖε, φίλον τέκος Ἀντιοφήμου,
309
πορσύναι μ' ἐκέλευε θοῶς ἱερήϊα καλά.
310
Αὐτὰρ ἐγὼ ψαφαραῖσιν ἐπ' ἠϊόνεσσιν ἐνεῖκα
311
κᾶλα, τά τ' ἐκ δρυός ἐστι φερεσβίου· ἐν δ' ἄρ' ὕπερθε
312
πέπλῳ παρκατέθηκα θεοῖς ἐπινήχυτα δῶρα.
313
Καὶ τότε δὴ κραντῆρα βοῶν περιμηκέα ταῦρον
314
σφάζον, ἀνακλίνας κεφαλὴν εἰς αἰθέρα δῖαν,
315
ζωόταμον· περὶ δ' αἷμα πυρῇ χέον ἔνθα καὶ ἔνθα.
316
Αὐτὰρ ἐπεὶ κραδίην θραύσας ποπάνοισιν ἔθηκα,
317
λείψας ὑγρὸν ἔλαιον, ἐπ' αὐτῷ δὲ γλάγος ἄμνης.
318
Ἥρωας δ' ἐκέλευσα περισταδὸν ἀμφιχυθέντας
319
δούρατ' ἐπαμπήξασθαι ἰδ' ἄορα κωπήεντα,
320
βύρσῃ τε σπλάγχνοισι τ' ἐρειδομέναις παλάμῃσι.
321
Θῆκα δ' ἄρ' ἐν μέσσῳ τεῦχος κυκεῶνος ἐρείσας
322
ὀστράκεον, τῷ πάντα περιφραδέως ἐμέμικτο,
323
Δήμητρος μὲν πρῶτα φερέσβιος ἀλφίτου ἀκτή,
324
αἷμα δ' ἐπὶ ταύροιο, θαλάσσης θ' ἁλμυρὸν ὕδωρ.
325
Στέψασθαι δ' ἐκέλευσα κύκλους ἐρόεντας ἐλαίης·
326
καὶ τότε χρυσείην φιάλην χείρεσσιν ἐμαῖσιν
327
ἀμπλήσας κυκεῶνος, ἐφεξείης ἐπένειμον
328
γεύειν ἄνδρα ἕκαστον ἐρισθενέων βασιλήων.
329
Πυρκαϊῇ δ' ἐκέλευον Ἰήσονα λαμπάδα θέσθαι
330
πεύκης ἀζαλέης· ὑπὸ δ' ἔδραμε θεσπεσίη φλόξ.
331
Δὴ τότ' ἐγὼ πρὸς χεῦμα πολυφλοίσβοιο θαλάσσης,
332
χεῖρας ἐπαντείνας, τάδ' ἀπὸ γλώσσης ἀγόρευσα,
333
«Ὠκεανοῦ μεδέοντες ἁλικλύστοιό τε πόντου
334
ἐμβύθιοι μάκαρες, καὶ ὅσοι ψαμμώδεας ἀκτάς
335
ναίεθ' ἁλικροκάλους, καὶ Τηθύος ἔσχατον ὕδωρ.
336
Νηρέα μὲν πρώτιστα καλῶ πρέσβυστον ἁπάντων,
337
ἄμμιγα πεντήκοντα κόραις πάσαισιν ἐρανναῖς·
338
Γλαυκὴν δ' ἰχθυόεσσαν, ἀπείριτον Ἀμφιτρίτην,
339
Πρωτέα καὶ Φόρκυνα, καὶ εὐρυβίην Τρίτωνα,
340
λαιψηρούς τ' ἀνέμους, αὔραις μίγα χρυσεοτάρσαις,
341
ἄστρα τε τηλεσίφαντα, καὶ ἀχλύα νυκτὸς ἐρεμνῆς
342
αὐγήν τ' ἠελίοιο ποδῶν προποδηγέτιν ἵππων
343
δαίμονας εἰναλίους τε μιγαζομένους ἥρωσιν,
344
ἀκταίους τε θεοὺς, ποταμῶν θ' ἁλιμυρέα ῥεῖθρα·
345
αὐτόν τε Κρονίδην σεισίχθονα κυανοχαίτην,
346
κύματος ἐκπροθορόντα μολεῖν ἐπιτάρροθον ὅρκων.
347
Τόφρα μὲν οὖν ἐπίκουροι Ἰάσονος ἔμπεδον αἰεί
348
μίμνωμεν προφρόνως ξυνῶν ἐπαρηγόνες ἄθλων,
349
ζῳοὶ νοστήσωμεν ἑὰ πρὸς δώμαθ' ἕκαστος·
350
ὃς δέ κε συνθεσίης δηλήσεται οὐκ ἀλεγίζων
351
ὅρκον ὑπερβάσιον, τούτου δ' ἐπιμάρτυροι ἔστων
352
ἰθύντειρα Δίκη καὶ Ἐριννύες αἰνοδότειραι.»
353
Ὣς ἐφάμην· οἱ δ' αὖτις ὁμοφροσύνῃ κατένευσαν
354
ὅρκια δειμαίνοντες, ἐσημήναντο δὲ χερσίν.
355
Αὐτὰρ ἐπεί ῥ' ὄμοσάν τε τελεύτησαν τε τὸν ὅρκον,
356
δὴ τότε νηὸς ἑῆς κοῖλον κύτος εἰσεπέρησαν
357
πάντες ἐφεξείης, ὑπὸ δὲ ζυγὰ τεύχε' ἔθεντο,
358
χεῖρας ἐρετμώσαντες· ἐκέκλετο δ' αὐτόθι Τῖφυς
359
ἐκταδίοις ὅπλοις δῆσαι παρὰ κλίμακα μακρήν
360
ἱστία δ' ἁπλῶσαι, λιμένος δ' ἐκ πείσματα θέσθαι.
361
Καὶ τότε δὴ λίγυν οὖρον ἐπιπροέηκε νέεθαι
362
Ἥρη, Ζηνὸς ἄκοιτις, ἐπείγετο δ' ἐς πλόον Ἀργώ.
363
Οἱ δ' ἄρ' ἐπ' εἰρεσίην ἔπεχον χεῖράς τε νόον τε
364
ἄκμητοι βασιλῆες, ἐτέτμετο δ' ἄσπετος ἅλμη,
365
ἀφροῦ ἅμ' οἰδαίνοντος ὑπὸ τρόπιν ἔνθα καὶ ἔνθα.
366
Τῆμος δ' ἱερὸς ὄρθρος ἀπ' Ὠκεανοῖο ῥοάων
367
ἀντολίας ἤνοιγεν, ἐπέσπετο δ' Ἠριγένεια
368
ἡδὺ φάος θνητοῖσι καὶ ἀθανάτοισι φέρουσα·
369
καὶ τότε δὴ σκοπιαί τε καὶ ἠνεμόεσσα κολώνη
370
Πηλίου ὑλήεντος ἀπ' ἠϊόνος κατέφαινε.
