Lithica
- Authority group
- Orphica (catalogue association; authorship remains anonymous)
- Edition reference
- Lithica, ed. R. Halleux and J. Schamp, Les lapidaires grecs, Paris: Les Belles Lettres, 1985: 82–123.
- CTS identifier
urn:cts:greekLit:tlg0579.tlg011.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
147
προτροπάδην, ὥς τίς τε Διὸς γαμψώνυχα φεύγων
148
αἰετὸν ἐν πυκινοῖσι λάθῃ θάμνοισι λαγωός,
149
τῷ ἴκελος μήλοισι μιγεὶς ὀλοοῦ ἀπὸ θηρὸς
150
ἐκρύφθην μέσσοισιν ἐνὶ πτήξας ἐρίφοισιν.
151
Ὄφρα μὲν οὖν ἀκάκητα πατὴρ ἐμέθεν ζώεσκεν,
152
αἰεὶ μόσχον ἄγεσκεν ἐμὸν πρὸς ἀμύντορα βωμόν,
153
τίνων Ἠελίῳ ζωάγρια παιδὸς ἑοῖο.
154
Αὐτὰρ ἐπεὶ Μοῖραί μιν ἀπήγαγον ἠελίοιο,
155
αὐτὸς ἐγὼν ἀγέληθεν ἐλάσσας πίονα μόσχον
156
εἰαρινόν, θαλέθοντα νεήνιδος οὔθατι μητρός,
157
ἔρχομ' ἐς ἀκρώρειαν, ἄγων χορὸν ἡδὺν ἑταίρων·
158
σὺν δέ σφιν καὶ τώδε δρακοντοφόνω κύνε βήτην
159
αὐτομάτω· γλυκερὴ δὲ πέλει περὶ βωμὸν ἄνακτος
160
τερπωλὴ χλοερόν τε πέδον μαλακαί τ' ἔπι ποῖαι
161
καὶ λασίαις πτελέῃσιν ὕπο σκιή· ἄγχι δ' ἄρ' αὐτῶν
162
ὕδωρ ἀέναον λισσῆς ὑπὸ πυθμένι πέτρης
163
λευκὸν ἀναβλύζον κελαρύζεται εἴκελον ᾠδῇ.
164
Ἴομεν· οὔτοι δαῖτα θεῶν θέμις ἀρνήσασθαι.«
165
Ὣς ἐφάμην· ὃ δέ μ' ὧδε προσηύδα δαιμόνιος φώς·
166
Ἀλλά σε μὲν κρείων Φαεσίμβροτος ἐξ ἀλεγεινῆς
167
αἰὲν ἄγοι κακότητος ἀδακρύτοιό τε πέμποι
168
ὄλβου πρὸς μέγα δῶμα φιλοφροσύνης ἕνεκα σφῆς.
169
Οὐδὲ μὲν οὐδέ ς' ἐγώ περ ἀμοιβῆς αὐτὸς ἀμέρσω·
170
ἀλλ' ἐπεὶ οὖν ἄξων ἱερήιον εἰσαναβαίνεις,
171
ὄφρα τοι εὐχομένοιο κλύοι θεός, ἐγγυαλίξω.
172t
{[κρύσταλλος]}
172
<Κρύσταλλον> φαέθοντα διαυγέα λάζεο χερσὶ
173
λᾶαν, ἀπόρροιαν πυριφεγγέος ἀμβρότου αἴγλης·
174
αἴθεϊ δ' ἀθανάτων μέγα τέρπεται ἄφθιτον ἦτορ.
175
Τόν κ' εἴ περ μετὰ χεῖρας ἔχων περὶ νηὸν ἵκηαι,
176
οὔτις τοι μακάρων ἀρνήσεται εὐχωλῇσι.
177
Κέκλυθι δ' ὄφρα μάθοις μένος ἀργεννοῖο λίθοιο·
178
Εἰ γὰρ ἄτερ κρατεροῖο θέλεις πυρὸς ἐκ φλόγας ὄρσαι
179
κέκλομαι αὐαλέων μιν ὑπὲρ δαΐδων καταθεῖναι·
180
αὐτὰρ ὅ γ' ἠελίου κατεναντίον αὐγάζοντος
181
αὐτίχ' ὑπὲρ δαΐδων ὀλίγην ἀκτῖνα τανύσσει·
182
ἣ δ' ὅτε καρφαλέης τε θίγῃ καὶ πίονος ὕλης,
183
καπνόν, ἔπειτα δὲ πῦρ ὀλίγον, μετὰ δὲ φλόγα πολλὴν
184
ὄρσει· τὴν δ' ἄρα φασὶ παλαιγενέες ἱερὸν πῦρ.
185
Τάων οὐχ ἑτέρας μᾶλλον φλογὸς ἔλπομ' ἔγωγε
186
ἀθανάτοις οὕτω κεχαρισμένα μηρία καίειν.
187
Πρὸς δ' ἔτι τοι καὶ τοῦτο, φίλος, μέγα θαῦμα πιφαύσκω·
188
αὐτόν, ὅτις πέλεται φλογὸς αἴτιος, αἴ κε μάλ' ὦκα
189
ἐκ πυρὸς ἁρπάξῃς, ψυχρὸς πέλει ἀμφαφάασθαι·
190
ἀμφὶ δὲ καὶ νεφροῖσι δεθεὶς κάμνοντα σαώσει.
191t
{[γαλακτίτης]}
191
Δεύτερον εὐχομένῳ τοι ἀρηγόνα λᾶαν ὀπάσσω,
192
θεσπεσίοιο γάλακτος ἐνίπλεον, ἠΰτε μαζὸν
193
πρωτοτόκου νύμφης ἢ μηκάδος οὐθατοέσσης·
194
τόν ῥα παλαιγενέες μὲν ἀνακτίτην ἀδάμαντα
195
κλεῖον, ὅτι γνάμπτει μακάρων νόον, ὄφρα θυηλὰς
196
ἁζόμενοι ἐθέλωσιν ἐπιχθονίους ἐλεαίρειν·
197
οἳ δ' ἄρα μιν λήθαιον ἐφήμισαν, οὕνεκεν αἰεὶ
198
μεμνῆσθαι κακότητος ὀϊζυρῆς ἀπερύκει
199
θνητοὺς ἀθανάτους τε· νόον δ' ἐριούνιον εἶναι
200
θέλγει ἐποτρύνων ἀγανὰ φρεσὶ βουλεύεσθαι.
201
Ἄλλοι δ' ἐσκέψαντο <γαλακτίδα> φέρτερον εἶναι
202
κικλήσκειν πέτρην, ὅτι τοι τρίψαντι γάλακτος
203
ἐκπρορέει λευκοῖο πανείκελος ἔνδοθεν ἰχώρ.
204
Πεῖρα δέ τοι καὶ τοῦδε παρέσσεται, αἴ κ' ἐθέλῃσθα.
205
Οὔθατα γὰρ μήλων ὅτε κεν μινύθοντα ἴδηαι,
206
πῶς ἔρξεις, φίλε τέκνον, ἐπὴν ἐρίφοισι τεοῖσιν,
207
οὕς ποτε θῆρα πέλωρον ὑπεκπροφυγὼν ἱκέτευσας,
208
τοῖσι παρασταίης τετληόσιν, οἳ δ' ἐνὶ σηκῷ
209
ἀμφί σε λεπταλέοι γοερὸν περιμηκήσωνται;
210
Τῶν μὲν ἀκηχεμένας ἐπιτέλλεο μητέρας αἶψα
211
λούειν πηγάων κυαναυγέσιν ἐν δίνῃσι·
212
στήσας δ' ἠελίου κατεναντίον ἀντέλλοντος,
213
ἁγνίζειν μὲν πρῶτον ἐποιχόμενος περὶ πάσας,
214
ἅλμην δ' ἐν κρητῆρι καὶ ἄλφιτα λεπτὰ λίθοιο
215
χευάμενος, διὰ πῶϋ καὶ αἰγῶν ἔρχευ ὅμιλον,
216
ῥαίνων καρποφόρῳ λάσιον κατὰ νῶτον ἑκάστης
217
θαλλῷ· ταὶ δ' ἄρα πᾶσαι ἰαινόμεναι περὶ σηκοὺς
218
ἐξαπίνης μετὰ τέκνα φερεγλαγέες στιχόωνται·
219
οἳ δ' ἄρ' ὑπαὶ μαζοῖσι κορεσσάμενοι γαλαθηνοὶ
220
σκιρτηθμῶν ἐξαῦτις ἀναμνήσοντ' ἀγέρωχοι.
221
Σὴν δὲ μελικρήτοιο μετὰ γλυκεροῖο μιγέντα
222
ὄρνυε πινέμεναι νύμφην, ἵνα νήπιον υἷα
223
μαστοῖσιν μεθύοντα παρ' ἀενάοισι κομίζῃ.
224
Ἀμφὶ δ' ἄρ' αὐχένι παιδὸς ἀερτάζουσα τιθήνη
225
λᾶαν, ἐρητύσει κακομήτιος ὄσσε Μεγαίρης.
226
Καὶ δέ σε 〈καὶ〉 βασιλῆες ἀμύμονες αἰδέσσονται
227
ἐν χερὶ λᾶαν ἔχοντα, καὶ ἄπλετα φῦλ' ἀνθρώπων·
228
ἀθάνατοι δὲ μάλιστα θεοὶ καταθύμια σεῖο
229
πάντα τελευτήσουσιν ἐπ' ἀράων αἴοντες.
230
Χρὴ δὲ καὶ <εὐπέταλον> τετραυγέα λᾶαν ἔχοντας
231
ἀρᾶσθαι παρὰ βωμὸν ἐναιρομένης ἑκατόμβης.
232t
{[ἀχάτης]}
232
Εἰ καὶ δενδροφύτοιο φέροις τρύφος ἐν χερὶ πέτρης,
233
μᾶλλόν κεν θάλποιτο θεῶν νόος αἰὲν ἐόντων.
234
δένδρεα γὰρ μάλα πολλὰ κατόψεαι, ὡς ἐνὶ κήπῳ
235
ἀνθεμόεντι, κλάδοισιν ἐπασσυτέροις κομόωντα.
