The Greek Library Catalogue

Anonymous

Epitome artis rhetoricae

Edition reference
Epitome artis rhetoricae, ed. Walz, op. cit., vol. 3, 617–669.
CTS identifier
urn:cts:greekLit:tlg0598.tlg016.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3

621

παράληρα, ἀλλόκοτα καὶ πόῤῥω τῆς ἐννοίας.

δριμύτης προοιμίου γὰρ ἡ πρότασις ὑπάρχει.

τοῦτο μὲν τεχνικώτατον προοίμιον ὑπάρχει.

οὗ πρότασις ἐφάψεται συμπάσης τῆς ἐννοίας,

κἀκ τῆς ἀρχῆς κατάδηλον ἀκροαταῖς ποιήσει·

ὡς Γρηγορίου ταῖς γραφαῖς· „τί δαὶ οἱ Μακκαβαῖοι,

τούτων γὰρ ἡ παροῦσα νῦν πανήγυρις ὑπάρχει.“

ἀπὸ καιροῦ προοίμιον τυγχάνει πως τοιοῦτον,

τὸ ἔχον πρᾶγμα προπραχθὲν, ὅ τις ζητεῖ γενέσθαι,

622

ὡς ἔχει τὸ προοίμιον Παύλου τοῦ ἀποστόλου·

θεὸν τοῖς Ἀθηναίοις γὰρ ἐκεῖθεν καταγγέλλων

ὡς εὗρεν ἕν τινι ναῷ ἐκεῖσε γεγραμμένον,

”βωμὸς καθιερώθη μὲν οὗτος θεῷ ἀγνώστῳ,”

ποιεῖται τὸ προοίμιον πρὸς Ἀθηναίους λέγων·

ἄνδρες, ἐγὼ νῦν τὸ δοκεῖν θεὸν ὑμῖν ἀγγέλλω,

τῇ δ' ἀληθείᾳ δ' ὑφ' ὑμῶν ὑμῖν αὐτοῖς ἠγγέλθη,

ὁπότε τὸ ἐπίγραμμα ἐν τῷ βωμῷ ἐγράφη.

βωμὸς καθιερώθη μὲν οὗτος θεῷ ἀγνώστῳ.

τοῦτον τὸν ἄγνωστον θεὸν σέβεσθαι τοιγαροῦν μοι

αὐτὸν ὑμῖν οὐχ ἕτερον, ἐγὼ γὰρ καταγγέλλω.

εὔθικτα καὶ δριμέα μέν ἐστιν ἐφευρημένα

τὰ ἐκ τῆς διαιρέσεως προοίμια· εἰπέ σοι

τινὶ τῶν ὑποθέσεων τεθέντα καταλλήλως.

ἠκονημένα καὶ λαμπρὰ καὶ τμητικὰ τυγχάνει.

τοῦτ' ἔστιν ἐναργέστατα καὶ τῶν δραστικωτάτων,

ἢ μεταχείρισιν καλὴν καὶ θίξιν κεκτημένα,

ὀξύτατον τὸν ῥήτορα καὶ δεξιὸν δεικνύντα.

τῷ δὲ ἰῶτα εὔθικτα πρέπει καὶ τὸ δριμέα,

τὰ ἐκ τῆς διαιρέσεως προοίμια τοιαῦτα,

πλὴν τῶν ἐξ ὑπολήψεως φέρει τὰ δευτερεῖα.

τῶν γὰρ ἐξ ὑπολήψεως ἡ ἐπιτηδειότης

ἐν πᾶσι τοῖς ζητήμασιν ἐμφαίνεται συνοῦσα

καὶ σύμπασι τοῖς εἴδεσι τῶν πάντων προοιμίων,

τῶν ἐκ τῆς διαιρέσεως, τῶν ἐκ περιουσίας.

σὺν τούτοις καὶ τοῖς ἐκ καιροῦ φαίνεται προοιμίοις

τὰ δ' ἐκ τῆς διαιρέσεως φαίνεται σπανιάκις.

καλεῖται τὸ προοίμιον ἀπὸ περιουσίας,

ὅτι κατὰ περίσσειαν ἐπιχειρεῖ ὁ λέγων,

καὶ εὐπορίαν κέκτηται καὶ πλατυσμὸν τοῦ λόγου.

ὁ σθένων τὸν φονέα γὰρ εἶναι καὶ δήμου βλάβην

623

παρεὶς τὴν [τοῦ] δήμου βλάβην καὶ μόνον ὡς φονέα

ἔλκων ποιεῖ προοίμιον ἀπὸ περιουσίας.

{Διαφορὰ τῶν διαιρέσεων καὶ περιουσίας

προοιμίων.}

Ἐκ μὲν τῆς διαιρέσεως προοίμιον ποιῶν τις

τὰ δύο ἀδικήματα ὁμοῦ περιλαμβάνει.

τοῖς ἐκ περιουσίας δὲ τὸ ἓν περιλιμπάνει.

δύο μὲν ἐκ τοῦ πράγματος προοίμια ποιεῖ τις,

ἢ γὰρ καλὸν ἢ γὰρ κακὸν πάντως ἐστὶ τὸ πρᾶγμα.

ἐκ τοῦ προσώπου δὲ πολλὰ προοίμια ποιεῖ τις.

πολλαὶ καὶ γὰρ ὑπάρχουσι προσώπων ὑπολήψεις.

ἐν τοῖς δικαστηρίοις γὰρ φροντὶς ἦν συντομίας

καὶ τοῦ τὰ καίρια εἰπεῖν· ἔλεγον γὰρ πρὸς ὕδωρ.

ἐν δὲ ταῖς πανηγύρεσιν οὔ τις φειδὼ πλατύνειν.

Σύγκειται πᾶν προοίμιον· τῶν πανηγυρικῶν δὲ

πολλὰ τῶν προοιμίων δὲ τυγχάνει τῶν ἑτέρων.

ἄλλα μὲν ἐκ προτάσεων μόνον συντεθειμένα,

ἄλλα δ' ἀπὸ προτάσεως κατασκευῆς τε μόνης,

τινὰ δὲ καὶ ἀπόδοσιν σὺν ταῖς δυσὶ λαμβάνει.

τὰ δέ γε πανηγυρικὰ τέσσαρα φέρει μέρη·

πρότασιν καὶ κατασκευὴν, ἀπόδοσιν καὶ βάσιν.

διώνυμον δ' ἀπόδοσις ἔλαχε κλῆσιν φέρειν.

καλεῖται γὰρ ἀπόδοσις ἅμα σὺν ἀξιώσει.

ὅταν οὖν λέγῃ τις θαῤῥῶν, ἀπόδοσις καλεῖται.

ἀξίωσις δὲ λέγεται, ὅταν τις ἱκετεύῃ.

ταύτην φασὶ διαφορὰν εἶναι τῶν δύο τούτων·

καὶ μέμφονται τῷ τεχνικῷ ὡς ἓν δοκοῦντι ταύτας.

οὐ λέγει τὴν ἀπόδοσιν ἀξίωσιν ὑπάρχειν.

τὸ πρᾶγμα δ' ὅ τις βούλεται καὶ ἀξιοῖ γενέσθαι·

ὅσα, φασὶ, προοίμια δικανικὰ τυγχάνει,

σχοινοτενέσι καὶ μακροῖς ταῦτα χρὴ κώλοις λέγειν.

τὰ γὰρ σχοινοτενῆ κῶλα διὰ τὴν ἀστιξίαν

624

συντόμως μᾶλλον λέγονται τῶν κομματικωτάτων.

τὰ γὰρ κομματικὰ κῶλα στιγμῆς τι συνέχοντα,

ποιοῦσι τὴν ἀνάγνωσιν τοῦ λόγου βραδυτέραν.

πρεσβύτερα καὶ χρήσιμά εἰσι τῇ ὑποθέσει.

ἂν μὲν κατηγορῇς τινος, τὰ προπραχθέντα φαῦλα.

ἂν δ' ὑπερηγορῇς τινος, χρηστὰ τὰ προπραχθέντα.

καὶ ὡρισμένον πρόσωπον εἴη τὸ κρίσιν ἔχον.

ἐν πάσαις ὑποθέσεσιν ἔχομεν ἱστορίαν,

ἤγουν ἔθνος πατρίδα τε προγόνους καὶ πατέρα,

κἄν τε τὴν προδιήγησιν ποιήσομεν τῷ τότε,

ἀπὸ τοῦ φθάσαντος βίου αὐτοῦ παραλαβόντες,

ὁπόσα χρησιμεύοντα καθέστηκεν ἐκ τούτου

τῇ προκειμένῃ συμβουλῇ· εἴτε μὴν καὶ τῇ κρίσει.

ἂν δὲ [τὸ] πρόσωπόν ἐστι τῶν ἀορισταινόντων

μὴ κεκτημένον προφανῆ καὶ δήλην ἱστορίαν,

ποιοῦντες προδιήγησιν ἢ στοχαστικωτέρως

τὰ χρήσιμα προσλάβωμεν τοῦ προλαβόντος βίου.

ἢ σχήματι χρησόμεθα παραλειπτικωτέρῳ.

τουτέστιν παραλείψομεν τὸν προλαβόντα βίον·

οἷον ἐῶ τὸν πρότερον τούτου νῦν λέγειν βίον.

ὡς οὖν ἐν τοῖς προσώποις μέν εἰσι τοῖς ὡρισμένοις

αἱ ἱστορίαι προφανεῖς καὶ πράξεις αἱ πραχθεῖσαι.

καὶ δρῶμεν προδιήγησιν ἐν τοῖς τοιούτοις πᾶσιν,

λαβόντες πᾶν τὸ χρήσιμον τοῦ προλαβόντος βίου,

ἢ τῷ κατὰ παράλειψιν σχήματι κεχρημένοι,

οὕτω κἀν τοῖς προβλήμασι χρὴ δρᾷν τοῖς δημοσίοις.

καὶ τοῖς ἰδιωτέροις δὲ κατ' ἴσον τοῖς ῥηθεῖσι.

πρόβλημα [μὲν] δημόσιον πόλεως ὅλης δίκη,

ἢ ἔθνους ἢ καὶ δήμου δὲ, εἴτε τινὸς χωρίου.

