The Greek Library Author

Aelius Theon

Progymnasmata

Scientific editors
Leonhard von Spengel
Edition reference
Rhetores Graeci · Leipzig · 1855
CTS identifier
urn:cts:greekLit:tlg0607.tlg001.local001
Rights
Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 1

Οἱ μὲν παλαιοὶ τῶν ῥητόρων, καὶ μάλιστα οἱ εὐδοκιμηκότες, 1 οὐκ ᾤοντο δεῖν ἐφικέσθαι τρόπον τινὰ τῆς ῥητορικῆς, πρὶν ἁμωσγέπως ἅψασθαι φιλοσοφίας, καὶ τῆς ἐκεῖθεν ἐμπλησθῆναι μεγαλονοίας· νῦν δὲ οἱ πλείους τοσοῦτον δέουσι τῶν τοιούτων λόγων ἐπαΐειν, ὥστε οὐδὲ τῶν ἐγκυκλίων καλουμένων μαθημάτων ὁτιοῦν μεταλαμβάνοντες ᾄττουσιν ἐπὶ τὸ λέγειν, καὶ τὸ πάντων ἀγροικότατον, ὅτι οὐδὲ οἷς προσῆκόν ἐστιν ἐγγυμνασάμενοι, ἐπὶ τὰς δικανικὰς καὶ δημηγορικὰς ἴενται ὑποθέσεις, τὸ δὴ λεγόμενον κατὰ τὴν παροιμίαν, ἐν πίθῳ τὴν κεραμείαν μανθάνοντες. περὶ μὲν οὖν τῶν ἄλλων, ἃ χρὴ μανθάνειν τὸν μέλλοντα ῥητορεύειν, ἄλλοι γραφέτωσαν, ἃ δὲ πρὸ τῆς ὑποθέσεως ἀναγκαῖόν ἐστιν εἰδέναι τε καὶ ἐπιεικῶς ἐγγυμνάζεσθαι, ταῦτα νῦν πειράσομαι παραδοῦναι, οὐχ ὡς οὐχὶ καὶ ἄλλων τινῶν συγγεγραφότων περὶ τούτων, ἀλλʼ οὐ μικρόν τι καὶ αὐτὸς ἐλπίζων συλλήψεσθαι τοῖς λέγειν προαιρουμένοις. οὐ γὰρ μόνον τοῖς ἤδη παραδεδομένοις γυμνάσμασιν ἕτερα ἄττα ἐπεξεύρομεν, ἀλλὰ καὶ ἑκάστου ὅρον ἐπειράθημεν ἀποδοῦναι, ὥστε ἐρωτηθέντα, τί ἐστιν ἕκαστον αὐτῶν, ἔχειν εἰπεῖν, οἷον ὅτι μῦθός ἐστι λόγος ψευδὴς εἰκονίζων ἀλήθειαν, ἔτι τε καὶ τὴν διαφορὰν αὐτῶν πρὸς ἄλληλα δεδηλώκαμεν, καὶ τὰς ἀφορμὰς τῶν εἰς ἕκαστον λόγων παραδεδώκαμεν, προσυπεδείξαμεν δὲ καὶ ὡς ἄν τις αὐτοῖς ἐπιμελέστατα χρήσαιτο.

