The Greek Library Catalogue

Anonymous

Epitome artis rhetoricae

Edition reference
Epitome artis rhetoricae (e cod. Ven. 444), ed. Walz, op. cit., vol. 3, 610–612.
CTS identifier
urn:cts:greekLit:tlg0598.tlg015.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

Δεινὸν ποιοῦσι τὸν λόγον αἱ πολυσήμαντοι λέξεις,ἐὰν ἑκάστη τῶν σημασιῶν αὐτῶν εἰς δέον ληφθείη καὶκατὰ καιρόν. κ. τ. λ. Caput ultimum περὶ ῥυθμοῦ concluditur his verbis· Ἰστέον καὶ τοῦτο, ὅτι ὁ μὲν μέγας Γρηγόριος ὁ Θεο-λόγος ἐννοίαις χρῆται μικταῖς ἀπὸ φιλοσόφων καὶ ῥητό-ρων, λέξεσι καθαραῖς καὶ σχήμασιν ἐκ πάντων μεμιγμέ-νοις, καὶ τοῖς λοιποῖς ὁμοίως ποῦ λόγου μέρεσιν· ὡσαύ-τως καὶ ὁ μέγας Βασίλειος· ὁ δὲ Νύσσης Γρηγόριος τοῖςπᾶσι χρῆται μικτοῖς, καὶ ἐννοίαις καὶ λέξεσιν· ὁ δὲ Χρυ-σόστομος ἐννοίαις μὲν χρῆται ῥητορικαῖς, καὶ μάλισταἐν τοῖς ἠθικοῖς· λέξεσι δὲ καθαραῖς, καὶ σχήμασιν ἁ-πλοῖς ἐπὶ τὸ πλεῖστον, καὶ τοῖς λοιποῖς· τὸν αὐτὸν δὲτρόπον καὶ ὁ Μεταφραστής.{ΑΝΩΝΥΜΟΥΕΠΙΤΟΜΗ ΡΗΤΟΡΙΚΗΣ.} Πολιτικὰ ζητήματα λέγονται γὰρ αἱ στάσεις,ἐξόχως δὲ πολιτικὰ καλοῦνται τὰ ῥητόρων,ὡς πολιτείαις χρειώδη ζητούμενα συχνάκις,οὐ μὴν σπανίως καί ποτε κατὰ τῶν φιλοσόφων. Σημείωσαι τὸν κάλλιστον ἐν πανηγύρει λόγον.ὡς ἡδονὴν καὶ μέγεθος καὶ τὸ σαφὲς καὶ κάλλοςἔχειν χρεὼν καὶ μίμησιν σὺν τούτῳ τῶν προσώπων.καὶ ὅσα ἥ τε ποίησις καὶ ἡ λογογραφίαἔχουσι πλεονάζοντα σὺν ἱστοριογράφοις.τὸ ζήτημα καὶ πρόβλημα καὶ ὅρος δὲ καλεῖταιμελέτη καὶ ὑπόθεσις καὶ γύμνασμα καὶ πλάσμα.ἐπείπερ ἡ διάγνωσις τῶν στάσεων ἐγράφη,καὶ κοινωνίαν στάσεων ἤδη σοι παραδώσω.ἐν πᾶσι τοῖς ζητήμασι τρία ὁρᾶται ταῦτα·οὐσία, ἰδιότης τε καὶ σὺν αὐταῖς ποιότης.οὐσία μὲν ὁ πράξας τε ὑπάρχει καὶ τὸ πρᾶγμα·ἡ ἰδιότης δέ ἐστι τοῦ πράγματος ἡ κλῆσις.