The Greek Library Catalogue

Anonymous

Fragmenta comicorum anonymorum

Edition reference
Fragmenta comicorum anonymorum, ed. A. Meineke, Fragmenta comicorum Graecorum, vol. 4, Berlin: Reimer, 1841 (repr. Berlin: De Gruyter, 1970): 599–616, 618–630, 638, 645–655, 657–664, 667–679, 683–700.
CTS identifier
urn:cts:greekLit:tlg0602.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

FCA

tit

{FRAGMENTA

COMICORUM ANONYMORUM.}

1

Πόρνους μεγάλους Τιμαρχώδεις.

2a

Καλὸν δὲ τὸ ζῆν, ἄν τις ὡς δεῖ ζῆν μάθῃ.

2b

Δᾶος πάρεστι τί ποτ' ἀγγελῶν ἄρα;

3

Οὐδ' ὅσον ἀκαρῆ τῆς τέχνης ἐπίσταμαι.

Κατέπεσον ἀκαρὴς τῷ δέει.

4

Γήμαντος αὐτοῦ δ' εὐθὺς ἔσομ' ἐλεύθερος.

Ὡς τοῦτο δ' εἶδεν, εὐθὺς ἦν ἄνω κάτω.

5

Ἀλλὰ θῦε τοὺς κέδρους.

6

Καὶ περιβόητον πᾶσιν ἀνθρώποις ποιεῖ

αὑτὸν ὁ Κράτης, καὶ τοῦτο δὴ τὸ λεγόμενον

ἥττων ἑαυτοῦ πορνιδίῳ τρισαθλίῳ

ἑαυτὸν οὕτω παραδέδωκεν.

7

Χρηστοῦ δίδαγμ' εὐηθίας

καὶ φιλανθρώπου λογισμοῦ.

8

Δεῖ δ' οἶμαι γαμεῖν

τὸν ἐπιμελῆσαι δυνατόν, οἰκονομεῖν ὄχλον

πλείω. τὸν ἀμελῆ μᾶλλον ἐπιθυμοῦντα δέ

σχολῆς, ἵν' ἔχων οἰκονόμον ἀδεῶς περιπατῇ.

9

Τὴν ἀξίαν ἔδει γαμεῖν τὸν ἄξιον.

10-11

Ὥσπερ Φιλάμμων ζυγομαχῶν τῷ κωρύκῳ.

Ὥσπερ σέλινον οὖλα τὰ σκέλη φορεῖν.

12

Οὐκ ἂν γένοιο μᾶλλον ἤ σε δεῖ ξένος ξένος.

13

Ἐγώ ς' ἔθηκα δοῦλον ὄντ' ἐλεύθερον.

15

Τὴν λαμπροτάτην πόλεων πασῶν ὁπόσας ὁ Ζεὺς ἀναφαίνει.

16

Ὁ Μνησίθεος δ' ἔφη τὸν οἶνον τοὺς θεούς

θνητοῖς καταδεῖξαι τοῖς μὲν ὀρθῶς χρωμένοις

ἀγαθὸν μέγιστον, τοῖς δ' ἀτάκτως τοὔμπαλιν·

τροφήν τε γὰρ δίδωσι τοῖσι χρωμένοις,

ἰσχύν τε ταῖς ψυχαῖσι καὶ τοῖς σώμασιν.

εἰς τὴν ἰατρικήν τε χρησιμώτατον·

καὶ τοῖς ποτοῖς γὰρ φαρμάκοις κεράννυται,

καὶ τοῖσιν ἑλκωθεῖσιν ὠφέλημ' ἔχει,

ἐν ταῖς συνουσίαις τε ταῖς καθ' ἡμέραν

τοῖς μὲν μέτριον πίνουσι καὶ κεκραμένον

εὐθυμίαν, ἐὰν δ' ὑπερβάλῃς, ὕβριν,

ἐὰν δ' ἴσον ἴσῳ προσφέρῃ, μανίαν ποιεῖ,

ἐὰν δ' ἄκρατον, παράλυσιν τῶν σωμάτων.

17

Ἀλλὰ ξενῶνας οἶγε καὶ ῥᾶνον δόμους,

στρώννυ τε κοίτας καὶ πυρὸς φλέξον μένος,

κρατῆρά τ' αἴρου καὶ τὸν ἥδιστον κέρα.

18

Οὔτ' ἀλφίτοισι χαίρομεν·

πλήρης γὰρ ἄρτων ἡ πόλις.

19a

Μέλη πάραυλα κἀκρότητα κύμβαλα.

19b

Γαστέρας

αὐταῖσι μήτραις καὶ καλῶν ζωμῶν πλέας.

20b

Πᾶσιν δὲ θνητοῖς βούλομαι παραινέσαι

τοὐφήμερον ζῆν ἡδέως· ὁ γὰρ θανών

τὸ μηδέν ἐστι καὶ σκιὰ κατὰ χθονός.

