The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FGrH #328: 3B:98–160.
CTS identifier
urn:cts:greekLit:tlg0583.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3b,328,F

7b

ὁμοίως δὲ καὶ ὁ σοφώτατος Κεφαλίων (93 F 4) τὰ αὐτὰ ἐν τῶι ἰδίωι συγγράμ-

ματι ἐξέθετο.

8

HARPOKR. (SUDA) s.v. κανηφόροι· Λυκοῦργος ἐν τῶι Κατὰ

Λυκόφρονος (F 68 Bl). περὶ τῶν κανηφόρων Φιλόχορος ἐν β̅ Ἀτθίδος φησὶν

ὡς Ἐριχθονίου βασιλεύοντος πρῶτον κατέστησαν αἱ ἐν ἀξιώματι παρθένοι

φέρειν τὰ κανᾶ τῆι θεῶι, ἐφ' οἷς ἐπέκειτο τὰ πρὸς τὴν θυσίαν, τοῖς τε Πανα-

θηναίοις καὶ ταῖς ἄλλαις πομπαῖς.

9

SCHOL. V ARISTOPH. Vesp. 544: οὐκέτι πρεσβυτῶν ὄχλος χρή-

σιμος ... σκωπτόμενοι δ' ἐν τοῖς ὁδοῖς θαλλοφόροι καλούμεθα] ... ἐπειδὴ

ἐν τοῖς Παναθηναίοις οἱ γέροντες θαλλοὺς ἔχοντες ἐπόμπευον ... ὁ μέντοι

Δικαίαρχος ἐν τῶι Παναθηναικῶι (IV) οὐκ οἶδα ἐξ ὅτου ποτὲ καὶ τὰς γραῦς

ἐν τοῖς Παναθηναίοις ὑπείληφε θαλλοφορεῖν, πολλῶν ἀλλήλοις ὁμολογούντων

περὶ τοῦ μόνον τοὺς πρεσβύτας θαλλοφορεῖν, Ξενοφῶντος μὲν ἐν τῶι Συμποσίωι

(4, 17), <Φιλοχόρου δὲ ἐν τῆι δευτέραι, ὅς γε καὶ τὸν καταδόντα

τὸ ἔθος Ἐριχθόνιον συνίστησιν.> μνημονεύει τοῦ ἔθους Κρατῖνος μὲν

ἐν Δηλιάσι (I 22, 31 K), Φερεκράτης δ' ἐν Ἐπιλήσμοσιν (I 160, 57 K).

10

HARPOKR. s.v. ἐπίβοιον· Λυκοῦργος ἐν τῶι Περὶ τῆς ἱερείας

(F 35 Bl). Φιλόχορος δ' ἐν β̅ φησὶν οὕτως· <«ἐὰν δέ τις τῆι Ἀθηνᾶι

θύηι βοῦν, ἀναγκαῖόν ἐστι καὶ τῆι Πανδρόσωι θύειν ὄιν, καὶ

ἐκαλεῖτο τὸ θῦμα ἐπίβοιον».> ὁμοίως καὶ Στάφυλος ἐν α̅ τῶν Περὶ

Ἀθηνῶν (269 F 1).

11

SYNKELL. Chron. p. 304, 4 Bonn: Ἐρεχθέως τούτου θυγατέρα

Βορέας υἱὸς Ἀστραίου Θρᾶιξ ἥρπασεν Ὠρείθυιαν· <ὁ δὲ μῦθος τὸν ἄνεμον,

ὡς Φιλόχορος ἐν δευτέραι φησίν.>

12

SCHOL. SOPHOKL. OK 100 (NATAL. COM. Mythol. 4, 13) νήφων

ἀοίνοις] οὐ γὰρ σπένδεται οἶνος αὐταῖς (scil. ταῖς Εὐμενίσιν) ἀλλ' ὕδωρ, καὶ

νηφάλιαι καλοῦνται αἱ σπονδαὶ αὐτῶν. Πολέμων ἐν δὲ τῶι πρὸς Τίμαιον (IV)

καὶ ἄλλοις τισὶ θεοῖς νηφαλίους φησὶ θυσίας γίνεσθαι, γράφων οὕτως· «Ἀθη-

ναῖοί τε γὰρ τοῖς τοιούτοις ἐπιμελεῖς ὄντες καὶ τὰ πρὸς τοὺς θεοὺς ὅσιοι, νη-

φάλια μὲν ἱερὰ θύουσι Μνημοσύνηι, Μούσαις, Ἠοῖ, Ἡλίωι, Σελήνηι, Νύμφαις,

Ἀφροδίτηι Οὐρανίαι». <Φιλόχορος δὲ καὶ περί τινων ἄλλων θυσιῶν

τὸν αὐτὸν τρόπον δρωμένων φησὶν ἐν τῆι β̅ τῶν Ἀτθίδων

Διονύσωι τε καὶ ταῖς Ἐρεχθέως θυγατράσι· καὶ οὐ μόνον

θυσίας νηφαλίους ἀλλὰ καὶ ξύλα τινὰ ἐφ' ὧν ἔκαιον.>

13

HARPOKR. s.v. Βοηδρόμια· Δημοσθένης Φιλιππικοῖς (3,

31). ἑορτή τις Ἀθήνησιν οὕτω καλουμένη, <ἥν φησι Φιλόχορος ἐν β̅

νενομίσθαι, καθ' ἣν ἡμέραν Ἴων ὁ Ξούθου ἐβοήθησε σπουδῆι

πολλῆι πολεμουμένοις Ἀθηναίοις ὑπὸ Εὐμόλπου τοῦ Ποσει-

δῶνος, Ἐρεχθέως βασιλεύοντος> βοηδρομεῖν γὰρ τὸ βοηθεῖν ὠνομάζετο,

τουτέστιν ἐπὶ μάχην δραμεῖν.

14

HARPOKR. (SUDA Σ 623) s.v. Σκίρον· Λυκοῦργος ἐν τῶι

Περὶ τῆς ἱερείας (F 46 Bl). Σκίρα ἑορτὴ παρ' Ἀθηναίοις, ἀφ' ἧς καὶ ὁ μὴν

Σκιροφοριών. φασὶ δὲ οἱ γράψαντες Περί τε μηνῶν καὶ ἑορτῶν τῶν Ἀθήνησιν,

ὧν ἐστι καὶ Λυσιμαχίδης (366 F 3), ὡς τὸ σκίρον σκιάδ〈ε〉ιόν ἐστι μέγα,

ὑφ' ὧι φερομένωι ἐξ ἀκροπόλεως εἴς τινα τόπον καλούμενον Σκίρον πορεύονται

ἡ τε τῆς Ἀθηνᾶς ἱέρεια καὶ ὁ τοῦ Ποσειδῶνος ἱερεὺς καὶ ὁ τοῦ Ἡλίου· κομίζουσι

δὲ τοῦτο Ἐτεοβουτάδαι. σύμβολον δὲ τοῦτο γίνεται τοῦ δεῖν οἰκοδομεῖν καὶ

σκέπας ποιεῖν, ὡς τούτου τοῦ χρόνου ἀρίστου ὄντος πρὸς οἰκοδομίαν. <καὶ

Ἀθηνᾶν δὲ Σκιράδα τιμῶσιν Ἀθηναῖοι, ἣν Φιλόχορος μὲν ἐν

β̅ Ἀτθίδος ἀπὸ Σκίρου τινὸς Ἐλευσινίου μάντεως κεκλῆσθαι,>

Πραξίων δὲ ἐν β̅ Μεγαρικῶν (484 F 1) ἀπὸ Σκίρωνος.

15

ATHEN. 11, 92 p. 495E: πενταπλόα· <μνημονεύει αὐτῆς

Φιλόχορος ἐν δευτέρωι Ἀτθίδος.> Ἀριστόδημος δ' ἐν τρίτωι Περὶ

Πινδάρου (383 F 9) τοῖς Σκίροις φησὶν [Ἀθήναζε] ἀγῶνα ἐπιτελεῖσθαι τῶν

ἐφήβων δρόμου· τρέχειν δ' αὐτοὺς ἔχοντας ἀμπέλου κλάδον κατάκαρπον τὸν

καλούμενον ὦσχον. τρέχουσι δ' ἐκ τοῦ ἱεροῦ τοῦ Διονύσου μέχρι τοῦ τῆς

Σκιράδος Ἀθηνᾶς ἱεροῦ, καὶ ὁ νικήσας λαμβάνει κύλικα τὴν λεγομένην πεν-

ταπλόαν, καὶ κωμάζει μετὰ χοροῦ. πενταπλόα δ' ἡ κύλιξ καλεῖται καθ' ὅσον

οἶνον ἔχει καὶ μέλι καὶ τυρὸν καὶ ἀλφίτων καὶ ἐλαίου βραχύ.

16

HARPOKR. s.v. ὀσχοφόροι· Ὑπερείδης ἐν τῶι κατὰ Δημέου

(F 87 Je), εἰ γνήσιος. <περὶ τῶν ὀσχοφόρων ἄλλοι τε εἰρήκασιν

καὶ Φιλόχορος ἐν τῆι> [ι]β̅. ὁ δὲ Ἴστρος ἐν τῆι ι̅γ̅ (334 F 8) περὶ Θησέως

λέγων γράφει οὕτως· «ἕνεκα τῆς κοινῆς σωτηρίας νομίσαι τοὺς καλουμένους

ὀσχοφόρους καταλέγειν δύο τῶν γένει καὶ πλούτωι προυχόντων. ἡ δὲ ὄσχη

κλῆμά ἐστι βότρυς ἐξηρτημένους ἔχον. ταύτην δὲ ὀρεσχάδα ἔνιοι καλοῦσιν».