371
Τῖφυς δ' ἀμπαύσας δισσῆς οἰήια χειρός
372
τυτθὸν ὑπειρεσίῃσιν ἐκέκλετο κῦμα χαράσσειν·
373
καί ῥα θοῶς ἀκτῇσιν ὑπέδραμον· ἐκ δ' ἄρα νηός
374
κλίμακα δαυρατέην λιμένων ἔντοσθε χάλασσαν.
375
Ἐκ δ' ἔβαν ἥρωες Μινύαι, παύσαντο δὲ μόχθου·
376
τοῖσι δὲ μύθων ἦρχεν ὁμιλαδὸν ἱππότα Πηλεύς·
377
«Ὦ φίλοι, ἀθρεῖτε σκοπιῆς προὔχοντα κολωνόν,
378
μέσσῳ ἐνὶ πρηῶνι κατάσκιον, ἐνθάδε Χείρων
379
ναίει ἐνὶ σπήλυγγι, δικαιότατος Κενταύρων
380
οἳ τράφεν ἐν Φολόῃ, Πίνδου τ' αἰπεινὰ κάρηνα,
381
ὅς ῥα δικασπολίῃ μέλεται καὶ ἀκεύμασι νούσων·
382
ἄλλοτε δ' αὖ Φοίβου κιθάρην μετὰ χερσὶν ἀράσσων,
383
ἢ λιγυρὴν φόρμιγγα χελυκλόνον Ἑρμάωνος,
384
πᾶσι περικτιόνεσσι δικασπολίας ἀναφαίνει.
385
Τόφρα καὶ ἡμέτερον κοῦρον Θέτις ἀργυρόπεζα
386
νήπιον, ἀρτιγένεθλον, ἐν ἀγκαλίδεσσι λαβοῦσα,
387
Πήλιον εἰνοσίφυλλον ἔβη, Χείρωνί τ' ἔδωκεν
388
εὖ καὶ ἐπισταμένως ἀγαπαζέμεν ἠδ' ἀτιτάλλειν.
389
Ὃν δή μοι πόθος ἐστὶ περὶ φρένα θηήσασθαι.
390
Ἀλλὰ, φίλοι, πελάσωμεν ἐπὶ σπέος, ὄφρα ἴδωμαι
391
ἕξιν παιδὸς ἐμοῖο, καὶ ἤθεσιν οἷσι κέκασται.»
392
Ὣς εἰπὼν ἐξῖκεν ἀταρπιτόν· οἷ δ' ἑπόμεσθα·
393
Αὐτὰρ ἐπ' εἰς αὐλὴν εἰσήλθομεν ἠεροειδῆ
394
καὶ προσκεκλιμένος μὲν ἐπ' οὐδαίοιο χαμεύνης
395
κεῖτο μέγας Κένταυρος, ἀπηρήρειστο δὲ πέτρῃ
396
ἱππείαισιν ὁπλαῖσι τανυσσάμενος θοὰ κῶλα.
397
Ἀγχοῦ δ' ἱστάμενος Θέτιδος καὶ Πηλέος υἱός
398
χειρὶ λύραν ἤρασσε, φρένας δ' ἐπετέρπετο Χείρων.
399
Ἀλλ' ὅτε δή ῥ' ἄθρησεν ἀγακλειτοὺς βασιλῆας
400
ἀσπασίως ἀνόρουσε, κύσεν δ' ἄρα φῶτα ἕκαστον·
401
δαῖτά τ' ἐπόρσυνεν· μέθυ δ' ἀμφιφορεῦσι κόμισσεν,
402
ῥωγαλέαις τ' ἔστρωσεν ὑπὸ στιβάδεσσι πέτηλα·
403
κλινθῆναι δ' ἐκέλευσεν, ἀδαιδάλτοις δ' ὑπὸ πλακταῖς
404
κρεῖα χύδην προὔθηκε συῶν ἐλάφων τε ταχειῶν·
405
αὐτὰρ ἔπειτ' ἐπένειμε ποτὸν μελιηδέος οἴνου.
406
Ἀλλ' ὅτε δὴ δόρποιο ποτοῦ θ' ἅλις ἔπλετο θυμός
407
χερσὶν ἐπικροτέοντες ὁμόκλεον, ὄφρ' ἂν ἔγωγε
408
δηρίσω Χείρωνι διωλύγιον κιθαρίζων.
409
Ἀλλ' ἐγὼ οὐ πιθόμην· περὶ γάρ με ἐπήλυθεν αἰδώς,
410
ὁπλότερον γεγαῶτα γεραιτέρῳ ἰσοφαρίζειν·
411
μέσφ' αὐτὸς Χείρων ἐλιλαίετο καί μ' ἀέκοντα
412
ἠνώγει ᾄδων ἐριδαινέμεν εἵνεκα μολπῆς.
413
Πρῶτος δ' αὖ Κένταυρος ἀείρατο πηκτίδα καλήν
414
ἥν ῥα τότ' ἐν χείρεσσι φέρων ὤρεξεν Ἀχιλλεύς.
415
Ὅς δ' ἄρ' ἄειδε μάχην Κενταύρων ὀμβριμοθύμων,
416
οὓς Λαπίθαι κατέπεφνον ἀτασθαλίης ἕνεκα σφῶν
417
ἠδ' ὥς Ἡρακλῆϊ καταντία μαιμώοντες
418
ἐν Φολόῃ δήρισαν· ἐπεὶ μένος οἴνου ἔγειρεν.
419
Αὐτὰρ ἔγωγε μετ' αὐτὸν ἑλὼν φόρμιγγα λιγεῖαν,
420
ἐκ στόματος μελίγηρυν ἱεὶς ἀνέπεμπον ἀοιδήν·
421
Πρῶτα μὲν ἀρχαίου χάεος μελανήφατον ὕμνον,
422
ὡς ἐπάμειψε φύσεις, ὥς τ' οὐρανὸς † ἐς πέρας ἦλθε·
423
γῆς τ' εὐρυστέρνου γένεσιν, πυθμένας τε θαλάσσης·
424
πρεσβύτατόν τε καὶ αὐτοτελῆ πολύμητιν Ἔρωτα,
425
ὅσσα τ' ἔφυσεν ἅπαντα, διέκρινε δ' ἄλλον ἀπ' ἄλλου·
426
καὶ Κρόνον αἰνολέτην, ὥς τ' ἐς Δία τερπικέραυνον
427
ἤλυθεν ἀθανάτων μακάρων βασιλήϊος ἀρχή.
428
Μέλπον θ' ὁπλοτέρων μακάρων γένεσίν τε κρίσιν τε·
429
καὶ Βριμοῦς, Βάκχοιο, Γιγάντων τ' ἔργ' ἀΐδηλα,
430
ἀνθρώπων τ' ὀλιγοδρανέων πολυεθνέα φύτλην
431
ἤειδον· στεινὸν δὲ διὰ σπέος ἤλυθεν αὐδή,
432
ἡμετέρης χέλυος μελιχρὴν ὄπα γηρυούσης.
433
Ἔστατο δ' ἄκρα κάρηνα καὶ ἄγκεα δενδρήεντα
434
Πηλίου, ὑψηλάς τε μετὰ δρύας ἤλυθε γῆρυς.
435
Καί ῥ' αἱ μὲν πρόρριζοι ἐπ' αὔλιον ἐθρώσκοντο
436
πέτραι τ' ἐσμαράγουν· Θῆρες δ' ἀΐοντες ἀοιδῆς,
437
σπήλυγγος προπάροιθεν ἀλυσκάζοντες ἔμιμνον·
438
οἰωνοί τ' ἐκυκλοῦντο βοαύλια Κενταύροιο
439
ταρσοῖς κεκμηῶσιν, ἑῆς δ' ἐλάθοντο καλιῆς.
440
Αὐτὰρ ὁρῶν Κένταυρος ἐθάμβεε, χεῖρ' ἐπὶ καρπῷ
441
πυκνὸν ἐπισσείων, οὖδας δ' ἤρασσεν ὁπλῇσι.
442
Τῖφυς δ' εἰσεπέρησε νεὼς ἄπο, καί ῥ' ἐκέλευσεν
443
ὦκα περᾶν Μινύαισιν· ἐγὼ δ' ἄμπαυον ἀοιδῆς,
444
οἳ δὲ θοῶς ἤγερθεν, ἔδυνε δὲ τεύχε' ἕκαστος.
445
Παῖδα δ' ἐν ἀγκαλίδεσσιν ἀνίσχανεν ἱππότα Πηλεύς,
446
καί ῥ' ἔκυσεν κεφαλήν τε καὶ ἄμφω φώεα καλά,
447
δακρυόεν γελόων· κηλήθη δὲ φρέν' Ἀχιλλεύς.
448
Αὐτὰρ ἐμοὶ Κένταυρος ἑῇ γέρας ὤπασε χειρί,
449
νεβρὴν παραλέην ξεινήιον ὄφρα φέροιμι.
450
Ἀλλ' ὅτε δὴ σπήλυγγος ἄπο προθορόντες ἔβημεν
451
ἄκρης ἐκ σκοπιῆς ὁ γέρων ἀνὰ χεῖρας ἀείρων
452
Φιλλυρίδης ἠρᾶτο, θεοὺς δ' ἐπεκέκλετο πάντας
453
νόστον μὲν Μινύαισιν, ἰδὲ κλέος ἐσθλὸν ἀρέσθαι
454
ὁπλοτέροις βασιλεῦσι καὶ ἐσσομένοις μερόπεσσιν.
455
Αὐτὰρ ἐπεί τ' ἐπὶ θῖνα καὶ ἐς νέα πάντες ἔβησαν,
456
ἐν προτέροις θώκοισι καθίζανον· ἐν δ' ἄρ' ἐρετμοῖς
457
χεῖρας ἐφαπλώσαντες, ἐπί ῥ' ἅλα τύπτον ἕκαστος,
458
Πήλιον ἐκνεύσαντες· ὑπὲρ μέγα λαῖτμά τε πόντου
459
ἀφρὸς ἐπιζείων χαροπὴν λεύκαινε θάλασσαν.
460
Πισσαίη δ' ἀπέκρυφθεν ἄκρη καὶ Σηπιὰς ἀκτή,
461
φάνθη δὲ Σκίαθος, Δολοπός τ' ἀνεφαίνετο σῆμα,
462
ἀγχίαλός θ' Ὁμόλη, ῥεῖθρόν θ' ἁλιμυρὲς ἐναύλου
463
ὃς διὰ πολλὴν γαῖαν ἱεῖ μεγαλόβρομον ὕδωρ.
464
Οὐλύμπου δὲ βαθυσκοπέλου πρηῶνας ἐρυμνούς
465
εἰσέδρακον Μινύαι, καὶ Ἄθω δενδρώδεα κάμψαν,
466
Πελλήνην τ' εὐρεῖαν· ἰδὲ ζαθέην Σαμοθρῄκην,
467
ἔνθα καὶ ὅρκια φρικτὰ θεῶν ἄρρηκτα βροτοῖσιν,
468
ἄσμενοι εἰσεπέρησαν ἐμῇς ὑποθημοσύνῃσιν
469
ἥρωες· μέγα γάρ σφιν ὀφέλσιμον ἀνθρώποισι
470
τῆσδε θυηπολίης, ἄμοτον πλωτῆρσιν ἑκάστοις.
471
Σιντιακαῖς δ' ὀφρῦσιν ἐκέλσαμεν ὠκύαλον ναῦν
472
Λήμνῳ ἐν ἠγαθέῃ· τόθι περ κακὰ ἔργα μεμήλει
473
θηλυτέραις· αἳ γάρ κεν ἀϊστώσαντο συνεύνους
474
σφῇσιν ἀτασθαλίῃσι, καὶ ἡ κλυτὴ Ὑψιπύλεια
475
ἐλδομέναις κραίνεσκε, γυναικῶν εἶδος ἀρίστη.
476
Ἀλλὰ τί σοι περὶ τῶνδε πόλυν λόγον ἀμφαδὸν εἰπεῖν,
477
ὅσσον ἐφ' ἵμερον ὦρσεν ἀγαυαῖς Λημνιάδεσσι
478
Κύπρις ἐρωτοτρόφος, Μινύαις εἰς λέκτρα μιγῆναι;
479
φίλτροις Ὑψιπύλην ἐρατοῖς ἐδάμασσεν Ἰήσων·
480
ἄλλῃ δ' ἄλλος ἔμικτο· καὶ ἐκλελάθοντο πορείης,
481
εἰ μὴ ἀποτροπίοις ἐνοπαῖς θελξίφρονι θυμῷ
482
ἡμετέρῳ θελχθέντες ἔβαν ποτὶ νῆα μέλαιναν,
483
εἰρεσίην ποθέοντες ἐπεμνήσαντο δὲ μόχθου.
484
Ἔνθεν ἐς Ἑλλήσποντον ἅμ' ἠῴους φέρεν οὖρος
485
ἀκραὴς Ζέφυρος, στεινῆς ἀπάτερθεν Ἀβύδου,
486
Ἴλιον Δαρδανίην, Πιτύην τ' ἐπὶ δέξι' ἔχοντας,
487
οὗ καὶ Ἀβαρνιάδος Περκώτης τ' εὔσταχυν αἶαν
488
ἀργυρέαις Αἴσηπος ἐπικλύζει προχοῇσιν.
489
Αἶψα δ' ἐπιθρώσκουσα θέεν πολυηγόρος Ἀργώ.
490
Αὐτὰρ ἐπεὶ ψαμάθοισιν ἐκέλσαμεν, ἐν δ' ἄρα Τῖφυς
491
ἰθύντωρ ἀκάτοιο, καὶ ἀγλαὸς Αἴσονος υἱός,
492
σύν τ' ἄλλοι Μινύαι γλαυκώπιδι Τριτογενείῃ
493
θῆκαν ἀείραντες βριθὺν λίθον, ἔνθα δὲ νύμφαι
494
κρήνῃ ὑπ' Ἀρτακίῃ καλὰ νάματα πλημμύρουσιν·
495
οὕνεκά οἱ πλώουσιν ἀνὰ πλατὺν Ἑλλήσποντον
496
εὔδιος ἀντεβόλησε μυχοῦ ἔντοσθε γαλήνη,
497
οὐδ' εἰς γαῖαν ἔριψαν ἐϋγνάμπτους ἀγκύρας,
498
κύμασι θεινόμενοι ὑπὸ χειμερίαισιν ἀήταις.
499
Ἐνθάδε προσύνοντες ἐπὶ κροκάλαις προυχούσαις
500
δεῖπνά τε καὶ κλισίην, δόρπου μεμνήμεθ' ἕκαστοι.
501
Δὴ τότε κεκλιμένοισιν ἐπήλυθε Κύζικος ἥρως,
502
ὃς Δολόπων ἤνασσε περικτιόνων ἀνθρώπων.
503
Αἰνῆος φίλος υἱὸς ὅν οἱ τέκε δῖα γυναικῶν
504
Εὐσώρου θυγάτηρ Αἰνίππη καλλιπάρῃος·
505
ὅς ῥα φιλοξενίῃ Μινύας ἐγέρηρεν ἅπαντας,
506
σφάζων πῖά τε μῆλα καὶ εἱλίποδας ἕλικας βοῦς,
507
ἀγροτέρους τε σύας· δῶκεν δ' ἔπι οἶνον ἐρυθρόν,
508
σῖτον δ' ἄφθονον ἧκεν ἀποπλώουσι φέρεσθαι,
509
χλαίνας τ' ἠδὲ τάπητας, ἐϋννήτους τε χιτῶνας.
510
Φίλετο δ' αὖ παρεόντας ὁμηλικίης ἕνεκα σφῆς·
511
καί ῥα πανημερίῃσιν ἐν εἰλαπίναισιν ὅμαρτεν.
512
Ἀλλ' ὅτε γ' Ὠκεανοῖο ῥόον βαπτίζετο Τιτάν,
513
μήνη δ' ἀστροχίτων ἔπαγεν μελαναυγέα ὄρφνην,
514
τῆμος ἀρηίφατοι κίον ἀνέρες, οἵ ῥα νέμοντο
515
ἀρκτῴοις ἐν ὄρεσσι, τεθηπότες εἴκελα θηρσί
516
Τιτᾶσι, βριαροῖς τ' ἐναλίγκιοι ἠδὲ Γίγασιν·
517
ἓξ γὰρ χεῖρες ἑκάστῳ ἀπ' ὤμων ἀΐσσοντο.
518
Οὓς τότ' ἐσαθρήσαντες ἀμαιμάκετοι βασιλῆες,
519
ἐς μόθον ὁρμαίνοντες ἀρήϊα τεύχε' ἔδυνον.
520
Καὶ ῥ' οἳ μὲν πευκῇσιν ἀμύνονθ' οἳ δ' ἐλάτῃσιν·
521
ἐν δ' ἔπεσαν Μινύαισι κατὰ σκοτόεσσαν ὁμίχλην.
522
Οὕς τοι ἐπειγομένους κτεῖνεν Διὸς ἄλκιμος υἱός,
523
τόξῳ ὀϊστεύων· σὺν δ' Αἰνέος ὤλεσε παῖδα
524
Κύζικον, οὔτι ἑκὼν, ἀλλ' ἀφραδίῃσι πεδηθείς·
525
τῷ δ' ἄρα μόρσιμον ἧεν ὑφ' Ἡρακλῆι δαμῆναι.
526
Αἶψα δέ οἱ Μινύαι κοίλης ἔντοσθεν ἔβησαν
527
νηὸς τευχήρεις, ποτὶ δὲ ζυγὸν ἷζον ἕκαστος.
528
Τῖφυς δὲ πρύμνηθεν ἐπήπυεν ἠδ' ἐκέλευε
529
κλίμακα νηὸς ἔσω ἐρύσαι, καὶ πείσματα λῦσαι.
530
Ἀλλ' οὔ οἱ λύοντο κάλοι, δεσμοῖσι δ' ἀφύκτοις
531
ὠκείης στροφάλιγγος ἀρηρότες ἐσφίγγοντο,
532
νῆα κατείργοντες· θάμβησε δὲ Τῖφυς ἀμύμων,
533
ἄφθογγος δέ οἱ ἧκε χερῶν οἰήϊα νηός
534
Ἀργῴης· οὐ γάρ οἱ ἐέλπετο κῦμα περῆσαι.
535
Ῥείη γὰρ κοτέεσκε δεδουπότος εἵνεκα λαοῦ·
536
Ἀλλ' ὅτε πρὸς μέσατον νυκτὸς προὔβαινεν ἀταρπός,
537
ἄστρα τε τηλεφανῆ δῦνεν ῥόον Ὠκεανοῖο,
538
ὄσσε κυβερνήτῃ προσεπέστιχε νήδυμος ὕπνος.
539
Τῷ δὲ βαθὺ κνώσσοντι θεὰ μενέδουπος Ἀθήνη
540
ἄγχι παρισταμένη παρ' ἐτήτυμα σήματ' ἔφαινεν·
541
ὧδε δ' ὁμοκλήσασα θεηγόρον ἔννεπε μῦθον·
542
«Εὕδεις Ἀγνιάδη, γλυκερῷ βεβολημένος ὕπνῳ,
543
κῶμα περὶ βλεφάροισι βαλών· ἀλλ' ἔγρεο Τῖφυ,
544
κέκλεο δ' ἡρώεσσι μολεῖν ἐπὶ νήνεμον ἀκτήν,
545
νηὸς ἄπο προθορόντας, ὅθι ξένος ἐν ψαμάθοισι
546
κεῖται ἀποφθίμενος· τῷ οἱ κτέρεα κτερεΐξαι
547
παμμήτειρα Ῥέη κέλεται γέρα, ἠδέ τε λοιβάς
548
δοῦναι ὑποχθονίοισι καὶ δάκρυα λειβέμεν ὄσσων,
549
αἰδομένους Θέμιν ἀγνοτελῆ ξενίην τε τράπεζαν·
550
ὅν ῥ' ἀέκων ἔκτεινε βαλὼν διὰ νύκτερον ὄρφνην
551
Ἡρακλέης, θυμὸν δὲ θεᾶς ἐχολώσατε Ῥείης.
552
Ἀλλ' ὁπόταν θεσμοῖς ξεῖνον σεβάσησθε θανόντα
553
Δίνδυμον αὐτίκ' ἔπειτα Ῥέης ἕδος εἰσαναβάντες
554
ἱλασμοῖς ἱεροῖς Γαίης ἀρέσασθε θύγατρα,
555
πείσματα δ' ἀράμενοι, τότε δὴ μνώεσθε πλοοῖο.»
556
Ὣς εἰποῦσα θεὰ πάλιν ἐτράπετ', ἶσον ὀϊστῷ
557
οὐρανὸν ἐσσυμένη. Τοῦ δ' αὐτίκα κῶμ' ἐκεδάσθη,
558
πρύμνης δ' ἆλτο θοῶς· ἀνέγειρε δὲ λαὸν ἀϋτῇ
559
τοίχων ἔνθα καὶ ἔνθα παρακλιδὸν ὑπνώοντας,
560
ψυχῇ ὑποτρομέων· ἄφαρ ἡρώεσσι δ' ὀνείρου
561
φάσματα πᾶσιν ἔειπεν, ἐπιδρομάδην ἀγορεύων.
