The Greek Library Author

Anonymous

Lithica

Authority group
Orphica (catalogue association; authorship remains anonymous)
Edition reference
Lithica, ed. E. Abel, Orphei lithica, Berlin: Calvary, 1881: 15–38.
CTS identifier
urn:cts:greekLit:tlg0579.tlg003.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

128

εἰ μή μοι νόος ὦρτο θοῶς ἐπὶ βωμὸν ὀροῦσαι,

129

τόν ῥα παλαιότεροι Φαεσιμβρότῳ ἱδρύσαντο.

130

τῷ δ' ἄρ' ἔπι τρύφος αὖον ἐλαϊνέης ἐλέλειπτο

131

σχίζης, ἥν τε μαρανθὲν ἀδηφάγον ἐξέλιπεν πῦρ.

132

τὴν ἐγὼ ἁρπάξας ὀλοοῦ κατένωπα δράκοντος

133

ἐστρέφθην. μαίμησε δ' ὀρεσκῴου μένος αἰνὸν

134

μάρνασθαι, μεμαῶτα ἰδών. εἱλεῖτο δὲ πυκνῶς,

135

γνάμπτων εὐκύκλως ταναὴν ῥάχιν· αὐτὰρ ἐπ' ἄλλῳ

136

ἄλλος, ἔπειτα δέ τ' ἄλλος ἑλισσομένου τροχὸς ἦεν·

137

ἠδ' ἔτι καὶ βωμοῦ ὕπερ αὐχένας ἠέρταζε

138

συρίζων βοόωντος ἐμῆς πολὺ μεῖζον ἀϋτῆς.

139

καὶ τύπτων ἄρρηκτον ὀρεσκῴοιο κάρηνον

140

ἀμφ' αὐτῷ θραύεσκον ὑπέκπυρον ὄζον ἄκικυν·

141

οὐδ' ἄρα μόρσιμος ἦα δαφοινῷ θηρὶ δαμῆναι.

142

τοὔνεκεν αἰπολίοισιν ἀπόπροθι βοσκομένοισιν

143

ἑσπομένω δύο πατρὸς ἐμοῦ κύνε κεκλήγοντα

144

γνόντες ἐπεδραμέτην· μάλα γάρ σφισι μείλιχος ἔσκον.

145

οἳ μὲν ἄρ' ὑλάσσοντες ἐπέδραμον· αὐτὰρ ὅγ' αἶψα

146

ἀντίον ἔσσυτο τοῖϊν· ἐγὼ δ' ἐς γαῖαν ὀρούσας

147

προτροπάδην, ὥς τίς τε Διὸς γαμψώνυχα φεύγων

148

αἰετὸν ἐν πυκινοῖσι λάθῃ θάμνοισι λαγωός,

149

τῷ ἴκελος μήλοισι μιγεὶς ὀλοοῦ ἀπὸ θηρὸς

150

ἐκρύφθην, μέσσοισιν ἐνὶ πτήξας ἐρίφοισιν.

151

ὄφρα μὲν οὖν ἀκάκητα πατὴρ ἐμέθεν ζώεσκεν,

152

αἰεὶ μόσχον ἄγεσκεν ἐμὸν πρὸς ἀμύντορα βωμόν,

153

τίνων Ἠελίῳ ζωάγρια παιδὸς ἑοῖο·

154

αὐτὰρ ἐπεὶ μοῖραί μιν ἀπήγαγον ἠελίοιο,

155

αὐτὸς ἐγὼν ἀγέληθεν ἐλάσσας πίονα μόσχον

156

εἰαρινόν, θαλέθοντα νεήνιδος οὔθατι μητρός,

157

ἔρχομ' ἐς ἀκρώρειαν, ἄγων χορὸν ἡδὺν ἑταίρων·

158

σὺν δέ σφιν καὶ τώδε δρακοντοφόνω κύνε βήτην

159

αὐτομάτω· γλυκερὴ δὲ πέλει περὶ βωμὸν ἄνακτος

160

τερπωλή, χλοερόν τε πέδον, μαλακαί τ' ἔπι ποῖαι,

161

καὶ λασίαις πτελέῃσιν ὕπο σκιή· ἄγχι δ' ἄρ' αὐτῶν

162

ὕδωρ ἀέναον λισσῆς ὑπὸ πυθμένι πέτρης

163

λευκὸν ἀναβλύζον κελαρύζεται εἴκελον ᾠδῇ.

164

ἴομεν· οὔτοι δαῖτα θεῶν θέμις ἀρνήσασθαι.

165

Ὣς ἐφάμην. ὃ δέ μ' ὧδε προσηύδα δαιμόνιος φώς·

166

Ἀλλά σε μὲν κρείων Φαεσίμβροτος ἐξ ἀλεγεινῆς

167

αἰὲν ἄγοι κακότητος, ἀδακρύτοιό τε πέμποι

168

ὄλβου πρὸς μέγα δῶμα φιλοφροσύνης ἕνεκα σφῆς.

169

οὐδὲ μὲν οὐδέ ς' ἐγώ περ ἀμοιβῆς αὐτὸς ἀμέρσω·

170

ἀλλ' ἐπεὶ οὖν ἄξων ἱερήϊον εἰσαναβαίνεις,

171

ὄφρα τοι εὐχομένοιο κλύοι θεός, ἐγγυαλίξω.

172

Κρύσταλλον φαέθοντα διαυγέα λάζεο χερσὶ

173

λᾶαν, ἀπόρροιαν πυριφεγγέος ἀμβρότου αἴγλης·

174

αἴθεϊ δ' ἀθανάτων μέγα τέρπεται ἄφθιτον ἦτορ·

175

τόν κ' εἴπερ μετὰ χεῖρας ἔχων παρὰ νηὸν ἵκηαι,

176

οὔτις τοι μακάρων ἀρνήσεται εὐχωλῇσι.

177

κέκλυθι δ' ὄφρα μάθοις μένος ἀργεννοῖο λίθοιο.

178

εἰ γὰρ ἄτερ κρατεροῦ ἐθέλοις πυρὸς ἐκ φλόγας ὄρσαι,

179

κέκλομαι αὐαλέων μιν ὑπὲρ δαΐδων καταθεῖναι·

180

αὐτὰρ ὅγ' ἠελίου κατεναντίον αὐγάζοντος

181

αὐτίχ' ὑπὲρ δαΐδων ὀλίγην ἀκτῖνα τανύσσει.

182

ἣ δ' ὅτε καρφαλέης τε θίγῃ καὶ πίονος ὕλης,

183

καπνόν, ἔπειτα δὲ πῦρ ὀλίγον, μετὰ δὲ φλόγα πολλὴν

184

ὄρσει· τὴν δ' ἄρα φασὶ παλαιγενέες ἱερὸν πῦρ.

185

τάων οὐχ ἑτέρης μᾶλλον φλογὸς ἔλπομ' ἔγωγε

186

ἀθανάτοις οὕτω κεχαρισμένα μηρία καίειν.

187

πρὸς δ' ἔτι τοι καὶ τοῦτο, φίλος, μέγα θαῦμα πιφαύσκω·

188

αὐτὸν ὅτις πέλεται φλογὸς αἴτιος, αἴκε μάλ' ὦκα

189

ἐκ πυρὸς ἁρπάξῃς, ψυχρὸς πέλει ἀμφαφάασθαι,

190

ἀμφὶ δὲ καὶ νεφροῖσι δεθεὶς κάμνοντα σαώσει.

191

Δεύτερον εὐχομένῳ τοι ἀρηγόνα λᾶαν ὀπάσσω,

192

θεσπεσίοιο γάλακτος ἐνίπλεον, ἠΰτε μαζὸν

193

πρωτοτόκου νύμφης ἢ μηκάδος οὐθατοέσσης·

194

τόν ῥα παλαιγενέες μὲν ἀνακτίτην ἀδάμαντα

195

κλεῖον, ὅτι γνάμπτει μακάρων νόον, ὄφρα θυηλὰς

196

ἁζόμενοι ἐθέλωσιν ἐπιχθονίους ἐλεαίρειν·

197

οἳ δ' ἄρα μιν λήθαιον ἐφήμισαν, οὕνεκεν αἰεὶ

198

μεμνῆσθαι κακότητος ὀϊζυρῆς ἀπερύκει

199

θνητοὺς ἀθανάτους τε· νόον δ' ἐριούνιον εἶναι

200

θέλγει ἐποτρύνων ἀγανὰ φρεσὶ βουλεύεσθαι.

201

ἄλλοι δ' ἐσκέψαντο γαλακτίδα φέρτερον εἶναι

202

κικλήσκειν πέτρην, ὅτι τοι τρίψαντι γάλακτος

203

ἐκπρορέει λευκοῖο πανείκελος ἔνδοθεν ἰχώρ.

204

πεῖρα δέ τοι καὶ τοῦδε παρέσσεται, αἴκ' ἐθέλησθα.

205

οὔθατα γὰρ μήλων ὅτε κεν μινύθοντα ἴδηαι,

206

πῶς ἔρξεις, φίλε τέκνον, ἐπὴν ἐρίφοισι τεοῖσιν,

207

οὕς ποτε θῆρα πέλωρον ὑπεκπροφυγὼν ἱκέτευσας,

208

τοῖσι παρασταίης τετληόσιν, οἳ δ' ἐνὶ σηκῷ

209

ἀμφί σε λεπταλέοι γοερὸν περιμηκήσωνται;

210

τῶν μὲν ἀκηχεμένας ἐπιτέλλεο μητέρας αἶψα

211

λούειν πηγάων κυαναυγέσιν ἐν δίνῃσι·

212

στήσας δ' ἠελίου κατεναντίον ἀντέλλοντος,

213

ἁγνίζειν μὲν πρῶτον ἐποιχόμενος περὶ πάσας,

214

ἅλμην δ' ἐν κρητῆρι καὶ ἄλφιτα λεπτὰ λίθοιο

215

χευάμενος, διὰ πῶϋ καὶ αἰγῶν ἔρχευ ὅμιλον,

216

ῥαίνων καρποφόρῳ λάσιον κατὰ νῶτον ἑκάστης

217

θαλλῷ· ταὶ δ' ἄρα πᾶσαι ἰαινόμεναι περὶ σηκοὺς

218

ἐξαπίνης μετὰ τέκνα φερεγλαγέες στιχόωνται.