17a

PLUTARCH. Theseus 15, 2: τοὺς δὲ παῖδας εἰς Κρήτην

κομιζομένους ὁ μὲν τραγικώτατος μῦθος ἀποφαίνει τὸν Μινώταυρον ἐν τῶι

Λαβυρίνθωι διαφθείρειν, ἢ πλανωμένους αὐτοὺς καὶ τυχεῖν ἐξόδου μὴ δυναμέ-

νους ἐκεῖ καταθνήσκειν, τὸν δὲ Μινώταυρον, ὥσπερ Εὐριπίδης (F 996/7 N2)

φησί, σύμμεικτον εἶδος καὶ ἀποφώλιον βρέφος γεγονέναι καὶ ταύρου μεμεῖχθαι

καὶ βροτοῦ διπλῆι φύσει. (16, 1) <Φιλόχορος δέ φησιν οὐ ταῦτα συγ-

χωρεῖν Κρῆτας, ἀλλὰ λέγειν ὅτι φρουρὰ μὲν ἦν ὁ Λαβύρινθος,

οὐθὲν ἔχων κακόν, ἀλλ' ἢ τὸ μὴ διαφυγεῖν τοὺς φυλαττομένους·

ἀγῶνα δ' ὁ Μίνως ἐπ' Ἀνδρόγεωι γυμνικὸν ἐποίει, καὶ τοὺς

παῖδας ἆθλα τοῖς νικῶσιν ἐδίδου τέως ἐν τῶι Λαβυρίνθωι

φυλαττομένους. ἐνίκα δὲ τοὺς προτέρους ἀγῶνας ὁ μέγιστον

παρ' αὐτῶι δυνάμενος τότε καὶ στρατηγῶν ὄνομα Ταῦρος, ἀνὴρ

οὐκ ἐπιεικὴς καὶ ἥμερος τὸν τρόπον ἀλλὰ καὶ τοῖς παισὶ τῶν

Ἀθηναίων ὑπερηφάνως καὶ χαλεπῶς προσφερόμενος> .......

(19, 1) ἐπεὶ δὲ κατέπλευσεν εἰς Κρήτην, ὡς μὲν οἱ πολλοὶ γράφουσι καὶ

ἄιδουσι, παρὰ τῆς Ἀριάδνης ἐρασθείσης τὸ λίνον λαβὼν .... ἀπέκτεινε τὸν

Μινώταυρον καὶ ἀπέπλευσε τὴν Ἀριάδνην ἀναλαβὼν καὶ τοὺς ἠιθέους. (2) Φε-

ρεκύδης (3 F 150) δὲ καὶ τὰ ἐδάφη τῶν Κρητικῶν νεῶν φησὶν ἐκκόψαι τὸν

Θησέα τὴν δίωξιν ἀφαιρούμενον. (3) Δήμων (327 F 5) δὲ καὶ τὸν Ταῦρον

ἀναιρεθῆναί φησι τὸν τοῦ Μίνω στρατηγὸν ἐν τῶι λιμένι διαναυμαχοῦντα τοῦ

Θησέως ἐκπλέοντος. (4) <ὡς δὲ Φιλόχορος ἱστόρηκε, τὸν ἀγῶνα

τοῦ Μίνω συντελοῦντος, ἐπίδοξος ὢν ἅπαντας πάλιν νικήσειν

ὁ Ταῦρος ἐφθονεῖτο· καὶ γὰρ ἡ δύναμις αὐτοῦ διὰ τὸν τρόπον

ἦν ἐπαχθής, καὶ διαβολὴν εἶχεν ὡς τῆι Πασιφάηι πλησιάζων.

διὸ καὶ τοῦ Θησέως ἀξιοῦντος ἀγωνίσασθαι συνεχώρησεν ὁ

Μίνως. (6) ἔθους δ' ὄντος ἐν Κρήτηι θεᾶσθαι καὶ τὰς γυναῖ-

κας, Ἀριάδνη παροῦσα πρός τε τὴν ὄψιν ἐξεπλάγη τοῦ Θησέως

καὶ τὴν ἄθλησιν ἐθαύμασε πάντων κρατήσαντος· (7) ἡσθεὶς

δὲ καὶ ὁ Μίνως μάλιστα τοῦ Ταύρου καταπαλαισθέντος καὶ

προπηλακισθέντος, ἀπέδωκε τῶι Θησεῖ τοὺς παῖδας καὶ ἀνῆκε

τῆι πόλει τὸν δασμόν.> (es folgt Kleidemos 323 F 17).

17b

EUSEB.

Chron. a Abr. 785:

τὰ περὶ τὸν Μινώταυρον, ὡς μὲν ὁ μῦθος, ὅτι δὴ ἐκ

ταύρου τοῦ ζώιου καὶ Πασιφάης μιξόθηρ ἐγένετο καὶ τὸν παρ' Ἀθηναίων

δασμὸν κομιζόμενος ἐθοινᾶτο τοὺς παῖδας, αὐτοὶ δὲ οἱ Κνώσιοι λέγουσιν

εἶναι τοῦ Μίνω στρατηγόν, ὃς ὠνομάζετο Ταῦρος, τὴν δὲ φύσιν ὠμὸς καὶ

ἀνήμερος ἦν. ἐπεὶ δὲ Μίνως ἀγῶνα ἐπ' Ἀνδρόγεω ἐτίθει, ὃν ἀπέκτειναν Ἀθη-

ναῖοι, τοὺς Ἀττικοὺς δὲ παῖδας ἔπαθλον ἐδίδου, ἰσχυρὸς ὢν ὁ Ταῦρος πάντων

κατεκράτει· ὡς δὲ καὶ τῶι Θησεῖ τοῦ ἀγῶνος μετεδόθη καὶ τὸν Ταῦρον κατε-

πάλαισε, συνέβη καὶ τοὺς παῖδας διασωθῆναι καὶ τὴν πόλιν ἀφεθῆναι τοῦ

δασμοῦ, ὡς Φιλόχορος ἱστόρηκεν ἐν δευτέραι Ἀτθίδος.

17c

BOCCACCIO Gen.

Deor. Gent. 11, 26: et esto ibidem legatur Platonem hoc esse falsum convincere,

conveniunt tamen his quae a Philochoro in Atthidis libro de Minotauro recitantur,

dato aliquantulum discrepent ab his quae postmodum ab Eusebio dicuntur.

18a

PLUTARCH. Theseus 35: Ἀιδωνέως δὲ τοῦ Μολοσ-

σοῦ ξενίζοντος Ἡρακλέα, καὶ τῶν περὶ τὸν Θησέα καὶ Πειρίθουν κατὰ τύχην

μνησθέντος, ἅ τε πράξοντες ἦλθον καὶ ἃ φωραθέντες ἔπαθον, βαρέως ἤνεγκεν

ὁ Ἡρακλῆς τοῦ μὲν ἀπολωλότος ἀδόξως, τοῦ δ' ἀπολλυμένου· (2) καὶ περὶ

Πειρίθου μὲν οὐδὲν ὤιετο ποιήσειν πλέον ἐγκαλῶν, τὸν δὲ Θησέα παρηιτεῖτο,

καὶ χάριν ἠξίου ταύτην αὐτῶι δοθῆναι. (3) συγχωρήσαντος δὲ τοῦ Ἀιδωνέως,

λυθεὶς ὁ Θησεὺς ἐπανῆλθε μὲν εἰς τὰς Ἀθήνας, οὐδέπω παντάπασι τῶν φίλων

αὐτοῦ κεκρατημένων, καὶ ὅς' ὑπῆρχε τεμένη πρότερον αὐτῶι τῆς πόλεως

ἐξελούσης, ἅπαντα καθιέρωσεν Ἡρακλεῖ, καὶ προσηγόρευσεν ἀντὶ Θησείων

Ἡράκλεια <πλὴν τεσσάρων, ὡς Φιλόχορος ἱστόρηκεν.>

18b

EUSEB.

Chron. a. Abr. 620 (SYNKELL. p. 299, 9): κόρης ἁρπαγὴ Περσεφόνης ὑπὸ

Ἀιδωνέως τοῦ Μολοσσῶν βασιλέως, ὃς εἶχε κύνα παμμεγέθη τὸν λεγόμενον

Κέρβερον, ὧι τὸν Πειρίθουν ὕστερον διεχρήσατο, παραγενόμενον ἐφ' ἁρπαγῆι

τῆς γυναικὸς ἅμα Θησεῖ. Θησέα δὲ παρατυχὼν Ἡρακλῆς ἐρρύσατο μέλλοντα

συνδιαφθείρεσθαι τῶι Πειρίθωι. <διὰ δὲ τὸ τοῦ κινδύνου προῦπτον ἐξ

Ἅιδου νομίζεται Θησεὺς ἀνεληλυθέναι, ὡς Φιλόχορος ἱστορεῖ

ἐν Ἀτθίδος δευτέρωι.>

18c

BOCCACCIO Gen. Deor. Gent. 11, 6: arbitror igitur

hanc Sycani regis Sycilie et Cereris fuisse filiam eamque ab Orco, Molossorum

rege seu †cudonio seu Agesilao secundum Philochorum anno XXVIII Erictei regis

Athenarum raptam eique coniugio copulatam.

19

ET. M. (GEN. p. 42 Mi) p. 140, 45: Ἀρητήσιον· τόπος Ἀθή-

νησιν οὕτω καλούμενος, ὅτι Θησεὺς μετὰ τὸ ὑποστρέψαι ἐκ τοῦ Ἄιδου ἐκπεσὼν

Ἀθηνῶν ἐκεῖσε τὰς κατὰ τῶν ἐχθρῶν ἀρὰς ἐποιήσατο· παρὰ τὰς ἀρὰς οὖν

Ἀρητήσιον ὁ τόπος ἐκλήθη. οὕτω Φιλόχορος ἐν τῶι δευτέρωι τῶν Ἀτθίδων.

20a

MAXIM. (CONF.) SCHOL. DIONYS. AREOP. Patrol.

Gr. 4 p. 17 Migne: ἐδίκαζον οὖν Ἀρεοπαγῖται περὶ πάντων σχεδὸν τῶν

σφαλμάτων καὶ παρανομιῶν, ὡς ἅπαντά φησιν Ἀνδροτίων ἐν πρώτηι (324 F 3)

καὶ Φιλόχορος ἐν δευτέραι (F 4) καὶ τρίτηι τῶν Ἀτθίδων.