μικροῦ δὲ βιότου ζῶντ' ἐπαυρέσθαι χρεών.

21b

Γυμνὴν ἐποίησε τὴν Ἀθηνᾶν Λαχάρης

οὐδὲν ἐνοχλοῦσαν.

22-26

Ἀγαθὸς ἀνὴρ λέγοιτ' ἂν ὁ φέρων τἀγαθά.

Ἀγαθὸς ἂν εἴη χὠ φέρων καλῶς κακά.

Εὐκαταφρόνητός ἐστι πενία, Δερκύλε.

Ἐπὶ τοῖς παροῦσι τὸν βίον διάπλεκε.

Ἡ τῶν φίλων σοι πίστις ἔστω κεκριμένη.

27a

Ἀλλ' Ἀλκιβιάδην τὸν ἁβρόν, ὦ γῆ καὶ θεοί,

ὃν ἡ Λακεδαίμων μοιχὸν ἐπιθυμεῖ λαβεῖν.

27b

Περιφέρειν ματτύην καὶ ποδάριον,

καὶ γαστρίον τακερόν τι καὶ μήτρας ἴσως.

27d

Γλῶττάν τέ σοι

δίδωσιν ἐν δήμῳ φορεῖν

καλῶν λόγων ἀείνων,

ᾗ πάντα κινήσεις λέγων.

27e

Κᾆτ' ἀπερρώγειν ὁ πούς.

28

Κυψέλην δ' ἔχεις

ἄπλατον ἐν τοῖς ὠσίν.

29

Ἀπόδυθι ταχέως, Πάμφιλ', ἡμέτερος ὁ πλοῦς.

31

Σύκῳ μὰ τὴν Δήμητρα σῦκον οὐδὲ ἕν

οὕτως ὅμοιον γέγονεν

32

Οὐδὲν γλυκύτερόν ἐστιν ἢ πάντ' εἰδέναι.

33

Ἡ δεῦρ' ὁδός σοι τί δύναται νῦν, θεοπρόπε;

35

Ὧν ἐστι τὸ ζῆν οὐδὲν ἄλλ' ἢ κραιπάλη,

βαλανεῖ', ἄκρατος, ἀμίδες, ἀργία, πότος.

36

Μιλησία

σμάραγδος, ἐμπόλημα τιμηέστατον.

37

Καὶ μαστίχην τρώγοντες, ὄζοντες μύρου.

38

Τὸ δ' ὅλον οὐκ ἐπίσταμαι

ἐγὼ ψιθυρίζειν, οὐδὲ κατακεκλασμένος

πλάγιον ποιήσας τὸν τράχηλον περιπατεῖν,

ὥσπερ ἑτέρους ὁρῶ κιναίδους ἐνθάδε

πολλοὺς ἐν ἄστει καὶ πεπιττοκοπημένους.

40

Ἂν μῦς διορύξῃ βωμὸν ὄντα πήλινον,

κἂν μηδὲν ἄλλ' ἔχων διατράγῃ θύλακον,

ἀλεκτρυὼν τρεφόμενος ἂν ἀφ' ἑσπέρας

ἄσῃ, τιθέμενοι τοῦτο σημεῖόν τινες.

41

Τίς ὧδε μῶρος καὶ λίαν ἀνειμένος

εὔπιστος ἀνδρῶν, ὅστις ἐλπίζει θεούς

ὀστῶν ἀσάρκων καὶ χολῆς πυρουμένης,

ἃ καὶ κυσὶν πεινῶσιν οὐχὶ βρώσιμα,

χαίρειν ἀπαρχαῖς καὶ γέρας λαχεῖν τόδε;

41-42

Ἀφόρητός ἐστιν εὐτυχῶν μαστιγίας.

Βασιλεῖς ἐγένοντο χοἰ πρὶν ὄντες αἰπόλοι.

43b

Ἀμέλει ταδί μοι πρῶτον ἀμπίσχου λαβών.

47

Σύγγνωθί μοι καὶ μὴ χαλεφθῇς ὦ πάτερ.

48

Δῆμος ἄστατον κακόν

καὶ θαλάττῃ πάνθ' ὅμοιον ὑπ' ἀνέμου ῥιπίζεται,

καὶ γαληνὸς ἔντ' ἠχῷ πρὸς πνεῦμα βραχὺ κορύσσεται,

κἄν τις αἰτία γένηται τὸν πολίτην κατέπιεν.

49

Δέσποινα πόλεων, πότνι' Ἀθηναίων πόλις,

ὡς δὴ καλόν σου φαίνεται τὸ νεώριον,

ὡς καλὸς ὁ Παρθενών, καλὸς δ' ὁ Πειραιεύς.

ἄλση δὲ τίς πω τοιάδ' ἔσχ' ἄλλη πόλις;

καὶ τοὐρανοῦ γ' ὥς φασιν ἔστιν ἐν καλῷ.