Ὡς δὲ καὶ παντελῶς εἰσιν ὠφέλιμα τοῖς τὴν ῥητορικὴν δύναμιν ἀναλαμβάνουσιν, οὐδὲ τοῦτο ἄδηλον. ὅ τε γὰρ καλῶς καὶ πολυτρόπως διήγησιν καὶ μῦθον ἀπαγγείλας καλῶς καὶ ἱστορίαν συνθήσει, καὶ τὸ ἰδίως ἐν ταῖς ὑποθέσεσι καλούμενον ἴδιον διήγημα (οὐδὲ γὰρ ἄλλο τί ἐστιν ἱστορία ἢ σύστημα διηγήσεως) ὅταν ὁ ἀνασκευάσαι ταῦτα ἢ κατασκευάσαι δυνάμενος, μὴ μικρὸν ἀπολείπηται τῶν τὰς ὑποθέσεις λεγόντων· πάντα γὰρ ὅσα ποιοῦμεν ἐν ταῖς δικανικαῖς ὑποθέσεσι, καὶ ἐνταῦθά ἐστι· πρῶτον μὲν προοίμιον καὶ διήγημα, ἔπειτα δὲ πρὸς ἕκαστον τῶν εἰρημένων ἐν τῷ διηγήματι ἢ τῷ μύθῳ πειρώμεθα ἀπαντᾶν, καὶ ἐφʼ ἑκάστῳ πορίζεσθαι ἔλεγχον, ἔτι δὲ καὶ φροντίζομεν, ὅπως καλῶς τάξομεν ἕκαστον τῶν ἐπιχειρημάτων, καὶ αὐξάνομεν δὲ καὶ διασύρομεν καὶ τἄλλα, περὶ ὧν ἐπὶ τοῦ παρόντος μακρὸν ἂν εἴη λέγειν. καὶ μὴν ἡ διὰ τῆς χρείας γυμνασία οὐ μόνον τινὰ δύναμιν λόγων ἐργάζεται, ἀλλὰ καὶ χρηστόν τι ἦθος ἐγγυμναζομένων ἡμῶν τοῖς τῶν σοφῶν ἀποφθέγμασιν. ὁ δὲ καλούμενος κοινὸς τόπος καὶ ἡ ἔκφρασις προφανῆ τὴν ὠφέλειαν ἔχουσι, πανταχοῦ τῶν παλαιῶν τῶν μὲν ἱστορικῶν πάντων ἐπὶ πλεῖστον τῇ ἐκφράσει, τῶν δὲ ῥητορικῶν τῷ τόπῳ κεχρημένων. καὶ ἡ προσωποποιΐα δὲ οὐ μόνον ἱστορικὸν γύμνασμά ἐστιν, ἀλλὰ καὶ ῥητορικὸν καὶ διαλογικὸν καὶ ποιητικόν, κἀν τῷ καθʼ ἡμέραν βίῳ, κἀν ταῖς πρὸς ἀλλήλους ὁμιλίαις πολυωφελέστατον, καὶ πρὸς τὰς ἐντεύξεις τῶν συγγραμμάτων χρησιμώτατον. διὰ τοῦτο πρῶτον μὲν Ὅμηρον ἐπαινοῦμεν, ὅτι οἰκείους λόγους περιτέθεικεν ἑκάστῳ τῶν εἰσαγομένων προσώπων, τὸν δὲ Εὐριπίδην καταμεμφόμεθα, ὅτι παρὰ καιρὸν αὐτῷ Ἑκάβη φιλοσοφεῖ. ἀλλὰ μὴν καὶ τὸ τῆς συγκρίσεως γύμνασμα καὶ ἐν τοῖς δικανικοῖς λόγοις ἐστὶ χρήσιμον, συγκρινόντων ἡμῶν ἤτοι τὰ ἀδικήματα τοῖς ἀδικήμασιν, ἢ τὰ εὐεργετήματα τοῖς εὐεργετήμασιν, ὁμοίως δὲ καὶ ἐν τοῖς ἐγκωμίοις ἀντιπαραβαλλόντων ἡμῶν τὰς εὐπραγίας· ἐν δὲ ταῖς συμβουλαῖς καὶ πάνυ ἔκδηλος ἡ ὠφέλεια. περὶ γὰρ τὸ αἱρετώτερόν εἰσιν οἱ τῶν συμβουλευόντων λόγοι. περὶ δὲ τῆς θέσεως τί ἄν τις λέγοι; οὐδὲν γὰρ ἄλλο τῆς ὑποθέσεως διαφέρει, πλὴν ὅτι προσώπων ὡρισμένων καὶ τόπου καὶ χρόνου καὶ τρόπου καὶ αἰτίας ἐστὶν ἀπαρέμφατον, οἷον θέσις μὲν εἰ προσήκει πολιορκουμένοις στράτευμα πέμπειν εἰς τὴν ὑπερορίαν, ὑπόθεσις δὲ εἰ Ἀθηναίοις προσήκει πολιορκουμένοις ὑπὸ Πελοποννησίων εἰς Σικελίαν στράτευμα πέμπειν. ὁμοίως δὲ καὶ ἡ τῶν νόμων κατηγορία καὶ ἡ ἀπολογία οὐκ ἐλάχιστον μέρος τῆς ὑποθέσεώς ἐστιν. οἱ γοῦν κάλλιστοι τῶν Δημοσθενικῶν λόγων εἰσίν, ἐν οἷς περὶ νόμου τὶ ἢ ψηφίσματος ἀμφισβητεῖται, λέγω δὲ τόν τε περὶ στεφάνου καὶ τὸν κατὰ Ἀνδροτίωνος καὶ Τιμοκράτους καὶ πρὸς Λεπτίνην καὶ κατὰ Ἀριστοκράτους· ὀλίγον γὰρ διήνεγκεν, εἰ μὴ νόμον ἀλλὰ ψήφισμα ὁ Ἀριστοκράτης ἔγραψε. τὸ δὲ ἐγκώμιον οὐδὲ αὐτὸς μὲν ἀγνοῶ, ὅτι εἶδός ἐστιν ὑποθέσεως· τῆς γὰρ ὑποθέσεως εἴδη τρία, ἐγκωμιαστικόν, ὅπερ ἐκάλουν ἐπιδεικτικὸν οἱ περὶ τὸν Ἀριστοτέλην, δικανικόν, συμβουλευτικόν· ἀλλʼ ἐπεὶ καὶ τοῖς νεωτέροις προβάλλειν πολλάκις εἰώθαμεν ἐγκώμια γράφειν, διὰ τοῦτο ἐν τοῖς προγυμνάσμασιν αὐτὸ ἔταξα, καὶ ἅμα τὴν μὲν ἀκριβῆ τούτου τεχνολογίαν ὑπερεθέμην εἰς τὴν προσήκουσαν χώραν, νῦν δὲ ἁπλουστέραν πεποίημαι τὴν διδασκαλίαν. ἡ δὲ ἀνάγνωσις, ὡς τῶν πρεσβυτέρων τις ἔφη, Ἀπολλώνιος δοκεῖ μοι ὁ Ῥόδιος, τροφὴ λέξεώς ἐστι τυπούμενοι γὰρ τὴν ψυχὴν ἀπὸ καλῶν παραδειγμάτων κάλλιστα καὶ μιμησόμεθα τὴν δὲ ἀκρόασιν τίς οὐκ ἂν ἀσμενίσειε, τὰ μετὰ πόνων τοῖς ἄλλοις εἰργασμένα ἑτοίμως λαμβάνων; ἀλλʼ ὥσπερ τοῖς ζωγραφεῖν βουλομένοις οὐδὲν ὄφελος κατανοεῖν τά τε Ἀπελλοῦ καὶ Πρωτογένους καὶ Ἀντιφίλου ἔργα, ἐὰν μὴ καὶ αὐτοὶ γράφειν ἐπιχειρῶσιν, οὕτω καὶ τοῖς ῥητορεύειν μέλλουσιν οὕτε τῶν πρεσβυτέρων οἱ λόγοι, οὔτε τῶν διανοημάτων τὸ πλῆθος, οὔτε τὸ περὶ τὴν λέξιν καθαρόν, οὔτε σύνθεσις ἡρμοσμένη, οὔτε ἀκρόασις ἀστεία, οὔτε ὅλως τῶν ἐν τῇ ῥητορικῇ καλῶν οὐδέν ἐστι χρήσιμον, ἐὰν μὴ καὶ αὐτὸς ἕκαστος ταῖς καθʼ ἑκάστην ἡμέραν γραφαῖς ἐγγυμνάζηται. ἡ δὲ παράφρασις οὐχ ὥς τισιν εἴρηται ἢ ἔδοξεν, ἄχρηστός ἐστι· τὸ γὰρ καλῶς εἰπεῖν, φασιν, ἅπαξ περιγίνεται, δὶς δὲ οὐκ ἐνδέχεται· οὗτοι δὲ σφόδρα τοῦ ὀρθοῦ διημαρτήκασι. τῆς γὰρ διανοίας ὑφʼ ἑνὶ πράγματι μὴ καθʼ ἕνα τρόπον κινουμένης, ὥστε τὴν προσπεσοῦσαν αὐτῇ φαντασίαν ὁμοίως προενέγκασθαι, ἀλλὰ κατὰ πλείους, καὶ ποτὲ μὲν ἀποφαινομένων ἡμῶν, ποτὲ δὲ ἐρωτώντων, ποτὲ δὲ πυνθανομένων, ποτὲ δὲ εὐχομένων, ποτὲ δὲ κατʼ ἄλλον τινὰ τρόπον τὸ νοηθὲν ἐκφερόντων, οὐδὲν κωλύει κατὰ πάντας τοὺς τρόπους τὸ φαντασθὲν ἐπίσης καλῶς ἐξενεγκεῖν. μαρτύρια δὲ τούτου καὶ παρὰ ποιηταῖς καὶ ἱστορικοῖς, καὶ ἀπλῶς πάντες οἱ παλαιοὶ φαίνονται τῇ παραφράσει ἄριστα κεχρημένοι, οὐ μόνον τὰ ἑαυτῶν ἀλλὰ καὶ τὰ ἀλλήλων μεταπλάσσοντες. Ὅμηρον μεταφράζων, ὅτε φησί, τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπʼ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε, ὁ Ἀργίλοχος, τοῖος ἀνθρώποισι θυμὸς Γλαῦκε Λεπτίνεω πάϊ, γίγνεται θνητοῖς, ὁκοῖον Ζεὺς ἐφʼ ἡμέρην ἄγει. καὶ πάλιν Ὅμηρος ἅλωσιν πόλεως τοῦτον τὸν τρόπον εἴρηκεν, ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, τέκνα δέ τʼ ἄλλοι ἄγουσι, βαθυζώνους τε γυναῖκας. ὁ δὲ Δημοσθένης οὕτως, ὅτε γοῦν ἐπορευόμεθα εἰς Δελφούς, ἐξ ἀνάγκης ὁρᾶν ἦν ταῦτα πάντα, οἰκίας κατεσκαμμένας, τείχη περιῃρημένα, χώραν ἔρημον τῶν ἐν ἡλικίᾳ, γύναια δὲ καὶ παιδάρια ὀλίγα, καὶ πρεσβύτας ἀνθρώπους οἰκτρούς. ὁ δὲ Αἰσχίνης οὕτως, ἀλλὰ ταῖς γε διανοίαις ἀποβλέψατε αὐτῶν εἰς τὰς συμφοράς, καὶ νομίσατε ὁρᾶν ἁλισκομένην τὴν πόλιν, τειχῶν κατασκαφάς, ἐμπρήσεις οἴκων, ἱερὰ συλώμενα, ἀγομένας γυναῖκας καὶ παῖδας εἰς δουλείαν, πρεσβύτας ἀνθρώπους, πρεσβύτιδας γυναῖκας, ὀψὲ μεταμανθάνοντας τὴν ἐλευθερίαν. ἔτι δὲ ὁ μὲν Θουκυδίδης φησί· φθόνος γὰρ τοῖς ζῶσι πρὸς τὸ ἀντίπαλον, τὸ δὲ μὴ ἐμποδὼν ἀνανταγωνίστῳ εὐνοίᾳ τετίμηται. ὁ δὲ Θεόπομπος· ἐπίσταμαι γάρ, ὅτι τοὺς μὲν ζῶντας πολλοὶ μετὰ δυσμενείας ἐξετάζουσι, τοῖς δὲ τετελευτηκόσι διὰ τὸ πλῆθος τῶν