The Greek Library Catalogue

Anonymous

De figuris

Edition reference
De figuris, ed. Spengel, op. cit., 171–173.
CTS identifier
urn:cts:greekLit:tlg0598.tlg021.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3

172

τὸ ἀρσενικὸν καὶ τὸ θηλυκὸν διὰ τοῦ οὐδετέρου τῇ αἰ-

τίᾳ τῆς μείζονος σημασίας, οἷον ὁ ἀνὴρ καὶ ἡ γυνὴ καὶ

τὰ ζῶά εἰσι λευκά. ἐν ἀριθμῷ ὁ πληθυντικὸς ἀριθμὸς

συλλαμβάνει ἑνικόν, οἷον οἱ στρατιῶται καὶ ὁ τριβοῦ-

νος πολεμοῦσιν. ἐν προσώπῳ τὸ πρῶτον μὲν πρόσωπον

συλλαμβάνει δεύτερον καὶ τρίτον, οἷον ἐγὼ καὶ σὺ καὶ

ὁ Νικόλαος βουλόμεθα· τὸ δὲ δεύτερον συλλαμβάνει τὸ

τρίτον, οἷον καὶ σὺ καὶ ὁ Φραγκίσκος ὑπνεῖτε. ἐν πτώ-

σει ἡ ὀνομαστικὴ συλλαμβάνει ἑτέραν πτῶσιν μετὰ προ-

θέσεως, οἷον ὁ ἵππος μετὰ τοῦ ὄνου τρέχουσιν. ἔστι δὲ

διπλῆ ἡ σύλληψις, ὁμοία καὶ ἀνομοία. ὁμοία ἐστίν, ἥτις

γίνεται ἐν ὁμοίαις πτώσεσιν, οἷον ἐγὼ καὶ ὁ Ἀντώνιος

λέγομεν· ἡ ἀνομοία, ἥτις γίνεται ἐν ἀνομοίαις λέξεσιν,

οἷον ὁ Ἀνδρέας μετ' ἐμοῦ φεύγομεν.

Ζεῦγμά ἐστιν μιᾶς ἰδιότητος ἀπόδοσις ἐν διαφόροις

λέξεσιν, οὕτως, ὡς μεθ' ἑνὸς ἐξισάζοντος, οἷον τῶν φί-

λων καὶ τοῦ ῥηγὸς μαχομένου, ἢ τῶν ἀρχόντων καὶ τοῦ

ῥηγὸς μαχομένου. ἐν τῷ ζεύγματι ζητεῖται δʹ. διάφορα

οὐσιώδη ὀνόματα, σύνδεσμος, ἡ ἰδιότης, καὶ αὐτὴ ἡ

ἰδιότης, ἰσάζουσα μετ' ἐκείνου, ᾧτινι ὡς προτέρῳ ἀπο-

δίδοται, καὶ ἀνισάζουσα ἀπ' ἐκείνου, ᾧτινι ὡς ὑστέρῳ

ἀποδίδοται. ἐν τρισὶ παρεπομένοις γίνεται τὸ ζεῦγμα,

ἐν προσώπῳ, ἐν γένει, ἐν ἀριθμῷ. τριπλοῦν ἐστι τὸ

ζεῦγμα, ἀπὸ τοῦ ἄνω προτέρου, ἀπὸ τοῦ μέσου, ἀπὸ τοῦ

κατωτέρου. ἀπὸ τοῦ προτέρου, ἐν ᾧ ἡ ἰδιότης προτίθε-

ται, οἷον λέγω ἐγὼ καὶ σύ· ἀπὸ τοῦ μέσου, οἷον ἐγὼ

λέγω καὶ σύ· ἀπὸ τοῦ κατωτέρου, οἷον ἐγὼ καὶ σὺ λέγω.

