The Greek Library Author

Anonymous

Testimonia

Authority group
Orphica (catalogue association; authorship remains anonymous)
Edition reference
Testimonia, ed. H. Diels and W. Kranz, Die Fragmente der Vorsokratiker, vol. 1, 6th edn., Berlin: Weidmann, 1951: 1–6.
CTS identifier
urn:cts:greekLit:tlg0579.tlg009.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

φάσμα δείξαντες τῆς γυναικὸς ἐφ' ἣν ἧκεν, αὐτὴν δὲ οὐ δόντες, ὅτι μαλθακίζεσθαιἐδόκει, ἅτε ὢν κιθαρωιδός, καὶ οὐ τολμᾶν ἕνεκα τοῦ ἔρωτος ἀποθνήισκειν ὥσπερἌλκηστις, ἀλλὰ διαμηχανᾶσθαι ζῶν εἰσιέναι εἰς Ἅιδου. τοιγάρτοι διὰ ταῦτα δίκηναὐτῶι ἐπέθεσαν, καὶ ἐποίησαν τὸν θάνατον αὐτοῦ ὑπὸ γυναικῶν γενέσθαι. —Ion 536 B ἐκ δὲ τούτων τῶν πρώτων δακτυλίων, τῶν ποιητῶν, ἄλλοιἐξ ἄλλου αὖ ἠρτημένοι εἰσὶ καὶ ἐνθουσιάζουσιν, οἱ μὲν ἐξ Ὀρφέως, οἱ δ' ἐκ Μουσαίου,οἱ δὲ πολλοὶ ἐξ Ὁμήρου κατέχονταί τε καὶ ἔχονται. ISOCR. XI 38 τοιούτους δὲ λόγους περὶ αὐτῶν τῶν θεῶν εἰρήκασινοἵους οὐδεὶς ἂν περὶ τῶν ἐχθρῶν εἰπεῖν τολμήσειεν· οὐγὰρ μόνον κλοπὰς καὶ μοιχείας καὶ παρ' ἀνθρώποις θητείας αὐτοῖς ὠνείδισαν, ἀλλὰκαὶ παίδων βρώσεις καὶ πατέρων ἐκτομὰς καὶ μητέρων δεσμοὺς καὶ πολλὰς ἄλλαςἀνομίας κατ' αὐτῶν ἐλογοποίησαν. (39) ὑπὲρ ὧν τὴν μὲν ἀξίαν δίκην οὐκ ἔδοσαν,οὐ μὴν ἀτιμώρητοί γε διέφυγον, ἀλλ' οἱ μὲν ... Ὀρφεὺςδ' ὁ μάλιστα τούτων τῶν λόγων ἁψάμενος διασπασθεὶς τὸν βίον ἐτελεύτησεν. DIOD. V 64, 4 ἔνιοι δ' ἱστοροῦσιν, ὧν ἐστι καὶ Ἔφορος [FGrHist. 70F 104 II 68], τοὺς Ἰδαίους Δακτύλους γενέσθαι μὲν κατὰ τὴν Ἴδην τὴν ἐνΦρυγίαι, διαβῆναι δὲ μετὰ Μυγδόνος εἰς τὴν Εὐρώπην· ὑπάρξαντας δὲ γόηταςἐπιτηδεῦσαι τάς τε ἐπωιδὰς καὶ τελετὰς καὶ μυστήρια, καὶ περὶ Σαμοθράικηνδιατρίψαντας οὐ μετρίως ἐν τούτοις ἐκπλήττειν τοὺς ἐγχωρίους· καθ' ὃν δὴχρόνον καὶ τὸν Ὀρφέα, φύσει διαφόρωι κεχορηγημένον πρὸς ποίησιν καὶ μελωι-δίαν, μαθητὴν γενέσθαι τούτων καὶ πρῶτον εἰς τοὺς Ἕλληνας ἐξενεγκεῖν τελετὰςκαὶ μυστήρια. THEOPHR. char. 16, 11 καὶ ὅταν ἐνύπνιον ἴδηι [der δεισιδαίμων], πορεύ-εσθαι πρὸς τοὺς ὀνειροκρίτας, πρὸς τοὺς μάντεις, πρὸς τοὺς ὀρνιθοσκόπουςἐρωτήσων τίνι θεῶν ἢ θεᾶι εὔχεσθαι δεῖ, καὶ τελεσθησόμενος πρὸς τοὺς Ὀρφεο-τελεστὰς κατὰ μῆνα πορεύεσθαι μετὰ τῆς γυναικὸς (ἐὰν δὲ μὴ σχολάζηι ἡ γυνή,μετὰ τῆς τίτθης) καὶ τῶν παίδων. PLAT. Phileb. 66 C<‘ἕκτηι δ' ἐν γενεᾶι’>, φησὶν Ὀρφεύς, <‘καταπαύσατεκόσμον ἀοιδῆς’>, ἀτὰρ κινδυνεύει καὶ ὁ ἡμέτερος λόγος ἐν ἕκτηικαταπεπαυμένος εἶναι κρίσει. —Cratyl. 