236
Τοὔνεκά οἱ καὶ φῶτες <ἀχάτῃ δενδρήεντι>
237
θῆκαν ἐπωνυμίην, ὅτι οἱ τὸ μὲν ἔπλετ' ἀχάτου,
238
ἄλλο δ' ἔχει λασίης ὕλης δέμας εἰσοράασθαι.
239
Τὸν δὲ τεοῖσι βόεσσιν ἀνασχίζουσιν ἄρουραν
240
ἀμφὶ κέρα δοιὼ βαλέειν ἢ καρτερὸν ἀμφὶς
241
ὦμον ἀροτρεύοντος ἀτειρέος ἀγροιώτου·
242
καί κεν ἀπ' οὐρανόθεν σταχυοπλόκαμος Δημήτηρ
243
μεστὸν ἴοι φερέκαρπον ἐς αὔλακα κόλπον ἔχουσα.
244t
{[περὶ κέρατος ἐλάφου]}
244
Σκέπτεο καὶ θηητὸν ἔχων ἐλάφοιο πέλαζε
245
ἀθανάτοισι κέρας· ποτὶ γὰρ νόος οὐρανιώνων
246
μειδιάει φύσεως πολυδαιδάλου ἔργον ἰδόντων·
247
ἤτοι μὲν κέρας ἐστί, ταναύποδος οἷα φύονται
248
ἐκ κεφαλῆς ἐλάφοιο· φύει γε μὲν οὔ ποτε κόρση
249
πέτρην, ἀλλ' ἔμπης πέλεται κρατερὴ τό γε πέτρη.
250
Οὐδέ κεν ἂν γνοίης, κέρας ἀτρεκὲς ἢ λίθος ἐστί,
251
πρίν κέ μιν ἀμφαφόων εὕρῃς νημερτέα λᾶαν.
252
Αἰεί τοι θήσει λασίην ἐπὶ κράατι λάχνην,
253
εἰ καὶ ψεδνοκάρηνος ἔοις· εἰ γάρ μιν ἐλαίῳ
254
τριβόμενος χρίοις κροτάφους πάντ' ἤματα σεῖο
255
αἶψ' ἁδιναὶ περὶ βρέγμα τεὸν τρίχες ἀνθήσουσι.
256
Πρωτόγαμον δ' αἰζηὸς ἄγων ἐς δέμνια κούρην
257
τερπωλῆς ἐρατῆς ἐπιμάρτυρα τόνδε φέροιτο
258
λᾶαν· ὃ δ' ἀρρήκτοισιν ὁμοφροσύνῃσιν ἅμ' ἄμφω
259
ὕστατον ἐς γῆρας καὶ ἐς ἤματα πάντα καθέξει.
260
Ποιμένι δ' ἀγραύλων ταύρων, Διὸς αἰγιόχοιο
261
υἱέϊ κισσοχίτωνι, λίθον καταθύμιον εἶναι
262
βάρβαρον ἀγγέλλω, Συριηγενέος κελαδεινοῦ
263
ὕδασιν Εὐφρήταο διαινόμενον <ζαμίλαμπιν·>
264
ὅς τοι φυταλιῆς ἕνεκεν ῥέξαντι θυηλὰς
265
κλήμασιν αὐτίκα σεῖο φερεσταφύλοισιν ἀλωὴν
266
ἀμφιέσας, πολλόν τοι ἀφύσσασθαι μέθυ δώσει.
267t
{[ἴασπις]}
267
Καὶ γλαφυρὴν κομίσας ἐαρόχροον αἴ κεν <ἴασπιν>
268
ἱερά τις ῥέζῃ, μακάρων ἰαίνεται ἦτορ,
269
καί οἱ καρφαλέας νεφέλαις κορέσουσιν ἀρούρας·
270
ἥδε γὰρ αὐχμηρῇσιν ἄγει πολὺν ὄμβρον ἀρούραις.
271
<Λύχνι,> 〈σὺ〉 δ' ἐκ πεδίου ῥόθιόν τ' ἀπόεργε χάλαζαν
272
ἡμετέρου καὶ κῆρας, ὅσαι στιχόωνται ἐπ' ἀγρούς·
273
καί σε γὰρ ἀθανάτων φιλέει νόος, ἐκ δ' ἄρα βωμῶν
274
ἠΰτε περ κρύσταλλος ἄνευ πυρὸς ἐκ φλόγα πέμπεις·
275
ἐν δέ σοι ἀντίπαλον κεῖται μένος· ὁππότε δὴ πῦρ
276
νηδὺν ἀμφιέσῃσιν ἐνιπλείοιο λέβητος,
277
ψυχρὸν ἐπειγομένοιο πυρὸς μένει ἔνδοθεν ὕδωρ·
278
εἰ δέ τις ἐν ψυχρῇσι λίπῃ κονίῃσι λέβητα,
279
παφλάζει κρατεροῖο κυκώμενον ἔνδοθι χαλκοῦ.
280t
{[τόπαζος]}
280
Ἐσθλοὶ δ' αὖτ' ἐπὶ τοῖσι καὶ ὑαλοειδέες εἶναι
281
κλείονται θνητοῖσι θυηπολέουσι <τόπαζοι.>
282t
{[ὀπάλλιος]}
282
Φημὶ δέ τοι τέρπειν καὶ <ὀπάλλιον> οὐρανίωνας
283
ἀγλαόν, ἱμερτοῦ τέρενα χρόα παιδὸς ἔχοντα·
284
καί ἑ καὶ ὀφθαλμοῖσιν ἀοσσητῆρα τετύχθαι.
285
Καὶ πίτυος δακρύοισι λίθου μένος <ὀψιανοῖο>
286
καὶ σμύρνην μίσγειν εὐώδεα καὶ φολίδεσσιν
287
ἀργυφέαις <λεπιδωτὸν> ἀποστίλβοντα κελεύω.
288
Αὐτίκα γάρ τοι ταῦτα πυρὸς καθύπερθε πάσαντι
289
ἀθάνατοι δώσουσι θεοπροπίας ἀγαθῶν τε
290
ἐσσομένων λυγρῶν τε· καὶ εἴσεαι ἅσς' ἐθέλῃσθα.
291
καὶ νεύρων ἀλεγεινὰ πάθη <λεπιδωτὸς> ἀμύνει.
292
Δοιὼ δ' Ἠελίου <χρυσότριχε> λᾶε πέλονται,
293
ἄμφω θεσπεσίω· θάμβος δέ τοι ἔσσετ' ἰδόντι.
294
Ἀμφοτέροις ἀκτῖνες ἐτήτυμοι ἐμπεφύασιν,
295
ὀρθαί, λαμπετόωσαι· ἰδεῖν γε μὲν οἷον ἔθειραι,
296
εἶδος δέ σφι λίθων ἄλλων· τὸν μέν τε νοήσεις
297
κρύσταλλον λευκήν· εἰ δ' οὐκ ἔχεν ἔνδον ἐθείρας,
298
κρύσταλλός κεν ἔην· ὃ δὲ χρυσολίθῳ δέμας ἄντην
299
εἴκελος εἰσιδέειν· εἰ δ' οὐκ ἔχεν οὐδ' ὅ γ' ἐθείρας
300
χρυσόλιθός κεν ἔην· ἀτὰρ ἐσθλώ φημι τετύχθαι.
301
Ἐν γάρ σφιν μέγα δή τι φερέσβιος ἔμβαλε πνεῦμα
302
Ἠέλιος, ῥέζειν ἐρικυδέας αὐτίκα φῶτας
303
σεμνοτέρους τ' ἰδέειν· καί τοι σέβας ἔσσεται αὐτῶν.
304
Αἶψα γὰρ ἡρώων σφιν ἐπέρχεται εἶδος ἀγαυόν,
305
οἵ κε θεοῦ μέγα δῶρον ἐπισταμένως φορέωσι.
306t
{[μαγνῆτις]}
306
Τόλμα δ' ἀθανάτους καὶ ἐνηέϊ μειλίσσεσθαι
307
<μαγνήσσῃ>· τὴν δ' ἔξοχ' ἐφίλατο θούριος Ἄρης,
308
οὕνεκεν, ὁππότε κεν πελάσῃ πολιοῖο σιδήρου,
309
ἠΰτε παρθενικὴ γλαγερόχροα χερσὶν ἑλοῦσα
310
ἠΐθεον στέρνῳ προσπτύσσεται ἱμερόεντι,
311
ὣς ἥ γ' ἁρπάζουσα ποτὶ σφέτερον δέμας αἰεὶ
312
ἂψ πάλιν οὐκ ἐθέλει μεθέμεν πολεμιστὰ σίδηρον.
313
Ἤτοι μέν μίν φασι καὶ Ἠελίοιο πέλεσθαι
314
ἀμφίπολον κούρης, ὅτε κεν θέλγητρα παλύνῃ·
315
καί μιν ὑπέρθυμος τεκεοκτόνος Αἰήταο
316
κύδηνεν κούρη πολυμήχανος. Αὐτὰρ ἔγωγε
317
σῆς ἀλόχου κέλομαί σε δαήμεναι, εἰ ἕθεν ἁγνὸν
318
ἀνδρὸς ἀπ' ἀλλοτρίοιο λέχος καὶ σῶμα φυλάσσει.
319
Ἐς γάρ μιν κομίσας, ὑπὸ δέμνια κάτθεο λάθρῃ,
320
χείλεσιν ἀείδων θελξίμβροτον ἀτρέμας ᾠδήν·
321
ἣ δὲ κατακνώσσουσα καὶ ἡδέϊ περ μάλ' ἐν ὕπνῳ,
322
ἀμφὶ σε χεῖρ' ὀρέγουσα ποτιπτύσσειν μενεαίνει·
323
εἰ δέ ἑ μαχλοσύνῃσιν ἐλαύνοι δῖ' Ἀφροδίτη,
324
ὑψόθεν ἐς γαῖαν τετανύσσεται ἐκπροπεσοῦσα.