Σύνθεσίς ἐστιν ἀπόδοσις τῆς ἰδιότητος ἑνὶ ἢ πολ-

λοῖς συμπεπλεγμένοις, οὐκ αἰτίᾳ φωνῆς, ἀλλὰ τῆς ση-

173

μασίας, οἷον τὸ μέρος εἰς μερίδας ἔκοπτον, καὶ ὁ Σκι-

πίων καὶ ὁ Λαίλιος ἐθαύμαζον. τρία ζητεῖται ἐν τῇ συν-

θέσει, ἓν ὑποκείμενον ἢ πλείονα συμπεπλεγμένα, ἡ ἰδιό-

της, ἡ ἀπόδοσις τῆς ἰδιότητος ἰσάζουσα μετὰ τῆς ση-

μασίας, καὶ ἀνισάζουσα μετὰ τῆς φωνῆς, οἷον ἡ πενία

κακόν. γίνεται δὲ ἡ σύνθεσις ἐν γένει καὶ ἐν ἀριθμῷ,

οἷον τὸ πλῆθος βαδίζουσιν, ὁ Σκιπίων καὶ ὁ Λαίλιος

λέγουσι, καὶ ἡ πενία κακόν.

Ἀντίπτωσίς ἐστιν ἀπόδοσις τῆς ἰδιότητος, πτῶσις

ἀντὶ πτώσεως. τρία ζητεῖται ἐν ἀντιπτώσει, ἓν ὑποκεί-

μενον, ἡ ἰδιότης, καὶ ὅτι ἡ πτῶσις ἀντὶ πτώσεως τίθε-

ται, οἷον τὴν πόλιν ἣν βλέπω, ὑμετέρα ἐστίν.

Ἐπιφώνημά ἐστιν ἀπόδοσις τῆς ἰδιότητος τινὶ πράγ-

ματι δεικνυμένῳ διὰ τοῦ δεικνύοντος, οἷον ἐγὼ ὁ Βιρ-

γίλιος ψάλλω. ἐν τῷ ἐπιφωνήματι δʹ ζητεῖται, πρᾶγμα

ἐπιφωνοῦν πρώτου ἢ δευτέρου προσώπου, πρᾶγμα ἐπι-

φωνηθέν, ἀπουσία συνδέσμου, ἡ ἰδιότης τοῦ ῥήματος

πρώτου ἢ δευτέρου προσώπου.

Πρόσθεσίς ἐστιν ἄμεσος σύζευξις οὐσιωδῶν, οἷον ὁ

Καῖσαρ ἀνὴρ ἰσχυρός. ἐν τῇ προσθέσει ζητεῖται τρία,

λέξις προστιθεῖσα, λέξις προστιθεμένη, ὅ ἐστιν ἀπο-

διδομένη, ἡ ἰδιότης, οἷον ζῶον ὁ ἄνθρωπος περιπατεῖ.

γίνεται δὲ ἡ πρόσθεσις ἐν τρισὶ τρόποις, πρῶτον αἰτία

τοῦ γενικοῦ συνεσταλμένου, οἷον ζῶον ὁ ὄνος περιπα-

τεῖ, δεύτερον τοῦ ὁμωνύμου μετατιθεμένου, οἷον ὁ

κύων ἄστρον λάμπει, τρίτον τῆς ἰδιότητος ἀποδιδομέ-

νης, οἷον ὁ Ὅμηρος ἄνθρωπος ἰσχυρός.

Συνεκδοχή ἐστιν, ὅταν ἡ ἰδιότης τοῦ μέρους ἀπο-

δοθῇ τῷ ὅλῳ, οἷον ὁ αἰθίοψ ἐστὶ λευκὸς τοὺς ὀδόντας.

τρία ζητεῖται ἐν τῇ συνεκδοχῇ, τὸ ὅλον, τὸ μέρος, ὁποῖον

πάντοτε γίνεται, ἐν αἰτιατικῇ πτώσει, ἡ ἰδιότης, οἷον ἡ

γυνὴ κεκομμένη τὴν χεῖρα.

