Fragmenta
- Authority group
- Orphica (catalogue association; authorship remains anonymous)
- Edition reference
- Fragmenta, ed. A. Giannini, Paradoxographorum Graecorum reliquiae, Milan: Istituto Editoriale Italiano, 1965: 384–385.
- CTS identifier
urn:cts:greekLit:tlg0579.tlg008.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
σὺν ἴσῳ ῥοδίνῳ μετὰ ψιμυθίου λειωθεὶς ὡς γλοιοῦ ἔχει πάχοςκαὶ ἐπιχριόμενος τὰ πυρίκαυστα θεραπεύει. τὸ δὲ παράδοξονὅτι οὐδὲ οὐλὴ φαίνεται καὶ τριχοφυεῖ ὁ τόπος. 2. σὺν κιμωλίᾳδὲ καὶ ἀλόῃ ἴσοις λειώσας τὸν χυλὸν καὶ ἐπιχρίσας μέτωπονκαὶ κροτάφους παύσεις παραχρῆμα κεφαλῆς ὀδύνας. SUID. Ὀρφεὺς Λειβήθρων τῶν ἐν Θράικηι (πόλις δέ ἐστιν ὑπὸ τῆι Πιερίαι),υἱὸς Οἰάγρου καὶ Καλλιόπης· ὁ δὲ Οἴαγρος πέμπτος ἦν ἀπὸ Ἄτλαντος, κατὰἈλκυόνην μίαν τῶν θυγατέρων αὐτοῦ. γέγονε δὲ πρὸ ι̅α̅ γενεῶν τῶν Τρωικῶν·καί φασι μαθητὴν γενέσθαι αὐτὸν Λίνου, βιῶναι δὲ γενεὰς θ̅, οἱ δὲ ι̅α̅ φασίν.ἔγραψε: <Τριαγμούς> (λέγονται δὲ εἶναι Ἴωνος τοῦ τραγικοῦ [vgl. c. 36])· ἐν δὲτούτοις τὰ <Ἱεροστολικὰ> καλούμενα, κλήσεις κοσμικαί. <Νεωτευκτικά. Ἱεροὺςλόγους> ἐν ῥαψωιδίαις κ̅δ̅ (λέγονται δὲ εἶναι Θεογνήτου τοῦ Θεσσαλοῦ, οἱ δὲΚέρκωπος τοῦ Πυθαγορείου [c. 15]). <Χρησμούς>, οἳ ἀναφέρονται εἰς Ὀνομάκριτον.<Τελετάς> (ὁμοίως δέ φασι καὶ ταύτας Ὀνομακρίτου).<〈Λιθικά〉>· ἐν τούτοις δ' ἔστι περὶ λίθων γλυφῆς, ἥτις <Ὀγδοηκοντάλιθος> ἐπι-γράφεται. <Σωτήρια>· ταῦτα Τιμοκλέους τοῦ Συρακουσίου λέγεται ἢ Περσίνου τοῦΜιλησίου. <Κρατῆρας> [1 A 1b. 2 A 7]· ταῦτα Ζωπύρου φασίν. <Θρονισμοὺςμητρώιους> καὶ <Βακχικά>· ταῦτα Νικίου τοῦ Ἐλεάτου φασὶν εἶναι. <Εἰς Ἅιδουκατάβασιν·> ταῦτα Ἡροδίκου τοῦ Περινθίου [vgl. c. 15]. <Πέπλον> καὶ <Δίκτυον>[vgl. B 10a]· καὶ ταῦτα Ζωπύρου τοῦ Ἡρακλεώτου, οἱ δὲ Βροτίνου [c. 17, 4].<Ὀνομαστικόν>, ἔπη ͵α̅σ̅. <Θεογονίαν>, ἔπη ͵α̅σ̅. <Ἀστρονομίαν, Ἀμμοσκο-πίαν [?], Θυηπολικόν, Ὠιοθυτικὰ ἢ Ὠιοσκοπικά>, ἐπικῶς. <Καταζωστι-κόν, Ὕμνους, Κορυβαντικόν>, καὶ <Φυσικά>, ἃ Βροτίνου φασίν [Lobon fr. 7Crönert in Χάριτες für Leo]. Ὀρφεὺς Κροτωνιάτης ἐποποιός, ὃν Πεισιστράτωι συνεῖναι τῶι τυράννωι Ἀσκλη-πιάδης φησὶν ἐν τῶι ἕκτωι βιβλίωι τῶν Γραμματικῶν· <Δωδεκαετηρίδας. Ἀργο-ναυτικὰ> καὶ ἄλλα τινά. Ὀρφεὺς Καμαριναῖος ἐποποιός, οὗ φασιν εἶναι τὴν <Εἰς Ἅιδου κατάβασιν>. SUID. Ἵππος Νισαῖος .... ἐν δὲ <Δικτύωι> Ὀρφεὺς λέγει, ὅτι ἡ Νίσα τόποςἐστὶν ἐν Ἐρυθρᾶι κείμενος. CLEM. Str. I 131 (II 81, 7 St.) τοὺς μὲν ἀναφερομένους εἰς Μουσαῖον[2 B 20a—22] Ὀνομακρίτου εἶναι λέγουσι, τὸν <Κρατῆρα> δὲ τὸν Ὀρφέως Ζω-πύρου τοῦ Ἡρακλεώτου, τήν τε <Εἰς Ἅιδου κατάβασιν> Προδίκου τοῦ Σαμίου.Ἴων κτλ. ALCAEUS fr. 80 Diehl τὸ γὰρ ἐμμόρμενον Ὄρ〈φευς ἐβιάσδετο V. S.〉 πάρφ〉αις ἄνδρεσι τοῖς γεινο〈μένοισιν θάνατον φύγην〉, αἰ πάντ〉αι σόφος ἦι καὶ φρέσι πύκνα〈ισι κεκάσμενος〉. νήπιο〉ς, παρὰ μοῖραν Δίος οὐδὲ τρί〈χες ἔρρυεν〉. IBYC. fr. 17 Diehl ὀνομακλυτὸν Ὀρφήν. AESCHYL. Ag. 1629 Ὀρφεῖ δὲ γλῶσσαν τὴν ἐναντίαν ἔχεις· ὁ μὲν γὰρ ἦγε πάντ' ἀπὸ φθογγῆς χαρᾶι ... PAUS. X 30, 6 ἀποβλέψαντι δὲ αὖθις ἐςτὰ κάτω τῆς γραφῆς ἔστιν ἐφεξῆς μετὰ τὸν Πάτροκλον οἷα ἐπὶ λόφου τινὸςὈρφεὺς καθεζόμενος, ἐφάπτεται δὲ καὶ τῆι ἀριστερᾶι κιθάρας, τῆι δὲ ἑτέραι χειρὶἰτέας κλῶνές εἰσιν ὧν ψαύει, προσανακέκλιται δὲ τῶι δένδρωι· τὸ δὲ ἄλσος ἔοικενεἶναι τῆς Περσεφόνης, ἔνθα αἴγειροι καὶ ἰτέαι δόξηι τῆι Ὁμήρου [k 509] πεφύκασιν.Ἑλληνικὸν δὲ τὸ σχῆμά ἐστι τῶι Ὀρφεῖ καὶ οὔτε ἡ ἐσθὴς οὔτε ἐπίθημά ἐστιν ἐπὶτῆι κεφαλῆι Θράικιον. PROCLUS Schol. Hesiod. Opp. 631 p. 361, 6 Gaisf.: Ἑλλάνικος δ' ἐνΦορωνίδι (F GrHist. 4 F 5 I 109) 〈δέκατον〉 ἀπὸ Ὀρφέως φησὶν εἶναι τὸνἩσίοδον.HEROD. II 53 Ἡσίοδον γὰρ καὶ Ὅμηρον ἡλικίην τετρακοσίοισι ἔτεσι δοκέωμευ πρεσβυτέρους γενέσθαι καὶ οὐ πλέοσι ... οἱ δὲ πρότερον ποιηταὶ λεγόμενοιτούτων τῶν ἀνδρῶν γενέσθαι ὕστερον ἔμοιγε δοκεῖν ἐγένοντο ... τὰ δὲ ὕστερατὰ ἐς Ἡσίοδόν τε καὶ Ὅμηρον ἔχοντα ἐγὼ λέγω. EURIP. Alc. 357 εἰ δ' Ὀρφέως μοι γλῶσσα καὶ μέλος παρῆν, ὥστ' ἢ κόρην Δήμητρος ἢ κείνης πόσιν ὕμνοισι κηλήσαντά ς' ἐξ Ἅιδου λαβεῖν, κατῆλθον ἄν. — —962 ἐγὼ καὶ διὰ μούσας καὶ μετάρσιος ἦιξα καὶ πλείστων ἁψάμενος λόγων κρεῖσσον οὐδὲν Ἀνάγκας ηὗρον, οὐδέ τι φάρμακον Θρήισσαις ἐν σανίσιν, τὰς Ὀρφεία κατέγραψεν γῆρυς, οὐδ' ὅσα Φοῖβος Ἀσκληπιάδαις ἔδωκε φάρμακα πολυπόνοις ἀντιτεμὼν βροτοῖσιν. HIPPOL. 