20b

——4, p. 16:

ἐκ γὰρ τῶν ἐννέα καθισταμένων ἀρχόντων Ἀθήνησι τοὺς Ἀρεοπαγίτας ἔδει

συνεστάναι δικαστάς, ὥς φησιν Ἀνδροτίων ἐν δευτέραι τῶν Ἀτθίδων (324 F 4):

ὕστερον δὲ πλειόνων γέγονεν ἡ ἐξ Ἀρείου πάγου βουλή, τουτέστιν ἡ ἐξ ἀνδρῶν

περιφανεστέρων πεντήκοντα καὶ ἑνός, πλὴν ἐξ εὐπατριδῶν, ὡς ἔφημεν, καὶ

πλούτωι καὶ βίωι σώφρονι διαφερόντων <ὡς ἱστορεῖ Φιλόχορος διὰ τῆς

τρίτης τῶν αὐτοῦ Ἀτθίδων.>

20*c

MICHAEL SYNK. Enc. Dionys.

Areopag. ebd. p. 620: τῶν ἐν Ἀρείωι πάγωι δικαστῶν ἐχρημάτιζε ...,

ὧν τὸ τοῦ γένους περίοπτον καὶ μεγαλόδοξον τοῖς τῶν Ἀτθίδων συγγρα-

φεῦσιν Ἀνδροτίωνί τε καὶ Φιλοχόρωι κατὰ πλάτος ἱστόρηται.

21

HARPOKR. (SUDA) s.v. λίθος· Δημοσθένης ἐν τῶι κατὰ

Κόνωνος (54, 26) «τῶν τε παρόντων καθ' ἕνα ἡμῖν οὑτωσὶ καὶ πρὸς τὸν λίθον

ἄγοντες καὶ ἐξορκοῦντες». ἐοίκασι δ' Ἀθηναῖοι πρός τινι λίθωι τοὺς ὅρκους

ποιεῖσθαι, ὡς Ἀριστοτέλης ἐν τῆι Ἀθηναίων πολιτείαι (7, 1; 55, 5) καὶ

Φιλόχορος ἐν τῶι γ̅ ὑποσημαίνουσιν.

22a

HARPOKR. s.v. Τρικέφαλος· Ἰσαῖος ἐν τῶι Πρὸς Εὐκλεί-

δην (F 59 Tur) «μικρὸν δ' ἄνω τοῦ Τρικεφάλου παρὰ τὴν Ἑστίαν ὁδόν».

τὸ πλῆρές ἐστιν τοῦ Τρικεφάλου Ἑρμοῦ. <τοῦτον δέ φησι Φιλόχορος ἐν

γ̅ † Εὐκλείδην ἀναθεῖναι Ἀγκυλῆσιν.>

22b

SUDA s.v. Τρικέφαλος·

ὁ Ἑρμῆς, ὥσπερ διδάσκων τὰς ὁδοὺς καὶ ἔχων ὑπογραφήν, ποῦ μὲν αὕτη φέρει

ἡ ὁδός, ποῦ δὲ ἐκείνη. ἴσως δὲ πρὸς ἑκάστην ὁδὸν κεφαλὴν εἶχεν. <ἔστι δὲ ὁ

ἀναθεὶς τὸν Τρικέφαλον Ἑρμῆν, ὡς Φιλόχορός φησι, Προκλεί-

δης Ἱππάρχου ἐραστής.>

23

ATHEN. 14, 42 p. 637F—638A: Φιλόχορος δ' ἐν γ̅ Ἀτθίδος

<«Λύσανδρος»> φησί <«ὁ Σικυώνιος κιθαριστὴς πρῶτος μετέστησε

τὴν ψιλοκιθαριστικήν, μακροὺς τοὺς τόνους ἐκτείνας καὶ τὴν

φωνὴν εὔογκον ποιήσας, καὶ τὴν ἔναυλον κιθάρισιν, ἧι πρῶτοι

οἱ περὶ Ἐπίγονον ἐχρήσαντο. καὶ περιελὼν τὴν συντομίαν τὴν

ὑπάρχουσαν ἐν τοῖς ψιλοῖς κιθαρισταῖς, χρώματά τε εὔχροα

πρῶτος ἐκιθάρισε καὶ ἰάμβους καὶ μάγαδιν, τὸν καλούμενον

συριγμόν, καὶ ὄργανον μετέλαβεν μόνος τῶν πρὸ αὐτοῦ, καὶ τὸ

πρᾶγμα αὐξήσας χορὸν περιεστήσατο πρῶτος»>.

24

HARPOKR. s.v. Ἀλωπεκή· δῆμος τῆς Ἀντιοχίδος .....

<πόθεν δὲ ὠνομάσθησαν Φιλόχορος ἐν γ̅ δηλοῖ.>

25

HARPOKR. s.v. Κεραμεῖς· ..... δῆμός ἐστι φυλῆς τῆς Ἀκα-

μαντίδος Κεραμεῖς, ὥς φησι Διόδωρος (372 F 18). <φησὶ δὲ Φιλόχορος

ἐν γ̅ εἰληφέναι τούτους τοὔνομα ἀπὸ τῆς κεραμικῆς τέχνης καὶ

τοῦ θύειν Κεράμωι τινὶ ἥρωι.>

26

HARPOKR. s.v. Κολωνέτας· Ὑπερείδης ἐν τῶι Πρὸς Ἀπελ-

λαῖον περὶ τοῦ θησαυροῦ (F 8 Bl—J). τοὺς μισθωτοὺς κολωνέτας ὠνόμαζον,

ἐπειδὴ παρὰ τῶι Κολωνῶι εἱστήκεσαν, ὅς ἐστι πλησίον τῆς ἀγορᾶς, ἔνθα τὸ

Ἡφαιστεῖον καὶ τὸ Εὐρυσάκειόν ἐστιν· ἐκαλεῖτο δὲ ὁ Κολωνὸς οὗτος ἀγοραῖος.

ἦν δὲ καὶ ἕτερος Κολωνὸς πρὸς τὸ τοῦ Ποσειδῶνος ἱερόν, ὡς Ὑπερείδης ἐν

τῶι Κατ' Αὐτοκλέους (F 60)· οὗτος δ' ἂν εἴη ὁ τῶν ἵππων. Φερεκράτης

Πετάληι (I 184, 34 K) «οὗτος πόθεν ἥκεις; —ἐς Κολωνὸν ἱέμην, / οὐ τὸν

ἀγοραῖον, ἀλλὰ τὸν τῶν ἱππέων» ... <περὶ τῶν Κολωνῶν> Διόδωρός τε

ὁ περιηγητὴς (372 F 7) καὶ <Φιλόχορος ἐν γ̅ Ἀτθίδος διεξῆλθεν.>

27

HARPOKR. s.v. Μελίτη· ..... δῆμός ἐστι τῆς Κεκροπίδος.

<κεκλῆσθαι δέ φησι ὁ Φιλόχορος τὸν δῆμον ἐν γ̅ ἀπὸ Μελίτης

θυγατρὸς> κατὰ μὲν Ἡσίοδον (F 106 RZ) Μύρμηκος, κατὰ δὲ Μουσαῖον

(Vorsokr. 2 [67] B 9) Δίου τοῦ Ἀπόλλωνος.

28

HARPOKR. (SUDA) s.v. Οἴηθεν· .... δῆμος τῆς Πανδιονίδος

ἡ Οἴη, ὡς Διόδωρος (372 F 8) .... <Φιλόχορος δὲ ἐν τῆι γ̅ τὴν Οἴην

Κεφάλου μὲν θυγατέρα, Χάροπος δὲ γυναῖκα ἱστορεῖ.>

29

HARPOKR. s.v. Οἶον· ..... δῆμοί εἰσιν ἐν τῆι Ἀττικῆι

διττοὶ οὐδετέρως λεγόμενοι, καλοῦνται δὲ Οἶον. <κεκλῆσθαι 〈δέ〉 φησιν

οὕτω Φιλόχορος ἐν τῆι [ι]γ̅ διὰ τὸ μηδαμῶς οἰκητὸν τόπον

ἔχειν, ἀλλὰ μεμονῶσθαι· τὸ γὰρ μόνον οἶον ἐκάλουν οἱ ἀρχαῖοι.>

ἔστι δὲ τὸ μὲν Κεραμεικὸν Οἶον τῆς Λεοντίδος φυλῆς, τὸ δὲ Δεκελεικὸν τῆς

Ἱπποθωντίδος, ὡς Διόδωρος (372 F 12). οἱ δὲ δημόται ἑκατέρωθεν ἐλέγοντο

ἐξ Οἴου.

30

LEX. CANTABR. p. 354, 1 N; KLAUDIOS KASILON (Miller

Melanges p. 398); LEX. DEMOSTH. Aristocr. (P. BEROL. 5008) B 27:

ὀστρακισμοῦ τρόπος· Φιλόχορος ἐκτίθεται τὸν ὀστρακισμὸν ἐν τῆι τρίτηι

γράφων οὕτω· «ὁ δὲ <ὀστρα[κισμὸς τοιοῦτος]· προεχειροτόνει

μὲν ὁ δῆμος πρὸ τῆς ὀγδόης πρυτανείας, εἰ δοκεῖ τὸ ὄστρακον

εἰσφέρειν. ὅτε δ' ἐδόκει, ἐφράσσετο σανίσιν ἡ ἀγορά, καὶ

κατελείποντο εἴσοδοι δέκα, δι' ὧν εἰσιόντες κατὰ φυλὰς ἐτί-

θεσαν τὰ ὄστρακα, στρέφοντες τὴν ἐπιγραφήν· ἐπεστάτουν δὲ

οἵ τε ἐννέα ἄρχοντες καὶ ἡ βουλή. διαριθμηθέντων δὲ ὅτωι

πλεῖστα γένοιτο καὶ μὴ ἐλάττω ἑξακισχιλίων, τοῦτον ἔδει τὰ

δίκαια δόντα καὶ λαβόντα ὑπὲρ τῶν ἰδίων συναλλαγμάτων ἐν

δέκα ἡμέραις μεταστῆναι τῆς πόλεως ἔτη δέκα (ὕστερον δὲ

ἐγένοντο πέντε), καρπούμενον τὰ ἑαυτοῦ, μὴ ἐπιβαίνοντα

ἐντὸς Γεραιστοῦ τοῦ Εὐβοίας ἀκρωτηρίου».> *** μόνος δὲ Ὑπέρ-

βολος ἐκ τῶν ἀδόξων ἐξωστρακίσθη διὰ μοχθηρίαν τρόπων, οὐ δι' ὑποψίαν

τυραννίδος· μετὰ τοῦτον δὲ κατελύθη τὸ ἔθος, ἀρξάμενον νομοθετήσαντος

Κλεισθένους, ὅτε τοὺς τυράννους κατέλυσεν, ὅπως συνεκβάλοι καὶ τοὺς φίλους

αὐτῶν.