πρόβλημα δ' ἐστὶν ἰδικὸν ἑνὸς ἀνθρώπου δίκη.

εἴτε τριῶν τεττάρων τε εἴτε μὴν καὶ πλεόνων.

δεῖ γοῦν τὴν προδιήγησιν ἐν μὲν τοῖς δημοσίοις

ποιεῖν, ὡς προειρήκαμεν, προσώποις ὡρισμένοις.

625

ἔχεις ἐν τούτοις πράξεις γὰρ δήλας καὶ ἱστορίας,

ἐν δ' ἰδικοῖς ζητήμασιν, ὡς ἐν τοῖς ὡρισμένοις,

εἴτουν στοχαστικὴν τελεῖ, εἴτε καὶ παραλείψει.

Τὸ ἀπ' ἀρχῆς εἰς τελεσμὸν οὐδὲν ἄλλο τυγχάνει,

ἢ σύντομος ἀφήγησις πράγματος ἠὲ λόγου,

δι' οὗ τὸ δικαστήριον κρίσις τε συνέστηκε.

αἱ δὲ τῶν νόμων εἰσφοραὶ καὶ λύσεις αἱ τῶν νόμων

αἱ μετὰ περιστάσεως ἤγουν αἱ γυμνασίαι,

τουτέστιν αἱ πραγματικαὶ, ταύτας καλεῖ γὰρ οὕτω.

τίς δὲ περίστασίς ἐστιν οἶδας ἀκριβέστατα,

καὶ τίνι διαφέρουσι πραγματικὴ καὶ θέσις.

ἡ μὲν τελεῖ γὰρ γύμνασμα καὶ στάσιν τῶν τελείων,

ἡ θέσις δὲ προγύμνασμα καὶ τῶν ἀτελεστάτων.

αἱ δὲ τῶν νόμων εἰσφοραὶ, καλῶς οὕτως εἰρήκει·

ποτὲ καὶ γὰρ εἰσφέρομεν καὶ ἀκυροῦμεν ἅμα

τὶ μέρος νόμου φέροντες, τι δὲ καὶ ἀκυροῦντες.

οἷον φονεύειν τοὺς μοιχοὺς ἐπ' αὐτοφώρῳ νόμος,

εἰσφέρομεν τῷ νόμῳ γὰρ τότε συνηγορίαν,

καλλίστως ἔχει, λέγοντες, κτεῖναι μοιχοὺς κελεύων.

ἐκφέρομεν τοῦ νόμου δὲ τούτου καὶ ἀκυροῦμεν

τὸ τοὺς μοιχοὺς φονεύεσθαι καὶ παρὰ τοῦ τυχόντος.

τὰς κρίσεις δὲ μὴ γίνεσθαι παρὰ τῶν δικαζόντων.

Πέντε δὲ διηγήσεως τῶν πλατυσμῶν οἱ τρόποι·

πράγματα τὰ πραττόμενα, αἰτίαι πραττομένων

καὶ τὰ παραλειπόμενα καὶ αἱ αἰτίαι τούτων.

καὶ σὺν αὐτοῖς οἱ λογισμοὶ, ἕκαστον δὲ τῶν πέντε

περιγραφαῖς πλατύνεται καὶ ἐν ταῖς ἑρμηνείαις.

περιγραφὴ ταὐτὸν δ' ἐστὶν ὁμοῦ καὶ ἑρμηνείᾳ,

ἐννοίας μεταποίησις ἐν πλείοσι τοῖς κώλοις.

εἰ γὰρ τρισὶ καὶ τέτρασι καὶ πλείοσι τοῖς κώλοις

626

τῶν πέντε τούτων ἕκαστός τις πλατυνεῖ συγγράφων,

εἰς ὅσον ἡ διήγησις παρεκταθῇ τὸ μῆκος.

τινὲς καὶ ἐκ τῶν σὺν αὐτοῖς ἄλλον διδοῦσι τρόπον,

πλατύνοντα διήγησιν, τὰς λογισμῶν αἰτίας.

Παρατηρητέον καὶ τὰ πραττόμενα καὶ τὰς αἰτίας τῶν

πραττομένων καὶ τὰ παραλειπόμενα καὶ τὰς αἰτίας τῶν

παραλειπομένων καὶ τοὺς λογισμοὺς καὶ πάντα ἐν πολ-

λοῖς κώλοις καὶ ποικίλοις λέγειν δυνάμεθα.

Εἰ δὲ τρόπος ἐν διηγήσει τῶν πεπραγμένων πλατύ-

νοιτο, διασκευάζεται τὸ πρόβλημα καὶ οὐχ ἁπλῶς διη-

γεῖται.

Εἰ τρόπος δὲ πλατύνοιτο πραγμάτων διηγήσει,

τοιοῦτός τίς ἐστιν ὁ νοῦς ῥητοῦ τοῦ προκειμένου.

εἰ πλάτος ἡ διήγησις οἷς ἔφημεν προλάβοι,

τοῖς τε παραλειφθεῖσί τε καὶ τούτων ταῖς αἰτίαις,

καὶ λογισμοῖς καὶ λογισμῶν ὁμοίως ταῖς αἰτίαις,

καὶ πᾶσα δὲ περίστασις αἰτίαις πλατυνθεῖσα,

καὶ τοῖς παραλειφθεῖσί τε καὶ λογισμῶν αἰτίαις

ἁπλῆν ποιεῖ διήγησιν οὐ τῶν ἐνδιασκεύων.

εἰ πλατυνθῇ τοῖς τρόποις δὲ, τουτέστιν πῶς ἐπράχθη,

τότε ποιεῖ διήγησιν ἐκ τῶν ἐνδιασκεύων,

τουτέστιν προδεικνύουσαν ἐκφράζουσαν τὸ πρᾶγμα,

ἣ ποιηταῖς ἁρμόδιός ἐστιν καὶ πανηγύρει.

ἁπλῆν τὴν ἐγκατάσκευον διήγησιν νῦν λέγει,

ἣ καὶ προσθήκης ἄνευθε διήγησις καλεῖται

ὡς ὄντως καὶ κυρίως τε καὶ ῥητορικωτάταις

κατασκευαῖς τῶν αἰτιῶν ἃ λέγει τὸ πρακτέον.

<Κείμενον.> Ὅταν μὲν οὖν ᾖ τὰ πράγματα πολλὰ

καὶ ποικίλα καὶ ἱκανὰ καὶ βαρῇ τοὺς ἀντιδίκους, ἡμῖν

δὲ βοηθῇ, ἁπλῇ χρησόμεθα τῇ διηγήσει. οὐ δεῖται γὰρ

ἰσχυρῶν λόγων τὸ αὐτομάτως ἰσχυρὸν πρᾶγμα.

Αἰτία μὲν κατασκευάζει διήγησιν· τρόπος δὲ διασκευ-

άζει· οὐ γὰρ εἶχε μᾶλλον δεινῶσαι τὸν λόγον ὁ ῥήτωρ, ἢ

627

τὰ πράγματα λέγων αὐτὰ ψιλὰ, ἃ ἔπραττον ἐκεῖνοι· γυ-

μνὰ γάρ τοι λεγόμενα πλέον ἰσχὺν ἔλαβεν ἢ εἴτις αὐτὰ

ἐκόσμει λόγοις.

Ἀγῶνα νῦν ὁ τεχνικὸς προθέμενος διδάξαι

οὐ μάτην προκατασκευὴν διδάσκει καὶ τυχαίως,

ἀλλ' ὥσπερ πρὶν διήγησιν παραδιδόναι μέλλων

περὶ προδιηγήσεως ἐδίδαξεν ἐντέχνως,

οὕτως καὶ νῦν κατασκευὰς ἢ νῦν ἀγῶνας γράφων

τὰς προκατασκευὰς αὐτῶν πρῶτον εὐθέως λέγει,

καὶ ὅτι τὰ κεφάλαια, ὥσπερ ὁ Τζέτζης λέγει,

σχήματα τῆς προκατασκευῆς τίθησί πως διδάξειν.

ποῖα φασὶν κεφάλαια πολλοῖς διηπορήθη

οἱ μέν φασι τῶν στάσεων οἱ δ' ἕτεροι τοιαῦτα,

ἐγὼ δὲ νῦν κεφάλαιον λέγω καλεῖσθαι πάντα,

ἅπερ ὁ λέγων κέκτηται σκοπῶν ἀναδιδάξαι,

εἴτε τινὸς τῶν στάσεων ἢ πράγματος ἑτέρου.

κεφάλαια γὰρ λέγονται οἱ τόποι τῶν ἀγώνων,

ἅπερ ἀποδεικνύουσι κατασκευαῖς τὸ πρᾶγμα.

τρεῖς ἁπασῶν τῶν λύσεων τοὺς τρόπους εἶναι νόει,

ἐνστάσεις ἅμα σὺν αὐταῖς τὰς ἀντιπαραστάσεις,

καὶ τρίτον δὲ τὸ βίαιον ἰσχύον ὑπὲρ ταύτας.

τεθὲν ἐχθρὸν κεφάλαιον λύσεις γὰρ πρῶτον δέον

εἴτουν ἐκ τῆς ἐνστάσεως ἢ ἀντιπαραστάσει,

εἴτε κατὰ τὸ βίαιον ἢ πᾶσιν ἅμα τούτοις.

ὁ περὶ Ἁλοννήσου μὲν λόγος τοῦ Δημοσθένους

τοιοῦτον κέκτηται τὸν νοῦν· Ἁλόννησον τὴν νῆσον

λῃσταὶ κατεῖχον πρότερον οὖσαν τῶν Ἀθηναίων.

οὓς ἐκβαλὼν ὁ Φίλιππος τοῖς Ἀττικοῖς ἐδίδου.

ὡς οὖσαν πάντως ἑαυτοῦ, ἐπιστολήν τε γράφει,

πρὸς ἣν ὁ ῥήτωρ ἔγραψεν ἐπιστολὴν τὸν λόγον,

μὴ δοῦναι δὲ τὸν Φίλιππον, ἀλλ' ἀποδοῦναι μόνον.

628

δοῦναι γὰρ τὸ χαρίσασθαι, ὅ τίς ποτε οὐκ εἶχεν,

τὸ ἀποδοῦναι δὲ δηλοῖ τὸ προληφθὲν ἐκστῆσαι.