325
Καὶ δοιὼ μάγνησσαν ἀδελφειὼ φορεόντων,
326
θυμὸν ἀπειρεσίης φυγέειν ἔριδος ποθέοντε·
327
καὶ λαοὺς ἀγορήνδε συναγρομένους ὀπὶ καλῇ
328
θέλξεις ἐν στήθεσσιν ἄγων μελιηδέα πειθώ.
329
Καί τοι πολλά κεν ἄλλα δυνησόμενος καταλέξαι
330
θέσκελα τοῖο λίθοιο, τί τοι πλέον οὐρανιώνων
331
φθέγγωμαι; Τῶν αἶψα καὶ ὑψόθι περ μάλ' ἐόντων
332
ἦτορ ἐπιγνάμπτει καὶ ἐφέλκεται, ὄφρα κε σεῖο
333
ὦκα μάλ', ὥστε τοκῆες, ἐέλδωρ ἐκτελέσωσιν.
334
Ἀλλ' ἤτοι τάδε μὲν καὶ ἐπαυτίκα πειρηθῆναι
335
πάντα μάλ' ὅσς' ἀγόρευσα, παρέσσεται, εἴ κ' ἐπὶ βωμὸν
336
ἔλθωμεν· καὶ γάρ τοι ἐπισπόμενός μοι ὅ γ' ἀνὴρ
337
ὤμοισι κρατεροῖσι λίθων φέρει αἰόλον ὕλην.
338
Νῦν δ' ἐπεὶ ἀτραπιτοῖο πολὺ πλέον ἄμμι λέλειπται,
339
σεῖο δ' ἔτι κραδίην κλονέει μέγα δέργμα δράκοντος,
340
μάνθανε καὶ δολιχῶν ὄφεων μὴ δειδέμεν ἰούς·
341
τρῖψαι γὰρ λεπτὴν ὀφιήτιδα κέκλεο πέτρην,
342
ἤν ποτέ τις κρατεροῖσι πεπαρμένος ἔλθῃ ὀδοῦσι,
343
καί μιν ἐφ' ἕλκεϊ πάσσε· καὶ ἀτρεκὲς ἔσσετ' ὄνειαρ.
344t
{[ὀστρίτης]}
344
Σὺν δὲ καὶ <ὀστρίτην> οἴνῳ λίθον ἐντρίψαντας
345
ἀκρήτῳ κέλομαι πίνειν ὀδυνήφατον εἰδώς.
346
Καὶ σέο, δαιμονίη, μεμνήσομαι αὐτίκα, πέτρη,
347
αὐτοκασιγνήτη πολιῆς καὶ ὁμώνυμ' ἐχίδνης·
348
ἥ ῥά ποτ' εἰναετῆ λώβην ἀμενηνὸν ἔθηκας
349
ῥίμφα Φιλοκτήταο Μαχαονίης ὑπὸ τέχνης.
350
Οὐ μέν πως κείνην Ποιάντιος ἔλπετο θυμῷ
351
νοῦσον ὑπεκφεύξεσθαι ἀταρτηρήν, ποθέων περ·
352
ἀλλ' ὅ γ' ἀλεξικάκοιο μαθὼν παρὰ πατρὸς ἀρωγήν,
353
λᾶαν, ὅτις κ' ἀκέοιτο, βαλὼν ἔπι φάρμακα μηρῷ,
354
σεῦεν ἐπὶ Τρώεσσιν Ἀλεξάνδροιο φονῆα·
355
τόν ῥα μεθ' ὑσμίνην ἥκειν ποσὶν ἀρτεμέεσσι
356
Πριαμίδης Πάρις αὐτός, ἀποθνῄσκων περ, ἀπίστει.
357
Ἔκτανε δ' ἠπεροπῆα Πάριν Ποιάντιος ἥρως,
358
κεκλομένου Δαναοῖς Ἑλένου Τροίηνδε κομίσσαι
359
λοιγὸν ἀδελφειοῖο μιαιφόνον ἐκ Λήμνοιο.
360
Τῷ γὰρ Ἀπόλλων Φοῖβος ἔχειν λίθον αὐδήεντα
361
δῶκε, <σιδηρίτην> νημερτέα· τόν ῥα βροτοῖσιν
362
ἥνδανεν ἄλλοισιν καλέειν ἔμψυχον ὀρείτην,
363
γυρόν, ὑπότρηχυν, στιβαρόν, μελανόχροα, πυκνόν·
364
ἀμφὶ δέ μιν κύκλῳ περί τ' ἀμφί τε πάντοθεν ἶνες
365
ἐμφερέες ῥυτίδεσσιν ἐπιγράβδην τανύονται.
366
Ἤματα μὲν τρί' ἐφ' ἑπτὰ βίην Ἑλένοιο πέπυσμαι
367
θηλυτέρης τε λέχος φεύγειν καὶ κοινὰ λοετρά,
368
καὶ μίμνειν ἀμίαντον ἐδωδῆς ἐμψύχοιο·
369
ἀενάῳ δ' ἐνὶ πέτρον ἐχέφρονα πίδακι λούων,
370
φάρεσιν ἐν λιπαροῖσιν, ἅτε βρέφος, ἀλδήσασκε,
371
καὶ θεὸν ὣς ἐπ' ἀρῇσιν ἀρεσσάμενος θυσίῃσι
372
λᾶαν ὑπερμενέεσσιν ἀοιδαῖς ἔμπνοον ἔρδεν.
373
Ἐν καθαρῷ δὲ φάος μεγάρῳ λύχνοισιν ἀνάπτων,
374
χερσὶν ἑαῖς ἀτίταλλε θεουδέα πέτρον ἀείρων,
375
μητέρι νήπιον υἱὸν ἐοικὼς δὴ〈ν〉 κατεχούσῃ.
376
Καὶ σὺ δ', ἐπὴν ἐθέλῃς ὄπα δαιμονίην ἐπακοῦσαι,
377
ὧδ' ἔρδειν, ἵνα θαῦμα μετὰ φρεσὶ σῇσι δαείης·
378
ὁππότε γάρ μιν πάγχυ κάμῃς ἐνὶ χείρεσι πάλλων,
379
ἐξαπίνης ὄρσει νεογιλοῦ παιδὸς ἀϋτήν,
380
μαίης ἐν κόλπῳ κεκληγότος ἀμφὶ γάλακτι.
381
Χρὴ δέ σε τετληῶτι νόῳ 〈ἔνι〉 αἰνέμεν αἰεί
382
μή πως ἠπεδανοῖο λυθεὶς ὑπὸ δείματος ἔξω
383
ἐκ χειρῶν οὖδάσδε βαλὼν χόλον αἰνὸν ὀρίνῃς
384
ἀθανάτων. Τόλμα δὲ θεοπροπίην ἐρεείνειν·
385
πάντα γὰρ ἐξερέει νημερτέα. Καί μιν ἔπειτα
386
πλησίον ὀφθαλμῶν, ὅτε κεν λήγῃσι, πελάσσας,
387
δέρκεο· θεσπεσίως γὰρ ἀποψύχοντα νοήσεις.
388
Τῷδε μὲν Ἀτρείδῃσιν ἁλώσιμον ἔφρασε πάτρην
389
Λαομεδοντιάδης, φοιβήτορι λᾶϊ πιθήσας.
390
Σοὶ δέ τι καὶ σθένος ἄλλο σιδηρίταο πιφαύσκω·
391
ἑρπετὰ γὰρ δὴ πάμπαν ὑποτρομέοντι ἔοικας.
392
Σεῖο δ' ἔχεν πολὺ μεῖζον ἀκοιμήτοιο νόοιο
393
δεῖμα Φιλοκτήτης, μεμνημένος αἰὲν ἐχίδνης.
394
Τοὔνεκα Πριαμίδαο σαόφρονος οὔ ποτε νόσφιν
395
ἤθελεν ἔρχεσθαι, γουνούμενος, ὄφρα τιν' εἴπῃ
396
θαλπωρήν, εἴ πέρ ποτ' ἐπὶ χθόνα μητέρα θηρῶν
397
ἔρχηται, πῶς κεν πολιὸν γένος ἐκπροφύγῃσι.
398
Τῷ δ' ὅ γε Λητοΐδην ἐπέων ἐπιμάρτυρα Φοῖβον
399
κικλήσκων ἀγόρευε, τὰ δὴ νῦν σοι καταλέξω.
400
Εὖτέ με παῖδ' ἐδίδασκεν Ἀκειρεκόμης ἀγορεύειν
401
μαντοσύνας, μέγαν ὅρκον ἐκέκλετο πρῶτον ὀμόσσαι,
402
ψευδέα μή ποτε μῦθον ἐνισπέμεν ἀνθρώποισι.
403
Τοὔνεκεν ἀτρεκέως μάλα τοι ἐρέω τὰ ἕκαστα.
404
Φράζεο νῦν, ἥρως ἑκατηβόλε, μῦθον ἐμεῖο.
405
Αὐτὴ γαῖα μέλαινα πολυκλαύτοισι βροτοῖσι
406
τίκτει καὶ κακότητα καὶ ἄλγεος ἄλκαρ ἑκάστου·
407
γαῖα μὲν ἑρπετὰ τίκτε, τέκεν δ' ἐπὶ τοῖσιν ἀρωγήν·
408
ἐκ γαίης δὲ λίθων πάντων γένος, ἐν δ' ἄρα τοῖσι
409
κάρτος ἀπειρέσιον καὶ ποικίλον· ὅσσα δύνανται
410
ῥίζαι, τόσσα λίθοι· μέγα μὲν σθένος ἔπλετο ῥίζης,
411
ἀλλὰ λίθου πολὺ μεῖζον· ἐπεὶ μένος ἄφθιτον αἰεὶ
412
γεινομένῳ μήτηρ καὶ ἀγήραον ἐγγυάλιξεν·
413
ἣ δὲ καταθνήσκει τε, μινυνθάδιον θαλέθουσα,
414
καὶ τόσον αὐτῆς καρπός, ἐφ' ὁππόσον ἔμπνοός ἐστιν·
415
εἰ δέ κ' ἀποπνεύσῃ, τίς ἔτ' ἐλπωρὴ παρὰ νεκρῆς;
416
Ἐν μὲν δὴ βοτάναις ἄγυριν λυγρῶν τε καὶ ἐσθλῶν
417
δήεις, ἐν δὲ λίθοις ἄτην οὐ ῥεῖά κεν εὕροις.
