Fragmenta de figuris
- Edition reference
- Fragmenta de figuris, ed. L. Spengel, Rhetores Graeci, vol. 3, Leipzig: Teubner, 1856 (repr. Frankfurt am Main: Minerva, 1966): 105–109.
- CTS identifier
urn:cts:greekLit:tlg0605.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
105
{ΠΟΛΥΒΙΟΥ ΣΑΡΔΙΑΝΟΥ
ΠΕΡΙ ΣΧΗΜΑΤΙΣΜΟΥ.}
Μετασχηματισμός ἐστι λέξεως συνήθους κίνησις μέ-
τρου χάριν ἢ κατασκευῆς, ὡς ἐν τῷ κραδίη· ἐμφαίνει
γὰρ τὴν τοῦ σπλάγχνου ἰδιότητα, ὅτι κραδαίνεται διηνε-
κῶς. συστολή ἐστιν ἔνδεια χρόνου, γίνεται δὲ ἤτοι διὰ
χρόνου παρὰ φύσιν συστελλομένου,
οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτραν.
μετασχηματίζουσι δὲ ἤτοι γένος, οἷον
μηνιθμὸν μὲν ἀπορρῖψαι,
ἀντὶ τοῦ μῆνιν, καὶ
μήτοι τι θεῶν μήνιμα γένωμαι·
δείελος ὀψὲ δύων·
καὶ
μένον δ' ἐπὶ ἕσπερον ἐλθεῖν,
ἀντὶ ἑσπέραν· ἢ ἀριθμόν,
μειδιόων βλοσυροῖσι προσώπασιν·
ἢ πτῶσιν,
Πατροκλῆος δειλοῖο
καὶ
Σαρπήδοντος ἑταῖρον,
106
ἀντὶ τοῦ Σαρπηδόνος· ἢ διαλύουσι μίαν λέξιν εἰς δύο,
πόλιν ἄκρην ἀντὶ τοῦ ἀκρόπολιν, καὶ
Σάμου ὑληέσσης
Θρηϊκίης,
ἀντὶ Σαμοθρᾴκης· ἢ δύο εἰς μίαν λέξιν σχηματίζουσι·
τὸν γοῦν καθ' ἕνα ἄνδρα ἀνδρακὰς ἔφη ὁ ποιητής, καὶ
τὸ κατὰ μόνον μουνὰξ ὀρχήσασθαι· ἢ τὴν σύνθεσιν τῆς
λέξεως ἐναλλάττουσιν ὡς παρὰ Σοφοκλεῖ,
οἱ γὰρ γύνανδροι καὶ λέγειν ἠσκηκότες,
ἀντὶ τοῦ ἀνδρόγυνοι. γίνεται δὲ μετασχηματισμὸς καὶ
ὅταν τις τὸ κύριον κατὰ μείωσίν τινα προενέγκηται.
Ὅμηρος
ἵππους δ' Αὐτομέδων ἠδ' Ἄλκιμος,
ἀντὶ τοῦ Ἀλκιμέδων.
{ΠΕΡΙ ΤΩΝ ΤΗΣ ΚΑΤΑΣΚΕΥΗΣ ΕΙΔΩΝ.}
Ὁμοίωσίς ἐστι λόγος, καθ' ὃν ὁμοιοῦμεν ἕτερον
ἑτέρῳ. εἴδη δὲ αὐτῆς τρία, παραβολή, παράδειγμα,
εἰκών. παραβολή ἐστι πρᾶγμα πράγματι παραβαλλό-
μενον κατά τι οἰκεῖον αὐξήσεως ἢ ἐμφάσεως ἢ σαφη-
νείας ἕνεκα, αὐξήσεως μέν
ὡς δ' ὅτ' ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο,
ὡς πυκίν' ἐν στήθεσσιν ἀνεστενάχιζ' Ἀγαμέμνων·
ἐμφάσεως δέ,
ἐν δ' ἔπες', ὡς ὅτε κῦμα θοῇ ἐνὶ νηῒ πέσῃσι
λάβρον.
σαφηνείας δ' ἕνεκα,
ἐπὶ δ' ὄρνυτο δῖος Ὀδυσσεὺς
ἄγχι μάλ', ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο
στήθεός ἐστι κανών, ὅντ' εὖ μάλα χειρὶ τανύσσῃ
πήνιον ἐξέλκουσα παρὲκ μίτον.
107
Εἰσὶ δὲ τῶν παραβολῶν αἱ μὲν ἀνταποδοτικαί, αἱ
δὲ ἀπόλυτοι, ἀνταποδοτικαὶ μὲν αἱ τοιαῦται,
ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξει
πόρτιος ἠὲ βοός, καὶ ἑξῆς·
ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς
βῆσε κακῶς ἀέκοντας.