τοῦτο κατασκευάζει γοῦν ὁ ῥήτωρ Δημοσθένης,

καὶ λύει τὸ κεφάλαιον τὸ προτεθὲν Φιλίππῳ

προτάσει καὶ ὑποφορᾷ, ἀντιπροτάσει, λύσει.

λύσις τῆς ἀντιθέσεως ἔναντι παραστατεῖ.

οὔσης γὰρ τῆς ὑποφορᾶς τοῦ λόγου τοῦ Φιλίππου,

ὅτι λῃστάς πως ἐξελὼν ἐκτήσατο τὴν νῆσον,

ὁ Δημοσθένης συνδραμὼν τῷ ἐκ λῃστῶν ἑλέσθαι

λύει ἀντιπαράστασιν τοιαύτην ἐπιφέρων.

Οἷον ἔλεγε δὲ καὶ πρὸς ἡμᾶς κ. τ. λ.

Λύειν δὲ τὰ κεφάλαια χρεὼν τῶν ἀντιδίκων

προτάσει καὶ ὑποφορᾷ, ἀντιπροτάσει, λύσει.

τῇ λύσει δ' ἐπιχείρημα ἐπάγομεν εὐθέως.

τῷ δὲ ἐπιχειρήματι φέρομεν ἐργασίαν,

τῇ δ' ἐργασίᾳ προσλαβεῖν ἐνθύμημά πως δέον,

τῷ δέ γε ἐνθυμήματι δέον ἐπάγειν πάλιν

ὁμοῦ τε ἐπενθύμημα καὶ τὸ πλαστὸν σὺν τούτοις.

παντὸς δὲ οἵας δή τινος στάσεως κεφαλαίου

ἓξ τρόπους εἶναι γίνωσκε τῶν ἐπιχειρημάτων,

πρόσωπον, πρᾶγμα, χρόνον τε, τρόπον, τόπον, αἰτίαν.

ἕκαστον δ' ἐπιχείρημα ἓξ ἐργασίας ἔχει·

ἐξ ἴσου, ἐναντίου τε, μείζονος, μικροτέρου,

παραβολῆς σὺν τούτοις τε καὶ τῶν παραδειγμάτων,

ἑκάστη ἐργασία δὲ ἓξ ἐνθυμήματ' ἔχει,

συγκριτικῷ τῷ σχήματι παραλαμβανομένη,

ἐκ τόπων περιστατικῶν ἓξ τῶν προλελεγμένων,

προσώπου, χρόνου, πράγματος, αἰτίας, τόπου, τρόπου.

οὕτω μὲν τὰ κεφάλαια λύομεν ἀντιδίκων,

οὕτω καὶ τὰ ἡμέτερα εἰσάγομεν ὁμοίως,

ἄνευ μὲν τῆς προτάσεως καὶ τῆς ὑποφορᾶς δὲ,

καὶ τῆς ἀντιπροτάσεως καὶ λύσεως σύναμα

629

ἁπλῇ κατασκευάζοντες τῇ θέσει καὶ πιστοῦντες

ἐξ ἐπιχειρημάτων τε καὶ τούτων ἐργασίας

καὶ τῶν ἐνθυμημάτων γε τῶν ταύτας κρατυνόντων.

πόθεν ἐπιχειρήματα ἐκλήθησαν αἱ πίστεις,

αἱ ἀπὸ περιστάσεων πιστούμεναι τὸ πρᾶγμα;

ἀπὸ τῆς χειρὸς, καὶ ἰσχὺς ὄντως ἡμῖν ὑπάρχει

κατασκευαῖς καὶ λύσεσιν αὐταῖς τῶν κεφαλαίων.

ἐν λόγοις τε καὶ πράγμασι, δίκαις καὶ ὑποθέσει,

ἐν τοῖς τρισὶ τοῖς εἴδεσι τοῖς κατὰ ῥητορίαν

μήτηρ ἐστὶ περίστασις τῶν ἐπιχειρημάτων.

ἐν λόγοις ἐγκωμίων μὲν, τουτέστιν πανηγύρει,

πράγμασι συμβουλευτικοῖς δίκαις δικανικαῖς δὲ,

ἁπλῶς ἐν ὑποθέσει δὲ πᾶσι παντὶ τῷ βίῳ

τὰ περιστατικά εἰσι τὸ κράτος κεκτημένα.

ἔξω γὰρ τούτων τι πραχθὲν εἴτε λεχθὲν οὐ χαίροις.

λέγουσι δ' οἱ φιλόσοφοι καὶ ἕβδομον τὴν ὕλην.

ὕλην δ' ἐγὼ τὸ ὄργανον λέγω, μεθ' οὗ καὶ δρᾷ τι,

ξύλον, ξίφος ἢ ῥόπαλον ἢ φάρμακον ἢ βρόχον.

εἴτε τι τοιουτότροπον ὀργάνων τῶν μυρίων.

ὕλη δ' ἑτέροις ἔδοξε τὰ παρακολουθοῦντα.

καὶ τῶν προσώπων ὕλη μὲν καὶ παρακολουθοῦντα

γένος, γονεῖς, ἀνατροφὴ, τὸ κράτιστον αἱ πράξεις.

χρόνου δὲ ὕλη νύξ ἐστιν ὄρθρος ἢ μεσημβρία.

τόπου δὲ ἡ ἀκρόπολις ἢ ἱερὸν ἢ ἄλσος.

εἰσάγεις κατὰ θέσιν μὲν τὸ σὸν κατασκευάζων,

τὸ τῶν ἐχθρῶν κεφάλαιον λύεις κατ' ἀντιθέσεις.

τῶν παλαιῶν δὲ γίνωσκε δύνασθαι μαρτυρίας

ἐργασιῶν οὐκ ἔλαττον ἀλλ' ἰσοσθενεστάτως.

Ἰστέον ὅτι μετὰ τὸ κεφάλαιον ἐμπίπτει τὸ ἐπιχείρη-

μα, μετὰ δὲ τὸ ἐπιχείρημα ἡ ἐργασία, μετὰ δὲ τὴν ἐργασίαν

τὸ ἐνθύμημα. Ἔστι δὲ ἐνθύμημα λύσις μετ' ἐπιχειρη-

μάτων καὶ εἰς ἐργασίαν πίπτον.

Ὡς πρὸς τὸ ἐπιχείρημα συγκρίνον ἐργασίαν.

630

τῷ δὲ ἐπιχειρήματι τὸ πλέον ἀπονέμον.

τίς δὲ ἡ γένεσις αὐτοῦ καὶ εὕρεσις ὑπάρχει·

ἔνστασιν ἅμα σὺν αὐτῇ τῇ ἀντιπαραστάσει.

ἡμεῖς, ἀντιπαράστασις, ἔνστασις, ἐναντίον,

βίαιον, ἀντιστατικὸν, παραδοξολογία

ἐν τίνι διαφέρουσι, γράψωμεν σαφέστερον.

ἡ μὲν ἀντιπαράστασις ἴσως τῇ μεταλήψει

τὸν λόγον ἢ καὶ τὸ πραχθὲν φαίνεται συγχωροῦσα,

εἶναι τυχὸν οὐ χαλεπὸν ἢ τοὐναντίον ῥᾷον.

διὰ τινὰ περίστασις προτρέπει δὲ γενέσθαι·

οἷον κἂν χαλεπόν ἐστιν γενέσθαι διὰ τόδε·

κἂν ῥᾷον, ἐατέον οὖν δι' αἰτίαν τοιήνδε·

ἡ μὲν ἀντιπαράστασις οὕτως ἐστὶ συγγνώμων

συγχώρησιν τοῦ πράγματος ἢ συνδρομὴν ποιοῦσα.

ἡ δ' ἔνστασις ὑπάρχουσα ταὐτὸν τῷ ἐναντίῳ

οὐ συγχωρεῖ ἀλλ' ἀναιρεῖ· λέγει γὰρ ἀσυγγνώστως

τὸ χαλεπὸν οὐ χαλεπὸν, τὸ ῥᾴδιον οὐ ῥᾷον·

τὸ βίαιον δὲ χρῆται μὲν πρῶτον τῇ ἀναιρέσει.

εἶτα βιαίως καταντᾷ καὶ πρὸς τὸ ἐναντίον·

τὸ χαλεπὸν οὐ χαλεπὸν, ἀλλὰ καὶ ῥᾷον λέγων·

τὸ ἀντιστατικὸν πάλιν ἐπ' ἴσης μεταλήψει·

καὶ ἀντιπαραστατικόν τι συγχωρεῖ τυγχάνον·

δείκνυσι μέντοι δι' αὐτοῦ μεῖζόν τι πεπραγμένον

διὰ βραχείας βλάβης μὲν τῆς ἐκκοπῆς τοῦ τείχους.

νίκην λαμπρὸς τῆς πόλεως, ἧτταν τῶν πολεμίων.

διὰ μικροῦ τε ἀγαθοῦ βλάβην τυχὸν μεγάλην·

παραδοξολογία δὲ βιαίου ἐναντίον

ἐν τούτῳ διαφέρουσα καθέστηκε τῷ τρόπῳ·

τὸ ἐναντίον ἀναιρεῖ ἐπίσης τῇ ἐνστάσει,

τὸ χαλεπὸν οὐ χαλεπὸν λέγων, ὡς ἔφην πρώην.

τὸ βίαιον δὲ χρῆται μὲν πρῶτον τῇ ἀναιρέσει.

631

εἶτα βιαίως καταντᾷ καὶ πρὸς τὸ ἐναντίον.

τὸ χαλεπὸν οὐ χαλεπὸν, ἀλλὰ καὶ ῥᾷον λέγων,

παραδοξολογία δὲ βιαίου πλέον φέρει.

μίγνυσι γὰρ τὰ ἀμιγῆ, ἑνοῖ τὰ ἐναντία.

φαῦλον χρηστόν τι λέγουσα, λυπρὸν ἡδὺ τυγχάνον,

ὁ τραγικὸς Αἰσχύλος σοι παράδειγμα χρησάτω.

„οὗτος γὰρ οὐ τέθνηκεν οὐδέπερ θανών.“

πρότασιν καὶ κατασκευὴν κεφάλαιον πᾶν ἔχει.