418
Ἤτοι ὅσαι βοτάναι, τόσσοι λίθοι. Ἀλλὰ σύ γ' ἥρως,
419
λᾶϊ σιδηρίτῃ πεφυλαγμένος, ἑρπετὰ πάντα
420
θαρσαλέως, εἰ καί τοι ὁμιλαδόν ἀντιόωσιν,
421
ἔρχεσθαι διὰ μέσσα, κελαινῆς οὐκ ἀλεγίζων
422
λώβης· οὐ γὰρ ἔτι σφι θέμις μεμνῆσθαι ὀδόντων,
423
οὐδ' εἴ κεν στείχοντος ἐνιχρίμπτοιντο πόδεσσιν.
424
Οὐδὲ γὰρ οὐδὲ μένειν περ ἔτι προφανέντα δύνανται,
425
ἀλλὰ μετά σφισι θάμβος, ἐλαυνομένοισι δ' ὁμοῖα
426
ἔσσυνται· τὰ δὲ καί περ ἐναντίον ἀΐξαντα,
427
ἂψ ὀπίσω παλίνορσα μεθερπύζειν μενεαίνει·
428
καί σφισιν ἐξαπίνης ῥόθος ἵσταται, οὐδέ τι πρόσσω
429
νίσσεται, ἀλλ' ὀρέγοντα πέλας περιμήκεα δειρὴν
430
γλώσσῃσιν μεμάασι περισσαίνειν σκύλακες ὥς.
431
Πολλάκι καὶ κατέδαρθε δαφοινῶν ἄγχι δρακόντων
432
ἀμφὶ κυνηγεσίῃσι μένων ἐν τάρφεσιν Ἴδης
433
θηρητὴρ Εὔφορβος ἀρωγῇ τῇδε πεποιθώς.
434
Δῶκα γὰρ ἀντομένῳ λίθον ἱερόν· οὐδέ ποτ' αὐτῷ
435
ἐκ μάλα περ πολλῶν ἐλθεῖν κατεναντίον ἔτλη.
436
Τέρπετο δ' Εὐφόρβῳ περικαλλέϊ φέρτατος ἀνδρῶν
437
αἰχμητὴς Μελάνιππος, ἀνεψιὸς ἐσθλὸς ἐμεῖο,
438
εἶδος ἀμώμητον καὶ 〈ἐπ'〉 εἴδεϊ κάρτος ἄρειον
439
αἰζηοῦ ποθέων δουρικλυτοῦ, εὐπλοκάμοιο.
440
τοὔνεκα καὶ μετὰ θῆρας ἀλωμένου οὔ ποτε νόσφιν
441
ἔσθενεν Εὐφόρβοιο μένειν Ἱκετάονος υἱός·
442
ἀλλ' αἰεὶ λασίοισιν ἐν οὔρεσιν ἀντιθέοιο
443
καγχαλόων κούροιο μετ' ἴχνια σύν τε κύνεσσιν
444
ἕσπετο σύν θ' ἑτάροις ἔθελέν τέ οἱ οἶος ἕπεσθαι.
445
Ἦ μέν κέν μιν πολλὰ πατὴρ μενέαινεν ἐρύκειν,
446
ἀσχαλόων ἑὸν υἷα φίλον θήρεσσι μάχεσθαι·
447
καὶ Πριάμοιο βίη μιν ἐρήτυεν· οὐδ' ὅ γε θυμῷ
448
πείθετο. Τίς κ' ἐθέλεσκε τότ' Εὐφόρβοιο λιπέσθαι;
449
Ῥεῖά γε μὴν ἀέκοντα μέλας ἠρύκακεν ὕδρος,
450
νέρθεν ὑπὸ κνήμην ὀλεσίμβροτον ἰὸν ἐλάσσας·
451
τὸν μὲν ἔπειτ' ὀλοὴ νόσος ἔλλαβεν, οὕνεκ' ἔμελλεν
452
αὖθι λελείψεσθαι, τό ῥά μιν καὶ μᾶλλον ἔτειρεν.
453
Οἰκτείρων δ' ὀρέγοντα χέρας ποτὶ γούνατ' ἐμεῖο,
454
αὐτοῦ τοῦδε λίθοιο διατρίψαντα κέλευσα
455
λεπταλέην ἄχνην ἐπιπασσέμεν ἕλκεϊ λυγρῷ·
456
καί ῥα μάλ' αὐτίκα φῶτα κραταιὴ κάλλιπε νοῦσος.
457
Τοῖον γαῖα βροτοῖσιν ἀρηγόνα τίκτεν ὀρείτην,
458
ὅστε καὶ οὐταμένοις ἄκος ἡρώεσσι κομίζει
459
καὶ στείρῃσι γυναιξὶ τεκεῖν φίλα τέκνα δίδωσι.
460
Ποικίλα γὰρ θνητοῖσι λίθους ἔρδειν ἀγορεύω.
461
Ὡς καὶ ἑῆς ποτε μητρὸς Ἀβαρβαρέης ἐπακούσας,
462
ἀνδρῶν εὖ μάλα νοῦσον ἐπισταμένης ἀκέσασθαι,
463
Βουκολίδης Εὔφορβος ἀγαυοῦ φάσκεν <ὀφίτου>
464
φάρμακα μὴ μούνων ὄφεων κατένωπα δύνασθαι,
465
ἀλλὰ καὶ ὀφθαλμοῖσι φέρειν φάος ἠδὲ βαρεῖαν
466
ἐκ κεφαλῆς ἕλκειν ὀδύνην· ἤδη δέ τιν' ἀνδρῶν
467
οὔασι δηθύνοντα καθήρας ὤπασεν αἶψα
468
καὶ δὴ καὶ λεπτῆς ἐριήκοον ἔμμεν ἀϋτῆς.
469
Ἤδη καί τινα φῶτα χόλῳ χρυσέης Ἀφροδίτης
470
ἔργα πρὸς ἱμερόεντα γάμων ἀμενηνὸν ἐόντα
471
μεμνῆσθαι φιλότητος ἀκεσσάμενος προΐαλλεν.
472
Ἐν πυρὶ δ' εἴ κε βάλῃς μιν, ὀδωδὴν ἑρπετὰ τοῖο
473
φεύξεται, οὐδ' ἔτι πω μενέει σχεδόν, οὐδ' ἐνὶ χειῇ.
474t
{[γαγάτης]}
474
Φεύγει καὶ κνίσσῃσι <γαγάτην> ὀρνυμένῃσι,
475
τείροντα θνητοὺς ἐχεπευκέϊ πάντας ἀϋτμῇ.
476
χροιὴν δ' αἰθαλόεις, πλατύς, οὐ μέγας ἔπλετ' ἰδέσθαι,
477
καρφαλέῃ δ' ἴκελον πεύκῃ φλόγα δῖαν ὀρίνει.
478
ἀλλ' ὀλοὸν ποτὶ ῥῖνας ἄγει μένος· οὐδέ τι φῶτες
479
λήσονθ' ὧν κ' ἐθέλοις ἱερὴν ἀπὸ νοῦσον ἐλέγξαι.
480
Γνάμπτει γάρ σφεας αἶψα χαμαὶ προπρηνέας ἕλκων·
481
οἳ δ' ἄρ' ὑπὸ σφετέρου πεπαλαγμένοι ἀφλοισμοῖο
482
στρωφῶντ' ἔνθα καὶ ἔνθα κυλινδόμενοι κατὰ γαῖαν.
483
Τοῖσι δέ χωομένη φρένα τέρπεται, ὁππότ' ἴδῃσι
484
πήματα πάσχοντας κεραὴ πόδας ὠκέα Μήνη.
485
Θηλυτέρη δ' εἴ κεν πολυφάρμακον ἀμφιβεβῶσα
486
καπνὸν ὑπὸ σπλάγχνοισιν ἀναΐσσοντα δέχηται,
487
ἀθρόος ἔνδοθεν ὦκα μέλας καταλείβεται ἰχώρ,
488
ὅστε γυναικοφόνος νεάτῃ μίμνων ἐνὶ γαστρὶ
489
κέκληται. Τότε δ' αὐτὸν ὑπὸ πνοιῇσι λίθοιο
490
δερκομένη γάνυταί τις ἑῆς θολὸν ἐκβλύζοντα
491
νηδύος· ἐκ γὰρ νοῦσον ἀπειρεσίην ἀλεείνει.
492
Ἄλλα τε πόλλ' ἐπὶ τοῖσι γαγάτην θέσκελα ῥέζειν
493
οἶδα· σὲ δὲ κνίσσῃσιν ἐλαύνων ἑρπετὰ τέρψει.
494t
{[σκορπίος]}
494
Σκορπίε, σεῖο δὲ λᾶαν ὁμώνυμον ἔμμεναι ἥρως
495
ἀγλαὸς Ὠρίων οὐκ ἔκλυεν· ἦ γάρ, ὀΐω,
496
πικρῇσιν τότε γυῖα πεπαρμένος ἀμφ' ὀδύνῃσι,
497
μᾶλλον σφωϊτέρων κεν ἔχειν ἐθέλεσκέ μιν ἄστρων.
498t
{[κορυφώδης]}
498
Οὐδ' ὅ γε <κορσήεντα> λίθον κλύεν, οὕνεκα μιχθεὶς
499
δριμέϊ σὺν σκορόδοιο καρήατι, τοξευτῆρα
500
ἠπεδανῶν ὤκιστα βελέμνων σκορπίον εἴργει.
501
Τὸν μὲν ἐγὼ κόρσῃ μάλ' ἐοικότα φημὶ βροτείῃ
502
παύειν, ὀξυτάτῳ τετριμμένον ἄμμιγα Βάκχῳ,
503
ἀμφίπολον θανάτοιο κελαινῆς ἀσπίδος ἰόν.