καὶ ἔστιν ἀνταποδιδόμενος τῇ παραβολῇ. ἀπόλυτοι δέ
εἰσιν αἱ δίχα ἀνταποδόσεως λεγόμεναι, οἷον
ὥστε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες
ἀλλήλοισιν ὀδύρονται οἶκόνδε νέεσθαι.
Παράδειγμα δέ ἐστι λόγος διὰ τῆς ὁμοίων παραθέ-
σεως προτροπὴν ἢ ἀποτροπὴν ἢ ἀπόδειξίν τινων ἔχων·
προτροπὴν μὲν
ἢ οὐκ ἀΐεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης,
καὶ τὰ ἑξῆς, ἀποτροπὴν δὲ
οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόεργος·
ἀπόδειξιν δὲ τὸ παράδειγμα οὕτως ἔχει,
σχέτλιοι ἐστὲ θεοὶ ζηλήμονες ἔξοχον ἄλλων
οἵ τε θεαῖς ἀγάασθε παρ' ἀνδράσιν εὐνάζεσθαι.
εἶτα,
ὡς μὲν ὅτ' Ὠρίων' ἕλετο ῥοδοδάκτυλος Ἠώς·
ὡς δ' ὁπότ' Ἰασίωνι ἐϋπλόκαμος Δημήτηρ,
ὡς αὖ νῦν μοι ἀγᾶσθε θεοὶ βροτὸν ἄνδρα παρεῖναι.
παράκειται τῷ παραδείγματι καὶ ἡ καλουμένη ἐπαγωγή.
ἐπαγωγὴ δέ ἐστιν, ὅταν τι τῶν ὁμοίων προθέντες ἐπά-
γωμεν, εἰς ὃ συμπείθομεν, οἷον
μήτι τοι δρυτόμος μέγ' ἀμείνων, ἠὲ βίῃφι,
μήτι δ' αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ,
νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισιν·
εἶτ' ἐπάγει,
μήτι δ' ἡνίοχος περιγίνεται ἡνιόχοιο.
108
Εἰκών ἐστι λόγος εἴδους εἴδει παρατεθεὶς ὁλοσχε-
ρῶς ἢ ἀπὸ μέρους· ὁλοσχερῶς μὲν
Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσῇ Ἀφροδίτῃ·
ἀπὸ μέρους δέ,
ὄμματα καὶ κεφαλὴν ἴκελος Διῒ τερπικεραύνῳ.
Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.
Παράκειται δὲ τῇ εἰκόνι ἐννέα, εἰκονισμός, εἰκο-
νογραφία, ὑποτύπωσις, εἰδωλοποιΐα, εἰκασία, εἰδικὴ
ὁμοίωσις, χαρακτηρισμός, τοποθεσία καὶ τοπογραφία.
εἰκονισμός ἐστι σώματος ἰδίως ἀπόδοσις ἐξ ἱστορίας
λαμβανόμενος, οἷον
γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος.
καὶ τὸ ἐπὶ Θερσίτου
φολκὸς ἔην, χωλὸς δ' ἕτερον πόδα.
τὸ δ' αὐτὸ καὶ εἰκονογραφία ἂν εἴη, ὅταν κατὰ τὴν ἀπό-
δοσιν τῆς μορφῆς ὁμοιώσεως ἐφάπτηται.
Ὑποτύπωσίς ἐστι σώματος ἰδίως ἀπόδοσις πεπλα-
σμένου,
καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο,
χωλαί τε ῥυσαί τε παραβλῶπές τ' ὀφθαλμώ.
Παράκειται δ' αὐτῇ εἰδωλοποιΐα, ὅταν δαίμονάς τι-
νας ἀπὸ πραγμάτων ἀναπλάττωμεν, ὡς τὰς λιτὰς Ὅμηρος.
Εἰκασία ἐστὶ φράσεως ὑπόληψις ἰδιώσεως μορφὴν
ἐμφαίνουσα,
εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
Ἀρτέμιδί σε ἔγωγε Διὸς κούρῃ μεγάλοιο
εἶδός τε μέγεθός τε φυήν τ' ἄγχιστα ἐΐσκω.
Ἡ δὲ εἰδικὴ ὁμοίωσίς ἐστι παράθεσις ὁμοίων χαρα-
κτήρων, οἷον
κείνου γὰρ τοιοίδε πόδες, τοιαίδε τε χεῖρες,
ὀφθαλμῶν τε βολαί, κεφαλή τ' ἐφύπερθέ τε χαῖται.
Χαρακτηρισμός ἐστιν ὑποτύπωσις ἰδιώματος ψυχῆς,
109
οἷον
εὖ δὲ σὺ οἶσθα, γεραιὲ διοτρεφές, οἷον ἐκεῖνος
δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο.