219

οἳ δ' ἄρ' ὑπαὶ μαζοῖσι κορεσσάμενοι γαλαθηνοὶ

220

σκιρτηθμῶν ἐξαῦτις ἀναμνήσοντ' ἀγέρωχοι.

221

σὴν δὲ μελικρήτοιο μετὰ γλυκεροῖο μιγέντα

222

ὄρνυε πινέμεναι νύμφην, ἵνα νήπιον υἷα

223

μαστοῖσιν μεθύοντα παρ' ἀενάοισι κομίζῃ.

224

ἀμφὶ δ' ἄρ' αὐχένι παιδὸς ἀερτάζουσα τιθήνη

225

λᾶαν ἐρητύσει κακομήτιος ὄσσε Μεγαίρης·

226

καὶ δέ σε καὶ βασιλῆες ἀμύμονες αἰδέσσονται

227

ἐν χερὶ λᾶαν ἔχοντα καὶ ἄπλετα φῦλ' ἀνθρώπων·

228

ἀθάνατοι δὲ μάλιστα θεοὶ καταθύμια σεῖο

229

πάντα τελευτήσουσιν ἐπ' ἀράων ἀΐοντες.

230

Χρὴ δὲ καὶ εὐπέταλον τετραυγέα λᾶαν ἔχοντας

231

ἀρᾶσθαι παρὰ βωμὸν ἐναιρομένης ἑκατόμβης.

232

Εἰ καὶ δενδροφύτοιο φέροις τρύφος ἐν χερὶ πέτρης

233

μᾶλλόν κεν θάλποιτο θεῶν νόος αἰὲν ἐόντων.

234

δένδρεα γὰρ μάλα πολλὰ κατόψεαι ὡς ἐνὶ κήπῳ

235

ἀνθεμόεντι κλάδοισιν ἐπασσυτέροις κομόωντα.

236

τοὔνεκά οἱ καὶ φῶτες ἀχάτῃ δενδρήεντι

237

θῆκαν ἐπωνυμίην, ὅτι οἱ τὸ μὲν ἔπλετ' ἀχάτου,

238

ἄλλο δ' ἔχει λασίης ὕλης δέμας εἰσοράασθαι.

239

τὸν δὲ τεοῖσι βόεσσιν ἀνασχίζουσιν ἄρουραν

240

ἀμφὶ κέρα δοιὼ βαλέειν, ἢ καρτερὸν ἀμφὶς

241

ὦμον ἀροτρεύοντος ἀτειρέος ἀγροιώτου·

242

καί κεν ἀπ' οὐρανόθεν σταχυοπλόκαμος Δημήτηρ

243

μεστὸν ἴοι φερέκαρπον ἐς αὔλακα κόλπον ἔχουσα.

244

Σκέπτεο, καὶ θηητὸν ἔχων ἐλάφοιο πέλαζε

245

ἀθανάτοισι κέρας· ποτὶ γὰρ νόος οὐρανιώνων

246

μειδιάει φύσεως πολυδαιδάλου ἔργον ἰδόντων·

247

ἤτοι μὲν κέρας ἐστί, ταναύποδος οἷα φύονται

248

ἐκ κεφαλῆς ἐλάφοιο· φύει γε μὲν οὔποτε κόρση

249

πέτρην, ἀλλ' ἔμπης πέλεται στερεὴ τόγε πέτρη·

250

οὐ δέ κεν ἂν γνοίης κέρας ἀτρεκές, ἢ λίθος ἐστί,

251

πρίν κέ μιν ἀμφαφόων εὕρῃς νημερτέα λᾶαν.

252

αἰεί τοι θήσει λασίην ἐπὶ κράατι λάχνην,

253

εἰ καὶ ψεδνοκάρηνος ἔοις· εἰ γάρ μιν ἐλαίῳ— — — — — — — — — — —

254

τριβόμενον τρίβειν κροτάφους πάντ' ἤματα σεῖο,

255

αἱ δὲ νέαι περὶ βρέγμα τεὸν τρίχες ἀνθήσουσι.

256

πρωτόγαμον δ' αἰζηὸς ἄγων ἐς δέμνια κούρην

257

τερπωλῆς ἐρατῆς ἐπιμάρτυρα τόνδε φέροιτο

258

λᾶαν· ὃ δ' ἀρρήκτοισιν ὁμοφροσύνῃσιν ἅμ' ἄμφω

259

ὕστατον ἐς γῆρας καὶ ἐς ἤματα πάντα καθέξει.

260

Ποιμένι δ' ἀγραύλων ταύρων, Διὸς αἰγιόχοιο

261

υἱέϊ κισσοχίτωνι, λίθον καταθύμιον εἶναι

262

βάρβαρον ἀγγέλλω, Συριηγενέος κελαδεινοῦ

263

ὕδασιν Εὐφρήταο διαινόμενον ζαμίλαμπιν·

264

ὅς τοι φυταλιῆς ἕνεκεν ῥέξαντι θυηλὰς

265

κλήμασιν αὐτίκα σεῖο φερεσταφύλοισιν ἀλωὴν

266

ἀμφιέσας πολλόν τοι ἀφύσσασθαι μέθυ δώσει.

267

Καὶ γλαφυρὴν κομίσας ἐαρόχροον αἴκεν ἴασπιν

268

ἱερά τις ῥέζῃ, μακάρων ἰαίνεται ἦτορ,

269

καί οἱ καρφαλέας νεφέλαις κορέσουσιν ἀρούρας·

270

ἥδε γὰρ αὐχμηρῇσιν ἄγει πολὺν ὄμβρον ἀρούραις.

271

Λύχνι, σὺ δ' ἐκ πεδίου ῥόθιόν τ' ἀπόεργε χάλαζαν

272

ἡμετέρου καὶ κῆρας, ὅσαι στιχόωνται ἐπ' ἀγρούς·

273

καί σε γὰρ ἀθανάτων φιλέει νόος, ἐκ δ' ἄρα βωμῶν

274

ἠΰτε περ κρύσταλλος ἄνευ πυρὸς ἐκ φλόγα πέμπεις·

275

ἐν δέ σοι ἀντίπαλον κεῖται μένος· ὁππότε δὴ πῦρ

276

νηδὺν ἀμφιέσῃσιν ἐνιπλείοιο λέβητος,

277

ψυχρὸν ἐπειγομένοιο πυρὸς μένει ἔνδοθεν ὕδωρ·

278

εἰ δέ τις ἐν ψυχρῇσι λίπῃ κονίῃσι λέβητα,

279

παφλάζει κρατεροῖο κυκώμενον ἔνδοθι χαλκοῦ.

280

Ἐσθλοὶ δ' αὖτ' ἐπὶ τοῖσι καὶ ὑαλοειδέες εἶναι

281

κλείονται θνητοῖσι θυηπολέουσι τόπαζοι.

282

Φημὶ δέ τοι τέρπειν καὶ ὀπάλλιον οὐρανίωνας

283

ἀγλαόν, ἱμερτοῦ τέρενα χρόα παιδὸς ἔχοντα·

284

καί ἑ καὶ ὀφθαλμοῖσιν ἀοσσητῆρα τετύχθαι.

285

Καὶ πίτυος δακρύοισι λίθου μένος ὀψιανοῖο,

286

καὶ σμύρνην μίσγειν εὐώδεα, καὶ φολίδεσσιν

287

ἀργυφέαις λεπιδωτὸν ἀποστίλβοντα κελεύω.

288

αὐτίκα γάρ τοι ταῦτα πυρὸς καθύπερθε πάσοντι

289

ἀθάνατοι δώσουσι θεοπροπίας ἀγαθῶν τε

290

ἐσσομένων, λυγρῶν τε· καὶ εἴσεαι ἅσς' ἐθέλησθα.

291

καὶ νεύρων ἀλεγεινὰ πάθη λεπιδωτὸς ἀμύνει.

292

Δοιὼ δ' Ἠελίου χρυσότριχε λᾶε πέλονται,

293

ἄμφω θεσπεσίω· θάμβος δέ τοι ἔσσετ' ἰδόντι.

294

ἀμφοτέροις ἀκτῖνες ἐτήτυμοι ἐμπεφύασιν

295

ὀρθαί, λαμπετόωσαι· ἰδεῖν γε μὲν οἷον ἔθειραι,

296

εἶδος δέ σφι λίθων ἄλλων· τὸν μέν τε νοήσεις

297

κρύσταλλον λευκήν· εἰ δ' οὐκ ἔχεν ἔνδον ἐθείρας,

298

κρύσταλλός κεν ἔην· ὃ δὲ χρυσολίθῳ δέμας ἄντην

299

εἴκελος εἰσιδέειν· εἰ δ' οὐκ ἔχεν οὐδ' ὅγ' ἐθείρας,

300

χρυσόλιθός κεν ἔην· ἀτὰρ ἐσθλώ φημι τετύχθαι.

301

ἐν γάρ σφιν μέγα δή τι φερέσβιος ἔμβαλε πνεῦμα

302

Ἠέλιος, ῥέζειν ἐρικυδέας αὐτίκα φῶτας

303

σεμνοτέρους τ' ἰδέειν· καί τοι σέβας ἔσσεται αὐτῶν.

304

αἶψα γὰρ ἡρώων σφιν ἐπέρχεται εἶδος ἀγαυόν,

305

οἵ κε θεοῦ μέγα δῶρον ἐπισταμένως φορέωσι.

306

Τόλμα δ' ἀθανάτους καὶ ἐνηέϊ μειλίσσεσθαι

307

μαγνήσσῃ· τὴν δ' ἔξοχ' ἐφίλατο θούριος Ἄρης,

308

οὕνεκεν, ὁππότε κεν πελάσῃ πολιοῖο σιδήρου,

309

ἠΰτε παρθενικὴ τερενόχροα χερσὶν ἑλοῦσα

310

ἠΐθεον στέρνῳ προσπτύσσεται ἱμερόεντι,

311

ὣς ἥγ' ἁρπάζουσα ποτὶ σφετερὸν δέμας αἰεὶ

312

ἂψ πάλιν οὐκ ἐθέλει μεθέμεν πολεμιστὰ σίδηρον.

313

ἤτοι μέν μίν φασι καὶ Ἠελίοιο πέλεσθαι

314

ἀμφίπολον κούρης, ὅτε κεν θέλγητρα παλύνῃ·

315

καί μιν ὑπερθύμοιο τεκοκτόνος Αἰήταο

316

κύδηνεν κούρη πολυμήχανος. αὐτὰρ ἔγωγε

317

σῆς ἀλόχου κέλομαί σε δαήμεναι, εἰ ἕθεν ἁγνὸν

318

ἀνδρὸς ἀπ' ἀλλοτρίοιο λέχος καὶ σῶμα φυλάσσει.

319

ἐς γάρ μιν κομίσας ὑπὸ δέμνια κάτθεο λάθρη

320

χείλεσιν ἀείδων θελξίμβροτον ἀτρέμας ᾠδήν·

321

ἣ δὲ κατακνώσσουσα καὶ ἡδέϊ περ μάλ' ἐν ὕπνῳ

322

ἀμφί σε χεῖρ' ὀρέγουσα ποτιπτύσσειν μενεαίνει·

323

εἰ δέ ἑ μαχλοσύνῃσιν ἐλαύνοι δῖ' Ἀφροδίτη,

324

ὑψόθεν ἐς γαῖαν τετανύσσεται ἐκπροπεσοῦσα.

325

καὶ δοιὼ μάγνησσαν ἀδελφειὼ φορεόντων

326

θυμὸν ἀπειρεσίης φυγέειν ἔριδος ποθέοντε·

327

καὶ λαοὺς ἀγορήνδε συναγρομένους ὀπὶ καλῇ

328

θέλξεις, ἐν στήθεσσιν ἄγων μελιηδέα πειθώ.

329

καί τοι πολλά κεν ἄλλα δυνησόμενος καταλέξαι

330

θέσκελα τοῖο λίθοιο, τί τοι πλέον οὐρανιώνων

331

φθέγγωμαι; τῶν αἶψα καὶ ὑψόθι περ μάλ' ἐόντων

332

ἦτορ ἐπιγνάμπτει καὶ ἐφέλκεται, ὄφρα κε σεῖο

333

ὦκα μάλ', ὥστε τοκῆες, ἐέλδωρ ἐκτελέσωσιν.

334

ἀλλ' ἤτοι τάδε μὲν καὶ ἐπαυτίκα πειρηθῆναι

335

πάντα μάλ', ὅσς' ἀγόρευσα, παρέσσεται, εἴ κ' ἐπὶ βωμὸν

336

ἔλθωμεν. καὶ γάρ τοι ἐπισπόμενός μοι ὅγ' ἀνὴρ

337

ὤμοισι κρατεροῖσι λίθων φέρει αἰόλον ὕλην.

338

Νῦν δ' ἐπεὶ ἀτραπιτοῖο πολὺ πλέον ἄμμι λέλειπται,

339

σεῖο δ' ἔτι κραδίην κλονέει μέγα δέργμα δράκοντος,

340

μάνθανε καὶ δολιχῶν ὄφεων μὴ δειδέμεν ἰούς.

341

τρίψαι γὰρ λεπτὴν ὀφιήτιδα κέκλεο πέτρην,

342

ἤν ποτέ τις κρατεροῖσι πεπαρμένος ἔλθῃ ὀδοῦσι,

343

καί μιν ἐφ' ἕλκεϊ πάσσε· καὶ ἀτρεκὲς ἔσσετ' ὄνειαρ.

344

σὺν δὲ καὶ ὀστρίτην οἴνῳ λίθον ἐντρίψαντας

345

ἀκρήτῳ κέλομαι πίνειν ὀδυνήφατον εἰδώς.

346

Καὶ σέο, δαιμονίη, μεμνήσομαι αὐτίκα, πέτρη,

347

αὐτοκασιγνήτη πολιῆς καὶ ὁμώνυμ' ἐχίδνης·

348

ἥ ῥά ποτ' εἰναετῆ λώβην ἀμενηνὸν ἔθηκας

349

ῥίμφα Φιλοκτήταο Μαχαονίης ὑπὸ τέχνης.

350

οὐ μέν πως κείνην Ποιάντιος ἔλπετο θυμῷ

351

νοῦσον ὑπεκφεύξεσθαι ἀταρτηρὴν ποθέων περ·

352

ἀλλ' ὅγ' ἀλεξικάκοιο μαθὼν παρὰ πατρὸς ἀρωγήν,

353

λᾶαν ὅτις κ' ἀκέοιτο βαλὼν ἔπι φάρμακα μηρῷ,

354

σεῦεν ἐπὶ Τρώεσσιν Ἀλεξάνδροιο φονῆα·

355

τόν ῥα μεθ' ὑσμίνην ἥκειν ποσὶν ἀρτεμέεσσι

356

Πριαμίδης Πάρις αὐτὸς ἀποθνήσκων περ ἀπίστει.

357

ἔκτανε δ' ἠπεροπῆα Πάριν Ποιάντιος ἥρως,

358

κεκλομένου Δαναοῖς Ἑλένου Τροίηνδε κομίσσαι

359

λοιγὸν ἀδελφειοῖο μιαιφόνον ἐκ Λήμνοιο.

360

τῷ γὰρ Ἀπόλλων Φοῖβος ἔχειν λίθον αὐδήεντα

361

δῶκε, σιδηρίτην νημερτέα· τόν ῥα βροτοῖσιν

362

ἥνδανεν ἄλλοισιν καλέειν ἔμψυχον ὀρείτην,

363

γυρόν, ὑποτρηχύν, στιβαρόν, μελανόχροα, πυκνόν·

364

ἀμφὶ δέ μιν κύκλῳ περί τ' ἀμφί τε πάντοθεν ἶνες

365

ἐμφερέες ῥυτίδεσσιν ἐπιγράβδην τανύονται.

366

ἤματα μὲν τρί' ἐφ' ἑπτὰ βίην Ἑλένοιο πέπυσμαι

367

θηλυτέρης τε λέχος φεύγειν καὶ κοινὰ λοετρά,

368

καὶ μίμνειν ἀμίαντον ἐδωδῆς ἐμψύχοιο·

369

ἀενάῳ δ' ἐνὶ πέτρον ἐχέφρονα πίδακι λούων

370

φάρεσιν ἐν μαλακοῖσιν ἅτε βρέφος ἀλδήσασκε,

371

καὶ θεὸν ὣς λιπαρῇσιν ἀρεσσάμενος θυσίῃσι

372

λᾶαν ὑπερμενέεσσιν ἀοιδαῖς ἔμπνοον ἔρδεν.

373

ἐν καθαρῷ δὲ φάος μεγάρῳ λύχνοισιν ἀνάπτων,

374

χερσὶν ἑαῖς ἀτίταλλε, θεουδέα πέτρον ἀείρων,

375

μητέρι νήπιον υἱὸν ἐοικὼς ἀγκὰς ἐχούσῃ.

376

καὶ σὺ δ', ἐπὴν ἐθέλῃς ὄπα δαιμονίην ἐπακοῦσαι,

377

ὧδ' ἔρδειν, ἵνα θαῦμα μετὰ φρεσὶ σῇσι δαείης·

378

ὁππότε γάρ μιν πάγχυ κάμῃς ἐνὶ χείρεσι πάλλων,

379

ἐξαπίνης ὄρσει νεογιλοῦ παιδὸς ἀϋτὴν

380

μαίης ἐν κόλπῳ κεκληγότος ἀμφὶ γάλακτι.

381

χρὴ δέ σε τετληῶτι νόῳ ἐπακουέμεν αἰεί,

382

μήπως ἠπεδανοῖο λυθεὶς ὑπὸ δείματος ἔξω

383

ἐκ χειρῶν οὖδάςδε βαλὼν χόλον αἰνὸν ὀρίνῃς

384

ἀθανάτων. τόλμα δὲ θεοπροπίην ἐρεείνειν·

385

πάντα γὰρ ἐξερέει νημερτέα. καί μιν ἔπειτα

386

πλησίον ὀφθαλμῶν, ὅτε κεν λήγῃσι, πελάσσας

387

δέρκεο· θεσπεσίως γὰρ ἀποψύχοντα νοήσεις.

388

τῷδε μὲν Ἀτρείδῃσιν ἁλώσιμον ἔφρασε πάτρην

389

Λαομεδοντιάδης, φοιβήτορι λᾶϊ πιθήσας.

390

σοὶ δέ τι καὶ σθένος ἄλλο σιδηρίταο πιφαύσκω·

391

ἑρπετὰ γὰρ δὴ πάμπαν ὑποτρομέοντι ἔοικας.

392

σεῖο δ' ἔχεν πολὺ μεῖζον ἀκοίμητόν τε νόοιο

393

δεῖμα Φιλοκτήτης μεμνημένος αἰὲν ἐχίδνης.

394

τοὔνεκα Πριαμίδαο σαόφρονος οὔποτε νόσφιν

395

ἤθελεν ἔρχεσθαι, γουνούμενος, ὄφρα τιν' εἴπῃ

396

θαλπωρήν, εἴ πέρ ποτ' ἐπὶ χθόνα μητέρα θηρῶν

397

ἔρχηται, πῶς κεν πολιὸν γένος ἐκπροφύγῃσι.

398

τῷ δ' ὅγε Λητοΐδην ἐπέων ἐπιμάρτυρα Φοῖβον

399

κικλήσκων ἀγόρευε, τὰ δὴ νῦν σοι καταλέξω.

400

Εὖτέ με παῖδ' ἐδίδασκεν Ἀκειρεκόμης ἀγορεύειν

401

μαντοσύνας, μέγαν ὅρκον ἐκέκλετο πρῶτον ὀμόσσαι,

402

ψευδέα μήποτε μῦθον ἐνισπεῖν ἀνθρώποισι.

403

τοὔνεκεν ἀτρεκέως μάλα τοι ἐρέω τὰ ἕκαστα.

404

φράζεο νῦν, ἥρως ἑκατηβόλε, μῦθον ἐμεῖο.