{ΑΝΩΝΥΜΟΥΠΕΡΙ ΤΩΝ ΣΧΗΜΑΤΩΝ ΤΟΥ ΛΟΓΟΥ.} Τῶν τοῦ λόγου σχημάτων τὰ μέν εἰσι κατ' ἔννοιαν,τὰ δὲ κατὰ λέξιν. τὰ μὲν δὴ κατ' ἔννοιαν σχήματαταῦτά ἐστι, προδιόρθωσις, ἐπιδιόρθωσις, ἀμφιδιόρθω-σις, προκατάληψις, ὑπεξαίρεσις, αἰτιολογία, συναθροι-σμός, ἐπιμονή, λεπτολογία, ἠθοποιΐα, προσωποποιΐα,ἐπιτροχασμός, ἀποσιώπησις, παράλειψις, ἀποστροφή,διαπόρησις, ἀντεισαγωγή, μετάστασις, διασυρμός, ἐπα-νάληψις, ἐπαναφορά.{αʹ. ΠΡΟΔΙΟΡΘΩΣΙΣ.} Ἐστὶ μὲν οὖν ἡ προδιόρθωσις, ἣ θεραπεύει τὸ ῥη-θησόμενον, πρὶν ἢ ῥηθῆναι, ὡς δυσπαράδεκτον, ὁποῖόνἐστὶ τὸ <τολμᾷ τι νεανικὸν ὁ λόγος, θεὸς θεοῖςἡγούμενος καὶ γνωριζόμενος,> τολμηρὸν γὰρ ἦντοῦτο, διὸ προθεραπεύει οἰκονομικῶς.{βʹ. ΕΠΙΔΙΟΡΘΩΣΙΣ.} Ἐπιδιόρθωσις δέ ἐστι μὲν τὸ αὐτό, πλὴν ἐπάγει τὴνθεραπείαν ὕστερον, ἀλλ' οὐ πρότερον, ὡς προδιόρθω-σις· ἐμφαίνει γὰρ ἐν μὲν ἐκείνῳ ἡ <πρὸ> τὸ πρότερον, ἐνδὲ τούτῳ ἡ <ἐπὶ> τὸ ὕστερον, ὁποῖόν ἐστι τὸ <αἰσθάνο-μαι ἔξω τοῦ καιροῦ καὶ τοῦ μέτρου φερόμενος.>πρότερον γὰρ τὴν κειμένην ἀφεὶς ὑπόθεσιν καὶ τὸ πα-νηγυρίζειν ἐπὶ τὸ δογματίζειν καὶ τὸ θεολογεῖν μετέπε-σεν, ὃ θεραπεῦσαι ἔγνω διὰ τούτου.{γʹ. ΑΜΦΙΔΙΟΡΘΩΣΙΣ.} Ἀμφιδιόρθωσις δέ ἐστι μῖξις ἀμφοῖν, ἡ γὰρ <ἀμφὶ> ἡαὐτὴ οὖσα τῇ <περὶ> εἴληπται ἐνταῦθα τὴν κύκλῳ ση-μαίνουσα σχέσιν· λέγεται οὖν ἀμφιδιόρθωσις ἡ καὶπρότερον καὶ ὕστερον θεραπεύουσα τὸ λεγόμενον, ἂνδυσπαράδεκτον ᾖ ἢ τῷ μεγέθει ἢ τῷ ἀσυνήθει.{δʹ. ΠΡΟΚΑΤΑΛΗΨΙΣ.} Προκατάληψις λέγεται ἡ προεκλύουσα τὸν τοῦ ἀν-τιδίκου λόγον, ὃν εἶπεν ὡς ἰσχυρόν, καὶ οἴεται μηδε-μίαν ἔχειν αὐτὸν ἀντιλογίαν, οἷον <τίς λόγος αὐτῷτῶν ἀφύκτων; τάχ' ἂν ἐπὶ τόνδε καταφύγοιἄν, ἀλλ' οὐκ ἔστι.>{εʹ. ΥΠΕΞΑΙΡΕΣΙΣ.