50

Τὸν νομοθέτην φασὶν Χαρώνδαν ἔν τινι

νομοθεσίᾳ τά τ' ἄλλα καὶ ταυτὶ λέγειν·

ὁ παισὶν αὑτοῦ μητρυιὰν ἐπεισάγων

μήτ' εὐδοκιμείσθω μήτε μετεχέτω λόγου

παρὰ τοῖς πολίταις, ὡς ἐπείσακτον κακόν

κατὰ τῶν ἑαυτοῦ πραγμάτων πεπορισμένος.

εἴτ' ἐπέτυχες γάρ, φησί, γήμας τὸ πρότερον,

εὐημερῶν κατάπαυσον· εἴτ' οὐκ ἐπέτυχες,

μανικὸν τὸ πεῖραν δευτέρας λαβεῖν πάλιν.

51

Οὑριστικὸς δ' Εὐβουλίδης κερατίνας ἐρωτῶν

καὶ ψευδαλάζοσιν λόγοις τοὺς, ῥήτορας κυλίων

ἀπῆλθ' ἔχων Δημοσθένους τὴν ῥωποπερπερήθραν.

53

Ὡς Πριαμίδαισιν ἐμφερὴς ὁ βουκόλος.

54-55

Εἶτα φίλ', ὃς ἔχεις γυναῖκα σχοινίων πωλουμένων;

Πάμφιλος γαμεῖ; γαμείτω· καὶ γὰρ ἠδίκησέ με.

57

Ὁ δ' ἀγοράζει κλεῖδ' ἔχων.

58

Ἵνα μὴ τὸ γῆρας ἐπαναβὰν αὐτὸν λάθῃ.

59

Ἀπεψίαν πέπονθεν ἐξ ἀπληστίας.

60

Ἁβροείμονές τε καὶ κατηγλαϊσμένοι.

61

Κἂν αἰγέρων ἔφυσαν εὐγενέστεραι.

62

Ναστοὺς τροφαλίδας ἀμφιφῶντας ἰτρία.

63

Μοχθηρὸς ὢν καὶ τὴν γνώμην ἀχερδούσιος.

65

Τὸν βδόλον δ' οὐκ ἔστιν ἥτις

ῥὶς ὑποστῆναι δύναιτ' ἄν.

66

Ὕδωρ δὲ πίνει τὸν δὲ Βίβλινον στυγεῖ.

67

Τῇ κλίμακι

διαστρέφονται κατὰ μέλη στρεβλούμενοι.

71

Ὅστις τῆς ὁδοῦ

ἡγήσεταί σοι τὴν ἐπιτάξ.

72

Ὦ Ζεῦ γενέσθαι τῆσδέ μ' ἐξάντην νόσου.

73a

Κἄγωγ' ἂν ἔζην καὶ σὺ τὸν λοιπὸν χρόνον.

74-75

Συνεπίνομέν τε καὶ συνεκοτταβίζομεν.

Τῶν κοτταβίων τὰ πολλὰ ἡμέτερα ἦν.

76b

Ἔχων μὲν ἐν τῇ χειρὶ μῶλυ.

77

Περίθες σεαυτῷ τὸν πνιγέα.

78

Ἧς χωρὶς οὐδὲν σεμνὸν ἐξευρίσκεται.

79

Ἄρξαντος ἀνδρὸς δημόσια τὰ χρήματα.

83

Ἐξὸν καθεύδειν τὴν ἐρωμένην ἔχων.

84

Μὴ καταγελᾶτε τοῖς ἐμοῖς παθημάτοις.

89

Δυοῖν γυναικοῖν εἷς ἀνὴρ οὐ στέργεται.

92

Οὗτοι δ' ἀφεστήκασι πλεῖν ἢ δύο δόχμα.

93-94

Νέα δ' ἔτ' ἐστίν, οὐχ ὁρᾷς; καὶ γνῶμ' ἔχει.

Τὸ γνῶμα γοῦν βέβληκεν ὡς οὖς' ἑπτέτης.

95b

Χρόαν δὲ τὴν σὴν ἥλιος λάμπων φλογί

αἰγυπτιάσει.

96

Τὸν ἄνδρ' ἀπωσάμην τε κἀπεγλαψάμην.

97

Ψελλόν ἐστι καὶ καλεῖ

τὴν ἄρκτον ἄρτον, τὴν δὲ Τυρὼ τροφαλίδα,

τὸ δ' ἄστυ σῦκα.

98

Ἕξιππα καὶ τέθριππα καὶ ξυνωρίδες.

100

Ἑκάβην ὀτοτύζουσαν καὶ καόμενον τὸν ἀχυρμόν.

101

Ὃς τόνδ' ἔχεις τὸν σηκὸν ἵλεως γενοῦ.