405

Αὐτὴ γαῖα μέλαινα πολυκλαύτοισι βροτοῖσι

406

τίκτει καὶ κακότητα καὶ ἄλγεος ἄλκαρ ἑκάστου·

407

γαῖα μὲν ἑρπετὰ τίκτε, τέκεν δ' ἐπὶ τοῖσιν ἀρωγήν·

408

ἐκ γαίης δὲ λίθων πάντων γένος, ἐν δ' ἄρα τοῖσι

409

κάρτος ἀπειρέσιον καὶ ποικίλον· ὅσσα δύνανται

410

ῥίζαι, τόσσα λίθοι. μέγα μὲν σθένος ἔπλετο ῥίζης,

411

ἀλλὰ λίθου πολὺ μεῖζον, ἐπεὶ μένος ἄφθιτον αἰεὶ

412

γεινομένῳ μήτηρ καὶ ἀγήραον ἐγγυάλιξεν.

413

ἣ δὲ καταθνήσκει τε μινυνθάδιον θαλέθουσα,

414

καὶ τόσον αὐτῆς κάρτος, ἐφ' ὁππόσον ἔμπνοός ἐστιν·

415

εἰ δέ κ' ἀποπνεύσῃ, τίς ἔτ' ἐλπωρὴ παρὰ νεκρῆς;

416

ἐν μὲν δὴ βοτάναις ἄγυριν λυγρῶν τε καὶ ἐσθλῶν

417

δήεις, ἐν δὲ λίθοις ἄτην οὐ ῥεῖά κεν εὕροις.

418

ἤτοι ὅσαι βοτάναι, τόσσοι λίθοι. Ἀλλὰ σύ γ' ἥρως,

419

λᾶϊ σιδηρίτῃ πεφυλαγμένος ἑρπετὰ πάντα

420

θαρσαλέως, εἰ καί τοι ὁμιλαδὸν ἀντιόωσιν,

421

ἔρχεσθαι διὰ μέσσα κελαινῆς οὐκ ἀλεγίζων

422

λώβης. οὐ γὰρ ἔτι σφι θέμις μεμνῆσθαι ὀδόντων,

423

οὐδ' εἴ κεν στείχοντος ἐνιχρίμπτοιντο πόδεσσιν.

424

οὐδὲ γὰρ οὐδὲ μένειν περ ἔτι προφανέντα δύνανται,

425

ἀλλὰ μετά σφισι θάμβος, ἐλαυνομένοισι δ' ὁμοῖα

426

ἔσσυνται. τὰ δὲ καίπερ ἐναντίον ἀΐξαντα

427

ἂψ ὀπίσω παλίνορσα μεθερπύζειν μενεαίνει·

428

καί σφισιν ἐξαπίνης ῥόθος ἵσταται· οὐδέ τι πρόσσω

429

νίσσεται, ἀλλ' ὀρέγοντα πέλας περιμήκεα δειρὴν

430

γλώσσῃσιν μεμάασι περισσαίνειν, σκύλακες ὥς.

431

πολλάκι καὶ κατέδαρθε δαφοινῶν ἄγχι δρακόντων,

432

ἀμφὶ κυνηγεσίῃσι μένων ἐν τάρφεσιν Ἴδης,

433

θηρητὴρ Εὔφορβος ἀρωγῇ τῇδε πεποιθώς.

434

δῶκα γὰρ ἀντομένῳ λίθον ἱερόν, οὐδέ ποτ' αὐτῷ

435

ἐκ μάλα περ πολλῶν ἐλθεῖν κατεναντίον ἔτλη— — — — — — — — —

436

τέρπετο δ' Εὐφόρβῳ περικαλλέϊ φέρτατος ἀνδρῶν

437

αἰχμητὴς Μελάνιππος, ἀνεψιὸς ἐσθλὸς ἐμεῖο,

438

εἶδος ἀμώμητον καὶ ἐπ' εἴδεϊ κάρτος ἄρειον

439

αἰζηοῦ ποθέων δουρικλυτοῦ, εὐπλοκάμοιο.

440

τοὔνεκα καὶ μετὰ θῆρας ἀλωμένου οὔποτε νόσφιν

441

ἔσθενεν Εὐφόρβοιο μένειν Ἱκετάονος υἱός,

442

ἀλλ' αἰεὶ λασίοισιν ἐν οὔρεσιν ἀντιθέοιο

443

καγχαλόων κούροιο μετ' ἴχνια σύν τε κύνεσσιν

444

ἕσπετο σύν θ' ἑτάροις, ἔθελέν τέ οἱ οἶος ἕπεσθαι.

445

ἦ μέν κέν μιν πολλὰ πατὴρ μενέαινεν ἐρύκειν,

446

ἀσχαλόων ἑὸν υἷα φίλον θήρεσσι μάχεσθαι,

447

καὶ Πριάμοιο βίη μιν ἐρήτυεν· οὐδ' ὅγε θυμῷ

448

πείθετ' ἐπεὶ οὐ ἐθέλεσκέ ποτ' Εὐφόρβοιο λιπέσθαι·

449

ῥεῖά γε μὴν ἀέκοντα μέλας ἠρύκακεν ὕδρος,

450

νέρθεν ὑπὸ κνήμην ὀλεσίμβροτον ἰὸν ἐλάσσας·

451

τὸν μὲν ἔπειτ' ὀλοὴ νόσος ἔλλαβεν, οὕνεκ' ἔμελλεν

452

αὖθι λελείψεσθαι, τό ῥά μιν καὶ μᾶλλον ἔτειρεν.

453

οἰκτείρων δ' ὀρέγοντα χέρας ποτὶ γούνατ' ἐμεῖο,

454

αὐτοῦ τοῦδε λίθοιο διατρίψαντα κέλευσα

455

λεπταλέην ἄχνην ἐπιπασσέμεν ἕλκεϊ λυγρῷ·

456

καί ῥα μάλ' αὐτίκα φῶτα κραταιὴ κάλλιπε νοῦσος.

457

τοῖον γαῖα βροτοῖσιν ἀρηγόνα τίκτεν ὀρείτην,

458

ὅς τε καὶ οὐταμένοις ἄκος ἡρώεσσι κομίζει,

459

καὶ στείρῃσι γυναιξὶ τεκεῖν φίλα τέκνα δίδωσι.

460

ποικίλα γὰρ θνητοῖσι λίθους ἔρδειν ἀγορεύω.

461

ὡς καὶ ἑῆς ποτὲ μητρὸς Ἀβαρβαρέης ἐπακούσας,

462

ἀνδρῶν εὖ μάλα νοῦσον ἐπισταμένης ἀκέσασθαι,

463

Βουκολίδης Εὔφορβος ἀγαυοῦ φάσκεν ὀφίτου

464

φάρμακα μὴ μούνων ὄφεων κατένωπα δύνασθαι,

465

ἀλλὰ καὶ ὀφθαλμοῖσι φέρειν φάος, ἠδὲ βαρεῖαν

466

ἐκ κεφαλῆς ἕλκειν ὀδύνην· ἤδη δέ τιν' ἀνδρῶν

467

οὔασι δηθύνοντα καθήρας ὤπασεν αἶψα

468

καὶ δὴ καὶ λεπτῆς ἐριήκοον ἔμμεν ἀϋτῆς.

469

ἤδη καί τινα φῶτα χόλῳ χρυσέης Ἀφροδίτης

470

ἔργα πρὸς ἱμερόεντα γάμων ἀμενηνὸν ἐόντα

471

μεμνῆσθαι φιλότητος ἀκεσσάμενος προΐαλλεν.

472

ἐν πυρὶ δ' εἴ κε βάλῃς μιν, ὀδωδὴν ἑρπετὰ τοῖο

473

φεύξεται, οὐδ' ἔτι πω μενέει σχεδόν, οὐδ' ἐνὶ χειῇ.

474

Φεύγει καὶ κνίσσῃσι γαγάτην ὀρνυμένῃσι

475

τείροντα θνητοὺς ἐχεπευκέϊ πάντας ἀϋτμῇ.

476

χροιὴν δ' αἰθαλόεις, πλατύς, οὐ μέγας ἔπλετ' ἰδέσθαι,

477

καρφαλέῃ δ' ἴκελον πεύκῃ φλόγα δῖαν ὀρίνει.

478

ἀλλ' ὀλοὸν ποτὶ ῥῖνας ἄγει μένος· οὐδέ τι φῶτες

479

λήσονθ', ὧν κ' ἐθέλοις ἱερὴν ἀπὸ νοῦσον ἐλέγξαι.

480

γνάμπτει γάρ σφεας αἶψα χαμαὶ προπρηνέας ἕλκων·

481

οἳ δ' ἄρ' ἀπὸ σφετέρου πεπαλαγμένοι ἀφλοισμοῖο

482

στρωφῶντ' ἔνθα καὶ ἔνθα κυλινδόμενοι κατὰ γαῖαν.

483

τοῖσι δὲ χωομένη φρένα τέρπεται, ὁππότ' ἴδῃσι

484

πήματα πάσχοντας κεραὴ πόδας ὠκέα Μήνη.

485

θηλυτέρη δ' εἴ κεν πολυφάρμακον ἀμφιβεβῶσα

486

καπνὸν ὑπὸ σπλάγχνοισιν ἀναΐσσοντα δέχηται,

487

ἀθρόος ἔνδοθεν ὦκα μέλας καταλείβεται ἰχώρ,

488

ὅς τε γυναικοφόνος νεάτῃ μίμνων ἐνὶ γαστρὶ

489

κέκληται. τότε δ' αὖτις ὑπὸ πνοιῇσι λίθοιο

490

δερκομένη γάνυταί τις ἑῆς θολὸν ἐκβλύζοντα

491

νηδύος· ἐκ γὰρ νοῦσον ἀπειρεσίην ἀλεείνει.

492

ἄλλα τε πόλλ' ἐπὶ τοῖσι γαγάτην θέσκελα ῥέζειν

493

οἶδα· σὲ δὲ κνίσσῃσιν ἐλαύνων ἑρπετὰ τέρψει.

494

Σκορπίε, σεῖο δὲ λᾶαν ὁμώνυμον ἔμμεναι ἥρως

495

ἀγλαὸς Ὠρίων οὐκ ἔκλυεν· ἦ γὰρ ὀΐω,

496

πικρῇσιν τότε γυῖα πεπαρμένος ἀμφ' ὀδύνῃσι

497

μᾶλλον σφωϊτέρων κεν ἔχειν ἐθέλεσκέ μιν ἄστρων.

