The Greek Library Catalogue

Anonymous

De barbarismo et soloecismo

Edition reference
De barbarismo et soloecismo, ed. A. Nauck, Lexicon Vindobonense, St. Petersburg: Eggers, 1867 (repr. Hildesheim: Olms, 1965): 283–289.
CTS identifier
urn:cts:greekLit:tlg0605.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

285

μὲν τὸ γραφεῖον καὶ κράββατον τὸν σκίμποδα.

<σολοικισμός> ἐστιν ἡμαρτημένη λέξεων σύνθεσις παρὰ τὴν

παρ' ἑκάστοις συνήθειαν. ὡσπερεὶ δὲ ὁ βαρβαρισμὸς παρὰ τοὺς

βαρβάρους εἴρηται, οὕτω καὶ ὁ σολοικισμὸς παρὰ τοὺς σολοίκους·

καὶ γὰρ οὕτω τινὲς προσηγόρευσαν τοὺς βαρβάρους· ἢ κατὰ τὸ

ἔτυμον, σολοικισμός ἐστι σώου λόγου αἰκισμός. γίνεται δὲ κατὰ

τρόπους τέσσαρας· κατὰ ἔνδειαν, ὡς ἐν τῷ <ἔρχονται πεδίοιο,> ἐνδεῖ

γὰρ ἡ <διὰ> πρόθεσις· κατὰ πλεονασμόν·

σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες·

286

πλεονάζει γὰρ ἡ ἐξ. κατὰ δὲ ἐναλλαγὴν γίνεται σολοικισμὸς ἤτοι

ὅταν μέρος λόγου ἀνθ' ἑτέρου τεθῇ, οἷον, εἰ οὕτω τύχοι, ὄνομα ἀντὶ

ῥήματος·

ὅν τις ὀιστεύσας ἔβαλεν τόξων εὖ εἰδώς,

ἀντὶ τοῦ τοξεύειν· ἢ ὄνομα ἀντὶ ἐπιρρήματος· <νέον δ' ἐσαγείρατο

θυμόν,> ἀντὶ τοῦ νεωστί· ἢ μετοχὴ ἀντὶ ῥήματος· <αἰνῶς ἀκτί-

νεσσιν ἐοικότες>, ἀντὶ τοῦ ἐοίκασιν· ἢ ἄρθρον ἀντὶ ἀντωνυμίας·

<τῷ γὰρ ἐπὶ φρεσὶ θῆκεν·> ἔδει γὰρ τούτῳ· ἢ ἄρθρον ἀντὶ ἐπιρ-

ρήματος· <τῷ τοι προφρονέως ἐρέω,> ἀντὶ τοῦ διό· ἢ ἐπίρρημα

ἀντὶ προθέσεως·

ἀλλὰ Σκάμανδρος

οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον,

ἀντὶ τοῦ εἰς ἱλὸς κόλπον· ἢ ὅταν τὰ συμβεβηκότα τοῖς τοῦ λόγου

μέρεσιν εἰς ἄλληλα ἐναλλάσσηται, εἶδος, γένος, ἀριθμός· ἢ ὅταν αἱ

διαφοραὶ τῶν ἐπιρρημάτων ἢ αἱ προθέσεις ἢ οἱ σύνδεσμοι ἢ αἱ

τάξεις τῶν συνδέσμων ἐναλλάσσωνται. εἶδος ἐν μὲν ὀνόμασι· <δῖα

γυναικῶν> ἀντὶ ὑπερθετικοῦ διοτάτη, καὶ <μελάντερον ἠύτε πίσ-

σα> ἀντὶ ἀπολύτου τοῦ μέλαν ὡς πίσσα· ἐν δὲ ἀντωνυμίαις εἶδος,

ὡς Ζηνόδοτος γράφει <μνῆσαι πατρὸς σεῖο> ἀντὶ τῆς σοῖο κτητι-

κῆς· ἐν δὲ ἄρθροις εἶδος· <καὶ θώρηχ', ὁ γὰρ ἦν οἱ,> ἀντὶ τοῦ

287

ὃς γὰρ ἦν οἱ· καὶ

μῦθος δ' ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω

ἀντὶ τοῦ ὁ μὲν νῦν. γένος δὲ ἐν μὲν ὀνόμασιν· <Αἴθη θῆλυς ἐοῦσα>

ἀντὶ τοῦ θήλεια, καὶ <ἡδὺς ἀυτμὴ> ἀντὶ τοῦ ἡδεῖα· ἐν δὲ μετοχαῖς

γένος·

οὐκ ἂν ἐφ' ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ

ἀντὶ τοῦ πληγεῖσαι δυϊκῶς. ἀριθμὸς δὲ ἐν μὲν ὀνόμασι· <Θέσπειαν

Γραῖάν τε> ἀντὶ τοῦ Θεσπείας· καὶ <μειδιόων βλοσυροῖσι προσ-

ώπασιν> ἀντὶ τοῦ προσώπῳ· καὶ

ἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ·

τὸ γὰρ ἀμφότερον ἐπὶ δύο καὶ οὐκ ἐπὶ πλειόνων τάσσεται. ὁμοίως

δὲ καὶ ἐν τοῖς ἄλλοις τοῦ λόγου μέρεσιν εἰ ἐναλλάσσοιντο οἱ ἀριθμοί.