ἐτῶν ἐπανιᾶσι τοὺς φθόνους. ὁ δὲ Δημοσθένης οὕτω· τίς γὰρ οὐκ οἶδε τῶν πάντων, ὅτι τοῖς μὲν ζῶσιν ἅπασιν ὕπεστί τις ἢ πλείων ἢ ἐλάττων φθόνος, τοὺς τεθνεῶτας δὲ οὐδὲ τῶν ἐχθρῶν τις μισεῖ; καὶ μέντοι γε ὁ Φίλιστος τὸν Ἀττικὸν ὅλον πόλεμον ἐν τοῖς Σικελικοῖς ἐκ τῶν Θουκυδίδου μετενήνοχε, καὶ Δημοσθένης εἰς τὸν κατὰ Μειδίου τά τε Λυσίου καὶ Λυκούργου ἐκ τῶν τῆς ὕβρεως λόγων, καὶ τὰ Ἰσαίου ἐκ τῶν κατὰ Διοκλέους ὕβρεως εὕροις δʼ ἄν καὶ παρὰ Ἰσοκράτει ἐν τῷ πανηγυρικῷ τὰ ἐν τῷ Λυσίου ἐπιταφίῳ καὶ τῷ Ὀλυμπικῷ. ἀλλὰ μὴν καὶ αὐτὸς ὁ Δημοσθένης πολλάκις ἑαυτὸν παραφράζει, οὐ μόνον τὰ ἐν ἄλλοις λόγοις αὑτῷ εἰρημένα ἀλλαχόσε μεταφέρων, ἀλλὰ καὶ ἐν ἑνὶ λόγῳ πολλάκις φαίνεται ταὐτὰ μυριάκις εἰρηκώς, τῇ δὲ τῆς ἑρμηνείας ποικιλίᾳ λανθάνει τοὺς ἀκούοντας. ἐν μέν γε τῷ κατὰ Μειδίου φησί· τίς γὰρ ἡμῶν οὐκ οἶδε τοῦ μὲν πολλὰ τοιαῦτα γενέσθαι τὸ μὴ κολάζεσθαι τοὺς ἐξαμαρτάνοντας αἴτιον ὄν, τοῦ δὲ μηδένα ὑβρίζειν τὸ λοιπὸν τὸ δίκην τὸν ἀεὶ ληφθέντα, ἣν προσήκει, διδόναι, μόνον αἴτιον γενόμενον; ἐν δὲ τῷ κατὰ Ἀριστοκράτους (τὸ δὲ αὐτὸ καὶ κατὰ Ἀνδροτίωνος) οὐ γὰρ εἴ τι πώποτε μὴ κατὰ τούς νόμους ἐπράχθη, σὺ δὲ τοῦτο ἐμιμήσω, διὰ τοῦτο ἀποφύγοις ἂν δικαίως, ἀλλὰ τοὐναντίον, πολὺ μᾶλλον ἁλίσκεσθαι διὰ ταῦτα ὥσπερ γὰρ εἴ τις ἐκείνων ἑάλω, σὺ τάδʼ οὐκ ἄν ἔγραψας, οὕτως ἄν σὺ δίκην δῷς, ἄλλος οὐ γράψει. ἐν δὲ τοῖς Φιλιππικοῖς τὰ αὐτὰ πράγματα ἄνω καὶ κάτω λέγων διατετέλεκε, καὶ ἐν τῷ πρὸς Λεπτίνην, ὅτι μὴ δεῖ τοὺς εὖ ποιήσαντας ἀφελέσθαι τὰ δοθέντα, οὐδʼ ὀλιγάκις εἴρηκεν· ἐν δὲ τῷ ὑπὲρ τοῦ στεφάνου, ὅτι οὐκ ἐπὶ τῷ τέλει τῶν πεπραγμένων κατηγορεῖν δίκαιον ἦν, ἀλλὰ καθʼ ἕκαστον τῶν πολιτευμάτων ἐλέγχειν, παρʼ ὅλον τὸν λόγον παρέσπαρται· τὰ δὲ περὶ τῆς λύσεως τῶν αἰχμαλώτων, τίς οὐκ οἶδεν ἐν τῷ περὶ τῆς παραπρεσβείας διατεθρυλημένα; καὶ μὴν καὶ τὸ τῆς ἐξεργασίας εἶδος, πολλαχοῦ τε ἄλλοθεν ὠφέλιμον, μάλιστα δὲ ἐν ταῖς δευτερολογίαις· ἡ δὲ ἀντίῤῥησις ἐν ταῖς ἀντιγραφαῖς.