504
Μέτρῳ δ' ὅς κεν ἴσῳ μίξῃ ῥοδόεντος ἐλαίου,
505
κόψας ἐκ πυρὸς ὀπτόν, ἐν αὐχενίαις ὀδύνῃσιν
506
ἄλκαρ ἄγει· μέλιτος δὲ μέτα γλυκεροῖο κερασθεὶς
507
ὕδατος ἀτηρὴν ὀλέκει κατὰ γαστέρος ἰλύν,
508
ἥ τε καταΐγδην ὑπὸ νέρτερα νηδύος ἀνδρῶν
509
δυομένη φέρει ὄγκον ἀεικέα βουβώνεσσιν.
510t
{[κουράλιον]}
510
Ἴσθι δ' ἀμαλδύνειν σκορπήϊα κέντρα δύνασθαι
511
καὶ Περσηϊάδαο μένος μέγα <κουραλίοιο>
512
ἠδὲ παλαμναίην ἀνεμώλιον ἀσπίδα θεῖναι.
513
Τοῦδε δέ μοι πάντων περιώσιον, ὅσσα φύονται,
514
Φοῖβος ἀκειρεκόμης φύσιν ἔμμεναι ἐξ ἑτέροιο
515
μυθεῖτ' εἰς ἕτερον στρωφωμένου εἶδος· ὅ τίς τοι
516
ψεῦδός κεν φαίη· τὸ δ' ἐτήτυμον οἶδα τετύχθαι.
517
Χλωρὴ γὰρ βοτάνη πρῶτον φύει, οὐδ' ἐνὶ γαίῃ,
518
ἥν γε φυτῶν ἴσμεν στερεὴν τροφόν, ἀλλ' ἐνὶ πόντῳ
519
ἀτρυγέτῳ, ἵνα φύκι', ἵνα βρύα γίνετ' ἐλαφρά.
520
αὐτὰρ ἐπεί κ' ἔλθῃσι μαραινομένη ποτὶ γῆρας,
521
ἤτοι μέν οἱ φύλλα περιφθινύθουσιν ὑφ' ἅλμης·
522
αὐτὴ δ' ἐν βένθεσσιν ὑπὸ φλοίσβοιο θαλάσσης
523
νήχεται, ὄφρα ἑ κύματ' ἀποπτύσῃ αἰγιαλόνδε.
524
Ἔνθα δ' ἄρ' ἐξαπίνης μιν ἀναπλησθεῖσαν ὑπ' αἴθρην
525
βάζους', οἵ περ ἴδοντο, κρατυνομένην ὁράασθαι.
526
Δηρὸν δ' οὐ μετέπειτα πάγῳ περιπαχνωθεῖσα
527
πετροῦται, καὶ χερσὶν ἐν ὀκριόεντα τεῇσιν
528
ἀμφαφάεις λίθον, ὃς πρὶν ἔχων ὑγρὸν δέμας ἦεν.
529
Σχῆμα μὲν οὖν βοτάνης ἔτι οἱ μένει, οἷον ἔην περ,
530
οἵ τε κλάδοι, ὅσα τέ σφιν ἀκρόδρυα προσπεφύασιν,
531
ἥ τέ οἱ ἐβλάστησε καὶ ἐτράφη εἰν ἁλὶ ῥίζα,
532
φλοιός θ' ὅσπερ ἔην· φλοιὸς δέ γε λάϊνός ἐστι.
533
Τερπωλὴ δ' ἡδεῖα θεωμένου ἐς φρένα σεῖο
534
βήσετ'· ἐγὼ δ' οὐκ οἶδα τί μοι θέλγητρον ἰδόντι
535
αἰὲν ἐπὶ πραπίδας καταλείβεται· οὐδὲ δύνανται
536
ὄσσε κορεσθῆναι θηευμένου, ἀλλά με θάμβος
537
σεύεται ἐν στέρνοισιν ὀϊόμενον τέρας εἶναι·
538
καί οἱ πιστεύων περ ἔολπά μιν εἶναι ἄπιστον.
539
Ἀλλ' οὐ Γοργείην μὲν ἐτώσιος ἀνθρώποισι
540
σμερδαλέην κεφαλὴν φάτις ἔμμεναι· οὐδ' ἄρα Περσεὺς
541
ὠκυπέτης πέλεται ψευδὲς τέρας ἡγήσασθαι.
542
Γοργόνα γὰρ Περσῆϊ δρακοντοέθειραν ἀκούεις
543
Ἄτλαντος νεάτοισιν ὑπὸ κρημνοῖσι δαμῆναι,
544
παρθένον ἀργαλέην, ἐρεβώπιδα, κῆρα μέλαιναν
545
ἀνθρώπων, οἷσίν κεν ἐπ' ἀνδροφόνω βάλεν ὄσσε·
546
οἵ μιν δεῖμα πέλωρον ἀάσχετον ἀθρήσαντες
547
αἴσῃ λαϊνέῃ τεθνηότες ἑστήκασι.
548
Τὴν δ' οὔτ' εὐρύστερνος ἐναντίον Ἀτρυτώνη
549
δέρκεσθαι μενέαινεν, ἀδείμαντός περ ἐοῦσα,
550
οὔτε κασιγνήτῳ κέλετο, κρατερόφρονι φωτί,
551
χρυσογόνῳ Περσῆϊ φονευομένην περ ἰδέσθαι,
552
ἀλλὰ δόλῳ θήρειον ἀφήρπασεν αὐχένα κούρης,
553
ἦκα μάλ' ἐξόπιθεν γαμψώνυχον οὐ προϊδούσης
554
ἀμφιβαλὼν ἅρπην Κυλληνίδα λευκανίῃσι.
555
Τῆς δ' ἄρα καὶ φθιμένης περ ὀλέθριος ἔσκεν ὀπωπή,
556
καὶ στυγεροῦ Κρονίδαο μολεῖν ὑπὸ δῶμα κελαινὸν
557
πολλοῖς αἴσιμον ἔπλετ' ἐναιρομένοις ὑπὸ νεκρῆς.
558
Αλλὰ τότ' αἰλιαλόνδε φόνῳ πεπαλαγμένος ἥρως
559
ἐλθών, εἰσόκε λύθρον ἀποπλύνειε θαλάσσῃ,
560
θερμὴν ἐξ ὁμάδου κεφαλὴν ἔτι καὶ τρομέουσαν
561
Γοργείην κατέθηκεν ἐπὶ χλοεραῖς βοτάνῃσιν.
562
Ὄφρα δ' ὅ γ' ἐν δίνῃσιν ἀναψύχεσκε θαλάσσης,
563
στείχων ἔκ τ' ὀλοοῖο πόνου δολιχῆς τε κελεύθου,
564
τόφρα δὲ πορφυρέοιο διαινόμενοι κορέσαντο
565
αἵματος οἵ ῥα κέχυντο χαμαὶ ὑπὸ κράατι θάμνοι.
566
Ἀμφὶ δ' ἄρα σφίσιν αἶψα θοαὶ πόντοιο θύγατρες
567
λύθρον ἐπεσσύμεναι θάμνοις περιπήγνυον αὖραι·
568
πήγνυτο δ' ὥστε σε πάγχυ λίθον στερεὴν ὀΐσασθαι·
569
οὐδ' ἔτ' ἔην ὀΐσασθαι, ἐπεὶ στερεὴ λίθος ἦεν.
570
Ἐκ δ' ὄλεσεν βοτάνης ὑγρὸν δέμας· ἀλλὰ καὶ ἔμπης
571
ὀλλυμένης πάμπαν βοτάνης οὐκ ὤλεσεν εἶδος.
572
Τὴν μὲν ἄρα χροιὴν ἐξ αἵματος ἔσχεν ἐρυθρήν,
573
ἀμφασίη δ' ἥρωα λάβε θρασύν, ὡς ἐνόησεν
574
ἐξαπίνης μέγα θαῦμα· τὸ καὶ πέλας αἶψα κιοῦσα
575
διογενὴς πολύμητις ἐθαύμασεν Ὀβριμοπάτρη.
576
Θῆκε δ', ἀδελφειοῦ κλέος ἄφθιτον ὥς κε πέλοιτο,
577
αἰεὶ κουράλιον προτέρην φύσιν ἀλλάσσεσθαι.
578
Ἐν δὲ βίην οἱ δῶκεν ἀπειρεσίην Ἀγελείη,
579
φῦλα φυλασσέμεναι κρυερὴν ἐς δῆριν ἰόντα,
580
ἢ δολιχὴν ἕρπων ἐς ἀταρπιτὸν εἴ μιν ἔχει τις,
581
ἢ περόων ἅλα δῖαν ἐϋσσέλμῳ ἐνὶ νηΐ.
582
Καὶ γὰρ Ἐνυαλίοιο θοὸν δόρυ μαινομένοιο
583
καὶ λόχον ἀνδροφόνων φεύγειν ἄπο ληϊστήρων,
584
καὶ πολιὸν Νηρῆα κυκώμενον ἐξυπαλύξαι
585
ἐσθλὴ κουραλίοιο βίη θνητοῖσιν ὀπάσσει.
586
Γλαυκὴν δ' ἐγρεκύδοιμον ἀταρβέα Τριτογένειαν
587
σφωϊτέρων καμάτων ἐπαμύντορα κικλήσκουσι.
588
Φάρμακα δ' ὅσσα πέλονται ἀτάσθαλα καὶ κατάδεσμοι
589
ἀραί τ' ἀγνάμπτοισιν Ἐριννύσι πάγχυ μέλουσαι,
590
εἴτε μύσος κεύθων οἰκοφθόρον οὐκ ἐνόησεν
591
ἀνήρ, εἴθ' ὅσα λύματ' ἐπὶ σφίσιν ἠδ' ἐπαοιδὰς
592
σχέτλιοι ἀλλήλοισι μεγαίροντες τελέουσιν,
593
πάντων ἀντίλυτρον δήεις κρατερώτατον εἶναι.
594
Κόψας δὲ σπείρειν ξανθῇ Δημήτερι μίσγων,
595
καί τοι λοιγὸν ἅπαντα τεῆς ἀπάτερθεν ἀρούρης
596
αὐχμούς τ' ἐξελάσει σταχύων γλάγος ἐκπίνοντας
597
ἀτηρήν τε χάλαζαν, ἀπειρεσίοισι βελέμνοις
598
ἀγρῷ τραῦμα φέρουσαν ἀμήχανον ἐξακέσασθαι.