ἡ δὲ ποιότης τὸ ποιὸν τοῦ πράγματος ὑπάρχει,δίκαιον εἴτουν ἄδικον, ἀσύμφορον, συμφέρον,τριῶν ἐν τοῖς ζητήμασι τούτων καθορωμένωνἓν τούτων ἀφανές ἐστι, τὰ δύο φανερὰ δέ.ἡ ζήτησις συνίσταται περὶ τοῦ ἀφανοῦς δέ·κἂν ἡ οὐσία ἀφανὴς, ἡ στάσις στοχασμὸς μέν.εἰ δ' ἰδιότης ἀφανὴς, ὅρος ἐστὶν ἡ στάσις.εἰ δ' ἡ ποιότης ἀφανὴς, εὕρῃς τὰς ἄλλας στάσεις·αὕτη πασῶν τῶν στάσεων κοινότης, ἑτερότης·τῷ ἀφανεῖ γὰρ σύμπασαι ἑκάστῃ κοινωνοῦσιν.ὅμως καὶ διαφέρουσιν, ὡς εἴπομεν, ἀλλήλων,τῷ στοχασμῷ μὲν ἀφανῆ τυγχάνειν τὴν οὐσίαν,ὅροις τὴν ἰδιότητα, ποιότητα ταῖς ἄλλαις.{Διάγνωσις τῶν στάσεων σαφὴς ἠκριβωμένη.} Πᾶν πρᾶγμα τὸ προκείμενον εἰς ἔτασιν καὶ κρίσινἢ ἀφανὲς καὶ στοχασμὸς πάντως ἐστὶν ἡ στάσις.ἢ φανερὸν καὶ τοῦτό γε διχῆ διαιρετέον·ἢ ἀτελὲς, καὶ γίνωσκε τότε τὴν στάσιν ὅρον,ἢ τέλειον, [καὶ] κάλει μοι ποιότητα τὴν κλῆσιν·ἡ δὲ ποιότης αὕτη μὲν ἔχει τὰς συζυγίας.ἢ περὶ πρᾶγμα καὶ ποιεῖ τὰς λογικὰς τὰς στάσειςἡ περὶ πρᾶγμα ζήτησις διχῆ διαιρουμένηστάσεις ποιεῖ πραγματικὰς, ἄνπερ ζητῇ τὸ μέλλον,ἂν δ' ἤδη τι προγεγονὸς, τὴν δικαιολογίαν.ἢ πάντως περὶ τὰ ῥητὰ, τὰς νομικὰς ποιεῖ δέ.ἡ νομικὴ ποιεῖ γε δὲ περὶ ῥητὸν ποιότηταδιαιρουμένη τε τριχῶς τάσδε ποιεῖ τὰς στάσεις.ῥητὸν μὲν καὶ διάνοιαν ἥ τι ῥητὸν ζητοῦσα.εἰ τῷ ῥητῷ δ' ἀμφισβητεῖ κατὰ τὸ πρόσωπον.ἀμφιβολία τε ποιεῖ τὴν δωδεκάτην στάσιν·συλλογισμὸν δὲ τῷ ῥητῷ συνάγουσά τι πρᾶγμα,ἄγραφος ἰσοδύναμος δείκνυται τῇ ἐγγράφῳ.ἀντιτιθεῖσα νόμους δὲ ποιεῖ ἀντινομίαν.ἡ δικαιολογία δὲ διχῆ διαιρουμένηἄνπερ ζητῇ τι γεγονὸς, πλὴν μὴ κεκωλυμένον,ἀντίληψιν ἐργάζεται τὴν στάσιν τὴν τετάρτην.ἂν δέ τι κωλυόμενον, ποιεῖ τὰς ἀντιθέσεις.ἀντιτιθείς τις εἰς αὐτὸν δεχόμενος τὸ πρᾶγμα,στάσις ἀντίστασιν ποιεῖ, πέμπτην λαχοῦσα τάξιν.ἂν δ' εἰς ἀνεύθυνον, ποιεῖ τὴν στάσιν τὴν συγγνώμην.