Τὴν δὲ τάξιν τῶν γυμνασμάτων αὐτῶν οὕτω ποιησόμεθα· πρῶτον μὲν ἀπὸ τῆς χρείας· βραχύ τε γὰρ τοῦτο καὶ εὐμνημόνευτον, ἔπειτα δὲ τοῦ μύθου καὶ τῆς διηγήσεως, πλὴν τῆς τούτων ἀνασκευῆς τε καὶ κατασκευῆς· ταῦτα γὰρ τῶν ἄλλων ὕστερα ἔοικέ πως εἶναι ὡμολόγηται γὰρ παρὰ πᾶσιν, ὅτι τοῦ ῥήτορος ἔργον ἐστὶ τό τε ἀποδεῖξαι τὰ ἀμφισβητούμενα καὶ τὸ αὐξῆσαι τὰ ἀποδεδειγμένα· προτερεῖ μὲν οὖν τῇ φύσει καὶ τῇ χρήσει ὁ ἀποδεικτικὸς λόγος, ἕπεται δὲ ὁ αὐξητικός· πρότερον γὰρ δεῖ τινα ὡς προδότην ἐλέγξαι, εἶτα ὡς ἐπὶ μεγάλῳ ἀδικήματι τῇ προδοσίᾳ τοὺς ἀκούοντας παροξῦναι. οὐ μὴν ὥσπερ τῇ φύσει προτερεῖν τὴν ἀπόδειξιν ἔφαμεν τῆς αὐξήσεως, οὕτω καὶ τὴν γυμνασίαν ἔχειν συμβέβηκεν, ἀλλὰ καὶ πᾶν τοὐναντίον· πρότερα γὰρ τὰ ῥᾷστα τῶν δυσχερεστέρων· ῥᾷον δὲ αὐξῆσαι τὸ φανερὸν ἢ τὸ ἀφανὲς ἀποδεῖξαι, διόπερ αὐτοὶ ἀρχόμενοι ἐξ ἰδίας δυνάμεως ἐγχειρεῖν καὶ ἀνασκευάζειν ἢ κατασκευάζειν ἀρξόμεθα ἀπὸ τοῦ τόπου, εἶτα τῆς ἐκφράσεως, ἐξῆς δὲ τῆς προσωποποιΐας, εἶτα ἐν τοῖς ἐγκωμίοις γυμνασόμεθα, εἶτα ἐν ταῖς συγκρίσεσι ταῦτα γάρ ἐστι τὰ ὁμολογούμενα καὶ μηδεμίαν ἀντιλογίαν ἔχοντα· μετὰ δὲ ταῦτα καὶ πρὸς τοῖς ἀμφισβητουμένοις γυμνάσμασι τὴν ἄσκησιν ποιησόμεθα. ἔστι δὲ πρῶτον αὐτῶν ἡ τῶν χρειῶν ἀνασκευή, εἶτα τῶν Αἰσωπείων λόγων καὶ τῶν ἱστορικῶν καὶ μυθικῶν διηγήσεων, εἶτα ἡ τῶν θέσεων, καὶ ἑξῆς ἡ τῶν νόμων τῇ δὲ ἀναγνώσει καὶ τῇ ἀκροάσει καὶ τῇ παραφράσει χρησόμεθα ἀπʼ ἀρχῆς, τῇ δὲ ἐξεργασίᾳ καὶ πολλῷ μᾶλλον τῇ ἀντιῤῥήσει, ὅταν ἕξιν τινὰ περιποιησώμεθα.

ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΝΕΩΝ ΑΓΩΓΗΣ,

ἐν ᾧ καὶ περὶ τῆς παρὰ τοῖς παλαιοῖς χρήσεως τῶν προγυμνασμάτων.

Πρῶτον μὲν ἀπάντων χρὴ τὸν διδάσκαλον ἑκάστου 2 γυμνάσματος εὖ ἔχοντα παραδείγματα ἐκ τῶν παλαιῶν συγγραμμάτων ἀναλεγόμενον προστάττειν τοῖς νέοις ἐκμανθάνειν, οἷον χρείας μὲν ὁποία ἐστὶν ἡ παρὰ Πλάτωνι ἐν τῷ πρώτῳ τῆς πολιτείας, Σοφοκλεῖ ποτε τῷ ποιητῇ προσελθών τις, πῶς ἔφη, Σοφόκλεις, ἔχεις πρὸς τὰ ἀφροδίσια; ