Excerpta de arte rhetorica
- Edition reference
- Excerpta de arte rhetorica (olim sub auctore Joanne Doxapatre), ed. C. Walz, Rhetores Graeci, vol. 6, Stuttgart: Cotta, 1834 (repr. Osnabrück: Otto Zeller, 1968): 30–32.
- CTS identifier
urn:cts:greekLit:tlg0598.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
τικὴ, ἀντίληψις, ἀντίστασις, ἀντέγκλημα, μετάστασις,συγγνώμη, μετάληψις· νομικαὶ δὲ πέντε, παραγραφὴ,ῥητὸν καὶ διάνοια, ἀντινομία, συλλογισμὸς, ἀμφιβολία.Ἔτι τῶν στάσεων αἱ μὲν ἀνάγονται ὑπὸ τὸ δικανικὸν,αἱ δὲ ὑπὸ τὸ συμβουλευτικὸν καὶ τὸ δικανικὸν, ὑπὸ δὲτὸ πανηγυρικὸν οὐδεμία. Ὡσαύτως αἱ στάσεις ἢ ὑπὸτὸν μέλλοντα χρόνον ἀνάγονται, ἢ ὑπὸ τὸν παρεληλυ-θότα, ὑπὸ δὲ τὸν ἐνεστῶτα οὐδεμία. Ἔτι τῶν στάσεωναἱ μὲν ἀπὸ τοῦ κατηγόρου γνωρίζονται, αἱ δὲ ἀπὸ τοῦφεύγοντος.{INTRODUCTIO ARTIS RHETORICAE} Πρὸ παντὸς πράγματος καὶ πρὸ πάσης. ἐπιστήμης καὶτέχνης τέσσαρά ἐστι ταῦτα τὰ ζητούμενα· εἰ ἔστι, τί ἐστι,διὰ τί ἐστι καὶ ὁποῖόν τί ἐστιν. Εἰ ἔστιν· ὅτι ἦν ἡ ῥητορική, ἀφ' οὗ ἄνθρωποι γεγόνασιν·ἔσχατον δὲ κατὰ μικρὸν συνετέθη εἰς τέχνην. Τί δέ ἐστι ῥητορική; [‘τέχνη περὶ λόγου δύναμιν ἐνπράγματι πολιτικῷ, τέλος ἔχουσα τὸ πειστικῶς εἰπεῖν κατὰτὸ ἐνδεχόμενον.’ ἄλλως·] ‘δύναμις εὑρετικὴ καὶ ἑρμηνευ-τικὴ μετὰ κόσμου τῶν ἐνδεχομένων πιθανῶν ἐν παντὶλόγῳ.’ τί ἐστι δύναμις; ‘δύναμίς’ ἐστι πρᾶγμα ἐν μεσότητι,ᾧ δύναιτό τις καὶ ἐπὶ ἀγαθῷ καὶ ἐπὶ φαύλῳ χρήσασθαι.‘εὑρετικὴ δὲ καὶ ἑρμηνευτική’, ὅτι δεῖ τὸν ῥήτορα εὑρεῖνπρῶτον καὶ νοῆσαι, εἶτα ἑρμηνεῦσαι ἤτοι φράσαι. ‘μετὰκόσμου δὲ τῶν ἐνδεχομένων πιθανῶν’ πρόσκειται, ὅτι δεῖπιθανῶς καὶ κοσμίως τὸν ῥήτορα λέγειν. πιθανὸς δὲγίνεται λόγος, ὅταν προσήκοντας τοῖς ὑποκειμένοις προσ-ώποις ἢ πράγμασι λέγωμεν λόγους. Διὰ τί δέ ἐστι ῥητορική; διὰ τὸ κοσμεῖν τὸν τῶν ἀν-θρώπων βίον καὶ τὰς πολιτείας· διὰ τοῦτο γὰρ καὶ πολι-τικὴ λέγεται. [διὰ τοῦτο καὶ ὁ ῥήτωρ λέγεται ἀνὴρ πολιτι-κῶν πραγμάτων ἐπιστήμων, τῶν ἐφ' ἑκάτερα ἐξ ἐνδόξωνκατασκευαστής.] εἰ γὰρ τρία τὰ εἴδη τῆς ῥητορικῆς εἰσιν,οἷον δικανικόν, συμβουλευτικόν, πανηγυρικόν, τούτων δὲἄνευ ἀδύνατον συστῆναι πολιτείαν—δικανικὸν γάρ ἐστιπᾶν τὸ ἐν κατηγορίᾳ καὶ ἀπολογίᾳ, τέλος δὲ αὐτοῦ τὸδίκαιον, καὶ ἐν πολιτείᾳ εἰ μὴ κατηγορήσωμεν τῶν ἐχθρῶνκαὶ ἀνασκευάσωμεν τὰς προτάσεις αὐτῶν, κατασκευάσω-μεν δὲ τὰ ἴδια καὶ ἀπολογησώμεθα ὑπὲρ ἡμῶν αὐτῶν,πῶς ἂν συσταίη πολιτεία; πάλιν συμβουλευτικόν ἐστι πᾶντὸ ἐν προτροπῇ καὶ ἀποτροπῇ, τέλος δὲ αὐτοῦ τὸ συμφέ-ρον, καὶ ἐν πολιτείᾳ εἰ μὴ προτρεψώμεθα πρὸς τὰ ἀγαθά,ἀποτρεψώμεθα δὲ ἀπὸ τῶν φαύλων, πῶς ἂν συσταίη πολι-τεία; πανηγυρικὸν δέ ἐστι πᾶν τὸ ἐν ἐπαίνῳ καὶ ψόγῳ,τέλος δὲ αὐτοῦ τὸ καλόν, καὶ ἐν πολιτείᾳ εἰ μὴ ἐπαινεσώ-μεθα τοὺς ἀγαθοὺς καὶ τὰ ἀγαθά, ψέξωμεν δὲ τὰ κακὰ καὶτοὺς κακούς, πῶς ἂν συσταίη πολιτεία; —ἀναγκαίως οὖνἡ ῥητορικὴ πολιτικὴ λέγεται· ἄνευ γὰρ αὐτῆς οὐ δυνατὸνσυστῆναι πολιτείαν. Ὁποῖον δέ τί ἐστι ῥητορική, τρόπον τινὰ ἐκ τούτωνκατεφάνη· εἰ γὰρ ἀδύνατον ἄνευ αὐτῆς συστῆναι πολιτείαν,χρήσιμος ἄρα ἐστὶ καὶ βιωφελής. [Addit W· Πόθεν ῥήτωρ; παρὰ τὸ ῥύδην, ὅ ἐστιν ἀφθό-νως, λέγειν. ῥητορικὴ πόθεν ἐτυμολογεῖται; παρὰ τὸῥύδην, ὅ ἐστιν ἀφθόνως, λέγειν· ἢ παρὰ τὸ συνηγορεῖν τοῖςνόμοις· ῥήτρας γὰρ ἐκάλουν οἱ παλαιοὶ τοὺς νόμους.Eadem mutato ordine add. Vat. 1828· l. 8 ῥητορικὴ—10 νόμους, tum 7 πόθεν ῥήτωρ—8 λέγειν.]