τὰ ἀπ' ἀρχῆς εἰς τέλος τε ὁμοίως τούτοις ἔχει.

ἐπίσης δὲ προτάσεσι κατασκευαῖς τε ταῦτα

κλῆσιν φέρειν εἰλήχασι τὴν ἀπ' ἀρχῆς εἰς τέλος.

ὅτε γοῦν ἐν ταῖς στάσεσιν ὁ τεχνικός που λέγει

γίνεσθαί τε καὶ αὔξεσθαι τὰ ἀπ' ἀρχῆς εἰς τέλος,

ἀφ' ὧν καὶ ἡ ἀπαίτησις γίνεται τῶν ἐλέγχων·

νῦν δέ σοι τὴν κατασκευὴν τῶν ἀπ' ἀρχῆς εἰς τέλος

διδάσκων λέγει γίνεσθαι τῇ ὑποδιαιρέσει.

καὶ πρόσχες τῇ προτάσει τε καὶ τῇ κατασκευῇ δέ.

ἐφόνευσε, παρίστατο θάπτων ἐν ἐρημίαις.

τοῦτό ἐστι νῦν πρότασις τῶν ἀπ' ἀρχῆς εἰς τέλος.

τὸ θάπτων πρᾶγμα ἔχουσα, τὸ ἐρημίαις τόπον.

εἰ δέ γε μὴ παρίστασο, ἀλλὰ ὠδύρου τοῦτον·

εἰ γὰρ μὴ ἔθαπτες αὐτὸν, ἀλλ' ἐφεστὼς ἑώρας·

εἰ γὰρ μὴ ἔρημος οὐκ ἦν, ἀλλ' οἰκητὸς ὁ τόπος,

οὐκ ἂν εἷλκον καὶ τότε σε δίκας τοῦ φόνου δοῦναι.

τοῦτο δὲ ἡ κατασκευὴ τῶν ἀπ' ἀρχῆς εἰς τέλος

ἐξ ὑποδιαιρέσεως ἐγκατεσκευασμένη.

Ἐπεὶ δύναται καὶ ὡς πνεῦμα ἀποταθῆναι κατὰ τὸ

τοῦ ἀντιθέτου σχῆμα, καὶ μετὰ τὸ πληρωθῆναι τὸ πνεῦ-

μα. Ἕκαστον ἐθέλεις κατὰ περιόδους λαμβάνειν. τὰ δὲ

πλαστὰ χώραν ἔχει μετὰ τὴν ἀθρόαν εἰσβολὴν τῶν ἀπ'

ἀρχῆς ἄχρι τέλους. Ἔστι δὲ ὑποδιαίρεσις ἡ εἰς λεπτὸν

632

τομὴ τοῦ ἀθρόου πράγματος· οἷον εἰ μὴ τόδε ἐποίησαν,

ἀλλὰ μετριώτερον· εἰ γὰρ μὴ τοσαῦτα ἐποίησεν, ἀλλὰ

ἐλάττονα. Ἔχει δὲ χώραν ἔτι καὶ τὰ πλαστὰ, ὡς ἐν ταῖς

ἐργασίαις τῶν ἀπὸ παραδείγματος. Ἡδίων ἐστὶ τοῖς ἀ-

κούουσιν ὁ ἀπὸ τῶν ἀποδεικτικῶν ἐπὶ τὰ πανηγυρικὰ

χωρῶν, οὐχ ὁ ἀπὸ τῶν πανηγυρικῶν ἐπὶ τὰ ἀποδεικτικά.

Καὶ τὸ πλαστεπιχείρημα τοῖς ἀπ' ἀρχῆς εἰς τέλος

ἐπὶ τῷ τέλει πρόκειται ὥσπερ κεχωρισμένον.

οἴου μὲν τὴν κατασκευὴν τῶν ἀπ' ἀρχῆς εἰς τέλος

ἐξ ὑποδιαιρέσεως κατασκευαζομένην.

νῦν δὲ τούτοις ἀπένειμα καὶ τὸ πλαστὸν ἐν τέλει.

ἐπεὶ δ' ὑποδιαίρεσις πλαστόν ἐστιν ἑκάστη,

ὡς τὸ εἰ μὴ παρίστασο, ἀλλὰ ὠδύρου τοῦτον,

εἰ τόδε οὐκ εἰργάζου μὲν, οὐ διεπράττοντο δὲ

δεικνὺς πλαστὸν τὴν μερικὴν μὴ λέγον διαιρέσεις,

ἀλλ' ἄλλο τελεώτερον ὅλον τι πρᾶττον πρᾶγμα,

κείμενον ἐν τῷ τέλει δὲ τῶν ἀπ' ἀρχῆς εἰς τέλος.

νῦν παραδείγματι δέ σοι καὶ τοῦτο σαφεστάτως.

ἐπὶ τῶν τῆς κατ' αἴτησιν δωτίνης ζητημάτων

καὶ οἷς φυγὴ καὶ δίωξις ὑπάρχει προκειμένη.

Οἷον εἰ δὲ πρὶν ἢ ποιῆσαι τὸ ἀγαθὸν ἤτουν τὴν δω-

ρεὰν, οὐκ ἄν μοι ἐδώκατε, οὐκ ἂν ἐψηφίσασθε ἐπαγγελ-

λομένῳ ποιήσειν.

Δυσχερεστάτην ἔχουσιν λύσιν, ὁ ῥήτωρ λέγει,

στάσεων τῶν πραγματικῶν τὰ ἀπ' ἀρχῆς εἰς τέλος.

{Ἀπορία.}

Ποῖα δὲ ταῖς πραγματικαῖς τὰ ἀπ' ἀρχῆς εἰς τέλος;

{Λύσις.}

Τὰ αἴτια, διάπερ τις τόδε τι συμβουλεύει.

οἷον τοῖς Καταναίοις τις βουλεύει μετοικίαν

διὰ αἰτίαν, ὅτι ῥεῖ τὸ πῦρ ἀπὸ τῆς Αἴτνης.

633

καὶ πῶς τὴν λύσιν δυσχερῆ τούτων ὁ ῥήτωρ λέγει;

ὅτι ὡς διαφέρουσα τῶν ἄλλων κεφαλαίων

ὑπῆρχεν ἡ κατασκευὴ τῶν ἀπ' ἀρχῆς εἰς τέλος.

τὰ μὲν κατεσκευάζοντο καὶ γὰρ τῇ περιστάσει,

ὡς ὄπισθεν πλατύτερον εἴπομεν περὶ τούτου.

τῇ ὑποδιαιρέσει δὶ τὰ ἀπ' ἀρχῆς εἰς τέλος,

οὕτω καὶ τῆς πραγματικῆς τῆς ἀπ' ἀρχῆς εἰς τέλος

ἡ λύσις δυσχερεστέρα τῶν ἄλλων κεφαλαίων.

ἡ λύσις τῶν ἑτέρων γὰρ γίνεται κεφαλαίων

εἴτουν ἐκ τῆς ἐνστάσεως ἢ ἀντιπαραστάσεως.

εἴτε κατὰ τὸ βίαιον, ἢ πᾶσιν ἅμα τούτοις.

τῶν ἀπ' ἀρχῆς εἰς τέλος οὖν πραγματικὴ ἡ λύσις

πᾶσι πασῶν τῶν στάσεων γίνεται κεφαλαίοις.

καλῶς οὖν ἔφη δυσχερῆ τούτων τὴν λύσιν εἶναι.

πολλῶν τῶν πάντων ὄντων γὰρ, ὡς οἶδας, κεφαλαίων,

ἄδηλον, ποῖον προσφυῶς τούτων τεθῆναι δέον.

εἰς λύσιν τῆς πραγματικῆς τὴν ἀπ' ἀρχῆς εἰς τέλος,

ἐν τῷδε τῷ πραγματικῷ ζητήματι καὶ τῷδε.

πολλὰ γὰρ καὶ ζητήματα πραγματικὰ τυγχάνει.

μακρὰ τὰ κῶλα πέφυκε τὰ κατασκευάζοντα.

τῶν διασκευαζόντων δὲ σύμμετρα καὶ βραχέα.

Τῶν προσωποποιῶν ἡ εὐπορία ἐξ ὑποδιαιρέσεως γίνεται.

Τὸν ὅρον, τὸν ἀνθορισμὸν, συλλογισμὸν καὶ λύσιν

τέσσαρα λέγει κλήσεσι, τοῖς πράγμασι δὲ δύο.

ὅρος γὰρ καὶ συλλογισμὸς ἀπὸ τῶν πεπραγμένων.

καὶ πάλιν τὸν ἀνθορισμὸν συλλογισμοῦ τε λύσιν

κατασκευάζει τοῖς αὐτοῖς ἀπὸ τῶν παρειμένων.

ὅρος, λύσις συλλογισμοῦ ἐστι μὲν τῶν φευγόντων.

ἀνθορισμὸς, συλλογισμὸς πάλιν τῶν κατηγόρων.

ἐπὶ δὲ τῶν κατ' αἰτίαν ὅρων σοι δειγματίζει,

ὡς ἔχει τὸ, μαινόμενος τύραννον ἀνῃρήκει.

καὶ σωφρονήσας δωρεὰν αἰτεῖ τυραννοκτόνου.

634

ἐπί τινων δὲ καὶ φυγὴ καὶ δίωξις ὑπάρχει.

οἷον σὺ ἱερόσυλος, οὐ μὴν κλέπτης ὑπάρχεις.

ἢ ἐκ τῶν παρειμένων μὲν ἐργάζονται καὶ ἄμφω,

ὁ ὅρος καὶ συλλογισμὸς, ἢ ὡς αὐτὸς σὺ λέγεις,

ὁ ὅρος παρειμένων μὲν συλλογισμὸς πραχθεῖσι.

δείκνυσιν ὡς διασκευὴ πολλοὺς ἔχει τοὺς τόπους·

πίπτει τῇ διηγήσει γὰρ, πίπτει καὶ τοῖς ἀγῶσι.

τὰ ἀπ' ἀρχῆς εἰς τέλος γὰρ ὑπάρχουσιν ἀγῶνες.

καὶ ἐν τοῖς ἐπιλόγοις δὲ πίπτον ὁμοίως σθένει.