31

HESYCH. s.v. ἀγοραῖος Ἑρμῆς· οὕτως ἐλέγετο [ὄντος], καὶ

<ἀφίδρυτο Κέβριδος ἄρχοντος, ὡς μαρτυρεῖ Φιλόχορος ἐν γ̅.>

32a

STEPH. BYZ. s.v. Αἴθαια· πόλις Λακωνικῆς, μία τῶν

ρ̅· <Φιλόχορος ἐν Ἀτθίδος γ̅>. τὸ ἐθνικὸν Αἰθαεύς. Θουκυδίδης α̅ (101, 2).

32b

—s.v.† Θέα· πόλις Λακωνικῆς· <Φιλόχορος γ̅>. 〈οἱ πολῖται〉 †Θεεῖς,

ὡς Θουκυδίδης (—).

33

HARPOKR. s.v. θεωρικά· Δημοσθένης Φιλιππικῶι (3, 11;

31). θεωρικὰ ἦν τινὰ ἐν κοινῶι χρήματα ἀπὸ τῶν τῆς πόλεως προσόδων

συναγόμενα. ταῦτα δὲ πρότερον μὲν εἰς τὰς τοῦ πολέμου χρείας ἐφυλάττετο,

καὶ ἐκαλεῖτο στρατιωτικά, ὕστερον δὲ κατετίθετο εἴς τε τὰς δημοσίας κατα-

σκευὰς καὶ διανομὰς τῶν πολιτῶν, ὧν πρῶτος ἤρξατο Ἀγύρριος ὁ δημαγωγός.

<Φιλόχορος δὲ ἐν τῆι γ̅ τῆς Ἀτθίδος φησί «τὸ δὲ θεωρικὸν ἦν

τὸ πρῶτον νομισθὲν δραχμὴ τῆς θέας, ὅθεν καὶ τοὔνομα ἔλαβε»,

καὶ τὰ ἑξῆς.>

34a

SCHOL. RV ARISTO-

PHAN. Av. 556: ὁ <Ἱερὸς πόλε-

μος ἐγένετο Ἀθηναίοις πρὸς

Βοιωτοὺς βουλομένους ἀφελέσ-

θαι Φωκέων τὸ μαντεῖον. νι-

κήσαντες δὲ Φωκεῦσι πάλιν

ἀπέδωκαν, ὡς Φιλόχορος ἐν

τῆι> δ̅. δύο δὲ ἱεροὶ πόλεμοι γεγόνα-

σιν, οὗτός τε καὶ ὁπότε Φωκεῦσιν

ἐπέθεντο Λακεδαιμόνιοι.

34b

SCHOL. V: ἐν ἐνίοις τῶν ὑπο-

μνημάτων ταῦτα λέγεται ... τοῦ

Ἱεροῦ πολέμου μνημονεύει τοῦ γε-

νομένου Ἀθηναίοις πρὸς Φωκέας

ὑπὲρ τοῦ ἐν Δελφοῖς ἱεροῦ. ἐσχε-

δίασται δὲ ὑπ' αὐτῶν· οὐ γὰρ πρὸς

Φωκέας ὑπὲρ τούτου ἐπολέμησαν,

ἀλλ' ὑπὲρ Φωκέων διὰ τὸ πρὸς

Λακεδαιμονίους ἔχθος. γεγόνασι δὲ

δύο πόλεμοι ἱεροί· πρότερος μὲν

Λακεδαιμονίοις πρὸς Φωκεῖς ὑπὲρ

Δελφῶν, καὶ κρατήσαντες τοῦ ἱεροῦ Λακεδαιμόνιοι τὴν προμαντείαν παρὰ

Δελφῶν ἔλαβον· ὕστερον δὲ τρίτωι † ἔτει τοῦ πρώτου πολέμου Ἀθηναίοις πρὸς

Λακεδαιμονίους ὑπὲρ Φωκέων. <καὶ τὸ ἱερὸν ἀπέδωκαν Φωκεῦσι,

καθάπερ καὶ Φιλόχορος ἐν τῆι δ̅ λέγει.> καλεῖται δὲ Ἱερός, ὅτι περὶ

τοῦ ἐν Δελφοῖς ἱεροῦ ἐγένετο. ἱστορεῖ περὶ αὐτοῦ καὶ Θουκυδίδης (1, 112, 5)

καὶ Ἐρατοσθένης ἐν τῶι θ̅ (241 F 38) καὶ Θεόπομπος ἐν τῶι κ̅ε̅ (115 F 156).

35a

PHOT. SUDA s.v. ὀργεῶνες· οἱ τοῖς ἰδίαι ἀφιδρυμένοις

θεοῖς ὀργιάζοντες· ὀργιάζειν δέ ἐστι τὰ τῶν θεῶν ὄργια τελεῖν, τουτέστι

μυστήρια καὶ νόμιμα· 〈Πλάτων〉 Νόμων δεκάτωι (910 B) .... Σέλευκος δὲ

ἐν τῶι Ὑπομνήματι τῶν Σόλωνος ἀξόνων (341 F 1) ὀργεῶνάς φησι καλεῖσθαι

τοὺς συνόδους ἔχοντας περί τινας ἥρωας ἢ θεούς· ἤδη δὲ μεταφέροντες καὶ

τοὺς ἱερέας οὕτω καλοῦσιν· ὁ γοῦν Ἀντίμαχος ἐν τῆι Λύδηι (F 67 Wyss) ...

καὶ ὁ Αἰσχύλος ἐν Μυσοῖς (F 144 N2) ... <περὶ τῶν ὀργεώνων γέγραφεν

καὶ Φιλόχορος· «τοὺς δὲ φράτορας ἐπάναγκες δέχεσθαι καὶ τοὺς

ὀργεῶνας καὶ τοὺς ὁμογάλακτας, οὓς γεννήτας καλοῦμεν».

35b

HARPOKR. SUDA s.v. γεννῆται (SCHOL. DEMOSTH. 57, 23; SCHOL.

PATM. BCH 1, 152; LEX. SABBAIT. p. 6, 10 P—K)· οἱ τοῦ αὐτοῦ γένους

κοινωνοῦντες· διηιρημένων γὰρ ἁπάντων τῶν πολιτῶν κατὰ μέρη, τὰ μὲν

πρῶτα καὶ μέγιστα μέρη ἐκαλοῦντο φυλαί, ἑκάστη δὲ φυλὴ τριχῆι διήιρητο καὶ

ἐκαλεῖτο ἕκαστον μέρος τούτων τριττὺς καὶ φατρία. πάλιν δὲ τῶν φατριῶν

ἑκάστη διήιρητο εἰς γένη λ̅, ἐξ ὧν αἱ ἱεροσύναι αἱ ἑκάστοις προσήκουσαι

ἐκληροῦντο. ἔστι δὲ παρὰ πολλοῖς τῶν ῥητόρων τοὔνομα, ὡς καὶ Δημοσθένης

ἐν τῆι Πρὸς Εὐβουλίδην ἐφέσει (57, 23; 67). Ἰσαῖος ἐν τῶι Περὶ τοῦ Ἀπολλο-

δώρου κλήρου (7, 1; 13) τοὺς συγγενεῖς γεννήτας ὠνόμασεν. οὐχ οἱ συγγενεῖς

μέντοι ἁπλῶς καὶ οἱ ἐξ αἵματος γεννῆταί τε καὶ ἐκ τοῦ αὐτοῦ γένους ἐκαλοῦντο,

ἀλλ' οἱ ἐξ ἀρχῆς εἰς τὰ καλούμενα λ̅ γένη κατανεμηθέντες. <Φιλόχορος δ'

ἐν τῆι δ̅ Ἀτθίδος φησὶ πρότερον ὁμογάλακτας ὀνομάζεσθαι

οὓς νῦν γεννήτας καλοῦσιν.>

36

HARPOKR. s.v. προπύλαια ταῦτα· .... <περὶ δὲ τῶν

προπυλαίων τῆς ἀκροπόλεως, ὡς ἐπὶ Εὐθυμένους ἄρχοντος

οἰκοδομεῖν ἤρξαντο Ἀθηναῖοι, Μνησικλέους ἀρχιτεκτονοῦντος,

ἄλλοι τε ἱστορήκασιν καὶ Φιλόχορος ἐν τῆι δ̅.> Ἡλιόδωρος δ' ἐν α̅

Περὶ τῆς Ἀθήνησιν ἀκροπόλεως (374 F 1) μεθ' ἕτερα καὶ ταῦτά φησιν·

«ἐν ἔτεσι μὲν ε̅ παντελῶς ἐξεποιήθη, τάλαντα δ' ἀνηλώθη δισχίλια ι̅β̅ πέντε

δὲ πύλας ἐποίησαν, δι' ὧν εἰς τὴν ἀκρόπολιν εἰσίασιν».