498

Οὐδ' ὅγε κορσήεντα λίθον κλύεν, οὕνεκα μιχθεὶς

499

δριμέϊ σὺν σκορόδοιο καρήατι, τοξευτῆρα

500

πευκεδανῶν ὤκιστα βελέμνων σκορπίον εἴργει.

501

τὸν μὲν ἐγὼ κόρσῃ μάλ' ἐοικότα φημὶ βροτείῃ

502

παύειν ὀξυτάτῳ τετριμμένον ἄμμιγα Βάκχῳ

503

ἀμφίπολον θανάτοιο κελαινῆς ἀσπίδος ἰόν.

504

μέτρῳ δ' ὅς κεν ἴσῳ μίξῃ ῥοδόεντος ἐλαίου

505

κόψας ἐκ πυρὸς ὀπτόν, ἐν αὐχενίαις ὀδύνῃσιν

506

ἄλκαρ ἄγει· μέλιτος δὲ μετὰ γλυκεροῖο κερασθεὶς

507

ὕδατος ἀτηρὴν ὀλέκει κατὰ γαστέρος ἰλύν,

508

ἥτε καταΐγδην ὑπὸ νέρτερα νηδύος ἀνδρῶν

509

δυομένη φέρει ὄγκον ἀεικέα βουβώνεσσιν.

510

Ἴσθι δ' ἀμαλδύνειν σκορπήϊα κέντρα δύνασθαι

511

καὶ Περσηϊάδαο μένος μέγα κουραλίοιο,

512

ἠδὲ παλαμναίην ἀνεμώλιον ἀσπίδα θεῖναι.

513

τοῦδε δέ μοι πάντων περιώσιον, ὅσσα φύονται

514

Φοῖβος ἀκειρεκόμης φύσιν ἔμμεναι ἐξ ἑτέροιο

515

μυθεῖτ' εἰς ἕτερον στρωφωμένου εἶδος· ὅ τίς τοι

516

ψεῦδός κεν φαίη· τὸ δ' ἐτήτυμον οἶδα τετύχθαι.

517

χλωρὴ γὰρ βοτάνη πρῶτον φύει· οὐδ' ἐνὶ γαίῃ,

518

ἥν γε φυτῶν ἴσμεν στερεὴν τροφόν, ἀλλ' ἐνὶ πόντῳ

519

ἀτρυγέτῳ, ἵνα φύκι', ἵνα βρύα γίνετ' ἐλαφρά.

520

αὐτὰρ ἐπεί κ' ἔλθῃσι μαραινομένη ποτὶ γῆρας,

521

ἤτοι μέν οἱ φύλλα περιφθινύθουσιν ὑφ' ἅλμης·

522

αὐτὴ δ' ἐν βένθεσσιν ὑπὸ φλοίσβοιο θαλάσσης

523

νήχεται, ὄφρα ἑ κύματ' ἀποπτύσῃ αἰγιαλόνδε.

524

ἔνθα δ' ἄρ' ἐξαπίνης μιν ἀναπλησθεῖσαν ὑπ' αἴθρης

525

βάζους', οἵ περ ἴδοντο, κρατυνομένην ὁράασθαι.

526

δηρὸν δ' οὐ μετέπειτα πάγῳ περιπαχνωθεῖσα

527

πετροῦται, καὶ χερσὶν ἐν ὀκριόεντα τεῇσιν

528

ἀμφαφάεις λίθον, ὃς πρὶν ἔχων ὑγρὸν δέμας ἦεν.

529

σχῆμα μὲν οὖν βοτάνης ἔτι οἱ μένει, οἷον ἔην περ,

530

οἵ τε κλάδοι, ὅσα τέ σφιν ἀκρόδρυα προσπεφύασιν,

531

ἥ τέ οἱ ἐβλάστησε καὶ ἐτράφη εἰν ἁλὶ ῥίζα·

532

φλοιός θ' ὅςπερ ἔην· φλοιὸς δέ γε λάϊνός ἐστι.

533

τερπωλὴ δ' ἡδεῖα θεωμένου ἐς φρένα σεῖο

534

βήσετ'· ἐγὼ δ' οὐκ οἶδα, τί μοι θέλγητρον ἰδόντι

535

αἰὲν ἐπὶ πραπίδας καταλείβεται· οὐδὲ δύνανται

536

ὄσσε κορεσθῆναι θηευμένου, ἀλλά με θάμβος

537

σεύεται ἐν στέρνοισιν ὀϊόμενον τέρας εἶναι·

538

καί οἱ πιστεύων περ ἔολπά μιν εἶναι ἄπιστον.

539

ἀλλ' οὐ Γοργείην μὲν ἐτώσιος ἀνθρώποισι

540

σμερδαλέην κεφαλὴν φάτις ἔμμεναι· οὐδ' ἄρα Περσεὺς

541

ὠκυπέτης πέλεται ψευδὲς τέρας ἡγήσασθαι.

542

Γοργόνα γὰρ Περσῆϊ δρακοντοέθειραν ἀκούεις

543

Ἄτλαντος νεάτοισιν ὑπὸ κρημνοῖσι δαμῆναι,

544

παρθένον ἀργαλέην, ἐρεβώπιδα, κῆρα μέλαιναν

545

ἀνθρώπων, οἷσίν κεν ἐπ' ἀνδροφόνω βάλεν ὄσσε·

546

οἵ μιν δεῖμα πέλωρον ἀάσχετον ἀθρήσαντες

547

αἴσῃ λαϊνέῃ τεθνηότες ἑστήκασι.

548

τὴν δ' οὔτ' εὐρύστερνος ἐναντίον Ἀτρυτώνη

549

δέρκεσθαι μενέαινεν, ἀδείμαντός περ ἐοῦσα,

550

οὔτε κασιγνήτῳ κέλετο, κρατερόφρονι φωτί,

551

χρυσογόνῳ Περσῆϊ φονευομένην περ ἰδέσθαι,

552

ἀλλὰ δόλῳ θήρειον ἀφήρπασεν αὐχένα κούρης

553

ἦκα μάλ' ἐξόπιθεν γαμψώνυχον οὐ προϊδούσης

554

ἀμφιβαλὼν ἅρπην Κυλληνίδα λευκανΐῃσι.

555

τῆς δ' ἄρα καὶ φθιμένης περ ὀλέθριος ἔσκεν ὀπωπή,

556

καὶ στυγεροῦ Κρονίδαο μολεῖν ὑπὸ δῶμα κελαινὸν

557

πολλοῖς αἴσιμον ἔπλετ' ἐναιρομένοις ὑπὸ νεκρῆς.

558

ἀλλὰ τότ' αἰγιαλόνδε φόνῳ πεπαλαγμένος ἥρως

559

ἐλθών, εἰσόκε λύθρον ἀποπλύνειε θαλάσσῃ,

560

θερμὴν ἐξ ὁμάδου κεφαλὴν ἔτι καὶ τρομέουσαν

561

Γοργείην κατέθηκεν ἐπὶ χλοεραῖς βοτάνῃσιν.

562

ὄφρα δ' ὅγ' ἐν δίνῃσιν ἀναψύχεσκε θαλάσσης,

563

στείχων ἔκ τ' ὀλοοῖο πόνου, δολιχοῦ τε κελεύθου,

564

τόφρα δὲ πορφυρέοιο διαινόμενοι κορέσαντο

565

αἵματος, οἵ ῥα κέχυντο χαμαὶ ὑπὸ κράατι θάμνοι.

566

ἀμφὶ δ' ἄρα σφίσιν αἶψα θοαὶ πόντοιο θύγατρες

567

λύθρον ἐπεσσύμεναι θάμνοις περιπήγνυον αὖραι·

568

πήγνυτο δ', ὥστε σε πάγχυ λίθον στερεὴν ὀΐσασθαι·

569

οὐδ' ἔτ' ἔην ὀΐσασθαι, ἐπεὶ στερεὴ λίθος ἦεν.

570

ἐκ δ' ὄλεσεν βοτάνης ὑγρὸν δέμας· ἀλλὰ καὶ ἔμπης

571

ὀλλυμένης πάμπαν βοτάνης οὐκ ὤλεσεν εἶδος.

572

τὴν μὲν ἄρα χροιὴν ἐξ αἵματος ἔσχεν ἐρυθρήν,

573

ἀμφασίη δ' ἥρωα λάβε θρασύν, ὡς ἐνόησεν

574

ἐξαπίνης μέγα θαῦμα· τὸ καὶ πέλας αἶψα κιοῦσα

575

διογενὴς πολύμητις ἐθαύμασεν Ὀβριμοπάτρη

576

θῆκε δ' ἀδελφειοῦ κλέος ἄφθιτον ὥς κε πέλοιτο,

577

αἰεὶ κουράλιον προτέρην φύσιν ἀλλάσσεσθαι.

578

ἐν δὲ βίην οἱ δῶκεν ἀπειρεσίην Ἀγελείη

579

φῦλα φυλασσέμεναι κρυερὴν ἐς δῆριν ἰόντα,

580

ἢ δολιχὴν ἕρπων ἐς ἀταρπιτὸν εἴ μιν ἔχει τις,

581

ἢ περόων ἅλα δῖαν ἐϋσσέλμῳ ἐνὶ νηΐ.

582

καὶ γὰρ Ἐνυαλίοιο θοὸν δόρυ μαινομένοιο,

583

καὶ λόχον ἀνδροφόνων φεύγειν ἄπο ληϊστήρων,

584

καὶ πολιὸν Νηρῆα κυκώμενον ἐξυπαλύξαι

585

ἐσθλὴ κουραλίοιο βίη θνητοῖσιν ὀπάσσει.

586

γλαυκὴν δ' ἐγρεκύδοιμον ἀταρβέα Τριτογένειαν

587

σφωϊτέρων καμάτων ἐπαμύντορα κικλήσκουσι.