τὰ ἀπ' ἀρχῆς εἰς τέλος δὲ τῇ ὑποδιαιρέσει

τότε κατασκευάζονται, ὅτε καὶ μελετῶμεν.

τὰ ἀπ' ἀρχῆς κεφάλαια τιθέμενοι οἰκεῖον·

οὔκουν ὁπόταν λύωμεν ὡς ἀντιθέτου τοῦτο.

τοῖς ἐσχηματισμένοις γὰρ προβλήμασιν ἁρμόζει.

ὑποφορῶν κατασκευὴ καὶ τῶν ἀντιτεθούντων.

ταὐτὸν ὁ ὑπομερισμὸς διασκευαῖς ἰσχύει.

καὶ γὰρ διασκευάζοντες δεικνύομεν τόδε τι.

οἷον ἐρήμοις ἵστασο, ἄρα φονεὺς ὑπάρχεις.

οὕτως ὑπομερίζοντες δεικνύομεν ὁμοίως.

εἰ μὴ ἐρήμοις ἵστασο, ἀλλὰ ἐν πολιτείᾳ,

εἰ μηδὲ θάπτων ἵστασο, ἀλλ' ἀφεώρας μόνον.

ἡ διατύπωσίς ἐστιν ἔκφασις τῶν πραγμάτων.

ἡ εἰς λεπτὸν ἐξήγησις ἡ ὥσπερ ζωγραφοῦσα

τόποις τισὶν εἰκονικοῖς, ὃ ἀπαγγέλλει λόγοις.

εἰ ἔχεις διηγήματα κατὰ τοὺς τρεῖς τοὺς χρόνους.

τὰ παρεληλυθότα μὲν ἐνδιασκεύως λέγε.

ἁπλῶς δὲ τὰ ἐνεστῶτα, γνώριμα γὰρ καὶ δῆλα.

καὶ ἄλλως δὲ περίεργος καὶ μακρήγορος δόξεις.

εἴπερ κατὰ τοὺς τρεῖς χρόνους ἐνδιασκεύως γράφεις.

εἰ δὲ τὸ πρᾶγμα ἄξιον διασκευῆς ὑπάρχει.

εἰ δὲ κατὰ τοὺς τρεῖς χρόνους διήγησιν ἐφεύροις,

χρῄζουσαν τῆς διασκευῆς, οὕτω μοι τότε γράφε.

635

τοῦ ἐνεστῶτος πράγματος ποιούμενος τὴν γνώμην,

ἐγκατασκεύως μὲν αὐτὸ λέγε μοι ταῖς αἰτίαις.

τὸ παρελθὸν καὶ μέλλον δὲ λέγε μοι μετὰ τρόπου.

τουτέστι ταῦτα λέγε δὲ ἐνδιασκεύως μόνα.

ἂν δὲ πρὸς διατύπωσιν ἄπορον ᾖ τὸ πρᾶγμα.

ἄνπερ αἰσχρὸν καὶ βδελυρὸν ὑπάρχει δὲ τὸ πρᾶγμα,

ὅπερ οὐ χρὴ πλατύνοντα λέγειν ἐνδιασκεύως,

χρηστῆς μεταχειρίσεως οἰκονομίᾳ χρῆσαι,

αὕτη δὲ μεταχείρισις καὶ ἡ οἰκονομία.

ἐν μὲν τοῖς ἄλλοις λέγοντες τὰ ἀπ' ἀρχῆς εἰς τέλος.

λέγομεν πρῶτον πρότασιν τοῦ πράγματος ἀθρόου.

εἶτα καὶ τῆς προτάσεως ἑνὸς ἑκάστου λόγου

δρῶμεν ὑποδιαίρεσιν λεπτομεροῦντες τούτους.

οἷον τρεῖς ἔκτεινεν υἱοὺς, πρότασις ἔστω τοῦτο

τοῦ ὁλοκλήρου πράγματος, τουτέστιν τοῦ ἀθρόου.

εἶτα ὑποδιαίρεσις ἡ καὶ λεπτοτομία.

εἰ γὰρ μὴ τρεῖς ἀπέκτεινεν, ἀλλὰ ἐλάττους τούτων,

εἰ μὴ ἀπέκτεινεν αὐτοὺς ἀλλ' ἀπεκήρυξέ πως·

εἰ μὴ υἱοὺς, ὀθνείους δὲ, καὶ τῶν οὐ προσηκόντων,

οὕτω τοῖς ἄλλοις λέγοντες τὰ ἀπ' ἀρχῆς εἰς τέλος.

τίθεμεν πρῶτον πρότασιν· εἶθ' ὑποδιαιροῦμεν.

καὶ τέλος πάντων τίθεμεν, ὅπερ πλαστὸν καλοῦμεν.

ἐν τοῖς αἰσχροῖς δὲ πράγμασι, φησὶν ὁ τεχνογράφος,

τὰ ἀπ' ἀρχῆς εἰς τέλος μοι λέγε προτάσει μόνῃ.

εἶτα πλαστὸν ἐπίφερε τὸ πίπτον τελευταῖον·

αἰσχροῖς δ' ὑποδιαίρεσιν μηδόλως μοι ποιοίης.

ἐν τοῖς ἀγῶσι τοῖς αὐτῶν τοῖς ἀπ' ἀρχῆς εἰς τέλος.

τὴν δὲ ὑποδιαίρεσιν τήρει τοῖς ἐπιλόγοις.

καὶ πρὸς ὀργὴν τοὺς δικαστὰς παρακίνει καὶ πάθος.

καὶ περιόδων ἔξωθεν λέγε τοὺς ἐπιλόγους.

σὺν τούτοις χρὴ καὶ ἀφαιρεῖν ἅμα τὰς περιόδους,

αἷσπερ κατασκευάζομεν τὰ ἀπ' ἀρχῆς εἰς τέλος.

ἀλλότριον περίοδός ἐστιν διασκευῆς γάρ.

636

τοὺς ἐπιλόγους πρέπει δὲ λέγειν ἐνδιασκεύως.

ταυτολογεῖ διασκευὴ καὶ ἀγωγὴ χωρίων.

ὁ ὑπομερισμός ἐστι διασκευῇ ταὐτόν τι.

καὶ ἡ διασκευὴ ταὐτὸν τῇ ἀγωγῇ χωρίων.

ὥσπερ γὰρ ἡ διασκευὴ ἀθρόον πρᾶγμα λέγει.

οἷον ἐρήμοις ἵστασο, φονεὺς ὑπάρχεις ἄρα.

εἶτα λαβὼν ὁ μερισμὸς ὑπομερίζει τοῦτο.

εἰ δὲ μὴ θάπτων ἵστασο, εἴπερ μὴ τὸ καὶ τόδε.

εἶτα πάλιν ἐπανελθὼν ἀθρόως τοῦτο λέγει.

ἐπεὶ δὲ θάπτων ἵστασο, φονεὺς εἶ τοῦ κειμένου·

οὕτω χωρίων ἀγωγῇ ταυτολογεῖν ὁμοίως,

καὶ γὰρ κἀν ταύτῃ λέγομεν ταὐτὰ ταυτολογοῦντες.

ἀθρόον γὰρ τὸ πρᾶγμά τις εἰπὼν ἐνδιασκεύως,

τριακοσίους τοῖς βωμοῖς ὠμῶς καὶ ἀπανθρώπως,

ὡς σφάγια ἐθύσατε, καθάπερ ἱερεῖα.

οἰκτρῶς ἐν στεφανώμασιν, οἰκτρῶς δεδακρυμένους·

θρηνοῦντας, παραβάλλοντας ἐν ὀλοφυρμοῖς ἀλλήλους,

ἐπάγει παραδείγματα, ἃ ἀγωγαὶ χωρίων.

καθ' ἓν δὲ τούτων πρὸς αὐτὸ τὸ πρᾶγμα μεταβαίνει,

ὥσπερ τοῖς ὑπομερισμοῖς, ὥσπερ καὶ πρώην εἶπον.

τριακοσίους τοῖς βωμοῖς ἐθύσατε ὡς ἄρνας·

εἶτα δὲ καὶ παράδειγμα πρὸς τοὺς τριακοσίους·

ὃν ἐπαινεῖτε ἀριθμὸν δὲ τῶν τριακοσίων.

εἶτα καὶ ἡ μετάβασις ὡς πρὸς αὐτὸ τὸ πρᾶγμα.

ὦ Λάκωνες, ἐφθείρατε τῇ τελευτῇ τῇ τούτων.

εἶτα πάλιν παράδειγμα μετὰ τὸ πρᾶγμα ἄλλο.

ἔθανον τριακόσιοι ἡμῶν ἐν τῇ Θυραίᾳ,

ἀλλ' ὥσπερ ἄνδρες μαχηταὶ, ἀλλὰ πολέμου νόμῳ.

εἶτα πάλιν μετάβασις ὡς πρὸς αὐτὸ τὸ πρᾶγμα.

ὑμεῖς δὲ κατεσφάξατε τούτους θυμάτων νόμῳ.

καὶ πάλιν δὲ παράδειγμα καὶ ἀγωγὴ χωρίου.

καὶ βασιλεὺς ἀπέκτεινεν ὑμῶν τριακοσίους.

ὧν εἷς καὶ Λεωνίδης ἦν ἐν τῷ Ἀρτεμησίῳ.

637

ἀλλ' οὐ κατέθυσεν αὐτοὺς, αἰδέσθη γὰρ τὴν φύσιν·

εἶτα καὶ ἐπανάληψις πάλιν ὡς πρὸς τὸ πρᾶγμα.

ὑμεῖς δὲ παρεστήσασθε θεοῖς τοῖς ὑμετέροις

τριακοσίους τοῖς βωμοῖς καθάπερ ἱερεῖα,

κατὰ δὲ ἐπανάκαμψιν ἑκάστην πρὸς τὸ πρᾶγμα

ἔξεστιν τὰ τοῦ πράγματος ἐνδιασκεύως λέγειν·

καὶ πάλιν τι παράδειγμα τιθέναι μετὰ ταῦτα.