Τοποθεσία ἐστὶ τόπων ἰδίων ἀπόδοσις ὑφεστώτων,
οἷά ἐστι τὰ ἐπὶ τῆς Ἰθάκης,
Φόρκυνος μὲν ὅδ' ἐστὶ λιμὴν ἁλίοιο γέροντος
ἐν δήμῳ Ἰθάκης· δύο δὲ προβλῆτες ἐν αὐτῇ,
καὶ ἑξῆς.
Τοπογραφία ἐστὶ τόπου ἰδίως ἀπόδοσις πεπλασμέ-
νου, ὡς ἔχει ἥ τε Καλυψοῦς νῆσος,
ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα·
καὶ τὰ ἐπὶ τῆς Λεχείας,
νῆσος ἔπειτα Λέχεια παρακεκλιμένη τετάνυσται.
Εἶδος δ' ἂν εἴη τῆς ὁμοιώσεως καὶ ἡ καλουμένη
διαφορά, ἥτις πᾶσι τοῖς ἄλλοις τῆς ὁμοιώσεως εἴδεσιν
ἀντέστραπται, οἷον
οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον,
καὶ τὰ ἑξῆς.
Τῶν περὶ τὰς λέξεις ἁμαρτημάτων ἃ μὲν περὶ μίαν λέξιν γίνε-ται, ὡς ὁ βαρβαρισμός, ἃ δὲ περὶ λόγον, ὡς ὁ σολοικισμός, ἃ δὲπερὶ ἐναλλαγὴν λέξεως ἐν συντάξει, ὡς ἡ ἀκυρολογία. <βαρβαρισμός> ἐστιν ἁμάρτημα ἐν μιᾷ λέξει περὶ τὴν παρ'ἑκάστοις συνήθειαν. γίνεται δὲ κατὰ τρόπους τέσσαρας· ἔνδειαν,πλεονασμόν, μετάθεσιν, ἐναλλαγήν, ἥτις καὶ ἀντίθεσις καλεῖται.κατὰ μὲν οὖν ἔνδειαν, εἴ τις λέγοι Δημοσθένε χωρὶς τοῦ α, καὶγέγραφαν καὶ πεποίηκαν ἀντὶ τοῦ γεγράφασι καὶ πεποιήκασι· περὶδὲ πλεονασμόν, εἴ τις λέγοι Αἰσχίνηα σὺν τῷ α, καὶ ἐλέγοσαν καὶἐφέροσαν ἀντὶ τοῦ ἔλεγον καὶ ἔφερον, καὶ κοιμᾶσαι καὶ στεφανοῦ-σαι τὸ δεύτερον παθητικὸν δέον κοιμᾷ καὶ στεφανοῖ, ἢ εἴ τις διαι-ροίη μὴ καλῶς, ὡς τὸ κοῖλον κόιλον· περὶ δὲ μετάθεσιν, εἴ τις φαίηκότραφον τὸν κρόταφον καὶ δρίφον τὸν δίφρον. περὶ δ' ἐναλλαγὴνγίνεται βαρβαρισμὸς περὶ τὰς προσῳδίας, καὶ ὅταν ἕτερα ἀνθ' ἑτέ-ρων λαμβάνηται γράμματα, οἷον εἴ τις λέγοι φιέλην τὴν φιάλην καὶὕελον τὴν ὕαλον Αἰνεία τε καὶ Λυσία τὴν γενικὴν δέον Αἰνείου καὶΛυσίου, καὶ πετάμενος δέον πετόμενος, καὶ εἱλάμην ἀλλὰ οὐχ εἱ-λόμην· περὶ δὲ τὰς προσῳδίας περὶ μὲν τοὺς τόνους, εἴ τις λέγοιὀξυτόνως μὲν φιλός, βαρέως δὲ σόφος, καὶ περισπωμένως σανιδῶν,βαρέως δὲ Θρᾴκων· περὶ δὲ τοὺς χρόνους, εἴ τις τὸν μὲν μὴ ἐργα-ζόμενον συνεσταλμένως ἀργὸν λέγοι, τὴν δὲ πόλιν ἐκτεταμένωςἌργος. γίνεται δὲ καὶ ἐν γραφῇ μόνῃ βαρβαρισμός, ὅταν τις μὴκατὰ τὸν τῆς ὀρθογραφίας λόγον γράφῃ, διὰ μὲν τῆς ει διφθόγγουτὴν νείκην, διὰ δὲ μόνου τοῦ ι τὸ νῖκος, ἢ τὸ ἐνκέφαλος διὰ τοῦν ἀλλ' οὐ διὰ τοῦ γ. βαρβαρίζουσι δὲ καὶ οἱ ὅλως ἐκφύλοις ταῖςλέξεσιν ἢ καθόλου ὑπηλλαγμέναις χρώμενοι καὶ λέγοντες στίλλον