103

Εἶτα δή

εἰς τὴν πόλιν ἄξεις τήνδε τὴν ὀνώνιδα;

132

Οὐδ' Ἰταλιώτης, οὐδ' ἀλαζὼν οὐδαμῶς.

164

Ἐκ τοῦ γὰρ ἐσορᾶν γίγνετ' ἀνθρώποις ἐρᾶν.

167

Ἀπτῆνα, τυτθόν, ἄρτι γυμνὸν ὀστράκων.

172

Ἀλλ' ἢ τρίορχος ἢ πτέρων ἢ στρουθίας.

174

Τίς γὰρ ἄν

ἀντὶ ῥαφανῖδος ὀξυθύμι' εἰσορῶν

ἔλθοι πρὸς ἡμᾶς;

179

Φοινικελίκτην καὶ λόγων ἀλαζόνα.

182

Οὐδ' Ἀμυνίαν ὁρᾶτε πτωχὸν ὄντ' ἐφ' ἡμῖν;

183

Τῶν πολιτῶν ἄνδρας ὑμῖν δημιουργοὺς ἀποφανῶ.

184

Θυμελικὰν ἴθι μάκαρ φιλοφρόνως εἰς ἔριν.

185

Εὐφράνας ἡμᾶς ἀπόπεμπ' οἴκαδ' ἄλλον ἄλλοσε.

186

Ἀνάπιπτε. {Β.} πότερον ἀνδριάντας ἑστιᾷς;

187

Βδελυρὸν μὲν οὖν τὸ πρᾶγμα, κοὐκ ἂν ἐβουλόμην

λαχεῖν· ἐπειδὴ δ' ἔλαχον, οὐκ ἂν ἐβουλόμην.

188

Ἔνθα σταθεὶς φρές μ' ὡς τὸ μειρακύλλιον.

194

Ἀργοὶ κάθηνταί μοι γυναῖκες τέτταρες.

195

Βαὺ βαὺ καὶ κυνὸς φωνὴν ἱείς.

196

Ἀγρὸν ἔσχ' ἐλάττω γῆν ἔχοντ' ἐπιστολῆς

Λακωνικῆς.

197

Τοῖς γὰρ λάλοισιν ἐξ ἄκρου

ἡ γλῶττα πᾶσίν ἐστι τετρυπημένη.

198

Ἡ Μυῖα δ' ἔδακνεν αὐτὸν ἄχρι τῆς καρδίας.

199

Ἄγροικός εἰμι τὴν σκάφην σκάφην λέγων.

200

Μολυβδίνας ἔχων πέδας ἐν βορβόρῳ κάθηται.

202

Τουτὶ μὲν ὑπομόχθηρον, ἄλλο μοι λέγε.

203-204

Ἤδη δὲ λέξω τὸν λόγον τοῦ δράματος.

Σκῆψις εὑρεθήσεται,

λόγος τις.

205

Ἤμην πότ' ἤμην τῶν σφριγώντων ἐν λόγοις.

206

Χειμῶνος ὄντος τρεῖς σισύρας ὑφείλετο.

209

Μουσῶν εὐκόλων ἀνθρήνιον.

216

Τοιαῦτα μέντοι πόλλ' ἀναγκαίως ἔχει

πάσχειν, ὅταν λάγνην τὸν ὀφθαλμὸν φορῇς.

219

Ὦ πρόδοτι καὶ παραγωγὲ καὶ μύραινα σύ.

220

Μήθ' ἁλμυρὸν εἶναι μήτε μῶρον ἐς τὸ πᾶν.

222

Οὐκ ἂν φθάνοιμι τὴν μάχαιραν παρακονῶν.

228

Παῦσαι μελῳδοῦς', ἀλλὰ πεζῇ μοι φράσον.

235

Ἤδη γάρ εἰμι μουσικώτερος τρύχνου.

236

Τρώκτης σφόδρ' ἐστίν, ἅμα σεσηρὼς καὶ γελῶν.

239

Ἀκράχολον καὶ δύσκολόν τι φθέγγεται.

240

Αἰσχυνόμενος δὲ περιπλέκει τὴν συμφοράν.

241

Θερμολουσίαις ἁπαλοί, μαλθακευνίαις ἁβροί.

242

Ἀνόητά γ' εἰ τοῦτ' ἦλθες ἐπιτάξων ἐμοί.

245

Ἀνεβόησεν οὐράνιον ὅσον.

247

Αὐτόκακον ἔοικε τῷδε.

248

Ἀστεῖον εἰπεῖν καὶ κατερρινημένον.

253

Ἄψυχον ἄνδρα λαμβάνειν συνέμπορον.

264

Ἐλαφρὸν παραινεῖν τῷ κακῶς πεπραγότι.

280

Χωρὶς γὰρ οἰκοῦς' ἁρεταὶ τῶν ἡδονῶν.