562
Οἱ δὲ θοῶς ἤγερθεν, ἐπ' ᾐόνα δ' ἆλτο ἕκαστος.
563
Ἡ δὲ κατ' ὀρφναίοιο πόλου χρυσήνιος ἠὼς
564
ἀντολίας ἤνοιγεν, ἐδέχνυτο δ' οὐρανὸς ὄρθρον·
565
καὶ τότ' ἀριστῆες Μινύαι νέκυν εἰσενόησαν
566
αἵματι καὶ κονίῃ πεπαλαγμένον· ἀμφὶ γὰρ ἄλλοι
567
δήϊοι ἀμφὶς ἔκειντο, πελώρια σώματα θηρῶν.
568
Ἀλλ' οἳ μὲν βασιλῆα περισταδὸν ἀμφιχυθέντες
569
Κύζικον εὐξέστοισιν ὑπὸ πλακέεσσιν ἔθηκαν,
570
ἂν δ' ἄρα τύμβον ἔχευαν, ἐδωμήσαντο δὲ σῆμα.
571
Φιτροὺς δ' αἶψα κόμιζον, ἰδ' ἔντομα πορσύνοντες
572
παμμέλαν' ἐν βόθροις μετεκίαθον· αὐτὰρ ἔγωγε
573
ψυχὴν ἱλασάμην, σπένδων μειλίγματα χύτλων
574
ὕδατί τ' ἠδὲ γάλακτι, μελισσορύτων ἀπὸ νασμῶν
575
λοιβαῖς συμπροχέων, καὶ ἐμοῖς ὕμνοισι γεραίρων.
576
Αὐτὸς δ' Αἰσονίδης προυθήκατο πᾶσιν ἄεθλον,
577
τυμβιδίου ἐπ' ἀγῶνος ἑταίροις ἔμμεν' ἄεθλα,
578
δῶρα τά οἱ πόρεν Ὑψιπύλη Λήμνοιο φέρεσθαι.
579
Ἀγκαίῳ μὲν δῶκε πάλης γέρας ἀμφικύπελλον
580
χρύσειον πολυχανδὲς ἔχειν· Πηλῆι δ' ἔδωκε
581
θάσσοντι σταδίοισι, ποδωκείης ἕνεκα σφῆς
582
χλαῖναν φοινικέην, πολυδαίδαλον ἔργον Ἀθήνης.
583
Αὐτὰρ παγκρατίοιο δόκεν γέρας Ἡρακλῆϊ
584
ἀργύρεον κρητῆρα παναίολον· ἱππασίης δέ
585
Κάστορι, χρυσείων φαλάρων πολυτεχνέα κόσμον·
586
πυγμαχίης δὲ τάπητα λιανθέα δῶκε φέρεσθαι
587
ἀθλοφόρῳ Πολυδεύκει· ὃ γὰρ κλυτὸν ᾔρατο νῖκος.
588
Αὐτὸς δ' εὐκαμπὲς τόξον λάβεν ἠδ' ἄρ' ὀϊστούς,
589
τεινάμενος δέ οἱ ἧκε βέλος, τὸ δ' ἀπέπτατο τηλοῦ·
590
Δῶκε δ' ἄρ' Αἰσονίδῃ Μινύης λόχος εἵνεκα τιμῆς
591
πλέξας εὐανθῆ στέφανον τανυφύλλου ἐλαίης.
592
Αὐτὰρ ἐμοὶ μολπῆς γέρας ὤπασε δῖος Ἰήσων
593
ἐμβάδα χρυσείην γε τιταινομένην πτερύγεσσι.
594
Λῦτο δ' ἀγὼν, φήμη δὲ διέπτατο δώματος εἴσω
595
Κυζίκου οἰχομένου· τοῦ δ' ὡς κλύε σύγγαμος αἰνή
596
στήθεα δρυπτομένη λίγ' ἐκώκυεν· ἀμφὶ δὲ δειρῆς
597
ἀψαμένη μήρινθα, βρόχῳ ἀπὸ θυμὸν ὄλεσσε.
598
Γῆ δ' ὑποδεξαμένη πλακὶ δάκρυα, πίδακος ἧκε
599
βλύζους' ἀργυροειδὲς ὕδωρ κρήνης ἀπὸ μέσσης
600
ἀέναον· Κλείτην δὲ περικτίονες καλέουσι.
601
Καὶ τότε δὴ βασιλῆες ὀνειροπόλον διὰ πύστιν,
602
κνημὸν ἐπὶ ζάθεον καὶ Δίνδυμον ἀκρώρειαν,
603
ὄφρα κε μειλίξαιντ' εὐοινίστοις ἐπὶ λοιβαῖς
604
Ῥείην πρεσβυγενῆ, θυμὸν δ' ἀλέαιντο ἀνάσσης.
605
Αὐτὰρ ἐγὼν ἑπόμην, φόρμιγγα δὲ χερσὶν ἄειρον,
606
Ἄργος δ' αὖθ' ἵκανε, λιπὼν εὐεργέα νῆα,
607
ὅσγε τανυφλοίου ἐλάτης ἀμφιπλεκὲς ἔρνος
608
ἀμπέλου αὐαλέης ὀξεῖ ἀπέκερσε σιδήρῳ·
609
Ξέσσε δ' ἐπισταμένως βρέτας ἱερὸν ἰδμοσύνῃσι,
610
μίμνειν ἔμπεδον αἰὲν ἐπεσσομένοις ἀνθρώποις·
611
λάασι δ' εὐτύκτοις δωμήσατο οἶκον ἀνάσσῃ.
612
Ἐν δ' ἄρ' ἐπειγόμενοι Μινύαι (μέγα δ' ἔξοχα πάντων
613
Αἰσονίδης) λιθάκεσσιν ἀρηρότα βωμὸν ἔτευξαν
614
ᾧ ἔπι ταυροθύτους λοιβὰς ἠδ' ἱερὰ καλά
615
ῥέξαν ἀριστῆες· σπονδαῖσι δ' ἐτέρπετο Ῥείη.
616
Αὐτὰρ ἔμ' ἤνωγον κλῇσαι θεὸν ἠδὲ γερῆραι,
617
ὄφρα κεν ἀντομένοις νόστον μελιηδέ' ὀπάσσοι.
618
Ἀλλ' ὅτε δὴ θυέεσσι λιταῖσί τε γουνασάμεσθα,
619
Ἀργῴην ποτὶ νῆα κατήλθομεν· ἐν δ' ἄρα Τῖφυς
620
ἥρωας πρύμνηθεν ἐκέκλετο· σὺν δ' ἄρα πάντες
621
ἐσσύμενοι θώκοισιν ἐπὶ προτέροισι κάθιζον,
622
βάντες ὑπὲρ θώκοιο, καὶ εἰρεσίης μνώοντο.