{ΤΑ ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΗΣ ΤΕΧΝΗΣ ΡΗΤΟΡΙΚΗΣ} Οἱ τὴν ἡμετέραν τέχνην διακοσμήσαντες ῥήτορες εἰςδέκα τινὰ κεφάλαια τὰ τῆς ῥητορικῆς τέχνης διεῖλον προ-λεγόμενα, ἔστι δὲ ταῦτα· πρῶτον εἰ ἐκ θεῶν καὶ ἐν θεοῖς ἡ ῥητορική· δεύτερον εἰ καὶ ἐν ἥρωσιν ἡ ῥητορική· τρίτον πῶς ἐν ἀνθρώποις ἦλθεν ἡ ῥητορική· τέταρτον πῶς ἐν Ἀθήναις ἤκμασεν ἡ ῥητορική· πέμπτον τίς ὅρος ἐστὶ τῆς ῥητορικῆς, καὶ τί τὸ τέλοςτῆς ῥητορικῆς, καὶ τί τὸ ἔργον τῆς ῥητορικῆς· ἕκτον πόσα εἴδη τῆς ῥητορικῆς, καὶ εἰ εἴδη ἀλλὰ μὴμέρη, καὶ ἐκ ποίων μερῶν τῆς ψυχῆς προελήλυθεν ἕκα-στον, καὶ ποίους χρόνους διενείμαντο, καὶ ποίους τόπουςἐκληρώσαντο· ἕβδομον πόσαι ῥητορικαὶ καὶ οἷαι, καὶ ποίαν σὺν θεῷμετερχόμεθα· ὄγδοον πόσοι τρόποι ῥητορικῶν ἀναγνώσεων· ἔνατον πόσαι πολιτεῖαι καὶ ἐν ποίᾳ σὺν θεῷ πολιτευό-μεθα· πρὸς ἐπὶ τούτοις δέκατον κεφάλαιον, κατὰ πόσουςτρόπους ὁ ῥήτωρ ὀφείλει ἐξηγεῖσθαι τὰ ῥητορικὰ μαθή-ματα. Ζητείσθω τοίνυν τὸ πρῶτον ὡς πρῶτον· ἦν δὲ τοῦτο, εἰἐκ θεῶν καὶ ἐν θεοῖς ἡ ῥητορική. θεός, ἡ πάντων ἀρχή,ἐξ ἧς τὸ εἶναι τοῖς οὖσι πεπήγασται, καὶ τῆς ἡμετέραςτέχνης πέφυκε δημιουργός. καὶ πρῶτον μὲν συλλογισμῷτινι χρησώμεθα καὶ συλλογισώμεθα οὕτως· πάντα τὰὄντα ἀγαθὰ ἐκ τοῦ θεοῦ ἐστιν, ἕν τι τῶν ὄντων ἀγαθῶν ἡῥητορική, ἄρα ἡ ῥητορικὴ ἐκ θεοῦ ἐστιν. οὕτως μὲν οὖνδιά τινος συλλογισμοῦ τὴν ἄσχετον αὐτῆς γένεσιν παρε-στήσαμεν. Ἰδικωτέραν δὲ γένεσιν αὐτῆς διὰ μυθικῆς τινοςἀναπτύξεως ἀναγκαῖον εἰπεῖν. λέγεται καὶ καλῶς λέγεται,ὡς τοῦ θεοῦ βουληθέντος τὸν πάντα τοῦτον συστήσασθαικόσμον ἐξ ἀνομοιομερῶν αὐτὸν καλλωπίσαι καὶ κοσμῆσαιἐσπούδασε· τοῦτο γάρ ἐστι κόσμος τὸ ἐκ διαφόρων παραλ-λήλων ἔχον τὴν σύνθεσιν· κόσμος γὰρ κέκληται παρὰ τὸκεκοσμῆσθαι. βουληθεὶς οὖν, ὡς εἶπον, τὸν πάντα τοῦτονσυστήσασθαι κόσμον ταῖς ἀμφ' αὐτὸν θείαις δυνάμεσιπροσέταξε μίαν ἑκάστην κατὰ τὸ ἐπιβάλλον αὐτῇ φέρεινεἰς δημιουργίαν τοῦ κόσμου. ὅθεν Ἀθηνᾶ μὲν κομίζει τὴνἐλαίαν τε καὶ τὴν ὑφαντικήν, Διόνυσος δὲ τὴν ἄμπελον,Δημήτηρ δὲ τοὺς καρπούς, Ἀπόλλων δὲ τὴν ἰατρικὴν καὶμουσικὴν καὶ τοξικὴν καὶ μαντικήν, Ἥφαιστος δὲ τὴνχαλκευτικήν, Ἄρης δὲ τὴν στρατηγικήν, καὶ ἁπλῶς ἄλλοςἑτέραν γένεσιν βοσκημάτων τε καὶ φυτῶν καὶ τεχνῶνσυνεισενεγκόντες τὸν πάντα τοῦτον ἐτεκτήναντο κόσμον.