281

Εὐδαίμων Πολίαγρος

οὐράνιον αἶγα πλουτοφόρον τρέφων.

282

Τάλαντον ἡ προίξ· μὴ λάβω; ζῆν δ' ἔστι μοι

τάλαντον ὑπεριδόντι; τεύξομαι δ' ὕπνου

προέμενος; οὐ δώσω δὲ κἀν Αἵδου δίκην

ὡς ἠσεβηκὼς εἰς τάλαντον ἀργυροῦν;

284

Γέρων γέροντι γλῶτταν ἡδίστην ἔχει,

παῖς παιδί, καὶ γυναικὶ πρόσφορον γυνή,

νοσῶν τ' ἀνὴρ νοσοῦντι, καὶ δυσπραξίᾳ

ληφθεὶς ἐπῳδός ἐστι τῷ πειρωμένῳ.

285

Ἐμέ, Νικόμαχε, πρὸς τὸν στρατιώτην τάξατε,

ἂν μὴ ποιήσω πέπονα μαστιγῶν ὅλον,

ἂν μὴ ποιήσω σπογγιᾶς μαλακώτερον

τὸ πρόσωπον.

286

Ὅταν δὲ νυστάζοντά μ' ἡ λύπη λάβῃ,

ἀπόλλυμ' ὑπὸ τῶν ἐνυπνίων.

287

Εἶτ' εἰ μὲν ᾔδεις, ὅτι τοῦτον τὸν βίον,

ὃν οὐκ ἐβίωσε, ζῶν διευτύχησεν ἄν,

ὁ θάνατος οὐκ εὔκαιρος· εἰ δ' ἤνεγκεν ἄν

οὗτος ὁ βίος τι τῶν ἀνηκέστων, ἴσως

ὁ θάνατος αὐτὸς σοῦ γέγονεν εὐνούστερος.

288

Τὰ πανοῦργα ταῦτ' ὀψάρια χὐποτρίμματα.

289

Ὅ τι προῖκα μόνον ἔδωκαν ἡμῖν οἱ θεοί,

τὸν ὕπνον, τί τοῦτο πολυτελὲς σαυτῷ ποιεῖς;

290

Ἔα μ' ἀπολέσθαι· τοῦτο γάρ μοι συμφέρει.

291

Τί τἀλλότριον, ἄνθρωπε βασκανώτατε,

κακὸν ὀξυδορκεῖς, τὸ δ' ἴδιον παραβλέπεις;

292

Ὁ δ' οὔτ' ἄγαν ὀπτοῖσιν οὔθ' ἑφθοῖς ἄγαν,

οὔθ' ἧττον οὔτε μᾶλλον οὔτε διὰ μέσου

ἠρτυμένοισι χαίρων ὥστ' ἐπαινέσαι.

293

Ὦ φιλτάτη κλίνη.

Βακχὶς θεόν ς' ἐνόμισεν, εὐδαῖμον λύχνε·

καὶ τῶν θεῶν μέγιστος, εἰ ταύτῃ δοκεῖς.

294

Τὸ φάρμακόν σου τὴν νόσον μείζω ποιεῖ.

295a

Στρωμνὰς ἁλουργοὺς καὶ τραπέζας πολυτελεῖς.

296a

Σκληράν, ἄκαρπον καὶ φυτεύεσθαι κακήν.

296

Τὰ δ' Ἴσθμι' ἀποδοίμην ἂν ἡδέως ὅσου

ὁ τῶν σελίνων στέφανός ἐστιν ὤνιος.

297-298

Οἰκειότητα δ' ἐμβλέπων ὠλίσθανον,

ἀγένειος ἁπαλὸς καὶ νεανίας καλός.

Ἐμφύντ' ἀποθανεῖν κἀπιγράμματος τυχεῖν.

299-300

Τίς δ' ἄν σε νύμφη, τίς δὲ παρθένος νέα

δέξαιτ' ἄν; εὖ γ' οὖν ὡς γαμεῖν ἔχεις τάλας.

Γαμῶ γέρων εὖ οἶδα καὶ τοῖς γείτοσιν.

301

Λευκή με θρὶξ ἀπόμισθον ἐντεῦθεν ποιεῖ.

302

Γερονταγωγῶν κἀναμισθαρνεῖν διδούς.

303

Μητίοχος μὲν γὰρ στρατηγεῖ, Μητίοχος δὲ τὰς ὁδούς,

Μητίοχος δ' ἄρτους ἐποπτᾷ, Μητίοχος δὲ τἄλφιτα,

Μητίοχος δὲ πάντα ποιεῖ, Μητίοχος δ' οἰμώξεται.

304

Δειπνῶμεν ἵνα θύωμεν ἵνα λουώμεθα.

305

Τί καὶ κάθῃ; πίωμεν· οὐ καὶ σιτία

πάρεστιν ὦ δύστηνε; μὴ σαυτῷ φθόνει.