37

HARPOKR. (SUDA) s.v. Λύκειον· Δημοσθένης ἐν τῶι Κατὰ

Τιμοκράτους (24, 114). ἓν τῶν παρ' Ἀθηναίοις γυμνασίων ἐστὶ τὸ Λύκειον,

ὃ Θεόπομπος μὲν ἐν τῆι κ̅α̅ (115 F 136) Πεισίστρατον ποιῆσαι, <Φιλόχορος

δὲ ἐν τῆι δ̅ Περικλέους φησὶν ἐπιστατοῦντος αὐτὸ γενέσθαι.>

38

HARPOKR. s.v. στρατεία ἐν τοῖς ἐπωνύμοις· Αἰσχίνης ἐν τῶι

Περὶ τῆς πρεσβείας (§ 168). τίς ἦν ἡ ἐν τοῖς ἐπωνύμοις στρατεία, δεδήλωκεν

Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείαι (54, 3) λέγων «εἰσὶ γὰρ ἐπώνυμοι ι̅ μὲν οἱ

τῶν φυλῶν, β̅ δὲ καὶ μ̅ τῶν ἡλικιῶν. οἱ δ' ἔφηβοι ἐγγραφόμενοι πρότερον μὲν

εἰς λελευκωμένα γραμματεῖα ἐνεγράφοντο, καὶ ἐπεγράφοντο αὐτοῖς ὅ τε ἄρ-

χων, ἐφ' οὗ ἐνεγράφησαν, καὶ 〈ὁ〉 ἐπώνυμος ὁ τῶι προτέρωι ἔτει δεδιαιτηκώς·

νῦν δὲ εἰς τὴν βουλὴν ἀναγράφονται». καὶ μετ' ὀλίγα (53, 7) «χρῶνται δὲ

τοῖς ἐπωνύμοις καὶ πρὸς τὰς στρατείας, καὶ ὅταν ἡλικίαν ἐκπέμπωσι, προγρά-

φουσιν ἀπὸ τίνος ἄρχοντος 〈καὶ〉 ἐπωνύμου μέχρι τίνος δεῖ στρατεύεσθαι».

<διείλεκται περὶ τούτων καὶ Φιλόχορος ἐν δ̅ τῆς Ἀτθίδος.>

39

HESYCH. s.v. ἱππῆς· Ἱππεῦσιν (225) «ἀλλ' εἰσὶν ἱππῆς

ἄνδρες ἀγαθοὶ χίλιοι». σύστημα πολεμικῶν ἀνδρῶν χιλίων ἵππους τρεφόντων.

<Φιλόχορος δὲ ἐν τετάρτωι εἴρηκε, πότε κατεστάθησαν χίλιοι·

διάφορα γὰρ ἦν ἱππέων πλήθη κατὰ χρόνον Ἀθηναίοις.>

40a

HARPOKR. (SUDA) s.v. πρὸς τῆι πυλίδι Ἑρμῆς· Δημοσ-

θένης ἐν τῶι Κατ' Εὐέργου (47, 26). Φιλόχορος ἐν τῆι ε̅ <«Ἀθηναίων»

φησίν «ἀρξαμένων τειχίζειν τὸν Πειραιᾶ, οἱ θ̅ ἄρχοντες τοῦτον

ἀναθέντες ἐπέγραψαν·>

Ἀρξάμενοι πρῶτοι τειχίζειν οἵδ' ἀνέθηκαν

βουλῆς καὶ δήμου δόγμασι πειθόμενοι».>

40b

—s.v. Ἑρμῆς ὁ πρὸς τῆι πυλίδι· .... <Φιλόχορος ἐν ε̅ Ἀτθίδος

φησὶν ὡς οἱ ἐννέα ἄρχοντες † ταῖς φυλαῖς ἀνέθεσαν Ἑρμῆν

παρὰ τὸν πυλῶνα τὸν ἀστικόν.>

41

HARPOKR. (SUDA; ET. M. p. 734, 37; SCHOL. DEMOSTH.

14, 17) s.v. συμμορία· Δημοσθένης Κατ' Ἀφόβου α̅ (27, 7). οὐχ ἅπαν τὸ

πλῆθος, ὥσπερ παρ' ἡμῖν, διήιρητο εἰς τὰς συμμορίας Ἀθήνησιν ἀλλὰ μόνοι

οἱ πλούσιοι καὶ εἰσφέρειν τῆι πόλει δυνάμενοι ... <διηιρέθησαν δὲ πρῶτον

Ἀθηναῖοι κατὰ συμμορίας ἐπὶ Ναυσινίκου ἄρχοντος, ὥς φησι

Φιλόχορος ἐν τῆι ε̅ Ἀτθίδος.>

42

LEX. DEMOSTH. P. Berol. 5008 A 1: ὅτι δὲ ἀπέσ[τη Κότυ]ος

Φιλόχορος δεδήλωκεν ἐν τῆι ε̅ τῆς Ἀ?[τθίδος].

43

HARPOKR. s.v. Στρύμη· Δημοσθένης ἐν τῶι περὶ τοῦ

τριηραρχήματος (50, 20/3) .... ἐστὶ δὲ ἐμπόριον Θασίων. <μνημονεύει

τῶν Θασίων πρὸς Μαρωνείτας περὶ τῆς Στρύμης ἀμφισβητήσεως

Φιλόχορος ἐν ε̅, Ἀρχίλοχον> (F 146 Bgk4) <ἐπαγόμενος μάρτυρα.>

44

HARPOKR. s.v. Δάτος· πόλις ἐστὶ Θράικης σφόδρα εὐδαίμων·

ἀπὸ ταύτης γοῦν ἐλέγετό τις καὶ παροιμία ‘Δάτος ἀγαθῶν’. δεδηλώκασι δὲ

περί τε αὐτῆς καὶ τῆς παρακειμένης χώρας, ὁτὲ μὲν τὸ Δάτον οὐδετέρως

λέγοντες, ὁτὲ δὲ τὴν Δάτον θηλυκῶς, ὡς ἀεὶ Ἔφορος ἐν τῆι δ̅ (70 F 37)·

ἅπαξ δ' ἀρσενικῶς τὸν Δάτον Θεόπομπος γ̅ Φιλιππικῶν (115 F 43). <μετωνο-

μάσθη μέντοι ἡ πόλις τῶν Δατηνῶν 〈Φίλιπποι〉, Φιλίππου τοῦ

Μακεδόνων βασιλέως κρατήσαντος αὐτῆς, ὡς Ἔφορος τέ φησιν

καὶ Φιλόχορος ἐν τῆι ε̅.>

45

HARPOKR. s.v. χίλιοι διακόσιοι· Ἰσαῖος ἐν τῶι Πρὸς Ἰσχό-

μαχον (F 74 Tur) ... οἱ πλουσιώτατοι Ἀθηναίων χίλιοι καὶ διακόσιοι ἦσαν,

οἳ καὶ ἐλειτούργουν· μνημονεύουσι δ' αὐτῶν καὶ ἄλλοι ῥήτορες καὶ Φιλόχορος

ἐν τῆι Ϛ̅.

46*

HARPOKR. s.v. ὅτι ἑξακισχίλια ἦν τάλαντα τὸ τίμημα τῆς

Ἀττικῆς· Δημοσθένης ἐν τῶι Περὶ τῶν συμμοριῶν (14, 30) φησὶν οὕτως·

«ἡμῖν δὲ τὸ τῆς χώρας τίμημα ὑπάρχειν ἀφορμὴν ὀκτακισχίλια τάλαντα

ἀκούσεται». ἤτοι οὖν γραφικὸν ἁμάρτημά ἐστιν ἢ ἴσως ὁ ῥήτωρ συναρπάζει,

ἵνα δοκῆι πλείω τὴν ἀφορμὴν ἔχειν ἡ πόλις εἰς τὸν πρὸς βασιλέα πόλεμον.

<ὅτι γὰρ ἑξακισχίλια τάλαντα ἦν τὸ τίμημα τῆς Ἀττικῆς,> καὶ

λυθέντος ἐν τοῖς ἑξῆς τοῦ λόγου φησίν, λογισμὸν αὐτῶν διδοὺς ποικίλως,

<καὶ Φιλόχορος ἐν ἕκτηι Ἀτθίδος.>

47

HARPOKR. s.v. ἱερὰ τριήρης· Δημοσθένης ἐν δ̅ Φιλιππικῶν

(4, 34) «καὶ τὴν ἱερὰν ἀπὸ τῆς χώρας ὤιχετο ἔχων τριήρη». <λέγοι δ' ἂν

τὴν Πάραλον, ὡς συνιδεῖν ἐστι ἔκ τε τῆς Φιλοχόρου καὶ ἐκ

τῆς Ἀνδροτίωνος ὁμοίως Ϛ̅> (324 F 24).

48*

LEX. CANTABR. p. 355, 3 N: Πάραλος καὶ Σαλαμινία· ταύ-

τας τὰς τριήεις εἶχον διὰ παντὸς πρὸς τὰς ἐπειγούσας ὑπηρεσίας, ἐφ' αἷς καὶ

ταμίαι τινὲς ἐχειροτονοῦντο. ἐχρῶντο δὲ αὐταῖς, εἰ δέοι στρατηγὸν μεταπέμ-

ψασθαι κριθησόμενον, ὥσπερ Ἀλκιβιάδην. ἡ δὲ Πάραλος καὶ ἀπό τινος ἥρωος

ἐπιχωρίου ἐκλήθη. τῆς μὲν Παράλου καὶ Σαλαμινίας ἐν τρίτηι (33, 2; 77, 3)

μνημονεύει Θουκυδίδης καὶ Ἀριστοφάνης ἐν Ὄρνισιν (1204). Ἀριστοτέλης

(Ἀθπ. 61, 7) δὲ Ἀμμωνιάδα καὶ Πάραλον οἶδε, καὶ Δείναρχος ἐν τῶι Κατὰ

Τιμοκράτους (VII 2 Tur)· <Φιλόχορος δὲ ἐν τῆι Ϛ̅ τέτταρας αὐτὰς

οἶδε, πρώτας μὲν δύο Ἀμμωνιάδα καὶ Πάραλον, προσγενομένας

δὲ Δημητριάδα καὶ Ἀντιγονίδα.>

49

DIONYS. HAL. Ad Amm. 9 (SCHOL. DEMOSTH. 2, 1):