Ἑρμῆς τοίνυν ὁ λόγιος θεασάμενος τὴν διαφορὰν καὶ τὸποικίλον τῶν δημιουργημάτων καὶ λογισάμενος, ὡς ἐν τοῖςοὖσι γενήσεταί τις αἵρεσίς τε καὶ ἀμφισβήτησις καὶ ἐπι-λογή, δέδωκε τοῖς ἀνθρώποις τὴν ῥητορικήν, ἵνα διὰ μὲντοῦ συμβουλευτικοῦ τὴν αἵρεσιν διασκεπτώμεθα, διὰ δὲτοῦ δικανικοῦ τὰς ἀμφισβητήσεις διαλυώμεθα, διὰ δὲ τοῦπανηγυρικοῦ τὸ ἐπιλεχθὲν ἢ μὴ ἐπιλεχθὲν ἐγκωμιάσωμενἢ πανηγυρίσωμεν. οὕτως ἐξ Ἑρμοῦ τὴν γένεσιν ἐσχηκυῖαἡ ῥητορικὴ ἐκ θεοῦ τε λέγεται εἶναι καὶ θεὸν ἔχειν προ-στάτην καὶ ἔφορον, καθάπερ τῆς ποιητικῆς λέγομεν ἐφο-ρεύειν τὴν Καλλιόπην. καὶ οὕτως μὲν οὖν ἐκ θεοῦ ἡῥητορική. Ὅτι δὲ καὶ ἐν θεοῖς, δι' ἑτέρου μυθικοῦ παρα-πετάσματος παραστῆσαι χρεών. λέγεται γάρ, ὡς, ἡνίκα τὸχάος διελέλυτο καὶ φῶς τοῖς οὖσιν ἐξέλαμψεν, ἐκ γῆς ἀνα-φανῆναι τὰς Ἀθήνας· καὶ ὡς πρώτη φανεῖσα 〈πόλις〉πολλοὺς μὲν ἔσχε καὶ ἄλλους θεῶν ἐραστὰς (τὸ γὰρπρῶτον φανὲν ἔρωτος γίνεται πρόξενον καὶ τοὺς ἐραστὰςκαλεῖ πρὸς ἑαυτό· καλὸν γὰρ εἴρηται παρὰ τὸ καλεῖν πάνταπρὸς ἑαυτό), ἐξαιρέτως δ' ἐρασταὶ κατέστησαν τῆς πόλεωςἈθηνᾶ τε καὶ Ποσειδῶν καὶ διημφισβήτουν περὶ τῆς πό-λεως καὶ ᾠκειοῦντο ἑκάτερος τὴν χώραν. πολλῆς δ'ἀμφισβητήσεως οὔσης πρὸς αὐτοὺς τέλος ἔδοξεν ἐπὶ κοινὸνκαὶ ἴσον ἀκροατήριον ἔρχεσθαι τὰ τῆς ἀμφισβητήσεως.ἐπελέχθησαν δὲ αὐτοὶ οἱ ἐρώμενοι δικασταί· παρὰ γὰρἈθηναίοις κριθῆναι ἕκαστος ἐσπούδασε. δικασαμένωντοίνυν αὐτῶν ἐν τῷ Ἀρείῳ πάγῳ, τῆς τε Ἀθηνᾶς καὶ τοῦΠοσειδῶνος, ἐξῆλθε ψῆφος παρὰ τῶν Ἀθηναίων τὸν πρό-τερον τῶν ἑαυτοῦ ἰδιωμάτων ἀναδόντα καὶ ἀνατείλαντα τῇ