588

φάρμακα δ' ὅσσα πέλονται ἀτάσθαλα καὶ κατάδεσμα,

589

ἀραί τ' ἀγνάμπτοισιν Ἐριννύσι πάγχυ μέλουσαι,

590

εἴτε μύσος κεύθων οἰκοφθόρον οὐκ ἐνόησεν

591

ἀνήρ, εἴθ' ὅσα λύματ' ἐπί σφισιν ἠδ' ἐπαοιδὰς

592

σχέτλιοι ἀλλήλοισι μεγαίροντες τελέουσι,

593

πάντων ἀντίλυτρον δήεις κρατερώτατον εἶναι.

594

κόψας δὲ σπείρειν ξανθῇ Δημήτερι μίσγων·

595

καί τοι λοιγὸν ἅπαντα τεῆς ἀπάτερθεν ἀρούρης,

596

αὐχμούς τ' ἐξελάσει σταχύων γλάγος ἐκπίνοντας,

597

ἀτηρήν τε χάλαζαν ἀπειρεσίοισι βελέμνοις

598

ἀγρῷ τραῦμα φέρουσαν ἀμήχανον ἐξακέσασθαι.

599

βρωτήρων τ' ἐπὶ τοῖσι γένος πάντων ἀλαπάξει

600

εὐλάς τε κάμπας τε καὶ αἰθερίην ἐρυσίβην,

601

ἥ τε κατ' οὐρανόθεν πταμένη ποτὶ καρπὸν ἐρυθρὴ

602

ἀμφὶ περὶ σταχύεσσι περισμύχουσα κάθηται.

603

ἔκ τε μυῶν ἀγέλας ἔκ τ' ἀκρίδος ἄπλετον ἔθνος

604

ῥαίσει, καὶ Κρονίδαο παραΐσσουσι κεραυνοὶ

605

παιδὸς ἑοῦ κλέος ἔρξαι ἐτώσιον ἁζομένοιο.

606

κεῖνο πολὺ πρώτιστον ἀνερχόμενος περάτηθεν

607

κουράλιον θνητοῖσι φέρων πόρεν Ἀργειφόντης·

608

τύνη δ' ἀκρήτοιο μετ' οἴνου πινέμεν αἰεὶ

609

μέμνεο πευκεδανῆς ἕνεκ' ἀσπίδος, ὥσπερ ἔειπον.

610

Καὶ πολυειδέα πῖνε μετ' ἀκρήτου Βρομίοιο

611

μορφὴν παντοίην ἐπιειμένον ἐσθλὸν ἀχάτην.

612

πολλὰ μὲν οὖν ῥέα γ' ἐστὶν ἀχάτου χρώματ' ἰδέσθαι·

613

ἐν γάρ οἱ δήεις ὁρόων ὑάλωπιν ἴασπιν

614

σάρδιά θ' αἱματόεντα καὶ αἰγλήεντα μάραγδον·

615

ἐν δ' ὅ γε μιλτοπάρῃος· ἀτὰρ καὶ χαλκὸν ἐν αὐτῷ

616

δήεις καὶ χροιὴν ἐαροτρεφέος μήλοιο·

617

ἀλλ' οἶος πάντων προφερέστατος, εἴ κέ μιν εὕρῃς

618

εἶδος ἔχοντα δαφοινὸν ἀμαιμακέτοιο λέοντος·

619

τῷ καί μιν προτέροισι λεοντοδέρην ὀνομῆναι

620

ἥνδανεν ἡμιθέοισι κατάστικτον σπιλάδεσσι

621

πυρσῇσιν, λευκαῖς τε, μελαινομέναις, χλοεραῖς τε·

622

τὸν δ', εἰ σκορπείην ὀλοφυρόμενός τις ἀκωκὴν

623

ἔλθοι, ἀερτάζειν περὶ ἕλκεϊ κέκλεο λυγρῷ,

624

ἤ μιν ἐπιπλάσσειν· ἀπὸ γὰρ μινύθουσιν ἀνῖαι.

625

ἱμερτόν τε γυναιξὶ δυνήσεαι ἀνέρα θεῖναι,

626

καὶ θέλξεις μύθοισι βροτούς, καὶ πάντα κομίζων

627

ὅσσα κεν αἰτήσειας, ἀφίξεαι οἴκαδε χαίρων.

628

καὶ νούσῳ κάμνοντα σαωθῆναι θέμις ἐστίν,

629

ὅς μιν ἐνὶ σφετέρῃσι λαβὼν χεὶρεσσι κατάσχῃ·

630

εἰ δὲ Ζεύς τοι τόν γε βιωσέμεν ἀρνήσηται,

631

ἀλλὰ νόει σὺ τεῇσιν ἐνὶ φρεσὶν, οὕνεκεν αὐτῷ

632

ῥῆξε λίνον Κλωθώ· τὸ δέ κ' ἔρχεται ὕστατον ἦμαρ.

633

Εἰ δὲ πυριφλεγέθων ἑτερήμερος ἄνδρα θαμίζων,

634

ἢ κρυερὸς μάρπτων πυρετὸς παραδηθύνῃσιν,

635

ἠὲ τεταρταίης πῆμα βραδὺ μήποτε λήγειν

636

βουλομένης, ἀλλ' αἰὲν ὅπη πελάσῃσι μενούσης,

637

τόνδε σύ γ' ἰᾶσθαι δι' ἀμύμονος ἀντιαχάτου·

638

οὗτος γὰρ πυρετῶν πολὺ φέρτερος. αἶψα δὲ σῆμα

639

ἐξερέω, τό περ ὦκα βίην δείκνυσι λίθοιο.

640

ἐν γάρ μιν κεράεσσι βαλὼν μέσον ἑψομένοισι

641

τυτθὸν ἀνασχέσθαι· τὰ δὲ τήκεται ἔνδοθι πάντα.

642

οὐ μέν τοι καὶ τόνδε πρὸς ἑρπετά φημι δύνασθαι,

643

ἀλλ' ἕτερον δώσω χατέοντί τοι ἰητῆρα

644

οὐρανόθεν γεγαῶτα· σὺ δ' ἐν φρεσὶ βάλλεο μῦθον.

645

εὖτε γὰρ αἰγλῆεν σφέτερον δέμας εὐρύστερνος

646

Οὐρανὸς ὠμηστῆρος ὑπαὶ παλάμῃσι Κρόνοιο

647

δῃωθεὶς εἵλιξεν ἀπειρεσίην ἐπὶ γαῖαν

648

αἰθέρος ἐκ δίης πεσέειν οὖδάςδε μενοινῶν,

649

ὄφρα κε πάντ' ἀΐδηλα πολύτροχον ἀμφιπετάσσας

650

νῶτον ἑὸν τεύξαι, μηδ' Οὐρανοῦ ἀστερόεντος

651

θυμὸν ἀνιήσας Κρόνος οὐρανὸν εἰσέτι ναίοι·

652

δή ῥα τότ' ἀμβροσίοιο κατειβόμεναι φορέοντο

653

αἵματος ὠτειλῆθεν ἐπὶ τραφερὴν ῥαθάμιγγες,

654

τὰς οὐ μόρσιμον ἦεν ἀπ' ἀθανάτοιο κιούσας

655

σώματος ὄλλυσθαι· μενέμεν δ' ἐριβώλακι Μοῖραι

656

ἐν γαίῃ προγόνοιο θεῶν σόον αἷμα κέλοντο.

657

μεῖνε μὲν οὖν, αὖον δὲ πυρίγληνοι θέσαν ἵπποι

658

Ἠελίου· καί κέν τις ἐπιψαύων ἐρίσειε

659

λᾶαν ἔχειν ἐνὶ χερσίν, ἔχει γε μὲν αἷμα πεπηγός.

660

ἐν γάρ οἱ χρὼς αὐτὸς ἐτήτυμον αἵματός ἐστιν,

661

ἐν δὲ καὶ ὕδατι ῥεῖα δαμασθεὶς ἀτρεκὲς αἷμα

662

γίνεται· αἱματόεις δὲ καὶ οὔνομα λᾶας ἔτ' ἀνδρῶν

663

ἐκ προτέρων κέκληται· ἀκήρατα δ' οὕνεκ' ἔοικε

664

φάρμακ' ἔχειν, νημερτὲς ἀπόρροιάν μιν ἀοιδοὶ

665

οὐρανίην κλείουσιν ἐς ἀνθρώπους ἀφικέσθαι.

666

οὐ γὰρ ὅ γ' οὔτε νέην ἐθέλει θνητοῖσιν ὀϊζὺν

667

ἔρχεσθαι ποτὶ ὄσσε, παλαιοτέρην δ' ἀπερύκει

668

πινόμενος λευκοῖο μετὰ γλάγεος· κεράσας δὲ

669

ἰχῶρι σφετέρῳ γλυκερὸν μέλι, τὸν δὲ δαμάσσας— — — — — — — — — —

670

ἐκ βλεφάρων ἀπὸ πᾶσαν ἄγει νόσον· ἀσχαλάᾳ γὰρ

671

εἴργεσθαι θνητοὺς ὁράαν ἐρατεινὰ πρόσωπα

672

πρεσβυτάτου μακάρων ἀστροβλεφάρου βασιλῆος.

673

καὶ γλήνῃσι τεῇσιν, ὁμιλήσας κυλίκεσσιν— — — — — — — — — —

674

ἀνέρος αἰδοίων ἄκος ἔσσεται, ὅς κε πίῃσι.

675

καί μιν ἐγὼν Αἴαντι δαΐφρονι πόλλ' ἐπέτελλον

676

ἔντεσι δῆριν θεῖναι ἀμύμονος ἀμφ' Ἀχιλῆος

677

ἐσσυμένῳ, νίκης ἐπαρηγόνα χειρὶ κομίζειν.

678

καί κεν Ὀδυσσῆος ταλασίφρονος ἀντίον αὐτῷ

679

κῦδος Ἀθηναίη περ ἑλέπτολις ἐγγυάλιξεν·

680

ἀλλ' οὔ οἱ μοῖρ' ἔσκε παραιφαμένοιο πιθέσθαι·

681

τοὔνεκα θεσπέσιόν μιν ἀνὴρ ἀθέριζεν ὄνειαρ,

682

λάζετο δ' οὐλοὸν ἆορ. ἀτὰρ σύ γε τοῖο μὲν αἶσαν

683

ἅζεο, πρὸς δὲ μέλαιναν ὀλισθηροῖο γενέθλην

684

ἑρπετοῦ αἱματόεντα δαεὶς λίθον, αἰὲν ἑταίρους

685

πινέμεναι νύμφαις ἐνὶ νηϊάδεσσι κέλευε.