623
Ἀπροφάτως δ' ἀπὸ γῆς λεπτοὶ λύοντο κάλωες
624
πείσματα δ' ἡπλώθη· κραιπνὸν δ' ἀπὸ Δινδύμου ἄκρης
625
ἴκμενον οὖρον ἐφῆκε Ῥέη λιπαροκρήδεμνος.
626
Ἡμεῖς δ' αὖτ' ἐπὶ νηὶ γεράσμια πέμπομεν ἱρά,
627
Βωμὸν ἐπιστέψαντες ἐπεσσομένοισι πυθέσθαι
628
Πεισματίην τόθι πείσματ' ἐεργομένης λύθεν Ἀργοῦς.
629
Αὐτὰρ ἐπεί γ' ὀθόνας ἀκάτου πλήρωσεν ἀήτης,
630
θῦνε διαπρήσσους' ἁλιμυρέα κύματα πόντου,
631
Μύσια δὲ σχεδόθεν παραμείβετο πείρατα γαίης·
632
αἶψα δὲ Ῥυνδακίους προχοὰς ἤμειψε θέουσα,
633
καλούς τ' ἐς λιμένας ψαμαθώδεας εἰσεπέρησε,
634
κέλσε δ' ἐπ' αἰγιαλῷ· προτόνοις δ' ἐπὶ χεῖρα βαλόντες,
635
ἱστία μηρύσαντο καὶ ἀμφ' ἱμᾶσιν ἔδησαν,
636
κλίμακα δ' ἐξώκειλαν ἐπὶ χθονὸς, ἐκ δ' ἔβαν αὐτοί,
637
σίτου καὶ πόσιος λελιημένοι· ἀμφὶ δὲ κναμός
638
Ἀργάνθου κατέφαινε, βαθυσκόπελοί τε κολῶναι.
639
Ἡρακλέης δ' ἠπείγετ' ἀν' ὑλήεντας ἐναύλους,
640
τόξον ἔχων παλάμαις ἰδὲ τριγλώχινας ὀϊστούς
641
ὄφρα κε θηρήσαιτο, πόροι δ' ἐπὶ δόρπον ἑταίροις,
642
ἢ σύας, ἢ πόρτιν κεραὴν, ἢ ἄγριον αἶγα.
643
Τοῦ δ' ἀφομαρτήσαντος Ὕλας ἐξίκετο νηός
644
λάθρα ἐπισπόμενος· σκολιῆς δ' ἀλίτησεν ἀταρποῦ
645
ὕλῃ ἔνι πλαγχθεὶς, ἐν δὲ σπέος ἥλυθε Νυμφῶν
646
Λιμνακίδων· αἱ δέ σφιν ἐσαθρήσασαι ἰόντα
647
κοῦρον ἔτ' ἀντίθεον κατερύκανον, ὄφρα σὺν αὐταῖς
648
ἀθάνατός τε πέλῃ καὶ ἀγήραος ἤματα πάντα.
649
Ἀλλ' ὅτε πρὸς μεσάτην ἠῶ φέρεν ὠκέας ἵππους
650
Ἠέλιος, κραιπνὸς δ' ἐξ οὔρεος ἔπνεεν οὖρος,
651
ἐν δ' ἔπες' ἀργενναῖς ὀθόναις, Τῖφυς δ' ἐγεγώνει
652
νηὸς ἔσω περάαν, θινὸς δ' ἐκ πείσματα λύειν·
653
οἳ δὲ κυβερνητῆρος ἐφημοσύναις ἐπίθοντο.
654
Εἰλατίδης δ' ἀνὰ πρῶνα θοῶς Πολύφημος ἔβαινεν,
655
ὄφρα κεν Ἡρακλῆα θοῶς ἐπὶ νῆα καλέσσοι·
656
ἀλλ' οὔ οἱ ξύμβλητο· μολεῖν γάρ οἱ οὔτι πέπρωτο
657
Φᾶσιν καλλίροον μένος ὄβριμον Ἡρακλῆος.
658
Αὐτὰρ ἐπηῶοι λυγρὴν ἐπεράσσαμεν αἶαν,
659
ἔνθ' Ἄμυκος Βεβρύκεσσιν ὑπερφιάλοισιν ἄνασσεν·
660
ὅστε Πανομφαίου Ζηνὸς θέμιν οὐκ ἀλεγίζων
661
ἆθλον ἐπὶ ξείνοισι περικτιόνων ἀνθρώπων,
662
ὅστις ἐπὶ σταθμοὺς ἠδ' ἀστεμφῆ δόμον ἵξῃ,
663
θήκατο, πυγμαχίης ὑπερόπλου πειρηθῆναι.
664
Τὸν μὲν ἄρ' ἠΐστωσε βίῃ κρατερὸς Πολυδεύκης,
665
τύψας ἀπροφάτως κεφαλὴν σκληροῖσιν ἱμᾶσι·
666
λαοὺς δ' αὖ Βεβρύκων Μινύαι χαλκῷ κατένηραν·
667
Ἔνθα δ' ἀφορμηθέντες, ὑπ' εἰρεσίῃ δὲ καμόντες,
668
Βιθυνῶν μέγα ἄστυ βαθείῃ κέλσαμεν ἀκτῇ
669
σπεύδοντες προχοαῖς ἠδ' ἐν νιφαργέσιν ὕλαις,
670
ἕσπεροι αὐλισθέντες ἐφωπλισσάμεθα δόρπον.
671
Ἔνθα ποτ' αἰνόγαμος Φινεὺς ὑπερήνορι θυμῷ
672
δοιοὺς ἐξαλάωσε γόνους, προβλῆσί τε πέτραις
673
θηρσὶν ἕλωρ προὔθηκε γυναίων εἵνεκα φίλτρων·
674
τοὺς δὲ καὶ ἀσκηθεῖς καὶ ὀπωπότας αὖθις ἔτευξαν
675
παῖδε κλυτοῦ Βορέου· Φινεῖ δέ οἱ ὤπασαν ἄτην
676
ἀργαλέοιο κότου, φωτὸς δ' ἀπενόσφισαν αὐγάς.
677
Αὐτὰρ ἐπεὶ ζαμενὴς Βορέης στροφάδεσσιν ἀέλλαις
678
ἁρπάξας ἐκύλινδεν διὰ δρυμὰ πυκνὰ καὶ ὕλας
679
Βιστονίης, ἵνα κῆρ ὀλοὴν καὶ πότμον ἐπίσπῃ.
680
Αὐτὰρ ἐπεὶ Φινῆος Ἀγηνορίδαο λιπόντες
681
αὖλιν, ὑπὲρ μέγα λαῖτμα θαλάσσης ἐξικόμεσθα
682
ἀγχοῦ Κυανέαις πέτραις, ἅς μοι ποτὲ μήτηρ
683
ἡμετέρη κατέλεξε περίφρων Καλλιόπεια.