ἄνπερ δ' εἴς τι τῶν ἔξωθεν ἀντιτιθῇ τοὺς λόγους,εἰς τὸν παθόντα μὲν ποιεῖ ἀντέγκλημα τὴν στάσιν.εἰς ἄλλο δ' ἂν ὑπεύθυνον μετάστασις ἡ στάσις.τῆς δέ γε μεταλήψεως διάγνωσις ἑτέρα·ἄνπερ ζητῶμεν εἰσελθεῖν εἰς δέον τὸν ἀγῶνα,παραγραφὴ γὰρ φαίνεται διχῆ διαιρουμένη.εἰς ἄγραφον ἀπὸ ῥητοῦ καταρχουμένη πάντων.περὶ τὴν περίστασιν δὲ ζήτησιν κεκτημένην.καὶ σὺν αὐτῇ πρὸς ἔγγραφον παραγραφὴν τελείανἀπὸ ῥητοῦ περὶ ῥητὰ ζήτησιν κεκτημένην.αʹ. στοχασμός. βʹ. ὅρος. γʹ. πραγματική. δʹ ἀντίληψις.εʹ. ἀντίστασις. Ϛʹ. ἀντέγκλημα. ζʹ. μετάστασις. ηʹ. συγ-γνώμη. θʹ. ῥητὸν καὶ διάνοια. ιʹ. συλλογισμός. ιαʹ. ἀν-τινομία. ιβʹ. ἀμφιβολία. ιγʹ. μετάληψις.{Ἡ τάξις τῆς ἀναγνώσεως.} Τῶν στάσεων βιβλίον δὲ πρόκειται τῶν ἑτέρων·εὑρέσεων καὶ ἰδεῶν, δεινότητος μεθόδου,ὅτι τὸ περὶ στάσεων ἀναλογεῖ βιβλίονἐμψύχῳ ζώῳ φέροντι καὶ μόρια καὶ μέρη,σὺν τούτοις ἅμα καὶ μορφήν· σὺν τῇ μορφῇ καὶ τρόπους.χρὴ δὲ διδάσκειν πρότερον περὶ τοῦ ὅλου ζώου,οὗπερ εἰκὼν, ὡς ἔφημεν, τὸ στάσεων βιβλίον,διδάσκων εἶναι τέσσαρα μέρη τελείου λόγου,προοίμιον, διηγήσεις, ἀγώνων ἐπιλόγους,καὶ τούτων πάλιν μέρη δὲ, ἃ μόρια τοῦ ὅλουτοῦ προοιμίου τέσσαρα, ὧνπερ αἱ κλήσεις αἵδε·πρότασις καὶ κατασκευὴ, ἀξίωσις καὶ βάσις,τρία τῆς διηγήσεως, ἅπερ καλοῦμεν τρόπους,ἁπλοῦν καὶ ἐγκατάσκευον καὶ τῶν ἐνδιασκεύων.μέρη δὲ τὰ κεφάλαια τυγχάνει τῶν ἀγώνων,αἱ τούτων δὲ εἰσαγωγαὶ ὁμοίως δὲ καὶ λύσεις.τῶν ἐπιλόγων μέρη δὲ κατ' ἴσον ἐστὶ τούτοις,ἡ ἀνακεφαλαίωσις τῶν λυσιτελεστάτων·οὕτω μὲν οὕτω πρόκειται τῶν στάσεων ἡ βίβλος,οἷά περ οὖσα μίμημα σώματος ὁλοκλήρου.ἡ δὲ περὶ εὑρέσεων εὐθέως δευτερεύει,ὡς μέρη καὶ τὰ μόρια διδάσκουσα τοῦ ὅλου.τὴν τρίτην τάξιν φέρει δὲ τῶν ἰδεῶν ἡ βίβλος,οἷα μορφὰς διδάσκουσα καὶ κάλλη τὰ τοῦ λόγου.