οἱ δ' εὐθὺς ἠλάλαξαν, ἐν δ' ἐκίρνατο

οἶνος· φέρων δὲ στέφανον ἀμφέθηκέ τις·

ὑμνεῖτο δ' αἰσχρῶς κλῶνα πρὸς καλὸν δάφνης,

ὁ Φοῖβος οὐ προσῳδά· τήν τ' ἐναύλιον

ὠθῶν τις ἐξέκλαξε σύγκοιτον φίλην.

306

Ἐξυβρίσας πειθαρχεῖν οὐκέτι τολμᾷ,

ἀλλὰ δακνάζει τὴν Εὔβοιαν καὶ ταῖς νήσοις ἐπιπηδᾷ.

307

Δεινὸν ... κεραυνὸν ἐν γλώττῃ φέρει.

309b

Ἀνὴρ ἄριστος τἄλλα πλὴν ἐν ἀσπίδι.

310

Ψαιστὰ λιβανωτὸν μόνα τ' αὐτῶν ἥσομαι·

οὐ τοῖς φίλοις θύω γὰρ ἀλλὰ τοῖς θεοῖς

τανῦν.

311

Εἰ μνημονεύεις εὖ παθὼν φιλεῖς τέ με,

ἀπέχω πάλαι, Φιλῖνε, παρὰ σοῦ τὴν χάριν·

τούτου γὰρ αὐτὴν ἕνεκα πρὸς σὲ κατεθέμην.

326

Ἱμάτιον ἐφόρει μαλακὸν ἐρίων Σικελικῶν.

Τὸ δὲ προσκεφάλαιόν φησιν ἅμα σοὶ βούλομαι.

327

Ὁ πρῶτος εἰπών „μεταβολὴ πάντων γλυκύ,“

οὐχ ὑγίαινε, δέσποτ'. ἐκ μὲν γὰρ κόπου

γλυκεῖ' ἀνάπαυσις, ἐξ ἀλουσίας δ' ὕδωρ,

καὶ τἄλλα δὴ τὰ τοιαῦτ'· ἐὰν δ' ἐκ πλουσίου

πτωχὸς γένηται, μεταβολὴ μὲν ἡδὺ δ' οὔ.

ὥστ' οὐχὶ πάντων ἡ μεταβολὴ δὴ γλυκύ.

329

Ἀλλ' Ἡράκλεις αὐλεῖ τις.

330

Καὶ γὰρ μετὰ Κάλλα γέγονα καὶ μετ' Αἰχμία,

καὶ μετὰ Μενοίτα καὶ μετὰ Περδίκκα πάλιν,

καὶ ναί γε μὰ Δία τρίτον ἔτος μετὰ Κινησία.

331

Ἐλάνθανές με ῥᾳδιουργῶν περὶ τὴν πόλιν.

332

Ἡ ναῦλος ἡμῖν τῆς νεὼς ὀφείλεται.

333

Εἰ συγκεχρῶσθαι τοῖς νεκροῖς δυνήσεται.

334

Εὐθὺς δὲ Φοῖνιξ γίγνομαι·

τῇ μὲν δίδωμι χειρὶ τῇ δὲ λαμβάνω.

335a

Τὸ κνῖσος ὀπτῶν ὀλλύεις τοὺς γείτονας.

335b

Ὀλίγα τραύματ' ἐξόπισθ' ἔχων

τῆς δειλίας σημεῖα κοὐχὶ τοῦ θράσους.

336

Ἀλλ' ἔπεσε ταχέως· δειλινὸς γὰρ ἤρξατο.

339

Ἀμορφότατος τὴν ὄψιν εἰμὶ γὰρ φόβος,

πάντων ἐλάχιστον τοῦ καλοῦ μετέχων θεός.

340

Κέρδαιν' ἑταῖρε καὶ θέρους καὶ χειμῶνος.

341

Βοιωτιάζειν ἔμαθες.

343ab

Ἅπαντα τὰ καλὰ τοῦ πονοῦντος γίγνεται.

Ἅπανθ' ὁ τοῦ ζητοῦντος εὑρίσκει πόνος.

344

Οὐκ ἄν τις εἴπῃ πολλὰ θαυμασθήσεται,

ὁ μικρὰ δ' εἰπὼν μᾶλλον ἂν ᾖ χρήσιμα.

345

Ληρεῖς ἐν οὐ δέοντι καιρῷ φιλοσοφῶν.

346

Παραπλήσιον πρᾶγμ' ἐστι γῆρας καὶ γάμος.

τυχεῖν γὰρ αὐτῶν ἀμφοτέρων σπουδάζομεν,

ὅταν δὲ τύχωμεν ὕστερον λυπούμεθα.

347

Τὸν τῇ φύσει

οἰκεῖον οὐδεὶς καιρὸς ἀλλότριον ποιεῖ.