599
Βρωτήρων τ' ἐπὶ τοῖσι γένος πάντων ἀλαπάξει,
600
εὐλάς τε κάμπας τε καὶ αἰθερίην ἐρυσίβην,
601
ἥ τε κατ' οὐρανόθεν πταμένη ποτὶ καρπὸν ἐρυθρὴ
602
ἀμφὶ περὶ σταχύεσσι περισμύχουσα κάθηται.
603
Ἔκ τε μυῶν ἀγέλας, ἔκ τ' ἀκρίδος ἄπλετον ἔθνος
604
ῥαίσει, καὶ Κρονίδαο παραΐσσουσι κεραυνοί,
605
παιδὸς ἑοῦ κλέος ἔρξαι ἐτώσιον ἁζομένοιο.
606
Κεῖνο πολὺ πρώτιστον ἀνερχόμενος περάτηθεν
607
κουράλιον θνητοῖσι φέρων πόρεν Ἀργεϊφόντης.
608
τύνη δ' ἀκρήτοιο μετ' οἴνου πινέμεν αἰεὶ
609
μέμνεο πευκεδανῆς ἕνεκ' ἀσπίδος, ὥσπερ ἔειπον.
610t
{[ἀχάτης]}
610
Καὶ πολυειδέα πῖνε μετ' ἀκρήτου Βρομίοιο
611
μορφὴν παντοίην ἐπιειμένον ἐσθλὸν <ἀχάτην.>
612
Πολλὰ μὲν οὖν ῥέα γ' ἐστὶν ἀχάτου χρώματ' ἰδέσθαι·
613
ἐν γάρ οἱ δήεις ὁρόων ὑάλωπιν ἴασπιν
614
σάρδιά θ' αἱματόεντα καὶ αἰγλήεντα μάραγδον.
615
Ἐν δ' ὅ γε μιλτοπάρῃος· ἀτὰρ καὶ χαλκὸν ἐν αὐτῷ
616
δήεις καὶ χροιὴν ἐαροτρεφέος μήλοιο.
617
Ἀλλ' οἶος πάντων προφερέστατος, εἴ κέ μιν εὕρῃς
618
εἶδος ἔχοντα δαφοινὸν ἀμαιμακέτοιο λέοντος·
619
τῷ καί μιν προτέροισι λεοντοδέρην ὀνομῆναι
620
ἥνδανεν ἡμιθέοισι, κατάστικτον σπιλάδεσσι
621
πυρσῇσιν λευκαῖς τε, μελαινομέναις χλοεραῖς τε.
622
Τὸν δ', εἰ σκορπείην ὀλοφυρόμενός τις ἀκωκὴν
623
ἔλθοι, ἀερτάζειν περὶ ἕλκεϊ κέκλεο λυγρῷ
624
ἤ μιν ἐπιπλάσσειν· ἀπὸ γὰρ μινύθουσιν ἀνῖαι.
625
Ἱμερτόν τε γυναιξὶ δυνήσεαι ἀνέρα θεῖναι,
626
καὶ θέλξεις μύθοισι βροτούς, καὶ πάντα κομίζων
627
ὅσσα κεν αἰτήσειας ἀφίξεαι οἴκαδε χαίρων.
628
Καὶ νούσῳ κάμνοντα σαωθῆναι θέμις ἐστίν,
629
ὅς μιν ἐνὶ σφετέρῃσι λαβὼν χείρεσσι κατάσχῃ·
630
εἰ δὲ Ζεύς τοι τόν γε βιωσέμεν ἀρνήσηται,
631
ἀλλὰ νόει σὺ τεῇσιν ἐνὶ φρεσίν, οὕνεκεν αὐτῷ
632
ῥῆξε λίνον Κλωθώ· τὸ δέ κ' ἔρχεται ὕστατον ἦμαρ.
633t
{[ἔτι περὶ τοῦ ἀχάτου]}
633
Εἰ δὲ πυριφλεγέθων ἑτερήμερος ἄνδρα θαμίζων
634
ἢ κρυερὸς μάρπτων πυρετὸς παραδηθύνῃσιν,
635
ἠὲ τεταρταίης πῆμα βραδύ, μή ποτε λήγειν
636
βουλομένης, ἀλλ' αἰέν, ὅπῃ πελάσῃσι, μενούσης,
637
τόνδε σύ γ' ἰᾶσθαι δι' ἀμύμονος <ἀντιαχάτου·>
638
οὗτος γὰρ πυρετῶν πολὺ φέρτερος. Αἶψα δὲ σῆμα
639
ἐξερέω, τό περ ὦκα βίην δείκνυσι λίθοιο.
640
Ἐν γάρ μιν κεράεσσι βαλὼν μέσον ἑψομένοισι,
641
τυτθὸν ἀνασχέσθαι· τὰ δὲ τήκεται ἔνδοθι πάντα.
642
Οὐ μέν τοι καὶ τόνδε πρὸς ἑρπετά φημι δύνασθαι,
643
ἀλλ' ἕτερον δώσω χατέοντί τοι ἰητῆρα
644
οὐρανόθεν γεγαῶτα· σὺ δ' ἐν φρεσὶ βάλλεο μῦθον.
645
Εὖτε γὰρ αἰγλῆεν σφέτερον δέμας εὐρύστερνος
646
Οὐρανός, ὠμηστῆρος ὑπαὶ παλάμῃσι Κρόνοιο
647
δῃωθεὶς εἵλιξεν ἀπειρεσίην ἐπὶ γαῖαν,
648
αἰθέρος ἐκ δίης πεσέειν οὖδάσδε μενοινῶν,
649
ὄφρα κε πάντ' ἀΐδηλα πολύτροχον ἀμφιπετάσσας,
650
νῶτον ἑὸν τεύξαι, μηδ' Οὐρανοῦ ἀστερόεντος
651
θυμὸν ἀνιήσας Κρόνος οὐρανὸν εἰσέτι ναίοι·
652
δή ῥα τότ' ἀμβροσίοιο κατειβόμεναι φορέοντο
653
αἵματος ὠτειλῆθεν ἐπὶ τραφερὴν ῥαθάμιγγες,
654
τὰς οὐ μόρσιμον ἦεν ἀπ' ἀθανάτοιο κιούσας
655
σώματος ὄλλυσθαι· μενέμεν δ' ἐριβώλακι Μοῖραι
656
ἐν γαίῃ προγόνοιο θεῶν σόον αἷμα κέλοντο.
657
Μεῖνε μὲν οὖν, αὖον δὲ πυρίγληνοι θέσαν ἵπποι
658
Ἠελίου· καί κέν τις ἐπιψαύων ἐρίσειε
659
λᾶαν ἔχειν ἐνὶ χερσίν, ἔχοι γε μὲν αἷμα πεπηγός.
660
Ἐν γάρ οἱ χρὼς αὐτὸς ἐτήτυμον αἵματός ἐστιν,
661
ἐν δὲ καὶ ὕδατι ῥεῖα δαμασθεὶς ἀτρεκὲς αἶμα
662
γίνεται· <αἱματόεις> δὲ καὶ οὔνομα λᾶας ἔτ' ἀνδρῶν
663
ἐκ προτέρων κέκληται· ἀκήρατα δ' οὕνεκ' ἔοικε
664
φάρμακ' ἔχειν, νημερτὲς ἀπόρροιάν μιν ἀοιδοὶ
665
οὐρανίην κλείουσιν ἐς ἀνθρώπους ἀφικέσθαι.
666
Οὐ γὰρ ὅ γ' οὔτε νέην ἐθέλει θνητοῖσιν ὀϊζὺν
667
ἔρχεσθαι ποτὶ ὄσσε, παλαιοτέρην δ' ἀπερύκει
668
πινόμενος λευκοῖο μετὰ γλάγεος· κεράσας δὲ
669
ἰχῶρι σφετέρῳ γλυκερὸν μέλι, τὴν δὲ δαμάσσας
670
ἐκ βλεφάρων ἀπὸ πᾶσαν ἄγεις νόσον· ἀσχαλάᾳ γὰρ
671
εἴργεσθαι θνητοὺς ὁράαν ἐρατεινὰ πρόσωπα
672
πρεσβυτάτου μακάρων ἀστροβλεφάρου βασιλῆος.
673
Καὶ γλήνῃσι τεῇσιν, ὁμιλήσας κυλίκεσσιν
674
**************************
675
*************************
676
ἀνέρος αἰδοίων ἄκος ἔσσεται, ὅς κε πίῃσι.
675
Καί μιν ἐγὼν Αἴαντι δαΐφρονι πόλλ' ἐπέτελλον,
676
ἔντεσι δηρινθῆναι ἀμύμονος ἀμφ' Ἀχιλῆος
677
ἐσσυμένῳ, νίκης ἐπαρηγόνα χειρὶ κομίζειν.
678
Καί κεν Ὀδυσσῆος ταλασίφρονος ἀντίον αὐτῷ
679
κῦδος Ἀθηναίη περ ἑλέπτολις ἐγγυάλιξεν·
680
ἀλλ' οὔ οἱ μοῖρ' ἔσκε παραιφαμένοιο πιθέσθαι·
681
τοὔνεκα θεσπέσιόν μιν ἀνὴρ ἀθέριζεν ὄνειαρ,
682
λάζετο δ' οὐλοὸν ἆορ. Ἀτὰρ σύ γε τοῖο μὲν αἶσαν
683
ἅζεο, πρὸς δὲ μέλαιναν ὀλισθηροῖο γενέθλην
684
ἑρπετοῦ αἱματόεντα δαεὶς λίθον, αἰὲν ἑταίρους
685
πινέμεναι νύμφαις ἐνὶ νηϊάδεσσι κέλευε.