952 ἤδη νυν αὔχει καὶ δι' ἀψύχου βορᾶς σῖτ' ἐκκαπήλευ', Ὀρφέα τ' ἄνακτ' ἔχων βάκχευε πολλῶν γραμμάτων τιμῶν καπνούς. EURIP. Cycl. 646 ἀλλ' οἶδ' ἐπωιδὴν Ὀρφέως ἀγαθὴν πάνυ, ὡς αὐτόματον τὸν δαλὸν εἰς τὸ κρανίον στείχονθ' ὑφάπτειν τὸν μονῶπα παῖδα γῆς. —Hypsipyle [OX. Pap. VI n. 852 fr. 1 col. 3, 8 p. 36 Hunt;51 Arnim] {ὙΨ(ιπύλη)} ... μέσωι δὲ παρ' ἱστῶι Ἀσιὰς ἔλεγον ἰήιον Θρῆισς' ἐβόα κίθαρις Ὀρφέως μακροπόδων πιτύλων ἐρέτηισι κε- λεύσματα μελπομένα, τοτὲ μὲν ταχύ- πλουν τοτὲ δ' εἰλατίνας ἀνάπαυμα πλάτας. — —[fr. 64 col. 2 p. 70 Hunt; 66 Arnim]{ἜΥ(νεως)} Ἀργώ με καὶ τόνδ' ἤγαγ' εἰς Κόλχων πόλιν{ὙΨ(ιπύλη)} ἀπομαστίδιόν γ' ἐμῶν στέρνων. {ΕΥ} ἐπεὶ δ' Ἰάσων ἔθαν' ἐμός, μῆτερ, πατήρ, {ΥΨ} οἴμοι κακὰ λέγεις, δάκρυά τ' ὄμμασιν, τέκνον, ἐμοῖς δίδως— {ΕΥ} Ὀρφεύς με καὶ τόνδ' ἤγαγ' εἰς Θράικης τόπον, {ΥΨ} τίνα πατέρι ποτὲ χάριν ἀθλίωι τιθέμενος; ἔνεπέ μοι, τέκνον. {ΕΥ} μοῦσάν με κιθάρας Ἀσιάδος διδάσκεται, τοῦτον δ' ἐς Ἄρεως ὅπλ' ἐκόσμησεν μάχης. [—]Rhes. 943 μυστηρίων τε τῶν ἀπορρήτων φανάς ἔδειξεν Ὀρφεύς, αὐτανέψιος νεκροῦ τοῦδ' ὃν κατακτείνεις σύ· Μουσαῖόν τε σόν σεμνὸν πολίτην κἀπὶ πλεῖστον ἄνδρ' ἕνα ἐλθόντα Φοῖβος σύγγονοί τ' ἠσκήσαμεν. ARISTOPH. Ran. 1032Ὀρφεὺς μὲν γὰρ τελετάς θ' ἡμῖν κατέδειξε φόνων τ' ἀπέχεσθαι,Μουσαῖος δ' ἐξακέσεις τε νόσων καὶ χρησμούς. —Av. 693Χάος ἦν καὶ Νὺξ Ἔρεβός τε μέλαν πρῶτον καὶ Τάρταρος εὐρύς,Γῆ δ' οὐδ' Ἀὴρ οὐδ' Οὐρανὸς ἦν· Ἐρέβους δ' ἐν ἀπείροσι κόλποιςτίκτει πρώτιστον ὑπηνέμιον Νὺξ ἡ μελανόπτερος ὠιόν,ἐξ οὖ περιτελλομέναις ὥραις ἔβλαστεν Ἔρως ὁ ποθεινόςστίλβων νῶτον πτερύγοιν χρυσαῖν, εἰκὼς ἀνεμώκεσι δίναις.οὗτος δὲ Χάει πτερόεντι μιγεὶς νυχίωι κατὰ Τάρταρον εὐρύνἐνεόττευσεν γένος ἡμέτερον καὶ πρῶτον ἀνήγαγεν εἰς φῶς.πρότερον δ' οὐκ ἦν γένος ἀθανάτων, πρὶν Ἔρως ξυνέμειξεν ἅπαντα·ξυμμειγνυμένων δ' ἑτέρων ἑτέροις γένετ' Οὐρανὸς Ὠκεανός τεκαὶ Γῆ πάντων τε θεῶν μακάρων γένος ἄφθιτον. TIMOTHEUS Pers. 234 Wilamowitz πρῶτος ποικιλόμουσος Ὀρ- φεὺς 〈χέλ〉υν ἐτέκνωσεν υἱὸς Καλλιόπας Πιερίας ἔπι. Τέρπανδρος δ' ἐπὶ τῶι δέκα τεῦξε μοῦσαν ἐν ὠιδαῖς. CLEM. Strom. VI 15 (II 434, 19 St.) aus HIPPIAS [86 B 6] τούτωνἴσως εἴρηται τὰ μὲν Ὀρφεῖ τὰ δὲ Μουσαίωι κατὰ βραχὺ ἄλλωι ἀλλαχοῦ, τὰ δὲἩσιόδωι τὰ δὲ Ὁμήρωι. OLYMPIODOR. b. Phot. bibl. c. 80. 61 a 31 ταύτην καλεῖ Ἡρό-δοτος [III 26] ‘μακάρων νήσους’, Ἡρόδωρος δὲ ὁ τὴν Ὀρφέως καὶ Μουσαίου συγ-γράψας ἱστορίαν Φαιακίδα ταύτην καλεῖ. PLATO Symp. 179D Ὀρφέα δὲ τὸν Οἰάγρου ἀτελῆ ἀπέπεμψαν ἐξ Ἅιδου,