686

καὶ μὲν ἐγὼ λαιψηρὸν ἐμὸν θεράποντα Δόλωνα

687

αὐτοκασιγνήτῳ μεμαὼς φίλον Ἕκτορι θεῖναι

688

πρόφρων ὤπασα λᾶαν Ὀλύμπιον αἰτήσαντι·

689

αὐτὰρ ὅ γ' ἐξαπίνης Τρώων προπάροιθεν ἁπάντων

690

Ἕκτορι Πριαμίδῃ κεχαρισμένος ἔπλεθ' ἑταῖρος.

691

τοῖο δ' ἕκητί μ' ἐκεῖνος ἀμοιβήδην ἀρέσασθαι

692

ἱέμενος λιπαραῖον ἐπίκλησιν παρὰ πατρὸς

693

ὤπασεν ἀφνειοῖο λαβὼν λίθον, ὅν ποτ' ἄρ' αὐτὸς

694

ἐλθὼν Ἰλιόθεν κρατερὸν μετὰ Μέμνονα κῆρυξ

695

σήματ' ἐμεῖο πορόντος ἀνευρὼν Ἀσσυρίηθεν

696

χρυσοῦ τιμήεντος ἀρείονα δεῦρο κόμισσε

697

μυρία κεῖθι μάγοισι πορὼν πολυΐδμοσι δῶρα.

698

εἰ δ' ἄγε δέχνυσο μῦθον· ἐγὼ δ' ἐδάην, τά κε λέξω.

699

Πρῶτα μὲν οὖν σπένδοντας ἀναιμάκτων ἐπὶ βωμῶν

700

—οὐ γὰρ ἄγειν θέμις ἐστὶ θυηλὴν ἐμψύχοιο—

701

Ἥλιον εὐρύοπα κλῄζειν ὕμνοισιν ἄνωγα,

702

καὶ χθόνα πίειραν πάντων τροφὸν οὐθατόεσσαν.

703

δεύτερον αὖτ' αἴθωνος ὑπὲρ λίθον Ἡφαίστοιο

704

τήκειν ἡδείῃ ταναοὺς θέλγοντα δράκοντας

705

ὀδμῇ, τὴν ἄρα κεῖνοι ἀνερχομένην ἐσορῶντες

706

σπερχόμενοι ποτὶ βωμὸν ἀολλέες ἐκπρομολόντες

707

χηραμόθεν ῥώονται ἐφερπύζοντες ἅπαντες.

708

αὐτὰρ ἔπειτα λίνοιο νεόπλυτα φάρεα κοῦροι

709

ἑσσάμενοι τρεῖς, ὀξὺ φέρων ἄμφηκες ἕκαστος

710

ἆορ, ἀναρπάζων ὄφιν αἰόλον, ὅς κε μάλιστα

711

κνίσσης ἱμείρων πυρὸς ἐγγύθι δινεύῃσι·

712

τοῦ δὲ διαμελεϊστὶ δαΐζειν ἐννέα μοίρας·

713

τρεῖς μὲν ἐπὶ κλῆσιν πανδερκέος ἠελίοιο,

714

τρεῖς δ' ἑτέρας γαίης ἐριβώλου λαοβοτείρης,

715

τρεῖς δὲ θεοπροπίης πολυΐδμονος ἀψεύστοιο·

716

τὰς δὲ λέβης κεράμοιο τετυγμένος αἱματοέσσας

717

δεξάσθω· καὶ δῶρον ἐλάϊον Ἀτρυτώνης,

718

ἠδὲ μέθυ Βρομίοιο καλεσσιχόρου καταχεύειν,

719

ἐν δ' ἅλας ἀργεννοὺς βαλέειν θεράποντας ἐδωδῆς·

720

ἐν δέ σφιν καὶ δριμὺν ἐπήλυδα κόκκον ἄνωγα

721

μῖξαι ῥυσοχίτωνα, μελαγχροίην, ἐρίτιμον·

722

ἐν δὲ καὶ ὅσσα περ ἄλλα μετ' ἀλλήλοισι μιγέντα

723

ἵμερον ἐσπέμπουσιν ἐδητύος ἀνθρώποισιν.

724

ὄφρα δ' ἐνὶ τρίποδος κρέα γαστέρι δάμνατ' ἐόντα,

725

τόφρα δὲ κικλήσκειν μακάρων ἄρρηκτον ἕκαστον

726

οὔνομα· τέρπονται γάρ, ἐπεί κέ τις ἐν τελετῇσι

727

μυστικὸν ἀείδῃσιν ἐπώνυμον οὐρανιώνων.

728

ἀρᾶσθαι δὲ Μέγαιραν ἀπόπροθι παφλάζοντος

729

σευέμεναι τρίποδος κακομήχανον· ἐς δ' ἄρα τούς γε

730

πνεῦμα διϊπετὲς ἔνδον ἄγειν ἱερὰς ἐπὶ μοίρας.

731

ὁππότε δ' ἑψομένοισιν ἐπὶ κρεάεσσιν ἵκηται,

732

δαίνυσθαι τότ' ἔπειτα κορέννυσθαι μεμαῶτας

733

αὐτόθεν ἐκ τρίποδος· τὰ δὲ λείψανα γαῖα καλύπτοι·

734

καί σφιν ἐπισπεῖσαι λευκὸν γάλα καὶ μέθυ ἡδὺ

735

καὶ λίπ' ἐπήρατον ἠδὲ μελίσσης ἄνθιμον εἶδαρ,

736

καὶ στέψαι πλέξαντας ἀκρόδρυα καρποφόροιο

737

παρθενικῆς ἀφελόντας ἐλαίης· ἀμφὶ δὲ κόρσαις

738

σφωϊτέραις πέπλους ἑλέειν οἶκόνδε κιόντας·

739

μηδὲ μεταστρωφᾶσθαι, ἐπεί κ' ἀπονόσφι τράπησθε,

740

ἀλλ' αἰεὶ προτέρην ἐς ἀταρπιτὸν ὄσσε φέροντας

741

ἔρχεσθ' ἐς μέγαρον, μηδὲ προτιμυθήσασθαι,

742

εἴ κέν τις ξύμβληται ὁδίτης, ἔςτ' ἂν ἵκησθε

743

ἐς δόμον· ἔνθα δ' ἔπειτα θυηλὰς ἀθανάτοισιν

744

ἐξαῦτις ῥέζοντας ἀρώματα ποικίλα καίειν.

745

Ταῦτ' ἐγὼ ἐκτελέσας, ὅσα τ' ἔσσεται, ὅσσα τε κοῦφοι

746

ὄρνιθες κλάζουσιν, ἐπίσταμαι, ὅσσα τε θῆρες

747

ὠμησταὶ τετράπεζοι ἐνί σφισιν ὠρύονται.

748

Ἔνθεν ἐγὼν ἐδάην καὶ Βακχικὰ νεβρίταο

749

δῶρα λίθου Βρομίῳ κεχαρισμένα· τόν περ ἔχοντες

750

ἄνθρωποι θύοιτε καὶ ἀράων ἀΐουσιν

751

Οὐρανίδαι. γυμνῷ δὲ ῥάχιν πόδα πευκεδανοῖο

752

εἴ κέν τις θλίψας ὄφιος διὰ σάρκας ἀκάνθῃ

753

δῃώσῃ σφετέρας, ὀδυνήφατος ἔσσεται αὐτῷ

754

νεβρίτης. ἔρδει δ' ἀλόχῳ πόσιν ἱμερόεντα.

755

Ἔνθεν καὶ κατένωπα κελαινῆς ἀσπίδος ἔγνων

756

καρτερὰ φάρμακα σεῖο, βροτοσσόε θέσκελε πέτρη,

757

τῆς ὄνομα χροιή τε πέλει χλοεροῖο πράσοιο.

758

Ἔνθεν καὶ σέο, δῖε χαλάζιε, πειρηθῆναι

759

ἐν θυμῷ βαλόμην, καί σευ μένος εὗρον ἄριστον.

760

ἄμφω γάρ, καὶ νοῦσον ἀναψύχεις πυρόεσσαν,

761

καί μοι σκορπιόθεν βεβολημένῳ ἦρα κομίζεις.

762

Λητοΐδαο μάλα χρησμοῖς, Ποιάντιος ἥρως,

763

ἑσπόμενον τάδε πάντα μ' ἀμήχανά φημι πιφαύσκειν.

764

αὐτοκασιγνήτην κεχολωμένος Ἀργυρότοξος

765

Κασσάνδρην ἐκέλευσεν ἀκουόντεσσιν ἄπιστα

766

θεσπίζειν Τρώεσσιν ἐτήτυμά περ φρονέουσαν·

767

αὐτὰρ ἐγὼ καὶ πρόσθεν ἀπώμοσα καρτερὸν ὅρκον,

768

ψευδέα μήποτε μῦθον ἐνισπεῖν ἀνθρώποισι·

769

καὶ νῦν ἀτρεκέως μάλα τοι λέξαντος ἕκαστα

770

ἡμετέροις, ἥρως ἑκατηβόλε, πείθεο μύθοις.

771

Ὣς ἄρ' ἔφη Πριάμοιο διοτρεφέος φίλος υἱὸς

772

ἀτρέστου θεράποντι φέρων χάριν Ἡρακλῆος·

773

νῶϊ δὲ ποιήεσσαν ἐς ἀκρώρειαν ἰοῦσι

774

τρηχεῖαν μάλα μῦθοι ἀταρπιτὸν ἐπρήϋναν.