686
Καὶ μὲν ἐγὼ λαιψηρὸν ἐμὸν θεράποντα Δόλωνα
687
αὐτοκασιγνήτῳ μεμαὼς φίλον Ἕκτορι θεῖναι,
688
πρόφρων ὤπασα λᾶαν Ὀλύμπιον αἰτήσαντι·
689
αὐτὰρ ὅ γ' ἐξαπίνης Τρώων προπάροιθεν ἁπάντων
690
Ἕκτορι πατρί τ' ἐμῷ κεχαρισμένος ἔπλεθ' ἑταῖρος.
691
Τοῖο δ' ἕκητί μ' ἐκεῖνος ἀμοιβήδην ἀρέσασθαι
692
ἱέμενος, λιπαραῖον ἐπίκλησιν παρὰ πατρὸς
693
ὤπασεν ἀφνειοῖο λαβὼν λίθον, ὅν ποτ' ἄρ' αὐτὸς
694
ἐλθὼν Ἰλιόθεν κρατερὸν μετὰ Μέμνονα κῆρυξ,
695
σήματ' ἐμεῖο πορόντος ἀνευρὼν Ἀσσυρίηθεν
696
χρυσοῦ τιμήεντος ἀρείονα δεῦρο κόμισσε,
697
μυρία κεῖθι μάγοισι πορὼν πολυΐδμοσι δῶρα.
698
Εἰ δ' ἄγε δέχνυσο μῦθον· ἐγὼ δ' ἐδάην, τά κε λέξω.
699
Πρῶτα μὲν οὖν σπένδοντας ἀναιμάκτων ἐπὶ βωμῶν
700
—οὐ γὰρ ἄγειν θέμις ἐστὶ θυηλὴν ἐμψύχοιο—
701
Ἥλιον εὐρύοπα κλῄζειν ὕμνοισιν ἄνωγα
702
καὶ χθόνα πίειραν, πάντων τροφὸν οὐθατόεσσαν.
703
Δεύτερον αὖτ' αἴθωνος ὑπὲρ λίθον Ἡφαίστοιο
704
τήκειν, ἡδείῃ ταναοὺς θέλγοντα δράκοντας
705
ὀδμῇ, τὴν ἄρα κεῖνοι ἀνερχομένην ἐσορῶντες,
706
σπερχόμενοι ποτὶ βωμόν, ἀολλέες ἐκπρομολόντες
707
χηραμόθεν, ῥώονται ἐφερπύζοντες ἅπαντες.
708
Αὐτὰρ ἔπειτα λίνοιο νεόπλυτα φάρεα κοῦροι
709
ἑσσάμενοι τρεῖς, ὀξὺ φέρων ἄμφηκες ἕκαστος
710
ἆορ, ἀναρπάζειν ὄφιν αἰόλον, ὅς κε μάλιστα
711
κνίσσης ἱμείρων πυρὸς ἐγγύθι δινεύῃσι.
712
Τοῦ δὲ διαμελεϊστὶ δαΐζειν ἐννέα μοίρας·
713
τρεῖς μὲν ἐπὶ κλῆσιν πανδερκέος ἠελίοιο,
714
τρεῖς δ' ἑτέρας γαίης ἐριβώλου λαοβοτείρης,
715
τρεῖς δὲ θεοπροπίης πολυΐδμονος, ἀψεύστοιο·
716
τὰς δὲ λέβης κεράμοιο τετυγμένος αἱματοέσσας
717
δεξάσθω· καὶ δῶρον ἐλάϊνον Ἀτρυτώνης
718
ἠδὲ μέθυ Βρομίοιο καλεσσιχόρου καταχεύειν,
719
ἐν δ' ἅλας ἀργεννοὺς βαλέειν, θεράποντας ἐδωδῆς·
720
ἐν δέ σφιν καὶ δριμὺν ἐπήλυδα κόκκον ἄνωγα
721
μῖξαι ῥυσοχίτωνα, μελαγχροίην, ἐρίτιμον·
722
ἐν δὲ καὶ ὅσσα περ ἄλλα μετ' ἀλλήλοισι μιγέντα
723
ἵμερον ἐσπέμπουσιν ἐδητύος ἀνθρώποισιν.
724
Ὄφρα δ' ἐνὶ τρίποδος κρέα γαστέρι δάμνατ' ἐόντα,
725
τόφρα δὲ κικλήσκειν μακάρων ἄρρηκτον ἑκάστων
726
οὔνομα· τέρπονται γάρ, ἐπεί κέ τις ἐν τελετῇσι
727
μυστικὸν ἀείδῃσιν ἐπώνυμον οὐρανιώνων.
728
ἀρᾶσθαι δὲ Μέγαιραν ἀπόπροθι παφλάζοντος
729
σευέμεναι τρίποδος κακομήχανον· ἐς δ' ἄρα τούς γε
730
πνεῦμα διϊπετὲς ἔνδον ἄγειν ἱερὰς ἐπὶ μοίρας.
731
Ὁππότε δ' ἑψομένοισιν ἐπὶ κρεάεσσιν ἵκηται,
732
δαίνυσθαι τότ' ἔπειτα κορέννυσθαι μεμαῶτας
733
αὐτόθεν ἐκ τρίποδος· τὰ δὲ λείψανα γαῖα καλύπτοι·
734
καί σφιν ἐπισπεῖσαι λευκὸν γάλα καὶ μέθυ ἡδὺ
735
καὶ λίπ' ἐπήρατον αὖτε μελίσσης ἄνθιμον εἶδαρ
736
καὶ στέψαι πλέξαντας ἀκρόδρυα καρποφόροιο
737
παρθενικῆς ἀφελόντας ἐλαίης, ἀμφὶ δὲ κόρσαις
738
σφωϊτέραις πέπλους ἑλέειν οἶκόνδε κιόντας·
739
μηδὲ μεταστρωφᾶσθαι, ἐπεί κ' ἀπονόσφι τράπησθε,
740
ἀλλ' αἰεὶ προτέρην ἐς ἀταρπιτὸν ὄσσε φέροντας
741
ἔρχεσθ' ἐς μέγαρον μηδὲ προτιμυθήσασθαι,
742
εἴ κέν τις ξύμβληται ὁδίτης ἔστ' ἂν ἵκησθε
743
ἐς δόμον· ἔνθα δ' ἔπειτα θυηλὰς ἀθανάτοισιν
744
ἐξαῦτις ῥέζοντας ἀρώματα ποικίλα καίειν.
745
Ταῦτ' ἐγὼ ἐκτελέσας, ὅσα τ' ἔσσεται, ὅσσα τε κοῦφοι
746
ὄρνιθες κλάζουσιν, ἐπίσταμαι, ὅσσα τε θῆρες
747
ὠμησταὶ τετράπεζοι ἐνὶ σφίσιν ὠρύονται.
748
Ἔνθεν ἐγὼν ἐδάην καὶ Βακχικὰ <νεβρίταο>
749
δῶρα λίθου, Βρομίῳ κεχαρισμένα· τόν περ ἔχοντες,
750
ἄνθρωποι, θύοιτε· καὶ ἀράων ἀΐουσιν
751
Οὐρανίδαι. Γυμνῷ δὲ ῥάχιν ποδὶ πευκεδανοῖο
752
εἴ κέν τις θλίψας ὄφεως διὰ σάρκας ἀκάνθῃ
753
δῃωθῇ σφετέρας, ὀδυνήφατος ἔσσεται αὐτῷ
754
νευρίτης. Ἔρδει δ' ἀλόχῳ πόσιν ἱμερόεντα.
755
Ἔνθεν καὶ κατένωπα κελαινῆς ἀσπίδος ἔγνων
756
καρτερὰ φάρμακα σεῖο, βροτοσσόε θέσκελε πέτρη,
757
τῆς ὄνομα χροιή τε πέλει χλοεροῖο πράσοιο.
758
Ἔνθεν καὶ σέο, δῖε <χαλάζιε,> πειρηθῆναι
759
ἐν θυμῷ βαλόμην, καί σευ μένος εὗρον ἄριστον.
760
Ἄμφω γὰρ καὶ νοῦσον ἀναψύχεις πυρόεσσαν
761
καί μοι σκορπιόθεν βεβολημένῳ ἦρα κομίζεις.
762
Λητοΐδης ἕο μὲ〈ν〉 χρησμοῦ, Ποιάντιος ἥρως
763
ἐσσυμένος τάδε πάντα 〈μ'〉 ἀμήχανά φησι πιφαύσκειν
764
Αὐτοκασιγνήτην κεχολωμένος Ἀργυρότοξος
765
Κασσάνδρην ἐκέλευσεν ἀκουόντεσσιν ἄπιστα
766
θεσπίζειν Τρώεσσιν ἐτήτυμά περ φρονέουσαν·
767
Αὐτὰρ ἐγὼ καὶ πρόσθεν ἀπώμοσα καρτερὸν ὅρκον,
768
ψευδέα μή ποτε μῦθον ἐνισπεῖν ἀνθρώποισι.
769
Καὶ νῦν ἀτρεκέως μάλα τοι λέξαντος ἕκαστα
770
ἡμετέροις, ἥρως ἑκατηβόλε, πείθεο μύθοις.
771
Ὣς ἄρ' ἔφη Πριάμοιο διοτρεφέος φίλος υἱός,
772
ἀτρέστου θεράποντι φέρων χάριν Ἡρακλῆος·
773
νῶϊ δὲ ποιήεσσαν ἐς ἀκρώρειαν ἰοῦσι
774
τρηχεῖαν μάλα μῦθοι ἀταρπιτὸν ἐπρήϋναν.