περὶ δὲ σχῆμα, ὡς ἐν ἀντωνυμίαις· <ζωγρεῖτ', αὐτὰρ ἐγὼν ἐμὲ

λύσομαι,> ἀντὶ τοῦ ἐμαυτὸν συνθέτου. πτῶσις δὲ ἐν μὲν ὀνόμασιν·

<Νεστορίδα δ' ὁ μὲν οὔτασεν> ἀντὶ τοῦ Νεστοριδῶν· καὶ <Τρω-

σὶν μὲν προμάχιζεν> ἀντὶ τοῦ Τρώων, καὶ <μητίετα Ζεὺς> ἀντὶ

288

τοῦ μητιέτης. ἐν δὲ μετοχαῖς πτῶσις·

ἀστράπτων ἐπιδέξι', ἐναίσιμα σήματα φαίνων

ἀντὶ τοῦ ἀστράπτοντα καὶ φαίνοντα. ἐν δὲ ἀντωνυμίαις πτῶσις·

<ἡμῖν δ' αὖτε κατεκλάσθη φίλον ἦτορ> ἀντὶ τοῦ ἡμῶν. ἐν δὲ

ἄρθροις πτῶσις·

δοιοὺς δ' ἄρ' ὑπήλυθε θάμνους

ἐξ ὁμόθεν πεφυῶτας, ὁ μὲν φυλίης, ὁ δ' ἐλαίης,

ἀντὶ τοῦ τὸν μὲν φυλίης, τὸν δὲ ἐλαίης. περὶ δὲ τὰς ἐγκλίσεις·

<ἵνα εἴδομεν ἄμφω> ἀντὶ τοῦ εἰδῶμεν, καὶ <μὴ ἴομεν Δανοῖσι

μαχησόμενοι> ἀντὶ τοῦ μὴ ἴωμεν. διαθέσεις ἐν ῥήμασιν· <ὀφθαλ-

μοῖσιν ὁρῶμαι> ἀντὶ τοῦ ὁρῶ. διαθέσεις ἐν μετοχαῖς· <πόλεις εὖ

ναιεταώσας> ἀντὶ τοῦ εὖ ναιομένας, καὶ <κρέα πολλὰ δαιόμε-

νος> ἀντὶ τοῦ δαίων καὶ μερίζων. πρόσωπα ἐν ῥήμασιν·

ἄλλοι μὲν γὰρ πάντες, ὅσοι θεοί εἰς' ἐν Ὀλύμπῳ,

σοί τ' ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος,

ἀντὶ τοῦ ἐπιπειθόμεθα καὶ δεδμήμεθα. πρόσωπα ἐν ἀντωνυμίαις·

δεῦτε δὴ ἐννέπετε σφέτερον πατέρ' ὑμνείουσαι,

ἀντὶ τοῦ ὑμέτερον. χρόνοι ἐν ῥήμασιν· <ἐγὼ δέ κ' ἄγω Βρισηίδα>

289

ἀντὶ τοῦ ἄξω. ἐν δὲ μετοχαῖς χρόνοι· <τοῖσι δ' ἀνιστάμενος μετ-

έφη> ἀντὶ τοῦ ἀναστάς. ἐν δὲ ἐπιρρήμασι γίνεται σολοικισμὸς οὕτως·

<καὶ εἴσω δόρπον ἐκόσμει> ἀντὶ τοῦ ἔνδον, καὶ <ἐγγύθεν ἱστα-

μένη> ἀντὶ τοῦ ἐγγύς. ἐν δὲ προθέσεσιν· <εἰς Ἀγαμέμνονα δῖον>

ἀντὶ τοῦ πρὸς Ἀγαμέμνονα, καὶ <ὑπὸ Ἴλιον ἦλθον> ἀντὶ τοῦ ἐπὶ

Ἴλιον. ἐν δὲ συνδέσμοις·

αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι,

ἀλλ' ἕταρον πέμπω,

ἀντὶ τοῦ ἑταῖρον δέ, καὶ

ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλεν,

ἀντὶ τοῦ κρατερὸν γάρ. περὶ δὲ τὴν ἐναλλαγὴν τῆς συντάξεως τῶν

συνδέσμων γίνεται σολοικισμὸς οὕτως ὡς παρὰ Μενάνδρῳ·

θυγάτριον, ἡ νῦν ἡμέρα δίδωσί μοι

ἢ δόξαν ἤτοι διαβολήν.

ἐχρῆν γὰρ ἤτοι δόξαν ἢ διαβολήν. ταῦτα δὲ πάντα παρὰ τοῖς μὲν

ποιηταῖς σχήματα, καθ' ὑπόθεσιν δὲ ἐν χώρᾳ σολοικισμῶν παρεί-

ληπται.