} Ὑπεξαίρεσις δὲ γίνεται, ὅταν ὑπεξελών τις πρόσω-πον ἢ πρᾶγμα ὡς μέγα καὶ ὑπεροχικὸν πρὸς τὰ λοιπὰποιῆται τὴν σύγκρισιν, οἷον τὸ <ὁ μετὰ Ἡλίαν μετάρ-σιος, ὁ μετὰ Μωσέα θεόπτης, καὶ ἔτι ὁ μετὰτὸν ἀποστάτην ἀποστάτης, καὶ τὸν διώκτηνδιώκτης.>{Ϛʹ. ΑΙΤΙΟΛΟΓΙΑ.} Αἰτιολογία δέ ἐστιν ἡ αἰτίαν ἀποδιδοῦσα καὶ λόγοντοῦ εἰρημένου, οἷον τὸ παρὰ τῷ αὐτῷ, <τὸν αὐτὸνπνεῦμα καὶ σάρκα, πνεῦμα διὰ τὴν χάριν,σάρκα κατὰ τὴν ἔπαρσιν·> αἰτίαν γὰρ ἐκφαίνειπάντως τὸ ἐπαγόμενον καὶ οἱονεὶ θεραπείαν τοῦ λόγου,πῶς ὁ αὐτός ἐστι καὶ πνεῦμα καὶ σάρξ.{ζʹ. ΣΥΝΑΘΡΟΙΣΜΟΣ.} Συναθροισμὸς δέ ἐστι συναγωγὴ πραγμάτων πλειό-νων εἰς κεφάλαιον ἓν δηλωτικὸν πολλῶν, εἰ καὶ ἑνικῶςλέγεται, ἢ κατ' ἔμφασιν, οἷον <συζυγίαι σχιζόμε-ναι, γένη ῥηγνύμενα·> ἰδοὺ γὰρ τὸ συζυγία καὶ τὸγένος ἔοικεν ἕν τι εἶναι, τὸ δὲ ἕκαστον πολλά ἐστιν.{ηʹ. ΕΠΙΜΟΝΗ.} Ἐπιμονὴ δὲ ἡ ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς πράγματοςἀργία καὶ ἀναστροφὴ χάριν αὐξήσεως, οἷον τὸ <πόλιντῆς οἰκουμένης ὀφθαλμόν, γῆς καὶ θαλάσσηςὅτι κράτιστον, ἑῴας καὶ ἑσπερίας λήξεως σύν-δεσμον·> ἰδοὺ γὰρ ὀφθαλμὸν τῆς οἰκουμένης εἰπὼνἐπέμεινε τῷ λόγῳ καὶ διεῖλε μὲν τὴν οἰκουμένην εἰς γῆνκαὶ θάλατταν, καὶ κράτιστον ὠνόμασε κατὰ σύγκρισιντὴν πόλιν, εἶτα πάλιν ἐπιδιεῖλε τοπικῶς κατὰ τὰς δύοσχέσεις, καὶ αὖθις ἐθαύμασε τὴν πόλιν, σύνδεσμον αὐ-τὴν εἰπὼν ἑῴας λήξεως καὶ ἑσπερίας μέγιστον εἰς θαῦματὸ τοσοῦτον δύνασθαι, ὡς καὶ συνδεῖν ταύτας.{θʹ. ΛΕΠΤΟΛΟΓΙΑ.} Λεπτολογία δέ ἐστιν ἡ ἕκαστον τῶν συμβαινόντωνδιεξιοῦσα ἀκριβῶς καὶ λεπτομερῶς, ὡς μονονοὺ δακτυ-λοδεικτεῖν δοκεῖν τὸ πρᾶγμα ὡς ἄρτι γινόμενον, οἷον<ἀνάπτεται πῦρ, δαπανᾶται ἡ ναῦς, συνδαπα-νᾶται ὁ φόρτος, συναπόλλυται τὰ ἐν αὐτῇπάντα, πῦρ ὕδατι μίγνυται, καὶ πυρσὸς ὑπὲρθαλάττης αἴρεται ξένος.> ἐνῆν γὰρ ἁπλῶς οὕτωφάναι, ὡς ἡ ναῦς ἔργον πυρὸς ἐγεγόνει, ἀλλ' οὐκ ἂν