περίοδος ὑπάρχει δὲ, καθότι ἄρθρον ἔχει

ἐν τῇ προτάσει κείμενον, ἐν δὲ τῇ ἀποδόσει

ἀντωνυμία κέκληται, ὅπερ φασὶν οἱ ἄλλοι,

ἕτεροι δὲ περίοδον, καλεῖται κατὰ τούτων

ὡς ὅλη περικλείουσα τὸν νοῦν ἐν τῇ προτάσει,

διπλασιάζων πάντα νοῦν, ὃ λέγει γὰρ προτάσει,

καὶ ἐν τῇ ἀποδόσει δὲ πάλιν λαμβάνων λέγει.

οἷον ἡμέρα νῦν ἐστι, δέον ποιῆσαι τόδε.

τοῦτο μὲν πρώτη πρότασις, ὅρα δὲ καὶ δευτέραν,

ἢν γὰρ μὴ ἦν ἡμέρα νῦν, νὺξ δ', οὐκ ἐχρῆν ποιῆσαι,

εἶτα καὶ ἡ ἀπόδοσις ταυτολογεῖ προτάσει.

ἐπεὶ δ' ἡμέρα νῦν ἐστι, δέον ποιῆσαι τόδε.

ἄλλαττε δὲ τὰ σχήματα, φησὶν ὁ τεχνογράφος,

μὴ ἡ ὑποδιαίρεσις τῶν ἀτερπῶν φανείη,

ἑνὶ ταὐτῷ τε σχήματι ἀεὶ εἰσαγομένη,

ἣν τῷ σχήματί ποτε ἐλεγκτικῷ μοι λέγε,

ἄλλοτε δ' ἀποφαντικῷ σχήματι πάλιν λέγε.

οἷον οὐκ ἔδει δοῦναί σε τοιάνδε τιμωρίαν·

οἷον ἐχρῆν ἐν τούτῳ σε πάντως τιμωρηθῆναι.

ἔστι δὲ μεταχείρισις τοῦδε καλλίων ἄλλη,

τῶν ἀπ' ἀρχῆς εἰς τέλος σοι κατασκευὴν καλλίω

τῆς ὑποδιαιρέσεως τήνδε τυγχάνειν λέγει

ποτὲ μὲν ἐκ τοῦ πράγματος ἀρχόμενον τοῦ λέγειν.

λέγειν πρὸς τὴν ἀξίωσιν ἤγουν τὴν τιμωρίαν·

ποτὲ δὲ καταρχόμενος ἀπὸ τῆς τιμωρίας

λέγειν πρὸς τὸ προκείμενον ἐν τῇ ζητήσει πρᾶγμα.

638

οἷον ἐν παραδείγματι τοῦτο σαφηνιστέον.

οὐκ ἔδει πράξαντι τοδὶ δοῦναί σε τιμωρίαν.

ὁ τιμωρίας ἄξιος ἦν εἰργασμένος τόδε.

καὶ ἀντιστρόφως πάλιν δὲ ἀπὸ τῆς τιμωρίας.

Διατί τινες τὴν περίοδον ἐνθύμημα καλοῦσιν.

Ὥσπερ γὰρ τὸ ἐνθύμημα συνάγει καὶ συγκλείει

αὐτὸ τὸ ἐνθύμημα καί γε τὴν ἐργασίαν,

οὕτω καὶ ἡ ἀληθινὴ περίοδος συγκλείει

νοῦν τοῦ ἐπιχειρήματος, ὅπερ αὐτὴ ἐκφέρει.

ἢ ὅτι τὸ ἐνθύμημα τέως ἐπὶ τὸ πλεῖστον

ἐκφέροντες εἰώθαμεν ἐκφέρειν περιόδῳ.

κυρίως δὲ καὶ ἀληθῶς περίοδος ὑπάρχει

ἡ ἅπαν τὸ ἐνθύμημα συγκλείουσα τῷ κώλῳ.

{Τρίγωνον Τρίκωλον.}

Ὧν μὲν οὖν ἐκεῖνος ὀφείλει τοῖς ὑπὲρ αὐτοῦ πολιτευομένοις

χάριν,

ἡμῖν δὲ δίκην προσῆκεν λαβεῖν,

τούτων οὐχὶ νῦν ὁρῶ τὸν καιρὸν τοῦ λέγειν.

Ἰστέον δ' ὡς ἰσοσκελεῖς καὶ ἰσοπλεύρους δέον

τὰς περιόδους γίνεσθαι ἢ καὶ συντομωτέρας

κατά γε τὴν ἀπόδειξιν, οὐ μὴν καὶ τοὐναντίον.

Τὰ μὲν ποιητικὰ τῶν ἐπιχειρημάτων ἐν σχήμασιν ἐκ-

φέρομεν στρογγύλοις ἐσφιγμένοις, τουτέστι κατ' ἀντί-

θετα καὶ κατὰ περιόδους· τὰ δὲ πανηγυρικὰ οὐκ ἐκφέ-

ρομεν στρογγύλοις ἐσφιγμένοις· ἀλλά γε δὴ πνευματι-

κοῖς μακροῖς καὶ ἀκμαίοις. Ἐνταῦθα καὶ αἱ ἀποδόσεις

προτάσεις γίνονται, καὶ αἱ προτάσεις ἀποδόσεις, καθὼς

βούλει ἀντιστρέφεις. Χιασμὸς δὲ οὐδαμῶς γίνεται ἀλλ'

ἢ ἀντιστροφαί. Ὀφείλει δὲ ἡ περίοδος συγκεῖσθαι, ἢ ἐκ

μιᾶς προτάσεως καὶ ἀποδόσεως μιᾶς, ἢ ἐκ δύο προτάσεων

καὶ ἀποδόσεων δύο, ἢ ἐκ δύο προτάσεων μιᾷ ἐπ' ἀποδόσει.

Οὐ μὴν καὶ τοὐναντίον δὲ, ἀδύνατον γὰρ τούτοις

τὸ ἀποδόσεις ἀγαγεῖν δύο μιᾷ προτάσει.

639

<Περίοδος.> Τετράγωνον Τετράκωλον.

Ἐν μὲν γὰρ τῷ γράψαι μηδένα εἶναι ἀτελῆ,

τοὺς ἔχοντας ἀφείλετο τὴν ἀτέλειαν·

ἐν δὲ τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι ἡμῖν,

τὸ δοῦναι ὑμῖν ἐξεῖναι.

τὸ παρὰ τὴν ἀξίαν γὰρ εὖ πράττειν ἐν τῷ βίῳ

τοῖς ἀνοήτοις γίνεται κακοφροσύνης τρόπῳ.

639,8-9

ὁ μὲν γὰρ Φίλιππος ὅσῳ

ὑπὲρ τὴν αὐτοῦ ἀξίαν ποιεῖ

τοσοῦτο θαυμαστό-

τερος πᾶσι.

639,10-11

ἡμεῖς δὲ, ὦ Ἀθηναῖοι, ὅσῳ χεῖρον

ἢ προσῆκε τοῖς πράγμασι κέχρησθε

τοσούτῳ πλείονα

αἰσχύνην ὠφλήκατε.

639,12-13

ὁ μὲν γὰρ βίον καὶ λόγον

κατωρθωκὼς

ἀξίως παρὰ πᾶσι θαυμά-

ζεται

639,14-15

ὁ δὲ βίου μόνου καὶ λόγου

ἀξιωθεὶς

οὗτος θαυμαστότατος

παρὰ πᾶσι φαίνεται.

639

Ἐνταῦθα ἀμφότεραι αἱ ἀποδόσεις ἀμφοτέραις ἁρμό-

ζουσι ταῖς προτάσεσι.

Παθητικός ἐστι καὶ χαρᾶς καὶ λύπης ὁ πανηγυρίζων,

ἤ περιχαρῶς λέγων ἢ ἐλεεινολογούμενος, ὡς τὸ, ἀκούσατε

ὄρη καὶ πᾶς ἄλλος κόσμος· ἢ χαίρομαι, φησὶ, Χριστὸς

γεννᾶται, Χριστὸς ἐξ οὐρανῶν. διπλασιάζει τὸ ὄνομα

καὶ τὸ κῶλον. Ἡ μεταποίησις, φησὶν, ἐν πάσαις περιό-

δοις· ἐν τετρακώλοις, μᾶλλον δὲ ταῖς ἀναστρεφομέναις·

καὶ ἐπὶ ταῖς χιάζεσθαι γεγενημέναις πλέον ἐκπλήττει

τοὺς ἀκροατὰς ὑπαλλαγαῖς συντόμοις. Πνεῦμά ἐστι σύν-

θεσις λόγου, διάνοιαν ἀπαρτίζον ἐν κώλοις καὶ κόμμασι

μετρούμενον πρὸς τὴν διάρκειαν τοῦ πνεύματος κατὰ τὴν

φωνὴν τοῦ λέγοντος. Ἰστέον δὲ, ὅτι δεῖ καὶ κῶλον καὶ

κόμμα ἀπαρτίζειν τὴν διάνοιαν.

Τὰ κῶλα τὰ σχοινοτενῆ χρήσιμα προοιμίοις,

τοῖς ποίοις προοιμίοις δὲ χρήσιμα ταῦτα λέγει,

640

τοῦτο σαφὲς καὶ πρόδηλον τοῖς δικανικωτάτοις·

ταῦτα γὰρ ἑρμηνεύονται σχοινοτενέσι κώλοις.

τὰ δ' ἠθικὰ παθητικὰ χαρμόσυνα βραχέσι.

ἓν μὲν τὸ μίαν ἔννοιαν πλείστοις δηλοῦν ἐν κώλοις.

Οἷον ὅτε γὰρ περιϊὼν Φίλιππος Ἰλλυριοὺς καὶ Τρι-

βαλλοὺς, τινὰς δὲ καὶ τῶν Ἑλλήνων κατεστρέφετο, καὶ

δυνάμεις πολλὰς καὶ μεγάλας ἐποιεῖτο ὑφ' ἑαυτὸν, καί

τινες τῶν ἐκ τῶν πόλεων ἐπὶ τῇ τῆς εἰρήνης ἐξουσίᾳ βα-

δίζοντες ἐκεῖσε διεφθείροντο, ὧν εἷς οὗτος ἦν Αἰσχίνης,

τότε δὴ τότε πάντες, ἐφ' οὓς ταῦτα παρεσκεύαζεν, ἐπο-

λεμοῦντο. εἰ δὲ μὴ ᾐσθάνοντο, ἕτερος λόγος οὗτος, οὐ

πρὸς ἐμέ· τοῦτο γὰρ σύμπαν ἓν ἐπινόημα τὸ ἑρμηνεία

τοῦ ὅτι πάλαι Φίλιππος τοῖς Ἕλλησιν ἐπεβούλευε.