402BC ὥσπερ αὖ Ὅμηρος ‘Ὠκεανόν τεθεῶν γένεσίν’ φησιν ‘καὶ μητέρα Τηθύν’ [Ξ 201]. οἶμαι δὲ καὶἩσίοδος [Theog. 337]. λέγει δέ που καὶ Ὀρφεὺς ὅτι <Ὠκεανὸς πρῶτος καλλίρροος ἦρξε γάμοιο, ὅς ῥα κασιγνήτην ὁμομήτορα Τηθὺν ὄπυιεν.> — —400BC καὶ γὰρ σῆμα τινές φασιν αὐτὸ εἶναι τῆςψυχῆς [nämlich τὸ σῶμα], ὡς τεθαμμένης ἐν τῶι νῦν παρόντι· καὶδιότι αὖ τούτωι σημαίνει ἃ ἂν σημαίνηι ἡ ψυχή, καὶ ταύτηι σῆμαὀρθῶς καλεῖσθαι. δοκοῦσι μέντοι μοι μάλιστα θέσθαι οἱ ἀμφὶ Ὀρφέατοῦτο τὸ ὄνομα ὡς δίκην διδούσης τῆς ψυχῆς, ὧν δὴ ἕνεκα δίδω-σιν, τοῦτον δὲ περίβολον ἔχειν, ἵνα <σώιζηται>, δεσμωτηρίου εἰκόνα.εἶναι οὖν τῆς ψυχῆς τοῦτο, ὥσπερ αὐτὸ ὀνομάζεται, ἕως ἂν ἐκτείσηιτὰ ὀφειλόμενα, <‘σῶμα’>, καὶ οὐδὲν δεῖν παράγειν οὐδὲ ἓν γράμμα.Vgl. das Zeugnis des Philolaos (44 B 14) μαρτυρέονται δὲ καὶ οἱπαλαιοὶ θεολόγοι τε καὶ μάντιες ὡς διά τινας τιμωρίας ἁ ψυχὰ ...καθάπερ ἐν σάματι τούτωι (τῶι σώματι) τέθαπται. Vgl. auch 44 B 15. —rep. II 363C Μουσαῖος δὲ τούτωννεανικώτερα τἀγαθὰ καὶ ὁ υἱὸς αὐτοῦ παρὰ θεῶν διδόασι τοῖς δι-καίοις· εἰς Ἅιδου γὰρ ἀγαγόντες τῶι λόγωι καὶ κατακλίναντες καὶσυμπόσιον τῶν ὁσίων κατασκευάσαντες ἐστεφανωμένους ποιοῦσι τὸνἅπαντα χρόνον ἤδη διάγειν μεθύοντας, ἡγησάμενοι κάλλιστον ἀρετῆςμισθὸν μέθην αἰώνιον. οἱ δ' ἔτι τούτων μακροτέρους ἀποτίνουσινμισθοὺς παρὰ θεῶν· παῖδας γὰρ παίδων φασὶ καὶ γένος κατόπισθενλείπεσθαι τοῦ ὁσίου καὶ εὐόρκου. ταῦτα δὴ καὶ ἄλλα τοιαῦτα ἐγκω-μιάζουσιν δικαιοσύνην· τοὺς δὲ ἀνοσίους αὖ καὶ ἀδίκους εἰς πηλόντινα κατορύττουσιν ἐν Ἅιδου καὶ κοσκίνωι ὕδωρ ἀναγκάζουσι φέρεινἔτι τε ζῶντας εἰς κακὰς δόξας ἄγοντες. — —364E βίβλων δὲ ὅμαδον παρέχονται Μουσαίου καὶὈρφέως, Σελήνης τε καὶ Μουσῶν ἐκγόνων, ὥς φασι, καθ' ἃς θυη-πολοῦσι πείθοντες οὐ μόνον ἰδιώτας ἀλλὰ καὶ πόλεις, ὡς ἄρα λύσειςτε καὶ καθαρμοὶ ἀδικημάτων διὰ θυσιῶν καὶ παιδιᾶς ἡδονῶν εἰσὶμὲν ἔτι ζῶσιν, εἰσὶ δὲ καὶ τελευτήσασιν, ἃς δὴ <τελετὰς> καλοῦσιν,αἳ τῶν ἐκεῖ κακῶν ἀπολύουσιν ἡμᾶς, μὴ θύσαντας δὲ δεινὰ περιμένει. PLAT. Legg. II 669 D ποιηταὶ δ' ἀνθρώπινοι σφόδρα τὰτοιαῦτα [unpassende Töne] ἐμπλέκοντες καὶ συγκυκῶντες ἀλόγωςγέλωτ' ἂν παρασκευάζοιεν τῶν ἀνθρώπων ὅσους φησὶν Ὀρφεὺς<λαχεῖν ὥραν τῆς τέρψιος.