οὗτος (scil. ὁ Ὀλυνθιακὸς πόλεμος) δ' ἐπὶ Καλλιμάχου γέγονεν ἄρχοντος,

ὡς δηλοῖ Φιλόχορος ἐν ἕκτηι βύβλωι τῆς Ἀτθίδος κατὰ λέξιν οὕτω γράφων·

<«Καλλίμαχος Περγασῆθεν· ἐπὶ τούτου Ὀλυνθίοις πολεμουμέ-

νοις ὑπὸ Φιλίππου καὶ πρέσβεις Ἀθήναζε πέμψασιν οἱ Ἀθη-

ναῖοι συμμαχίαν τε ἐποιήσαντο ** καὶ βοήθειαν ἔπεμψαν

πελταστὰς δισχιλίους, τριήρεις δὲ τριάκοντα τὰς μετὰ Χάρητος

καὶ ἃς συνεπλήρωσαν ὀκτώ».>

50

ἔπειτα διεξελθὼν ὀλίγα τὰ μεταξὺ

γενόμενα τίθησι ταυτί· <«περὶ δὲ τὸν αὐτὸν χρόνον Χαλκιδέων τῶν

ἐπὶ Θράικης θλιβομένων τῶι πολέμωι καὶ πρεσβευσαμένων

Ἀθήναζε, Χαρίδημον αὐτοῖς ἔπεμψαν οἱ Ἀθηναῖοι τὸν ἐν

Ἑλλησπόντωι στρατηγόν, ὃς ἔχων ὀκτωκαίδεκα τριήρεις καὶ

πελταστὰς τετρακισχιλίους, ἱππεῖς δὲ πεντήκοντα καὶ ἑκατόν,

ἦλθεν εἴς τε τὴν Παλλήνην καὶ τὴν Βοττιαίαν μετ' Ὀλυνθίων,

καὶ τὴν χώραν ἐπόρθησεν»>

51

ἔπειθ' ὑπὲρ τῆς τρίτης βοηθείας

λέγει ταυτί· <«πάλιν δὲ τῶν Ὀλυνθίων πρέσβεις ἀποστειλάντων

εἰς τὰς Ἀθήνας καὶ δεομένων μὴ περιιδεῖν αὐτοὺς καταπολε-

μηθέντας, ἀλλὰ πρὸς ταῖς ὑπαρχούσαις δυνάμεσι πέμψαι βοή-

θειαν μὴ ξενικὴν ἀλλ' αὐτῶν Ἀθηναίων, ἔπεμψεν αὐτοῖς ὁ

δῆμος τριήρεις μὲν ἑτέρας ἑπτακαίδεκα 〈καὶ〉 τῶν πολιτῶν

ὁπλίτας δισχιλίους καὶ ἱππεῖς τριακοσίους ἐν ναυσὶν ἱππηγοῖς,

στρατηγὸν δὲ Χάρητα τοῦ στόλου παντός»>.

52

HARPOKR. s.v. διαψήφισις· ..... ἐντελέστατα δὲ διείλεκται

περὶ τῶν διαψηφίσεων, ὡς γεγόνασιν ἐπὶ Ἀρχίου ἄρχοντος, Ἀνδροτίων ἐν

τῆι Ἀτθίδι (324 F 52) καὶ Φιλόχορος ἐν Ϛ̅ τῆς Ἀτθίδος.

53-56

DIONYS. HAL. Ad Amm. 11: ὁ δὲ χρόνος οὗτος, ἐν ὧι

Φίλιππος ἠξίου Θηβαίους ἐπὶ τὴν Ἀττικὴν αὑτῶι δοῦναι δίοδον, ὑπομιμνήσκων

τῆς ἐν τῶι πρὸς Φωκεῖς πολέμωι γενομένης βοηθείας, ἐκ τῆς κοινῆς γίγνεται

φανερὸς ἱστορίας. εἶχε γὰρ οὕτως· μετὰ τὴν Ὀλυνθίων ἅλωσιν, ἄρχοντος Θε-

μιστοκλέους, συνθῆκαι Φιλίππωι πρὸς Ἀθηναίους ἐγένοντο περὶ

φιλίας καὶ συμμαχίας. αὗται διέμειναν ἑπταετῆ χρόνον ἄχρι Νικομάχου.

ἐπὶ δὲ Θεοφράστου τοῦ μετὰ Νικόμαχον ἄρξαντος ἐλύθησαν, Ἀθη-

ναίων μὲν Φίλιππον αἰτιωμένων ἄρχειν τοῦ πολέμου, Φιλίππου δὲ Ἀθηναίοις

ἐγκαλοῦντος.

53

τὰς δ' αἰτίας, δι' ἃς εἰς τὸν πόλεμον κατέστησαν ἀδικεῖσθαι

λέγοντες ἀμφότεροι, καὶ τὸν χρόνον, ἐν ὧι τὴν εἰρήνην ἔλυσαν, ἀκριβῶς δηλοῖ

Φιλόχορος ἐν τῆι ἕκτηι τῆς Ἀτθίδος βύβλωι. θήσω δ' ἐξ αὐτῆς τὰ ἀναγκαιότατα.

54

<«Θεόφραστος Ἁλαιεύς· ἐπὶ τούτου Φίλιππος τὸ μὲν

πρῶτον ἀναπλεύσας Περίνθωι προσέβαλεν, ἀποτυχὼν δὲ ἐν-

τεῦθεν Βυζάντιον ἐπολιόρκει καὶ μηχανήματα προσῆγεν»>.

55a

ἔπειτα διεξελθὼν ὅσα τοῖς

Ἀθηναίοις ὁ Φίλιππος ἐνεκάλει διὰ

τῆς ἐπιστολῆς, ταῦτα πάλιν κατὰ

λέξιν ἐπιτίθησιν· <«ὁ δὲ δῆμος

ἀκούσας τῆς ἐπιστολῆς, [καὶ]

Δημοσθένους παρακαλέσαντος

αὐτὸν πρὸς τὸν πόλεμον καὶ

ψήφισμα γράψαντος, ἐχειρο-

τόνησε τὴν μὲν στήλην καθελεῖν τὴν περὶ τῆς πρὸς Φίλιππον

εἰρήνης καὶ συμμαχίας σταθεῖσαν, ναῦς δὲ πληροῦν καὶ τὰ

ἄλλα ἐνεργεῖν τὰ τοῦ πολέμου»>.

55b

DIDYM. in Demosth. (Berl.

Klass. Texte I) col. 1, 67: ὅτι μὲν

[οὖν ἐπὶ Θεοφράστο]υ? τοῦ μετὰ Νι-

κόμαχον ἄρξαντος [αἱ στῆλαι καθ-

ηιρέ]θησαν, ἀρκέσει Φιλ[ό]χορος ἐκ-

[φανῶς διὰ τῆς] ἕκτης γράφων οὑ-

τωσ[ί· «ὁ] <δὲ δῆμος—πολέμου».>

56a

ταῦτα γράψας κατὰ Θε-

όφραστον ἄρχοντα γεγονέναι, τῶι

μετ' ἐκεῖνον ἐνιαυτῶι τὰ πραχθέντα

μετὰ τὴν λύσιν τῆς εἰρήνης ἐπὶ

Λυσιμαχίδου ἄρχοντος διεξέρχεται.

θήσω δὲ καὶ τούτων [αὐτῶν] τὰ ἀναγ-

καιότατα· <«Λυσιμαχίδης Ἀχαρ-

νεύς· ἐπὶ τούτου τὰ μὲν ἔργα

τὰ περὶ τοὺς νεωσοίκους καὶ

τὴν σκευοθήκην ἀνεβάλοντο διὰ

τὸν πόλεμον τὸν πρὸς Φίλιπ-

πον, τὰ δὲ χρήματα ἐψηφίσαν-

το πάντ' εἶναι στρατιωτικά,

Δημοσθένους γράψαντος. Φι-

λίππου δὲ καταλαβόντος Ἐλά-

τειαν καὶ Κυτίνιον καὶ πρέσ-

βεις πέμψαντος (?) εἰς Θήβας

Θετταλῶν, Αἰνιάνων, Αἰτω-

λῶν, Δολόπων, Φθιωτῶν, Ἀθη-

ναίων δὲ κατὰ τὸν αὐτὸν χρό-

νον πρέσβεις ἀποστειλάντων

τοὺς περὶ Δημοσθένη, τούτοις

συμμαχεῖν ἐψηφίσαντο»>.

56b

DIDYM. ebd. col. 11, 37:

καὶ Φιλόχ[ορ]ος δ' [ὅτι] Λο[κ]ροῖς

Φίλιππος αὐτὴν (scil. Νίκαιαν) ἐκέ-

[λευσ]ε? π[αρ]ὰ? Θηβαίων ἀποδοθῆναι

διὰ τῆς ἕκ?τ[ης] φη?σ?ί? τὸν τρόπον τοῦ-

τον· <«Φιλ[ίππο]υ δ?[ὲ κατα]-

λ?[α]β?όντος Ἐλάτειαν καὶ Κυ-

τίν[ιον] καὶ πρέσβεις πέμ-

ψαντος (?) εἰς Θήβας Θε[ττ]α?-

λῶν, Α?ἰ?ν?[ι]άνων, Αἰτωλῶν, Δο-

λόπων, Φθιωτῶν καὶ ἀξιοῦν-

τος (?) Νίκαιαν Λοκροῖς πα-

ραδιδόναι κατὰ τὸ δόγμα τὸ

τῶν Ἀμφικτυόνων, ἣν ὑπὸ

Φιλίππου φρουρουμένην, ὅτ'

ἐκεῖνος ἐν Σκύθαις ἦν, ἐκβα-

λόντες τοὺς φρουροὺς αὐτοὶ

κατεῖχον οἱ Θηβαῖοι, τούτοις

μὲν ἀπεκρίναντ?ο πρεσβείαν

ὑπὲρ ἁπάντων π[ρὸ]ς? Φίλιππον

διαλεξομένην 〈πέμψειν〉»>.

57

SCHOL. RV ARISTOPH. Ran. 218: Χύτροι ἑορτὴ παρ' Ἀθη-

ναίοις .... (Theopomp. 115 F 347). <ἤγοντο δὲ ἀγῶνες αὐτόθι οἱ Χύτρινοι

καλούμενοι, καθά φησι Φιλόχορος ἐν τῆι ἕκτηι τῶν Ἀτθίδων.>

58

HARPOKR. (SUDA) s.v. κατατομή· Ὑπερείδης ἐν τῶι Κατὰ

Δημοσθένους (I col. 9, 18) «καὶ καθήμενος κάτω ὑπὸ τῆι κατατομῆι».