{ὈΡΦΕΩΣ ΛΙΘΙΚΑ ΚΗΡΥΓΜΑΤΑ} Λίθος κρύσταλλος ὁ πᾶσι γνώριμος. Οὗτοςὠνόμασται μὲν ἀπὸ τῆς κρυσταλλοειδοῦς καὶ διαυγοῦςὄψεως. Ἔχει δὲ καὶ φυσικὰς ἐνεργείας τοιαύτας·εἴ τις αὐτὸν ἐπάνω θείη κατὰ ξηρῶν δᾴδων ἢ καὶ ἄλληςτινὸς ὕλης εὐπρήστου καὶ ταχέως ἀντιλαμβανομένηςπυρός, ὁ δὲ ἥλιος ἐξ ἐναντίας αὐτὸν ταῖς ἀκτῖσι περι-αστράψει, πρῶτον μὲν ὀλίγην τινὰ καὶ οὗτος ἀκτῖναπρὸς τὴν παρακειμένην ὕλην ἐκπέμπει· ἔπειτα καὶ καπνὸνἐγείρει, μετὰ δὲ τοῦτο καὶ φλόγα πολλήν. Καὶ τοῦτοτὸ ἱερὸν πῦρ ὠνόμαζον καὶ οἱ παλαιοὶ τῶν Ἑλλήνων.Τὸ δὲ θαυμαστότερον ὅτι καὶ αὐτὸν τὸν τῆς φλογὸςαἴτιον λίθον ἁρπάζων τις ἐκ τῆς ἀναφθείσης ὕλης καὶταῖς χερσὶ κρατῶν ψυχρὸν εὑρίσκει καθὼς τὸ πρότερον.Φασὶ δὲ ὅτι καὶ τοῖς νεφροῖς περιδεθεὶς τὸν νοσοῦντατούτους ἰᾶται. Λίθος γαλακτίτης, ὃν καί τινες τῶν παλαιῶνοἱ μὲν ἀνακτίτην, οἱ δὲ λήθαιον ἀπεκάλεσαν, ἀλλὰ γαλα-κτίτην μὲν ὅτι τριβόμενος ἰχὼρ ἀπορρέει καθάπερ γάλακτος,ἀνακτίτην δὲ καὶ λήθαιον, ὅτι φορῶν τις αὐτὸν καὶ προσιὼντοῖς οἰκείοις δεσπόταις καὶ ὁμιλῶν εὐμενεῖς αὐτοὺςεὑρίσκει καὶ λήθην λαμβάνοντας τῶν αὐτοῦ πολλάκιςκακῶν· ὅτι καὶ οἱ Ἕλληνες προσιόντες τοῖς ἱεροῖς τῶνθεῶν αὐτὸν ἐφόρουν ὡς δι' αὐτοῦ τὸ θεῖον ἐξιλεούμενοι.Ἔχει δὲ καὶ ἑτέραν τινὰ ἐνεργείαν· αἰγῶν ἢ προβάτωνπολλάκις ἀποσβεννυμένων καὶ λειπομένων τοῦ γάλακτος,εἴ τις αὐτὸν τρίψας τε καὶ λεάνας καὶ μετὰ ἅλμης μίξαςἐπιρρανεῖ τὸ ποιμνίον ἐπιμελῶς, εὔροιαν αὐτοῖς προ-ξενήσει τοῦ γάλακτος ὥστε τὰς μητέρας σκιρτώσας μεθ'ἡδονῆς παρέχειν τοῖς ἑαυτῶν γεννήμασι τοὺς μαστούς. Λέγουσι δὲ καὶ γυναιξὶ τὸ αὐτὸ δύνασθαι ποιεῖνπρὸς γαλακτοτροφίαν τριβόμενος καὶ πινόμενος. Ἀλλὰκαὶ περιαυχένιος τοῖς νηπίοις καταδεσμούμενος ἀπείργει,φασί, πάντα φθόνον, καὶ ἄνοσον καὶ ἀνεπιβούλευτονδιαφυλάσσει τὸ νήπιον, καὶ ὅτι τὸν τοῦτον φοροῦνταβασιλεῖς αἰδοῦνται καὶ δῆμοι καὶ δικασταὶ καὶ ἄρχοντεςκαὶ ἁπλῶς ἡδὺς τοῖς πᾶσι δοκεῖ, κἂν ἀλλότριοι καὶἐθνικοὶ τύχωσιν. Ἔστι δὲ τὴν χροιὰν ἔντεφρος, ἁρμόζειδὲ καὶ πρὸς ὀφθαλμῶν ἕλκη καὶ ῥεύματα τριβόμενοςκαὶ μετὰ ὕδατος ἀλειφόμενος. Λίθος εὐπέταλος ὁ καὶ δενδραχάτης· ὠνόμασταιδὲ οὕτως ὅτι καθάπερ πέταλα δένδρων ἐν αὐτῷ δια-φαίνονται μετὰ κλάδων συνεχεστέρων. Ζώνας διαφα-νεῖς ἔχει ἐν ἑαυτῷ. Ἔχει δὲ καὶ ἔξωθεν μέρος τι μέλιτοςχρῶμα καὶ ἕτερον κηροῦ εἶδος, ἔσωθεν δὲ ὑπόλευκαδιαφανέστατα δενδρύφια. Ἁρμόζει δὲ τοῖς οἰκονο-μοῦσι πράγματα· πιθανὸν γὰρ καὶ εὔπορον τὸν ἐγχει-ροῦντα ποιεῖ. Συμβάλλεται δὲ καὶ τοῖς ἐν ἀγρῷ σπεί-ρουσι· περιτιθέασι αὐτὸν εἰς τὴν χεῖρα ἢ εἰς τὸν τράχηλον·τοῦτον ἔχων σπορεὺς πολυπλασίονα γεωργήσει. Καὶἁπλῶς εἰπεῖν μεγάλας ὠφελείας ἔχει ὁ λίθος. Ἔτιμὴν καὶ εὐπορίαν δίδωσι τῷ φοροῦντι. Χάρασσε δὲεἰς τὸν λίθον Ἑρμῆν τέλειον τῇ εὐωνύμῳ χειρὶ βαλάντιονφέροντα τῇ δὲ δεξιᾷ βιβλίον, πρὸς δὲ τοῖς ποσὶ κυνοκέ-φαλον τὰς χεῖρας ἐκτείνοντα ὥσπερ εὐχόμενον. Λίθος ἐλαφοκερατίτης· ὠνόμασται δὲ καὶ οὗτοςἀπὸ τῆς θέας· ἐλάφου γὰρ ἔοικε κέρατι καὶ οὐκ ἂνεὐκόλως τις διαγνοίη ὁρῶν πότερον ἢ κέρας ἐστὶν ἢλίθος πρὸ τοῦ καὶ τῇ χειρὶ κρατῆσαι τοῦτον καὶ ἐκ τῆςἀντιτυπίας τε καὶ σκληρότητος κατὰ ἀλήθειαν ἐπιγνῶναι.Θαυμαστὴν δὲ τούτου φασὶ τὴν ἐνεργείαν. Εἰ γάρτις αὐτόν, φασί, κατατρίψας καὶ μίξας ἐλαίῳ φαλάκραςἐπιχρίσειε, συνεχέστερον ἀναβλαστήσουσι τρίχες νέαικαὶ κομητὴς ὁ ἄνθρωπος ἀπὸ φαλακροῦ φανήσεται.Ἀλλ' ὅτι καὶ τοῖς νεονύμφοις ἔρωτα πρὸς ἀλλήλουςἐμποιεῖ καὶ ὁμοφροσύνην φορούμενος καὶ διαφυλάττειτοὺς πόθους αὐτοῖς μέχρι γήρως. Λίθος ὁ καλούμενος ζαμπίλαπις, ὅστις φύεταιμὲν παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ Εὐφράτου, ὥστε καὶὑπὸ τῶν ῥευμάτων αύτοῦ γυμνούμενος φανεροῦται.Περιδεσμούμενος δὲ ταῖς ἀμπέλοις πολυσταφύλουςαὐτὰς καὶ εὐφόρους παρασκευάζει. Λίθος ἴασπις, ὁ καὶ πᾶσι πρόδηλος. Χρήσιμοςδὲ καὶ οὗτος, ὥς φασι, ταῖς ἀρούραις πρὸς εὐφορίαν.Ἀλλὰ καὶ ὑετόν, ὡς λέγουσιν Ἕλληνες, ἐξ ἀνομβρίαςκατάγειν ἐπὶ ταύτας. Δύναται καὶ ἀποτρέπειν ἐπιληψίαν,καθὼς καὶ οἱ πολλοὶ μαρτυροῦσιν. Λίθος λύχνις ὁ καὶ λυχνίτης λεγόμενος. Τοῦτονδὲ πολυωφελέστατον εἶναι λέγουσι. Καὶ γὰρ ἀπο-κωλύειν χαλάζας καὶ πᾶσαν φθορὰν ὅσαι γίνονται κατ'ἀγρούς. Ἀλλὰ καὶ, ὥσπερ ὁ κρύσταλλος, καὶ αὐτὸνἄνευ πυρὸς φλόγα πέμπειν. Ἔχειν δὲ καὶ ἐναντίαςδυνάμεις. Παφλάζοντος μὲν γὰρ τοῦ λέβητος ἐπιρ-ριπτούμενον ἐν αὐτῷ ὑποχλιαίνειν αὐτόν. Τοὐναντίονδὲ ψυχροῦ τυγχάνοντος ταχύτερον τοῦτον παρασκευάζεινζέειν τε καὶ ἀναπαφλάζειν. Λίθος τοπάζιος, ὃς καὶ τόπαζος καλεῖται. Οὗτοςτίμιός ἐστι καὶ πολύτιμός διὰ τὸ σπανίως εὑρίσκεσθαι.Γεννᾶται δὲ ἐν τῇ Ἰνδικῇ. Ὅμοιος δέ ἐστι τῷ κρυ-στάλλῳ, ἔξαυγος καθὰ καὶ ὁ κρύσταλλος. Ὁ μέντοιτοπάζιός ἐστι χλωρός, οὐ λίαν ἐοικὼς σεύτλου χροιᾷ,στιβαρός, πυκνός, διαυγής. Οὗτός ἐστιν ὁ ἄρσην, ὁδὲ θηλυκὸς ἐλαφρότερος τάς τε ἀκτῖνας πρὸς τὰς αὐγὰςτοῦ ἡλίου ἡδυτέρας βάλλει παρὰ τὸν ἄρσενα. Ἐπὶπάντων δὲ καθόλου εἷς ὁ σκοπὸς πρόκειται τῶν τε ἀρσε-νικῶν καὶ τῶν θηλυκῶν λίθων. Δέον οὖν τοῖς μὲν ἄρσεσιτὸν ἀρσενικὸν διδόναι φόρον, ταῖς δὲ θηλείαις τοὺς