> — —IV 715 E ὁ μὲν δὴ θεός, ὥσπερ καὶ ὁ παλαιὸς λόγος,<ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντωνἔχων>, εὐθείαι περαίνει κατὰ φύσιν περιπορευόμενος. τῶι δ' ἀεὶξυνέπεται Δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός, ἦς ὁμὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμη-μένος, ὁ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας, ἢ χρήμασιν ἐπαιρόμενος ἢτιμαῖς, ἢ καὶ σώματος εὐμορφίαι ἅμα νεότητι καὶ ἀνοίαι φλέγεταιτὴν ψυχὴν μεθ' ὕβρεως ..., καταλείπεται ἔρημος θεοῦ, καταλειφθεὶς δὲκαὶ ἔτι ἄλλους τοιούτους προσλαβὼν σκιρτᾶι ταράττων πάντα ἅμα,καὶ πολλοῖς τισιν ἔδοξεν εἶναί τις, μετὰ δὲ χρόνον οὐ πολὺν ὑποσχὼντιμωρίαν οὐ μεμπτὴν τῆι Δίκηι ἑαυτόν τε καὶ οἶκον καὶ πόλιν ἄρδηνἀνάστατον ἐποίησεν. Vgl. PSEUDARIST. de mundo 7 [Orph. fr.21a, 2 Kern] <Ζεὺς κεφαλή, Ζεὺς μέσσα, Διὸς δ' ἐκ πάντατέτυκται.> — —VIII 829 D E μηδέ τινα τολμᾶν ἄιδειν ἀδόκιμον μοῦσανμὴ κρινάντων τῶν νομοφυλάκων, μηδ' ἂν ἡδίων ἦι τῶν Θαμύρου τεκαὶ Ὀρφείων ὕμνων. —Symp. 218B πάντες γὰρ κεκοινωνήκατε τῆς φιλοσόφου[Sokrates] μανίας τε καὶ βακχείας· διὸ πάντες ἀκούσεσθε ... οἱ δὲοἰκέται, καὶ εἴ τις ἄλλος ἐστὶν βέβηλός τε καὶ ἄγροικος, πύλας πάνυμεγάλας τοῖς ὠσὶν ἐπίθεσθε. Vgl. IUST. coh. 15 [Orph. fr. 245, 1 K.]φθέγξομαι οἷς θέμις ἐστί· <θύρας δ' ἐπίθεσθε βέβηλοι.> —Tim. p. 40D περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶγνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ' ἡμᾶς, πειστέον δὲ τοῖς εἰρηκόσινἔμπροσθεν, <ἐκγόνοις μὲν θεῶν οὖσιν,> ὡς ἔφασαν, σαφῶς δέ πουτούς γε αὑτῶν προγόνους εἰδόσιν ... οὕτως οὖν κατ' ἐκείνους ἡμῖνἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω· <Γῆς τε καὶΟὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην, τού-των δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα καὶ ὅσοι μετὰ τούτων,ἐκ δὲ Κρόνου καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάντες ὅσουςἴσμεν ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τούτων ἄλλουςἐκγόνους.> ARIST. Metaph. Λ 6. 1071 b 26 καίτοι εἰ ὡς λέγουσιν οἱθεολόγοι οἱ ἐκ Νυκτὸς γεννῶντες ἢ ὡς οἱ φυσικοὶ ‘ἦν ὁμοῦ πάνταχρήματα’ [59 B 1] φασί, τὸ αὐτὸ ἀδύνατον. N 4. 1091 b 4 οἱ δὲ ποιηταὶοἱ ἀρχαῖοι ταύτηι ὁμοίως, ἧι βασιλεύειν καὶ ἄρχειν φασὶν οὐ τοὺς πρώ-τους οἶον <Νύκτα> καὶ <Οὐρανὸν ἢ Χάος> ἢ Ὠκεανόν, ἀλλὰ τὸν <Δία.> — —A 3. 983b 27 εἰσὶ δέ τινες οἳ καὶ τοὺς παμπαλαίουςκαὶ πολὺ πρὸ τῆς νῦν γενέσεως καὶ πρώτους θεολογήσαντας οὕτως[wie Thales] οἴονται περὶ τῆς φύσεως ὑπολαβεῖν· Ὠκεανόν τε γὰρκαὶ <Τηθὺν> ἐποίησαν τῆς γενέσεως πατέρας [s. B 2] καὶ τὸν ὅρκοντῶν θεῶν ὕδωρ, τὴν καλουμένην ὑπ' αὐτῶν <Στύγα> τῶν ποιητῶν·