Φιλόχορος δὲ ἐν Ϛ̅ οὕτως· <«Αἰσχραῖος Ἀναγυράσιος ἀνέθηκε τὸν

ὑπὲρ τοῦ θεάτρου τρίποδα καταργυρώσας, νενικηκὼς τῶι πρό-

τερον ἔτει χορηγῶν παισί, καὶ ἐπέγραψεν ἐπὶ τὴν κατατομὴν

τῆς πέτρας».>

59

PHILODEM. Index Acad. Herc. col. II 1—19 p. 19 Mekler:

δε!!!!!!!!!!λλοις !! / ατ!!!!!!!!!!!λανε!! / πιαν?!!!!!!!!!!

προ!! / το!!!!!ς ἴσα. τοιαῦτα γεγρα/φότο[ς Δ]ικαιάρχου Φιλόχ[ο]/ρος

ἐν τῶι τῆς Ἀτθ?[ί]δ?[ος] ἕ?κ?/τωι παρέπιπ?τ?εν ἐπὶ τὸ! / !!!αυταν!!!!α!!!! /

[π]α?ραξύων !!!ν? ταμη? / [λαμ]βάνων !!!!!!!! / ——— / !!!!!!ονε!τωιπ

!!! / !!ι καὶ ἀνέ[θε]σα?ν εἰκ[όνα] / Ἰσ[ο]κράτους τ[!!! ὑπ]ό[βα/θρο]ν ἐφ'

ὧι ἐπ?[ιγ]έ?[γρ]α?πται· [Β]ούτης ἐπό[ησ]ε !!!κω!!! / !!!!ύς. ἐπιγέ[γ]ρα[πτ]αι

[δ' ὀ/νόμα]τα συχν?[ὰ !!!]α?ι!! / !!!!!!ατο!!!!!!αν————

60

HARPOKR. s.v. Θεωρίς· Δημοσθένης ἐν τῶι Κατ' Ἀριστο-

γείτονος (25, 79), εἰ γνήσιος. <μάντις ἦν ἡ Θεωρίς, καὶ ἀσεβείας

κριθεῖσα ἀπέθανεν, ὡς καὶ Φιλόχορος ἐν Ϛ̅ γράφει.>

61

SCHOL. ARISTOPH. Lys. 835: Χλόης Δήμητρος ἱερὸν ἐν ἀκρο-

πόλει, ἐν ὧι οἱ Ἀθηναῖοι θύουσι μηνὸς Θαργηλιῶνος, ὡς Φιλόχορός φησιν ἐν Ϛ̅.

62

HARPOKR. (SUDA; ET. GEN. ET. M. p. 802, 23) s.v. Φυλή·

Ἰσοκράτης ἐν τῶι Περὶ τῆς εἰρήνης (8, 108). Φυλὴ δῆμός ἐστι φυλῆς τῆς

Οἰνηίδος. Μένανδρος Δυσκόλωι (III 37, 157 K) «τῆς Ἀττικῆς νομίζετ'

εἶναι τὸν τόπον Φυλὴν ....». <Φιλόχορος δ' ἐν ζ̅ Ἀτθίδος φρούριον

αὐτό φησιν εἶναι.>

63

HARPOKR. s.v. ἀποστολεῖς· <οἱ ἐπὶ τῆς ἐκπομπῆς τῶν

τριήρων ἀποδεδειγμένοι·> Δημοσθένης Ὑπὲρ Κτησιφῶντος (18, 107)

<καὶ Φιλόχορος ἐν ζ̅.> ἀπόστολοι δ' εἰσὶν αἱ τῶν νεῶν ἐκπομπαί· ὁ αὐτὸς

ῥήτωρ ἐν α̅ Φιλιππικῶν (4, 35).

64a

HARPOKR. s.v. νομοφύλακες· ἀρχή τις παρ' Ἀθηναίοις

οὕτως ἐκαλεῖτο, διαφέρουσα τῶν θεσμοθετῶν· Δείναρχος Καθ' Ἱμεραίου

(XIV 2 Tur) καὶ ἐν τῶι Κατὰ Πυθέου (VI 11). <Φιλόχορος δὲ ἐν ζ̅

ἄλλα τέ τινα διεξῆλθε περὶ αὐτῶν, καὶ ὅτι οὗτοι τὰς ἀρχὰς

ἐπηνάγκαζον τοῖς νόμοις χρῆσθαι.>

64b,Alpha

LEX. CANTABR. p. 351,

10 N: νομοφύλακες· ἕτεροί εἰσι τῶν

θεσμοθετῶν, ὡς Φιλόχορος ἐν τῆι ζ̅.

οἱ μὲν γὰρ ἄρχοντες ἀνέβαινον εἰς

Ἄρειον πάγον ἐστεφανωμένοι, οἱ δὲ

νομοφύλακες στρόφια λευκὰ ἔχοντες

καὶ 〈ἐν〉 ταῖς θέαις ἐναντίον 〈τῶν

ἐννέα〉 ἀρχόντων ἐκαθέζοντο, καὶ τὴν

πομπὴν ἔπεμπον τῆι Παλλάδι. τὰς

δὲ ἀρχὰς ἠνάγκαζον τοῖς νόμοις

χρῆσθαι, καὶ ἐν τῆι ἐκκλησίαι καὶ

ἐν τῆι βουλῆι μετὰ τῶν προέδρων

ἐκάθηντο, κωλύοντες τὰ ἀσύμφορα

τῆι πόλει πράττειν. ἑπτὰ δὲ ἦσαν

καὶ κατέστησαν, ὡς Φιλόχορος, ὅτε

Ἐφιάλτης μόνα κατέλιπε τῆι ἐξ

Ἀρείου πάγου βουλῆι τὰ ὑπὲρ τοῦ

σώματος.

64b,Beta

PHOT. SUD. s.v. οἱ νομοφύλα-

κες τίνες· ἔδοξέ τισι τοὺς αὐτοὺς

εἶναι τοῖς θεσμοθέταις. ἀλλ' οὐκ

ἔστιν οὕτως. οἱ μὲν γὰρ θεσμοθέται

κατὰ τὰ πάτρια ἐστεφανωμένοι ἐπὶ

τὸν Ἄρειον πάγον ἀνέβαινον, οἱ

δὲ νομοφύλακες στροφίοις λευκοῖς

ἐχρῶντο, καὶ ἐν ταῖς θέαις ἐπὶ

θρόνων ἐκάθηντο καταντικρὺ τῶν

ἐννέα ἀρχόντων, καὶ τῆι Παλλά-

δι τὴν πομπὴν ἐκόσμουν, ὅτε κο-

μίζοιτο τὸ ξόανον ἐπὶ τὴν θάλασ-

σαν. ἠνάγκαζον δὲ καὶ τὰς ἀρχὰς

χρῆσθαι τοῖς νόμοις, καὶ ἐν ταῖς

ἐκκλησίαις ἐκάθηντο μετὰ τῶν προέ-

δρων, κωλύοντες ψηφίζειν, εἴ τι

παράνομον αὐτοῖς εἶναι δόξειεν 〈ἢ〉

ἀσύμφορον τῆι πόλει.

65

ATHEN. 6, 46 p. 245 C: καὶ Φιλόχορος δ' ἐν ἑβδόμηι Ἀτθί-

δος <«οἱ γυναικονόμοι»> φησί <«μετὰ τῶν Ἀρεοπαγιτῶν ἐσκόπουν

τὰς ἐν ταῖς οἰκίαις συνόδους ἔν τε τοῖς γάμοις καὶ ταῖς ἄλλαις

θυσίαις».>

66

DIONYS. HAL. De Dinarch. 3: οὗτος μὲν ὁ βίος τἀνδρός (scil.

τοῦ Δεινάρχου). ἀποδείκνυται δ' ἕκαστον αὐτῶν ἔκ τε τῶν ἱστοριῶν τῶν

Φιλοχόρου καὶ ἐξ ὧν αὐτὸς περὶ αὐτοῦ ξυνέγραψεν ἐν τῶι λόγωι τῶι Κατὰ

Προξένου (XLII Tur), ὃς εἴρηται μὲν μετὰ τὴν φυγήν ..... ταῦτα μὲν

αὐτὸς ὁ Δείναρχος περὶ ἑαυτοῦ, Φιλόχορος δὲ ἐν ταῖς Ἀττικαῖς ἱστορίαις

περί τε τῆς φυγῆς τῶν καταλυσάντων τὸν δῆμον καὶ περὶ τῆς καθόδου πάλιν

οὕτως λέγει· <«τοῦ γὰρ Ἀναξικράτους ἄρχοντος εὐθὺ μὲν ἡ τῶν

Μεγαρέων πόλις ἑάλω, ὁ δὲ Δημήτριος [ὁ] κατελθὼν ἐκ τῶν

Μεγάρων κατεσκευάζετο τὰ πρὸς τὴν Μουνυχίαν, καὶ τὰ τεί-

χη κατασκάψας ἀπέδωκε τῶι δήμωι. ὕστερον δὲ εἰσηγγέλθησαν

πολλοὶ 〈τῶν〉 πολιτῶν, ἐν οἷς καὶ Δημήτριος ὁ Φαληρεύς· τῶν

δ' εἰσαγγελθέντων οὓς μὲν οὐχ ὑπομείναντες τὴν κρίσιν ἐθανά-

τωσαν τῆι ψήφωι, οὓς δ' ὑπακούσαντας ἀπέλυσαν».> ταῦτα μὲν

οὖν τῆς ὀγδόης.

67

DIONYS. HAL. De Dinarch. 3: ἐν δὲ τῆι ἐνάτηι φησί·

<«τοῦ δ' ἐνιαυτοῦ τού〈του〉 διελθόντος, ἑτέρου δ' εἰσιόντος, ἐν

ἀκροπόλει σημεῖον ἐγένετο τοιοῦτον· κύων εἰς τὸν τῆς Πολιάδος

νεὼν εἰσελθοῦσα καὶ δῦσα εἰς τὸ Πανδρόσειον, ἐπὶ τὸν βωμὸν

ἀναβᾶσα τοῦ Ἑρκείου Διὸς τὸν ὑπὸ τῆι ἐλαίαι κατέκειτο.