Ἄλλο δὲ τὸ ἀπαρτίζον νοῦν πράγματος κατὰ κῶλον

οἷον· ἀλλ' ὁ τὴν Εὔβοιαν σφετεριζόμενος, καὶ κατα-

σκευάζων περιτείχισμα ἐπὶ τὴν Ἀττικὴν, καὶ καταλαμ-

βάνων Ὠρεὸν καὶ Μεγάροις ἐπιχειρῶν καὶ κατασκάπτων

Πορθμὸν, καὶ διόλου τοῦτο τὸ πνεῦμα συναπαρτίζει

τοῖς πράγμασι καὶ τὸ κῶλον· καὶ παρὰ ταῦτα οὐκ ἔστιν

ἄλλο εἶδος πνεύματος.

Σχήματα δὲ πνευμάτων, ὅσα καὶ λόγων. Ἔξεστι

γὰρ καὶ κατὰ ἀποφάνσεις λέγειν, καὶ κατ' ἐρώτησιν καὶ

κατὰ τὸ ἐλεγκτικὸν καὶ δεικτικὸν ὡς ἀρνητικὸν καὶ ἁπλῶς

λέγειν· ὅτῳ δ' ἂν ἐπιμείνῃς, πνεῦμα ποιεῖς.

{Περὶ τάσεως.}

Τάσις ἐστὶν, ὅταν κ. τ. λ.

641

{Διαφορὰ κατὰ φορὰν καὶ ἐπιφοράν.}

Λόγοι σφοδροὶ ἢ καὶ τραχεῖς, ὑβριστικοὶ καὶ ἄμφω.

ἀλλὰ πρὸ ἀποδείξεως τῇ μὲν ἡ λοιδορία

ὡς ἔστι τὸ οἰνοβαρὲς ὄμματα κυνός τ' ἔχων.

ἐπιφορὰ δὲ λοιδορεῖ μετὰ τὰς ἀποδείξεις.

ὡς τὸν Θερσίτην Ὀδυσσεὺς τῇ βῆτα ῥαψῳδίᾳ.

οἷον πότερον παρῆς καὶ συνευφραίρου τούτοις ἢ οὔ.

ἑκάστη ἀποδόσεως δεδέηται οἰκείας.

τοῦ γὰρ παρῆς ἀπόδοσις, πῶς νῦν κατηγορεῖς δέ;

τοῦ δ' οὐ παρῆς τὸ ἄξιος ὑπάρχεις τιμωρίας.

Γίνεται δὲ τὰ διλήμματα ἤτοι τῶν δύο ἐρωτήσεων δι'

ἓν πέρας ἐρωτωμένων. οἷον εἴτε καλὴν ἔγημας εἴτε αἰ-

σχρὰν, οὐκ ἔδει σε γῆμαι. ἓν γὰρ πέρας συνάγεται ἀμ-

φοτέρωθεν τὸ μὴ δεῖν γῆμαι· διὰ μὲν τοῦ καλὴν κοινὴν,

διὰ δὲ τοῦ αἰσχρὰν ποινήν· ἢ ὅταν τῶν ἐρωτήσεων ἑκά-

στη ἰδίας ἀποδόσεως δεδέηται· καὶ τὰ μὲν κοινὰ διλήμ-

ματα ταῦτα. Τοῦτο δὲ τὸ διλήμματον σεσόφισται καὶ

Δημοσθενικόν ἐστι.

Τοῦτο δὲ τὸ διλήμματον, ὅπερ σοι νῦν εἰρήκειν

ἑκάστην πρὸς ἐρώτησιν ἀπόδοσιν κεκτῆσθαι,

σχῆμα σοφιστικώτατόν ἐστιν τοῦ Δημοσθένους.

τὸ παραλογιζόμενον σοφιστικὸν νῦν λέγει.

τὰς ἐρωτήσεις δὲ χρεὼν ὑπάρχειν ἐναντίας.

ἀμοιβὰς ἐναντίας δέ φησιν οὐχὶ ἐμμένειν.

παροίχομαι παροίχησις οὐδὲν γὰρ δύσνουν ἔχει.

θήσω δέ σοι παροίχησιν ἐπῶν Ἐμπεδοκλείων,

ἐπὶ ἀρίστῳ ἰατρῷ Ἄκρωνι Ἄκρου τέκνῳ,

ἐπ' ἄκρῳ τε Ἀκράγαντος τῷ λόγῳ τεθαμμένῳ.

<Ἄκρον ἰατρὸν Ἄκρων' Ἀκραγαντίνου πα-

τρὸς Ἄκρου

Κρύπτει κρημνὸς ἀὴρ πατρίδος ἀκροτάτης.>

642

τῆς ἑρμηνείας σχῆμα μὲν, ἥτις ἐστὶν ἡ φράσις,

καλῶς τὰ νῦν ὁ τεχνικὸς εἶναι τὸν κύκλον λέγει.

τούτων χωρίων διαιρῶν σχημάτων τὰς ἐννοίας

καὶ ἐννοιῶν καὶ λέξεων σχήματα γὰρ ὑπάρχει·

τῶν ἐννοιῶν μὲν σχήματα αἵ τε ἐπιτιμήσεις.

σὺν ταύταις ἐπιείκειαι καὶ τὸ δεδισταγμένον,

τὸ ἀδιστάκτως λέγειν τε καὶ ἕτερα μυρία.

φράσεως δὲ καὶ λέξεως σχήματα πάλιν ἄλλα·

παροίχησις καὶ πάρισον, κλιμακωτὸν, διπλώσεις,

ἐπιμοναὶ καὶ κύκλοι τε καὶ ἀντιστροφαὶ δέ.

ἀναστροφαὶ σὺν τούτοις δὲ καὶ ἕτερα μυρία.

Κύκλος δέ ἐστι σχῆμα λόγου καὶ αὐτὸ ἑρμηνείας,

ἴδιον κάλλος ἐμπεριέχον.

{Κύκλος περιοδικός.}

Σοὶ μὲν γὰρ ὁ πατὴρ κλέπτης ἦν, εἴπερ ἦν ὅμοιός σοι.

Ὅρος ὁρίζων κυκλικῶς τοῦτο τοῦ κύκλου ὅρος.

Βοῤῥᾶς κυλίνδει κύματα, ὁ Νόθος ἀνωθεῖ δὲ,

ὅτι Βοῤῥᾶς ἀφ' ὑψηλῶν τῶν τόπων ἐπιπνέων

ἐπὶ τὸ χθαμαλώτερον τὰ κύματα κυλίει.

ὁ Νότος δ' ἐκ τῶν χθαμαλῶν καὶ πρὸς ἄναντα πνέων

βίᾳ πολλῇ τὸν [ ] πρὸς ὕψος ἀναφέρει.

Τὸ ἴδιον τοῦ λόγου δὲ ἐμπεριέχον κάλλος

δηλοῖ κάλλος διάφορον κεκτῆσθαι τῶν ἑτέρων.

σχημάτων ἅπερ φράσεως προσείπομεν ὑπάρχειν.

ὁ μὲν Ἑρμογένης φησὶ μὴ ἐκφέρεσθαι σχῆμα

ἑτέροις σχήμασι, πρὸς ὃν ὁ Τζέτζης ἀντιλέγει,

δεικνύων ὅτι ἐκφέρεται.

ἐκφέρεται πᾶν σχῆμα μὲν ἐν σχήμασιν ἑτέροις,

οἷον τὸν κύκλον δεικτικῶς τῷ σχήματι νῦν βλέπεις.

τὸ σὺ γὰρ οὗ τὸ καὶ ἐγὼ τῶν δεικτικῶν ὑπάρχει

ποιήσω καὶ κατ' ἄθροισιν καὶ μερισμόν σοι κύκλον.

οἱ δύο ἐλευσόμεθα ἐγὼ καὶ σὺ, οἱ δύο.

βλέπε καὶ κατὰ ἄρνησιν καὶ ἔνστασιν καὶ ἄρσιν.

643

οὔκουν μὰ τὸν Ἀπόλλωνα τοῦτο ὑπάρχει, οὔκουν.

ἐλεγκτικὸν δὲ βλέπε μοι καὶ κατὰ θέσιν κύκλου.

ἑνὶ μὰ τὸν Ἀπόλλωνα τοῦτο τὸ πρᾶγμα ἑνὶ

καὶ ἄλλοις δὲ κεκλήσεαι σχήμασιν, εἴπερ θέλεις·

ὁ τεχνικὸς δ' ἠπάτησεν οὐκ οἶδα πῶς τοὺς ἄνδρας.

σχῆμα γὰρ μὴ ἐκφέρεται σχήμασιν ἄλλοις, λέγει.

Ἐπιφώνημά ἐστι κ. τ. λ.

Εἴδη σοι τρία δείκνυσι τῶν ἐπιφωνημάτων.

Τὸ παρὰ φύσιν τολμηρῶς πλὴν συνᾳδόντως λέγειν,

καὶ τῶν νεφῶν τὴν πύκνωσιν ἐξ οὐρανόθεν νύκτα.

καὶ τὸ συλληπτικώτερον πάντα παλιλλογῆσαι

ἑνὶ κώλῳ τὰ πρότερον πλατέως λελεγμένα.

τὰς τροπὰς δὲ τῶν λέξεων εἶδός φησι τὸ τρίτον,

οὐδὲν διαφερούσας τι τοῦ εἴδους τοῦ προτέρου.

ὥσπερ ὁ Τζέτζης βούλεται καὶ διαβεβαιῶσαι.