τὸ δὲ περὶ δεινότητος μεθόδου τελευταῖον,ὡς ὂν ἠθῶν εἰκόνισμα καὶ τρόπων ῥητορείας.τὸ ὅλον σῶμα λέγεις γὰρ, εἶτα τὰ μέρη τούτου.τρίτην δὲ γράψεις τὴν μορφήν· τετάρτην τε τοὺς τρόπους.{Τὰ ἐξεταζόμενα πρόσωπα.} αʹ. τὰ ὡρισμένα καὶ κύρια, οἷον Περικλῆς. βʹ. τὰ πρόςτι, πατὴρ, υἱὸς, δεσπότης, δοῦλος. γʹ. διαβεβλημένα, οἷονἄσωτοι, μοιχοί. δʹ. τὰ ἠθικὰ, οἷον γεωργοὶ, λίχνοι. εʹ. τὰκατὰ συμπλοκὴν πρόσωπα καὶ πράγματα, οἷον μειράκιονκαλλωπιζόμενον. Ϛʹ. τὰ ἁπλᾶ προσηγορικὰ, οἷον στρατη-γὸς, ῥήτωρ.{Τὰ πράγματα.} αʹ. εἰς ἅ τις αὐτὸς ἐποίησε κρίνεται. βʹ. εἰς ἃ ἕτεροιἐποίησαν, ἀντικρὺς δὲ ἀναφέρεται πρὸς ἑτέρους. γʹ. εἰςἃ ἕτεροι ἐποίησαν, ἐξ ὑπονοίας δὲ ἀναφέρεται πρὸς ἕτερον. Ἑκάστην στάσιν διαιρεῖ γ' ὅλον τι πεφυκυῖανεἰς μέρη τὰ κεφάλαια τὰ προσφυῆ ἑκάστῃ,ἅπερ καὶ κυριώτατα κεφάλαια ἐκλήθη,ἢ ἃ ἠτυμολόγηνται κεφάλαια καλεῖσθαιἐξ ἐτύμου τῆς κεφαλῆς τοῦ μέρους τοῦ τιμίου.ὡς περιέχει γὰρ αὐτὴ τὰς πέντε τὰς αἰσθήσεις,οὕτω καθ' ἓν κεφάλαιον τὰ πέντε περιέχειἐπιχειρήματα ὁμοῦ καὶ ἐργασίας τούτων,αὐτά τε ἐνθυμήματα μετ' ἐπενθυμημάτων·καὶ τὸ πλαστὸν δὲ σὺν αὐτοῖς, εἰ μὴ γὰρ πάντα σχοίη,οὐδὲ κεφάλαιόν ἐστι καλούμενον κυρίως.ἀλλὰ ψευδοκεφάλαιον ὡς τὰ προγυμνάσματα·κεφάλαια δὲ λέγονται οἱ τόποι τῶν ἀγώνων.ὥσπερ ἀποδεικνύουσι κατασκευαῖς τὸ πρᾶγμα.τὸ δὲ ἐκ τῶν εὑρέσεων γίνονται αἱ προτάσεις.τοιοῦτον κέκτηνται τὸν νοῦν καθ' ἡμετέραν γνώμην·πρῶτον εὗρεν ἁρμόδιον πάντων τὰς ὑπολήψεις,προσώπων καὶ πραγμάτων τε καὶ τῶν λοιπῶν ὁμοίως.καὶ πρὸς ἐκείνοις πρότασιν ποιεῖ τῶν προοιμίων,εἰτ' οὖν ἐξ ὑπολήψεως εἴτε καὶ ἀπὸ χρόνου.τὸ γὰρ ἐκ διαιρέσεως καὶ ἐκ περιουσίαςπάντως ἐξ ὑπολήψεως οὐχ ἕτερα τυγχάνει.φησὶ γοῦν πρὸς τὴν εὕρεσιν ποιοῦ καὶ τὰς προτάσεις,καὶ μὴ μακρόθι τοῦ σκοποῦ τοῦ προκειμένου λέγε.