πάτριον δ' ἐστὶ τοῖς Ἀθηναίοις κύνα μὴ ἀναβαίνειν εἰς ἀκρό-

πολιν. περὶ τὸν αὐτὸν δὲ χρόνον καὶ ἐν τῶι οὐρανῶι μεθ' ἡμέ-

ραν, ἡλίου τ' ἐξέχοντος καὶ οὔσης αἰθρίας, ἀστὴρ ἐπί τινα

χρόνον ἐγένετο ἐκφανής. ἡμεῖς δ' ἐρωτηθέντες ὑπέρ τε τοῦ

σημείου καὶ τοῦ φαντάσματος εἰς ὃ φέρει, φυγάδων κάθοδον

ἔφαμεν προσημαίνειν ἀμφότερα, καὶ ταύτην οὐκ ἐκ μεταβολῆς

πραγμάτων ἐσομένην ἀλλ' ἐν τῆι καθεστώσηι πολιτείαι· καὶ

τὴν κρίσιν ἐπιτελεσθῆναι συνέβη».>

68

ATHEN. 5, 15 p. 189 C: λέγονται δὲ Ἀθήνησι καὶ ἱεροί τινες

αὐλῶνες, ὧν μέμνηται Φιλόχορος ἐν τῆι ἐνάτηι.

69-70a

HARPOKR. s.v. ἐπωπτευκότων· Ὑπερείδης ἐν τῶι

Ὑπὲρ Φρύνης (F 175 Bl—J). οἱ μυηθέντες ἐν Ἐλευσῖνι ἐν τῆι δευτέραι μυήσει

ἐποπτεύειν λέγονται, ὡς δῆλόν ἐστιν ἔκ τε τοῦ †Δημοσθένους λόγου καὶ ἐκ

τῆς δεκάτης Φιλοχόρου.

69-70b

HARPOKR. (SUDA) s.v. ἀνεπόπτευτος (SYNAG.

LEX. p. 398, 11 Bkr; PHOT. BEROL. p. 133, 14 Rei): Ὑπερείδης ἐν τῶι

Ὑπὲρ Φρύνης (F 174)· ὁ μὴ ἐποπτεύσας. τί δὲ τὸ ἐποπτεῦσαι, δηλοῖ Φιλόχορος

ἐν τῆι ι̅·

69

<«τὰ ἱερὰ οὗτος ἀδικεῖ πάντα τά τε μυστικὰ καὶ τὰ

ἐποπτικά»,> καὶ πάλιν

70

<«Δημητρίωι μὲν οὖν ἴδιόν τι ἐγένετο

παρὰ τοὺς ἄλλους τὸ μόνον μυηθῆναί τε ἅμα καὶ ἐποπτεῦσαι,

καὶ τοὺς χρόνους τῆς τελετῆς τοὺς πατρίους μετακινηθῆναι».>

71

HARPOKR. s.v. ἅμιπποι· Ἰσαῖος Τεμενικῶι (F 125 Tur)

οἱ σὺν ἵπποις στρατευόμενοι. ἔνιοι δέ φασιν ὅτι ζεύγνυνταί τινες πρὸς ἀλλήλους

ἵπποι κέλητες, ὁ δ' ἐλαύνων αὐτοὺς τὸν ἕτερον μὲν παρέλκεται, ἐπὶ δὲ τοῦ

ἑτέρου ὀχεῖται· οὗτοι ἅμιπποι λέγονται. τοῦτ' ἔστι τὸ παρ' Ὁμήρωι (Il.

O 684) «θρώισκων ἄλλοτ' ἐπ' ἄλλον». πεζοὶ δ' εἰσὶν οἱ ἅμιπποι, ὡς δῆλόν

ἐστιν ἐκ τῶν Θουκυδίδου (5, 57, 2) καὶ Ξενοφῶντος ἐν τῆι ζ̅ (5, 23/4) τῶν

Ἑλληνικῶν. καὶ μήποτε πρόδρομοί τινές εἰσιν οἱ ἅμα τοῖς ἱππεῦσιν τεταγ-

μένοι· Φιλόχορος γοῦν ἐν τῆι ι̅Ϛ̅ φησί <«καὶ προδρόμους».>

72

HARPOKR. s.v. Ἠετιώνεια· Ἀντιφῶν ἐν τῶι Περὶ τῆς με-

ταστάσεως (F 5 Bl). οὕτως ἐκαλεῖτο ἡ ἑτέρα τοῦ Πειραιέως ἄκρα <ἀπὸ τοῦ

κατακτησαμένου τὴν γῆν Ἠετίωνος,> ὥς φησι Φιλόχορος ἐν τῆι

Πρὸς Δήμωνα ἀντιγραφῆι. μνημονεύει δὲ τῆς Ἠετιωνείας καὶ Θουκυδίδης

ἐν η̅ (90—92).

73

ATHEN. 6, 27 p. 235 CD: διὸ καὶ ἐν τῶι τοῦ βασιλέως νόμωι

γέγραπται ταυτί (Krates 362 F 7) «ἐπιμελεῖσθαι δὲ τὸν βασιλεύοντα τῶν

τε ἀρχόντων, ὅπως ἂν καθιστῶνται, καὶ τοὺς παρασίτους ἐκ τῶν δήμων αἱρῶν-

ται κατὰ τὰ γεγραμμένα. τοὺς δὲ παρασίτους ἐκ τῆς βουκολίας ἐκλέγειν ἐκ

τοῦ μέρους τοῦ ἑαυτῶν ἕκαστον, ἑκτέα κριθῶν δαίνυσθαί τε τοὺς †ὄντας

Ἀθηναίων ἐν τῶι ἱερῶι κατὰ τὰ πάτρια. τὸν δ' ἑκτέα παρέχειν εἰς τὰ ἀρχεῖα

τῶι Ἀπόλλωνι τοὺς Ἀχαρνέων παρασίτους ἀπὸ τῆς ἐκλογῆς τῶν κριθῶν».

ὅτι δὲ καὶ ἀρχεῖον ἦν αὐτῶν, ἐν τῶι αὐτῶι νόμωι τάδε γέγραπται· «εἰς τὴν

ἐπισκευὴν τοῦ νεὼ [τοῦ ἀρχείου] καὶ τοῦ παρασιτίου καὶ τῆς οἰκίας τῆς ἱερᾶς

διδόναι τὸ ἀργύριον ὁπόσου ἂν οἱ τῶν ἱερῶν ἐπισκευασταὶ μισθώσωσιν».

ἐκ τούτου δῆλόν ἐστιν, ὅτι ἐν ὧι τὰς ἀπαρχὰς ἐτίθεσαν τοῦ ἱεροῦ σίτου οἱ

παράσιτοι, τοῦτο παρασίτιον προσηγορεύετο. <ταὐτὰ ἱστορεῖ καὶ Φιλό-

χορος ἐν τῆι ἐπιγραφομένηι Τετραπόλει, μνημονεύων τῶν

καταλεγομένων τῶι Ἡρακλεῖ παρασίτων,> καὶ Διόδωρος ὁ Σινωπεὺς

κωμωιδιοποιὸς ἐν Ἐπικλήρωι (II 420, 2 K), οὗ τὸ μαρτύριον ὀλίγον ὕστερον

παραθήσομαι (p. 239 A—F).

74

PHOT. SUD. s.v. Τιτανίδα γῆν· οἱ μὲν τὴν πᾶσαν, οἱ δὲ <τὴν

Ἀττικὴν ἀπὸ Τιτηνίου ἑνὸς τῶν Τιτάνων ἀρχαιοτέρου, οἰκή-

σαντος περὶ Μαραθῶνα, ὃς μόνος οὐκ ἐστράτευσεν ἐπὶ τοὺς

θεούς, ὡς Φιλόχορος ἐν Τετραπόλει,> Ἴστρος δὲ ἐν α̅ Ἀττικῶν

(334 F 1) ** Τιτᾶνας βοᾶν· ἐβοήθουν γὰρ τοῖς ἀνθρώποις ἐπακούοντες, ὡς

Νίκανδρος ἐν α̅ Αἰτωλικῶν (271/2 F 4).

75

SCHOL. SOPHOKL. O. K. 1047: ἢ πρὸς Πυθίαις ... ἀκταῖς] λέγοι

δ' ἂν Πυθίας ἀκτὰς τὸν τοῦ Πυθίου Ἀπόλλωνος βωμὸν τὸν ἐν τῶι Μαραθῶνι

ὅθεν καὶ τὴν θεωρίαν ἔπεμπον. ἱστορεῖ δὲ περὶ τούτων Φιλόχορος ἐν τῆι Τετρα-

πόλει γράφων οὕτως· <«ὅταν δὲ σημεῖα γένηται 〈τὰ〉 παραδεδομένα

ἐν τοῖς ἱεροῖς τότε ἀποστέλλουσι τὴν θεωρίαν οἱ ἐκ τοῦ γένους

[†πύθιαι δὲ καὶ δηλιάδες], ὁποτέρα ἂν καθήκηι αὐτοῖς. θύει

δὲ ὁ μάντις, ὅταν μὲν τὰ εἰς Δελφοὺς πόμπιμα γένηται καὶ

θεωρία πέμπηται, ἐν Οἰνόηι καθ' ἑκάστην ἡμέραν ἐν τῶι Πυ-

θίωι εἰ δὲ εἰς Δῆλον ἀποστέλλοιτο ἡ θεωρία, κατὰ τὰ προειρη-

μένα θύει ὁ μάντις εἰς τὸ ἐν Μαραθῶνι Δήλιον. καὶ ἔστιν ἱεροσ-

κοπία τῆς μὲν εἰς Δελφοὺς θεωρίας ἐν τῶι ἐν Οἰνόηι Πυθίωι,

τῆς δὲ εἰς Δῆλον ἐν τῶι ἐν Μαραθῶνι Δηλίωι».>

76

CLEM. AL. Strom. 1, 134, 4: ἤδη δὲ καὶ Ὀρφέα (T 87 Kern)

Φιλόχορος μάντιν ἱστορεῖ γενέσθαι ἐν τῶι πρώτωι Περὶ…

77

S…

The complete text is available when the reading interface loads.