684
Οὐ γάρ οἱ ἐξυπάλυξις ὀϊζυροῖο πόνοιο,
685
ἀλλὰ κατειρύμεναι ἀνέμων ἀργῇσιν ἀέλλαις
686
ξυμβλῆτες πίπτουσιν ἐπ' ἀλλήλαισιν ἰοῦσαι·
687
δοῦπός τ' ἂμ πέλαγός τε καὶ οὐρανὸν εὐρὺν ἵκανεν
688
ῥηγνυμένοιο κλύδωνος, ὀρινομένης τε θαλάσσης·
689
κύματι παφλάζοντι περιβρέμει ἄσπετος ἅλμη.
690
Ἀλλ' ἐγὼ Ἀγνιάδῃ τάδ' ἀπὸ γλώσσης ἀγόρευσα,
691
πρύμναν ἔπειθ' ὁρόειν ὄφρ' ἂν πεφυλαγμένος εἴη.
692
Τοῦ δὲ καὶ εἰσαΐοντος ἐπαχνώθη φίλον ἦτορ,
693
ἐν στέρνοισι δὲ κεῦθεν, ἅ οἱ τελέεσθαι ἔμελλεν,
694
μοῦνος ἀφ' ἡρώων· ἀλλὰ γλαυκῶπις Ἀθήνη
695
Ἥρης ἐννεσίῃσιν ἐρωδιὸν ἧκε φέρεσθαι
696
ἄκρην ἱστοκεραῖαν· ὃ δ' ἀσχαλόων πεπότητο,
697
πέτραις δ' ἐν μυχάταισιν ὑπὸ πτερύγεσσιν ἀερθείς
698
δινεῖται· ταὶ δ' αἶψα κραδαινόμεναι ἑκάτερθεν
699
σύμπεσον ἀλλήλαισι, καὶ οὐρῆς ἄκρον ἔκερσαν
700
ὄρνιθος· περὶ δέ σφιν ἐτώσιον ἠρείσαντο.
701
Τῖφυς δ' ἐκπρολιπόντος ἐρωδιοῦ αἰπὺν ὄλεθρον
702
σῖγα μὲν ἡρώεσσιν ἐκέκλετο· τοὶ δ' ἀΐοντες,
703
ἱέμενοι θοὰ κύμαθ' ὑπειρεσίῃσι χάρασσον·
704
αὐτὰρ ἐγὼ μολπῇσι παρήπαφον ἡμετέρῃσι
705
πέτρας ἠλιβάτους· αἱ δ' ἀλλήλων ἀπόρουσαν.
706
Κῦμα δ' ἀνερρόχθησε· βυθὸς δ' ὑποείκαθε νηί,
707
ἡμετέρῃ πίσυνος κιθάρῃ, διὰ θέσκελον αὐδήν.
708
Ἀλλ' ὅτε δὴ πορθμοῖο κατὰ στόμα καὶ διὰ πέτρας
709
Κυανέας ἤμειψε λάλος τρόπις, αὐτίκ' ἄρ' αἵ γε
710
βυσσόθεν ἐρριζοῦντο, καὶ ἔμπεδον αἰὲν ἔμιμνον.
711
Οὕτω γὰρ Μοῖραι τάδ' ἐπεκλώσαντο βαρεῖαι.
712
Καὶ τότε δὴ προφυγόντες ἀδευκέα πήματ' ὀλέθρου,
713
Ῥηβανοῦ προχοαῖσι μέλαιν' ἐξικόμεθ' ἀκτήν,
714
νῆσον ὑπὲρ δολιχὴν Θυνηίδα, τῆς ἀπάτερθεν
715
Τέμβριος ἰχθυόεις θαλεραῖς πλημμύρεται ὄχθαις,
716
Σαγγάριός θ' ὃς κύματ' ἐπιτρέχει Εὐξείνοιο.
717
Ἀλλ' ὅτ' ἐπ' αἰγιαλὸν ἐπενεισάμεθ' εἰρεσίῃσιν,
718
ἀμφὶ Λύκοιο ῥέεθρον ἐκέλσαμεν, ᾧ ἔπι λαοῖς
719
κραῖνε Λύκος ποταμοῖο φερώνυμος, ὅς ῥ' ὑπέδεκτο
720
ἥρωας Μινύας, ξενίῃ δ' ὑπέδεκτο τραπέζη,
721
φίλετο δ' αὖ νύκτας τε καὶ ἤματα συνεχὲς αἰεί.
722
Ἔνθα καὶ αἶσα παρέσχε καταφθίσθαι δύο φῶτας,
723
Ἀμπυκίδην Ἴδμωνα, κυβερνητῆρά τε Τῖφυν.
724
Τοῦ μὲν δὴ κατὰ σῶμα λυγρὴ ἠρείσατο νοῦσος,
725
τὸν δ' ἔκτεινεν θὴρ, σῦς ἄγριος· αὐτὰρ † ὃ τοῖς γε
726
τύμβους χευάμενοι πολιὴν † ἐπένησαν θῖνα †
727
Ἀγκαίῳ πίσυνοι· τὸν γὰρ φάσαν ἴδριν ἅπαντες
728
ναυτιλίης σφετέρῃσι δαημοσύνῃσι κεκάσθαι.
729
Αὐτὰρ πηδαλίων οἰήια λάζετο χειρί
730
νῆα κατιθύνων ἐπὶ Παρθενίοιο ῥέεθρα,
731
ὃν δὴ Καλλίχορόν μιν ἐπώνυμόν οἱ καλέουσιν,
732
ὅν τοι ἐγὼ μύθοισιν ἐπὶ προτέροισιν ἔλεξα.
733
Ἔνθεν ἄκραν προβλῆτα παραπλώσαντες ἔβημεν
734
γῆν ἐπὶ Παφλαγόνων, τὴν δὴ παράμειψε θέουσα
735
Ἀργὼ ὑπὲρ μέγα λαῖτμα· Καραμβιακὴν δ' ἵκετ' ἄκρην,
736
ᾗ ἐνὶ Θερμώδων κεῖται Ἅλυος τε ῥέεθρον,
737
βάλλον ἐπ' αἰγιαλὸν, δίνας ἁλιμυρέας ἕλκον.
738
Νέρθε δ' ὑποθρώσκουσι βορειάδος ἀντίον ἄρκτου
739
μακρὰ Θεμισκύρης Δοιαντίδος † ἅψεα κεῖται †
740
ἄγχι δ' Ἀμαζονίδων δαμνίππων ἄστεα κεῖται,
741
καὶ Χάλυβες, Τιβαρηνά τ' ἔθνη, λαοί τε Βέχειρες
742
μίγδην ἐν Μοσύνοισι πέδον περιναιετάουσι·
743
λαιὰ δ' ἐπιπλώσαντες ἐκέλσαμεν αἰγιαλοῖσι
744
ἧχι τε Μάκροι ἔσαν Μαριανδύνοισιν ὅμουροι.