348

Γυναῖκα θάπτειν κρεῖττόν ἐστιν ἢ γαμεῖν.

349

Ὅταν γὰρ ἄλοχον εἰς δόμους ἄγῃ πόσις.

οὐχ ὡς δοκεῖ γυναῖκα λαμβάνει μόνον,

ὁμοῦ δὲ τῇδ' ἐπεισκομίζεται λαβών

καὶ δαίμον' ἤτοι χρηστὸν ἢ τοὐναντίον.

350

Ἐγὼ γεωργῶ τὸν ἀγρόν, οὐχ ὅπως τρέφῃ

αὐτός με, παρ' ἐμοῦ δ' ἵνα τροφὴν προσλαμβάνῃ.

σκάπτω γὰρ αὐτὸς ἐπιμελῶς σπείρω τ' ἀεί,

καὶ πάντα ποιῶ πρὸς τὸ δοῦναι καὶ λαβεῖν.

ὁ δὲ λαμβάνει μέν, ἀποδίδωσι δ' οὐδὲ ἕν.

ἀποστερητὴν ἔλαθον ἀγοράσας ἀγρόν.

ἔσπειρα μὲν κριθῶν μεδίμνους εἴκοσιν·

τούτων ἀπέδωκεν οὐδ' ὅλους τρισκαίδεκα,

οἱ δ' ἕπτ' ἐπὶ Θήβας ἐστράτευσάν μοι δοκῶ·

τὸ τῶν γυναικῶν σχῆμα διατηρεῖ μόνον.

{Β.} ὀνησιφόρα γένοιτο. {Α.} τοῦτο γίγνεται.

ὃ γὰρ φέρει νῦν οὗτος, εἷς ὄνος φέρει.

351

Τηρεῖν μὲν ἑτέρους οἱ γέροντες δυνάμεθα,

ὑμεῖς δ' ἀπολαύειν, ὧν ἔχουσιν, οἱ νέοι.

352-353

Ἡ γὰρ σπάνις πρόχειρος εἰς τὸ δρᾶν κακά.

Ἔρημός ἐστ' ἄνθρωπος ἠπορημένος.

354

Μηδέποτε πεῖραν τοῖς θεοῖς εὔχου λαβεῖν,

Φαίδιμε, τοιούτου μηδενός, μηδ' εἰδέναι

ὡς ἔστιν ἑτέρῳ ῥᾴδιον παραινέσαι.

355-356

Ἅπανθ' ὁρῶ

ἅμα τῇ τύχῃ ῥέοντα μεταπίπτοντά τε.

Ἀλλ' ἐστὶν εὔστοχόν τι βουλευτήριον

ταὐτόματον.

357

Ἐπηρεαστικόν γέ τι

ταὐτόματόν ἐστι τῷ βίῳ.

358

Ἡ τὰ θνητῶν καὶ τὰ θεῖα πάντ' ἐπισκοποῦς' ἀεί

καὶ νέμους' ἡμῶν ἑκάστῳ τὴν κατ' ἀξίαν τύχη

μερίδα.

359

Ὁ πολὺς χρόνος πάντ' ἐξελέγχει Νικοφῶν.

360

Πᾶς ὁ καθ' ἑαυτὸν τεχνολογῶν θαυμάζεται,

διακρινόμενος δὲ πρὸς ἑτέρους ἐλέγχεται

ὑποβολιμαίαν σύνεσιν ἠμφιεσμένος.

361

Ἐρημία μεγάλη 'στὶν ἡ μεγάλη πόλις.

362

Εἰ δὲ πᾶν ἔχει καλῶς, τῷ παιγνίῳ

δότε κρότον καὶ πάντες ὑμεῖς μετὰ χαρᾶς κτυπήσατε.

363

Οἶνός μ' ἔπεισε δαιμόνων ὑπέρτατος.

364

Χρυσί' ἔστ' ἄπεφθα τοῖς Παταικοῖς ἐμφερῆ.

365

Ἀπηλλάγημεν πολυχέσου νοσήματος.

366

Ἀσπαζόμεσθ' ἐρετμία καὶ σκαλμίδια.

367

Μυκονίων δίκην

ἐπεισπέπαικεν εἰς τὰ συμπόσια.

368

Καὶ φθειριῶσαν ὡς ὁ πρὶν Καλλισθένης.

369

Χαλκεὺς οἷά τις

γέμων καπνοῦ τε καὶ μαρίλης.

370

Μὴ πολλάκις πρὸς τὸν αὐτὸν δεῖ λίθον

παίειν ἔχοντα καιρὸν ὁμολογούμενον.

371

Ἀλλ' οὐδὲν δεῖ περὶ τὸν βωμὸν βαστάζειν τὰς ἐπινοίας.

374

Ἐν δὲ διχοστασίῃ καὶ Ἀνδροκλέης πολεμαρχεῖ.