{Περὶ τροπῆς.}

Τροπὴ δέ ἐστι τὸ μὴ ἐξ ὑποκειμένου πράγματος ἀλ-

λοτρίου δὲ σημαντικὸν ὄνομα θεῖναι κοινὴν εἶναι δύνα-

μιν καὶ τοῦ ὑποκειμένου καὶ τοῦ ἔξωθεν ἐμφαινομένου,

ὃ καλεῖται καὶ μεταφορὰ παρὰ τοῖς γραμματικοῖς. Κατὰ

γραμματικοὺς τετραχῶς ἡ μεταφορὰ, ἀψύχων ἐπὶ ἔμψυ-

χα, οἷον Ἑλλήνιον ἕρκος, ἐμψύχων ἐπὶ ἄψυχα· ῥόδα

σκιρτᾷ καλίκων· ἐμψύχων ἐπὶ ἔμψυχα· ποιμὴν λαῶν ὁ

ἄναξ· ἀψύχων ἐπὶ ἄψυχα· σπέρμα πυρός τις κρύπτων.

Σεμνὸν δὲ κ. τ. λ.

Οὐδὲν σεμνότερόν ἐστιν ἢ πᾶσι τοῦτο λόγος

”σιγᾷν ὅπου χρὴ καὶ λέγειν ἵν' ἀσφαλές.”

κατὰ γὰρ τὸν Ἡσίοδον ἐκεῖνον τὸν Ἀσκραῖον

644

„γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστος

φειδωλῆς πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης.“

{Περὶ κακοζήλου.}

Τὸ δὲ κακόζηλον γίνεται κ. τ. λ.

Σημειωτέον τοῦτο δὲ κάλλιστον ὂν εἰς γνῶσιν,

ὡς τότε μόνον λέγομεν ἐν σχήματι τὸν λόγον,

ὅταν τι δυσχερέστερον πρᾶγμα ζητεῖν δοκῶμεν.

τοῦ ὅπερ λέγουσιν ἡμᾶς ἄξιοι πεπονθέναι.

οἷον τυχὸν καὶ τοὺς Λυδοὺς ὁ Κῦρος ἐκπορθήσας

θῆλυν ἐκέλευσε στολὴν ἀτίμως ἐνδεδύσθαι.

οἱ δὲ θανεῖν ἠξίωσαν σφᾶς ἑαυτοὺς τῷ τότε.

ἐν μόνοις τούτοις σχήμασι προάγομεν τὸν λόγον.

τοῖς ἄλλοις δὲ ζητήμασι πᾶσιν ἀσχηματίστως.

κἂν ἔλαττόν τι δυσχερὲς αἰτῶμεν οὐχὶ μεῖζον.

ἀντὶ θανάτου μάστιγας εἴτε φυγὴν πατρίδος.

κἂν ἀγαθὸν κἂν φαῦλόν τί τισι τῶν ἐναντίων.

συγκριτικὰ προβλήματα ὁ τεχνικὸς νῦν λέγει

ὁπόσαπερ ὑπάρχουσι διπλᾶ τῶν ζητημάτων

στοχαστικὰ καὶ ὁρικὰ καὶ τῆς πραγματικῆς δέ.

συγκριτικὰ δὲ λέγονται, ὅτι κατὰ συγκρίσεις

εἰώθασί πως γίνεσθαι αἱ τούτων διαιρέσεις

ἀντίθετα κεφάλαια, πίπτει γὰρ κεφαλαίοις

αὐταῖς δὲ ταῖς συγκρίσεσι καὶ τοῖς συγκριτικοῖς δὲ

ἢ ὅτι καὶ συγκριτικῶς εἰσάγομεν τὸν λόγον.

ἰδία λόγου πέφυκε ποιότης ἁρμοδία

προσώποις τε καὶ πράγμασι τοῖς ὑποτιθεμένοις

κατ' ἔννοιαν καὶ τάξιν δὲ πλεῖον δὲ ἁρμονίας.

Εἰ γὰρ ταὐτὸ στοχασμὸς ἢ ὅρος ἢ συλλογισμὸς περι-

πέσοι, ῥᾳδίαν ἔχει καὶ τὴν διαίρεσιν· διπλῶς δὲ χρώμε-

θα· οἷον ἐμὲ μὲν οὐκ εἰκὸς, σὲ δὲ εἰκός.

645

Χρήσιμον δὲ τὸ σύγγραμμα λόγους ποιεῖν καὶ κρίνειν.

σκοπὸς μὲν νῦν, ὡς ἔφαμεν, τῷ τεχνικῷ τυγχάνει,

διδάξαι τὰς ἰδέας σοι καὶ μόρια τὰ τούτων

ποίαις ἰδέαις χρήσεται δικανικῷ τῷ εἴδει

ποίαις συμβουλευόμενος, ποίαις πανηγυρίζων.

καὶ κοινωνίας ἰδεῶν διαφοράς τε δεῖξαι,

ἐν αἷς κατὰ τί τῶν ὀκτὼ μορίων κοινωνοῦσι,

καὶ κατὰ τί διάφοροι γίνονται πρὸς ἀλλήλας.

καὶ περὶ χαρακτήρων δὲ λόγου σοφῶν διδάξαι

ῥητόρων φιλοσόφων τε καὶ σοφιστῶν σὺν τούτοις,

καὶ ποιητῶν ἱστορικῶν ὁμοῦ καὶ συγγραφέων.

περὶ ἰδεῶν καὶ οὐχὶ περὶ τῷν χαρακτήρων

ἐπιγραφὴν τὸ σύνταγμα τοῦτο πρεπόντως φέρει.

ὁ Σικελὸς Φοιβάμμων δὲ λέγων ἐκφέρει τάδε,

ὅτε λέγειν αὐτῷ σκοπὸς οὐ περὶ τῶν ποιούντων,

περὶ τῶν ποιουμένων δὲ, ὅθεν καλῶς ἐγράφη.

ποιοῦσι χαρακτῆρες δὲ, ποιοῦνται δὲ ἰδέαι.

ὁ χαρακτὴρ γὰρ, ὥς φασιν, ἰδέας περιέχει.

Δοξόπατρος δ' ἐπιγραφὴν κεῖσθαι καλῶς νῦν λέγει·

ἐκ τούτων γὰρ γινώσκομεν ἰδέας τὰς τοῦ λόγου

διαφορὰν δὲ ἰδεῶν καὶ χαρακτήρων λέγει.

τὰ μὲν πρωτότυπά φασιν ἰδέας τινὰς εἶναι,

ἃ δὲ πρὸς τὰ πρωτότυπα γίνονται χαρακτῆρες.

κἀγὼ μακρηγορέω δὲ καθώσπερ οὗτοι μάτην.

ποῦ γὰρ εἰς τέχνην συντελὲς τοῦτο ῥητορευόντων

καλῶς περὶ τῶν ἰδεῶν ἐπιγραφὴν νῦν θεῖναι.

περὶ γὰρ διαγνώσεως τῶν ἰδεῶν διδάσκει.

ὁποίαις μὲν χρησαίμεθα δικανικῷ τῷ εἴδει,

ποίαις δὲ συμβουλεύοντες, ποίαις ἐν πανηγύρει.

Εἰσὶν αἱ τεμνόμεναι εἰς εἴδη ἰδέαι σαφήνεια, μέγε-

θος, ἦθος· εἰδικώτατα δὲ κάλλος, γοργότης, ἀλήθεια,

δεινότης.

646

Διαφοράς μοι μάνθανε λοιπὰς πρὸς ἐπὶ τούτοις,

εἴδους, ἰδέας καὶ μορφῆς, ὁμοῦ καὶ χαρακτῆρος.

τὸ εἶδος περιέχει μὲν μιᾶς οὐσίας φύσιν·

ἄνθρωπος ἀνθρωπότητα, ἱππότητα δὲ ἵππος·

ἰδέα σώματός ἐστιν ἡ ὁρωμένη θέα.

μορφὴ ἡ ὡραιότης δὲ καὶ τὸ καλλύνον ἅπαν·

ὁ χαρακτὴρ δὲ σφράγισμα καὶ σφράγισμα σαφές τι·

οἷον στρεβλόῤῥιν ἢ γρυπὸς εἴτε φοξὸς ψεδνόθριξ

τὰ τρία γοῦν ῥητορικῆς ἅπερ προέφην εἴδη,

ἡ συμβουλὴ, πανήγυρις, καὶ τὸ δικανικὸν δὲ

ἔχουσι καὶ ἰδέας μέν τινας ἐπεγκειμένας,

σαφήνειαν ἢ μέγεθος ἢ τῶν ἑτέρων ἄλλων·

μορφὴν δὲ τὴν ἐκ λέξεων ὁμοῦ καὶ τῶν σχημάτων

καὶ λόγοι τίνες ἄτεχνοι καὶ τῶν ἀῤῥητορεύτων

ἰδέας ἔχουσί τινας καί γε μορφὰς τοιαύτας.

ἐγχάραγμα καὶ γνώρισμα σαφὲς δικανικοῦ δὲ

ἁδρὸν ἅπερ καὶ σύντομον τὸ τῶν ἐγκατασκεύων.

τῆς συμβουλῆς δὲ χαρακτὴρ καὶ γνώρισμα γενναῖον

τὸ μέσως ταῖς κατασκευαῖς μὴ κατακόρως χρῆσθαι.

τῆς δέ γε πανηγύρεως ὁ χαρακτὴρ ὁ τρίτος.

ὁ χαλαρὸς καὶ ταπεινὸς ὁ τῶν ἀκατασκεύων.

καὶ γὰρ τῷ νῷ καὶ λέξεσι μᾶλλον λαμπρὸς τυγχάνει.

τῷ μὴ ἐγκατασκεύῳ δὲ ὁ τῶν ἐναγωνίων

ὕπτιός τε καὶ ταπεινὸς εἴληχε κλῆσιν φέρειν.

Ποιητικαὶ μεγέθους μὲν αὗταί εἰσιν ἰδέαι.

646, col. 1

Σεμνότης, ᾗ ἀντίθετον

ἀφέλεια ὑπάρχει.

Τραχύτης, ᾗ ἀντίθετον

ἐπιεικὲς, γλυκύτης.

Ἀκμή τε, ᾗ ἀντίθετον

ἐπιεικὲς, γλυκύτης, καὶ

σὺν αὐταῖς καὶ μετ' αὐ-

τῶν ὁμοῦ καὶ ἡ γοργότης.

646, col. 2

Περιβολὴ, ἀντίθετον ᾗ-

περ ἡ καθαρότης.

Λαμπ…

The complete text is available when the reading interface loads.