{Ἐκ τῶν δώδεκα τρόπωνὈρφέως.Περὶ ὡροσκοπούντων ζῳδίων.} Δύο <τροπικὰ> ζῴδιά εἰσιν Αἰγόκερως καὶ Καρκίνος. —Τῶν τροπικῶν ζῳδίων ὡροσκοπούντων μὴ ἅψῃ ὁδοῦ· χαλεπὴ γὰρκαὶ βραδεῖα καὶ οὐ μετὰ καλοῦ· ἐν τροπικοῖς μὴ ἀναχώρησονἀπὸ ἀνδρός, ὦ γύναι· οἱ φίλοι ἔχθραν ποιήσουσιν καὶ πάλιν φίλοιγίνονται τὴν ἔχθραν ἀποβάλοντες, ἡ δὲ τροφὸς ἐν τροπικοῖςγάλα δώσει ἀρχήν· οὐ μόνον θρέψει τὸ παιδίον, ἀλλὰ καὶ ἄλλον·ἐν τροπικοῖς σπείρειν χρὴ σπέρματα, φυτὰ δὲ φυτεύειν ἐν στερεοῖς,ἐπειδὴ τὰ μὲν σπέρματα θερίσαι ἀνάγκη, τὰ δὲ φυτευόμενα θέ-λομεν· μηδὲ οἴκου θεμέλιον ἐν τροπικοῖς βαλεῖν, μηδὲ γῆν πωλῆ-σαι, ἐπεὶ τὰ κτίσματα οὐ μένει ἢ ἄλλως οὐ πληρώσῃ τὸ ἔργον,ἐν τροπικοῖς ἀῤῥαβῶνας δοῦναι καλόν· ναῦται δὲ καὶ ἔμποροι καὶὅσοι περὶ ζῷα πραγματεύονται, ἐν τροπικοῖς οἱ ἀγοράζοντες ταχὺπιπράσκουσιν ** ἀλλὰ δι' ἑβδομάδα λύεται τὸ πάθος, ἐὰν δὲ τῇ ὀγδόῃτῆς κατακλίσεως μετέλθῃ ἀπὸ τῶν τροπικῶν εἰς τὰ στερεὰ θάνατονἐπάγει· ἐν τροπικοῖς οὐ δεῖ ἐξελθεῖν 〈ἢ〉 ἐπιστρατεύεσθαι· ἐκκόπ-τεται γὰρ ἡ ὁρμή· ἐν τροπικοῖς 〈εἰ〉 φύγῃ τις, εἰσελεύσεται, ἕωςμένει εἰς αὐτὸ τὸ ζῴδιον ἡ Σελήνη, ταχεῖα ἡ εὕρεσις, εἰ δὲ παρέλθῃτῶν τροπικῶν, μετ' ἄλλον εὑρίσκεται· ἐάν τις ἐν τροπικοῖςκατηγορήσῃ τινὸς εἰς δίκην, ταχὺ λύεται τὸ ἔγκλημα, εἰ δὲ ἐν τρο-πικοῖς δικάζειν τότε ἄρξεται, οὐ μένει ὁ αὐτὸς δικασθείς, ἀλλ' ἐπ'ἀλλήλους μετέρχονται ἢ εἰς ἄλλους οἱ δικαζόμενοι· ἐν τροπικοῖςἀποδημίας ἄρχεσθαι δεῖ, ταχὺ γὰρ ἀναστρέφῃ· ἐν τροπικοῖςγὰρ φιλίαν μηνύειν· ἐν τροπικοῖς ἐάν τις ὑποσχέσῃ, οὐ πληροῦταιἢ ὁ δοὺς τὴν ὑπόσχεσιν λαμβάνει αὐτήν· ἐν τροπικοῖς οἱ λεγόμενοιλόγοι καὶ οἱ φαινόμενοι ὄνειροι ψευδεῖς· ἐν τροπικοῖς οὐδὲ ῥή-τωρ ἀγῶνος ἅπτεσθαι ὀφείλει, οὐδὲ ναῦται πλεῖν, οὐδὲ φυγάδεςγίνεσθαι, ὅτι ἀτέλεστά εἰσιν· εἰ δὲ ἐν τροπικοῖς ἀπὸ καταδίκης ἐξο-ρίζεται 〈τις〉 τῆς πατρίδος, πάλιν ἔρχεται· βέβαιον δὲ πρᾶγμαἐν τροπικοῖς μὴ κατάρχου. <Δίσωμα> δὲ δʹ· Δίδυμοι, Παρθένος, Τοξότης, Ἰχθῦς. Τῶν δισώ-μων ζῴδίων ὡρ(οσκοπούντων) μήποτε ἀγοράζειν· δόλον γὰρ ἔχει ἡπρᾶσις ἢ νόσος 〈ἢ〉 ἑτέρα πρόσκειται, αἱ δὲ γενόμεναι ὁμιλίαι ἄλλατινὰ κεκρυμμένα ἔχουσιν· ἄλλον γὰρ ἔχουσι καὶ ἄλλον βούλονται·ἐν δισώμοις οἱ γενόμενοι γάμοι εἰς μοιχείαν τρέπονται καὶ πολλαὶμάχαι καὶ ὀδύναι γίνονται εἰς τοὺς τοιούτους γάμους, καὶ τὰς φιλίαςτῶν γυναικῶν κωλύουσι τὰ δίσωμα· εἰ δέ τις ἐν δισώμοιςεἰς ἔγκλημα πέσῃ, ταχὺ ἐκφεύξεται, ὁμοίως δὲ κἂν δεθῇ τις ἐνδισώμοις, ταχὺ τοὺς δεσμοὺς ἐκφεύξεται, εἰ δέ τις λυθῇ ἀπὸ δεσ-μῶν ἐν δισώμοις, πάλιν δεθήσεται· εἰ δέ τις φύγῃ ἐν δισώμοις 〈καὶ〉κρατηθῇ, πάλιν φυγὰς γίνεται· ἐν δισώμοις μισθὸν ἐὰν ὑποσχεθῇτις, οὐ δώσει ὅσον εἶπεν· ἐν δισώμοις αἱ χάριτες καὶ δωρεαὶ καλαίεἰσιν· καὶ φυτεύειν χρὴ ἐν δισώμοις καὶ ὑποτιθέναι ᾠὰ ὄρνεσιν,ἐὰν δὲ παράκλισις γίνηται ἐν δισώμοις, πάλιν πυρετὸν φέρει καὶὑποστρέφει νόσημα· ἐὰν ἐν δισώμοις καλόν τι καὶ ἀγαθόν συμβῇ,διπλασιάζεται· καλὸν δὲ καὶ ὁδοῦ κατάρχεσθαι ἐν δισώμοις· προ-κόπτουσι γάρ, οἳ μισθὸν τριπλάσιον λαμβάνουσι, εἰ δέ τις ἐν δι-σώμοις ἀποθάνῃ, ἄλλος εἷς ἐκ τοῦ οἴκου ἐκείνου ἀποθανεῖν μέλλει,ἐὰν νοσήσῃ τις ἐν δισώμοις, νοσήσουσι καὶ ἄλλοι ἐν 〈τῷ〉 αὐτῷοἴκῳ· νίκη ἐν δισώμοις καλή, ἧττα δὲ κακὴ διπλασιάζεται· παι-δευταῖς καὶ ἰατροῖς μανθάνειν καλὸν 〈εἰς〉 τὰ δίσωμα. <Στερεὰ> δὲ δʹ· Ταῦρος, Λέων, Σκορπίος Ὑδροχόος. —〈Τῶν〉 στερεῶν ζῳδίων ὡρ(οσκοπούντων) αἱ κτήσεις καὶ ἀγο-ρασίαι βέβαιαι· ἐν στερέῳ δεῖ γυναῖκα λαμβάνειν καὶπράγματα αὐτῆς· ἐν στερεοῖς τέχνας καὶ ἔργον ἀποθέσθαι δεῖ.πληροῦνται γὰρ αἱ βουλαί· ἐν στερεοῖς χωρισμὸς γυναικῶντις· φυγάδες οὐκ ὑποστρέφουσιν, οὐδὲ ὁ κλέπτης εὐκαίρως εὑ-ρίσκεται, ἀποδημεῖν δὲ βέβαιόν ἐστιν· ἐν στερεοῖς ἐχθρὸς γενό-μενος οὐ ταχὺ φιλιοῦται· ἐν στερεοῖς κρίσις βεβαία ἐστὶν καὶοἱ δίκαιοι οὐκ ἀθετοῦνται· νόσος ἐν στερεοῖς κακή· ἢ γὰρ θάνα-τον φέρει ἢ μῆκος νόσου, ἐὰν μὴ εἴσω ἑβδομάδος παύσηται· δε-σμοὶ ἐν στερεῷ κακοί, ὁ γὰρ ὀργισθεὶς οὐ μεταβάλλεται· ἐάν τιςαἰτήσῃ χρήματα παρασχεῖν ἐν στερεοῖς, οὐ δίδωσιν· ἀγαθῶνλόγων καὶ μουσικῆς ἐν στερεοῖς ἄρξασθαι· ἐν στερεοῖς καλὸνσυμβόλαια γράφειν· γράμματα γὰρ καλά· ἐν στερεοῖς εἰ τιςστρατεύεται, πάντα μένει ἐν τῇ αὐτοῦ στρατείᾳ καὶ οὐ μετα-στρατεύεται· πανηγύρεων καὶ χορῶν ἄρξασθαι ἐν στερεοῖς καὶπάντων τῶν καλῶν ὥσπερ ἐν τροπικοῖς πάντων τῶν κακῶν· ἐν μὲντοῖς στερεοῖς ἀσάλευτα μένει τὰ γενόμενα, μεταβάλλει δὲ ἐν τρο-πικοῖς, πολύμορφα γάρ ἐστιν ἐν δισώμοις· ὡσαύτως δὲ καὶ τὴνΣελήνην ἔχοντα· τὰ προειρημένα ζῴδια ταῦτα δηλοῖ ἅπερ ὡρο-σκοποῦντα.{Ἰδιοφυῆ}Plin. index XXVIII (de medicinis ex animalibus)·Orpheo qui Ἰδιοφυῆ scripsit.Plin. XXV 12· primus autem omnium, quos memorianouit, Orpheus de herbis curiosius aliqua prodidit etc.Plin. XX 32· Orpheus amatorium inesse staphylino dixit etc.Aetius, Libr. medicinal. I 10 f. 13b 2 ss. (Ald. 1534)·1. Ὀρφεὺς δέ φησιν ὅτι ὁ χυλὸς αὐτῆς (sc. τῆς καλαμίνθης)