375

Ἤτοι τέθνηκεν ἢ διδάσκει γράμματα.

376

Εἰ μὴ δύναιο βοῦν ἐλᾶν ἔλαυν' ὄνον.

377

Ἐκκέκοφθ' ἡ μουσική.

379

Ἀτὰρ ἐκ καθαρῶν ἀχύρων σῖτον τετρύγηκας.

380

Γέροντι μηδὲν μηδέποτε χρηστὸν ποιεῖν.

381

Ἵππος με φέρει, βασιλεύς με τρέφει.

382

Μηδέποτε μηδεὶς γένοιτο Μεγαρέων σοφώτερος.

383

Ἐκ τῆς αὐτῆς ψιάθου γεγονώς.

ὦ μόνοι ὦτοι τῶν Ἑλλήνων.ἅτερος πρὸς τὸν ἕτερονὑπαλείφεται τὼ χεῖρέ θ' ὑποκονίεται.Μεγαρεῖς δὲ φεῦγε πάντας· εἰσὶ γὰρ πικροί.ὀκνεῖς λαλεῖν; οὕτω σφόδρ' εἶ τηθαλλαδοῦς;ἡ δὲ προὐκαλεῖτό μεβαυβᾶν μετ' αὐτῆς.Ὁ δρῶν τὰ τοῦ μέλλοντος οἴχεται φέρων.Τόλμα τι, κινδύνευε, πρᾶττ', ἀποτύγχανε,ἐπίτυχε· πάντα μᾶλλον ἢ σαυτὸν προοῦ.γαστὴρ ὅλον τὸ σῶμα, πανταχῆ βλέπωνὀφθαλμός, ἕρπον τοῖς ὀδοῦσι θηρίον.τί ποτ' ἐστὶ χλωρόν, ἀντιβολῶ, τὸ χρυσίον;{Β.} δέδοικ' ἐπιβουλευόμενον ὑπὸ πάντων ἀεί.αὐλεῖ Μαριανδυνοῖς καλάμοις *(θρηνῳδίαν)κρούων ἰαστί.αἰσχρὸν δὲ κρίνειν τὰ καλὰ τῷ πολλῷ ψόφῳ.ἐγὼ ποιήσω πάντα κατὰ Νικόστρατον.ἢ χρὴ τραγῳδεῖν πάντας ἢ μελαγχολᾶν.θύραζε Κᾶρες, οὐκέτ' Ἀνθεστήρια.εἶμι γάρἐπ' αὐτὸν ἤδη τὸν κολοφῶνα τοῦ λόγου.νῦν δὲ σωθείην ἵναδιδάγματ' ᾖ μοι ταῦτα τοῦ λοιποῦ χρόνου.ἡ γλῶττ' ἀνέγνωχ', ἡ δὲ φρὴν οὐ μανθάνει.πᾶς ἐστι δούλῳ δεσπότης μονοσύλλαβος.ὅστις ἐπὶ δεῖπνον ὀψὲ κληθεὶς ἔρχεται,ἢ χωλός ἐστιν ἢ οὐ δίδωσι συμβολάς.πλέον δυοῖν σοι χοινίκων ὁ δεσπότηςπαρέχει.οὗτος πατὴρ τοῦ παιδός· εἰ γὰρ ὤφελεν.περὶ μεγάλων *(γὰρ) πραγμάτων σκοπουμένοιςεὐνουστάτη σύμβουλος ἡ παρρησία.Παρρησίαν δὲ παντὸς ὠνοῦ χρυσίου.Ὁ *(δὲ) βίος ἔστ' ἀλαζονείας δεόμενος.Φύσιν ἔχειν ἄριστόν ἐστι, δεύτερον δὲ *(μανθάνειν).χαλεπὸν γενέσθαι λιμὸν ἐπὶ τῷ δράγματι.Σικελίας αὔχημα τροφαλίς.ὠρθωμένην πρὸς ἅπαντα τὴν ψυχὴν ἔχω.Πρὸς καππάριον ζῇς δυνάμενος πρὸς ἀνθίαν.Μισθοῦ γὰρ ἀνθρώπων τις ἄνθρωπον φιλεῖ.Ὁ μέν τις ἀμπέλουςτρυγῶν, ὁ δ' ἀμέργων τὰς ἐλάας.Μετὰ τὴν ἀποβολὴν τοῦ Κλέωνος εὐθέως[μέγ'] ὑπερέβαλλεν ὁ κεραμεὺς Ὑπέρβολος.Εἶτά μοι σκάπτων ἐρεῖἐφ' οἷς γεγόνασιν αἱ διαλύσεις· ταῦτα γάρπολυπραγμονῶν νῦν ὁ κατάρατος περιπατεῖ.Ἔχει τελευτὴν ἧσπερ οὕνεκ' ἐγένετο.