745
Νέρθε δέ τοι Ἑλίκης δολιχὸς παρακέκλιται αὐχὴν
746
ἔνθα δ' ὑπωρείῃσιν ἐπὶ προβλῆσι κυκλοῦνται
747
τηλεφανεῖς αὐλῶνες ὑπὲρ μυχὸν εὐρέα κόλπου·
748
οὗ Σύμης ὄρος ἐστὶ πολύς τ' εὐθαλὴς λειμών,
749
ἐνθάδ' Ἀράξου ῥεῦμα μεγαβρεμέτου ποταμοῖο,
750
ἐξ οὗ Θερμώδων Φᾶσις Τάναΐς τε ῥέουσιν,
751
οὗ Κόλχων κλυτὰ φῦλα καὶ Ἡνιόχων καὶ Ἀραξῶν.
752
Ὃν παραμειβόμενοι, μυχάτοις ἐπεπλείομεν ὅρμοις
753
Οὔρων, Χιδναίων τε, Χαρανδαίων, Σολύμων τε
754
Ἀσσυρίων τε λεὼν, τρηχὺν δ' ἀγκῶνα Σινώπης,
755
καὶ Φίλυρας Ναπάτας τε καὶ ἄστεα πυκνὰ Σαπείρων
756
Βύζηράς τ' ἐπὶ τοῖσιν, ἰδ' ἄξενα φῦλα Σιγύμνων.
757
Ἷκτο δ' ὑπὸ πνοιῇς ἀνέμου πλησίστιος Ἀργὼ
758
ὄρθριον, ἐρχομένης ἠοῦς ἐπ' ἀπείρονα κόσμον,
759
ἐσχατ' ἔπ' Ἀξείνου Φᾶσιν κατὰ καλλιρέεθρον.
763
Αὐτὰρ ἐπεὶ ποταμοῖο διὰ στόμα πρηῢ ῥέοντος
764
ἱκόμεθ' αὐτίκ' ἄρα στέφανον καὶ τεῖχος ἐρυμνόν
765
Αἰήτου κατέφαινε καὶ ἄλσεα τοῖς ἔπι κῶας
766
χρύσεον ᾐώρητο χαλαζαίῃ ἐπὶ φηγῷ.
760
Ἀγκαῖος δ' ἤνωγε παραιφάμενος ἐπέεσσι
761
λαίφεά τε στέλλειν, καὶ ἐπίκριον αὖθι χαλάσσαι
762
ἱστὸν ἀνακλίναντας, ὑπ' εἰρεσίῃ δὲ νέεσθαι.
767
Ὣς οἳ μὲν τὰ ἕκαστα πονήατο· αὐτὰρ Ἰήσων
768
αὐτίκα μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,
769
ξυνὴν μὲν Μινύαισιν ἄδην ἀνενείκατο φωνήν,
770
ἠέ γ' ἐπ' Αἰήταο μόλῃ δόμον οἶος ἀπ' ἄλλων,
771
μειλιχίοις στέρξῃ τε παραιφάμενος ἐπέεσσιν·
772
ἠὲ μεθ' ἡρώεσσι καὶ ἐς μόθον αὐτίκα λεύσσοι.
773
Ἀλλ' οὐ γὰρ Μινύαισιν ἐπήνδανε πᾶσι νέεσθαι·
774
δεῖμα δ' ἐνὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη,
775
ἀμβολίην θ' ἵνα δὴ τελέσῃ, τάπερ αἶσα γενέσθαι.
776
Ὦκα δ' ἄρ' οὖλον ὄνειρον ἀπ' οὐρανοῦ ἧκε φέρεσθαι
777
εἰς δόμον Αἰήταο· συθεὶς δ' ὅγε δεῖμα πέλωρον
778
Ἔσκηψεν βασιλῆα περὶ φρένας, ὅς νιν ἔδοξε
779
παρθένου ἣν ἀτίταλλεν ἐνὶ μεγάροισιν ἑοῖσι
780
Μηδείας κόλποισιν ἐν ἱμερτοῖσι συθῆναι
781
ἀστέρα παμφανόωντα δι' ἠερίοιο πορείης.
782
Ἣ δ' ἐπεὶ ἐν πέπλοισι λάβεν κεχαρηότι θυμῷ,
783
ἧκε φέρους' εἰς χεύματ' ἐυρρείτου ποταμοῖο
784
Φάσιδος· ἀστέρα δ' αἰὲν ἀναρπάξαντα ῥέεθρον
785
οἴχεσθαι πόντοιο δι' Ἀξείνοιο φέροντα.
786
Ταῦτα δ' ἐσαθρῆσας δολίου ἐξέσσυτο ὕπνου,
787
ἀπροφανῆ, στυγερὸν δὲ περὶ φρένας εἵλκετο δεῖμα·
788
ἆλτο δ' ἄρ' ἐξ εὐνῆς· δμωσὶ δὲ οἱ ὦκ' ἐπέτελλεν
789
ἵππους ἐντύνειν, ὑπὸ δὲ ζεύξασθαι ἀπήνην,
790
ὄφρα κε μειλίξαιτο κιὼν ἐπὶ ῥεῖθρον ἐραννόν
791
Φᾶσι δινήεντα, σὺν ἐνδαπίῃς μίγα νύμφαις,
792
ψυχάς θ' Ἡρώων, ὅσσαι τ' ἐπὶ ῥεῖθρον ἄμειβον.
793
Θυγατέρας δ' ἔκλῃζε θυώδεος ἐκ θαλάμοιο,
794
Χαλκιόπην σὺν παισὶν ἀποφθιμένου Φρίξοιο,
795
ἠδ' ἁπαλὴν Μήδειαν ἀριπρεπὲς εἶδος ἔχουσαν
796
παρθένον αἰδοίην, ὄφρ' ἂν συνέποιτο κίοντι.
797
Ἄψυρτος δ' ἀπάνευθε δόμους ναίεσκε πόληος·
798
ἅρμα δ' ἐπὶ χρύσειον ἔβη μίγα θυγατέρεσσιν
799
Αἰήτης· τὸν δ' αἶψα δι' ἐκ πεδίου φέρον ἵπποι
800
χεῖλος ὑπὲρ ποταμοῦ δονακώδεος, ἔνθα περ αἰεί
801
εὐχωλὰς ῥείθροισι καὶ ἱερὰ κάλ' ἐκόμιζεν.
802
Κείναισιν δ' ὄχθαισιν ὑπόδρομος ἤλυθεν Ἀργώ.
803
Καί ῥα τότ' Αἰήτης εἰσέδρακεν, ἐν δ' ἄρα πολλούς,
804
ἑξείης ἥρωας ὁμιλαδὸν ἑδριόωντας,
805
ἀθανάτοις ἰκέλους· περὶ γάρ ῥά ἑ τεύχεα λάμπε.
806
Τοῖσι δ' ἄρ' ἐν πάντεσσι μετέπρεπε δῖος Ἰήσων.
807
Ἥρη γὰρ περὶ πάμπαν ἐτίετο, καί οἱ ἔδωκε
808
κάλλος τε μέγεθός τε καὶ ἠνορέην ὑπέροπλον.
809
Ἀλλ' ὅτε δὴ σχεδὸν ὄντες ἐπ' ἀλλήλοις βάλον ὄσσε,
810
Αἰήτης Μινύαι τε, περὶ φρένα…
811
Πρόσθε…
The complete text is available when the reading interface loads.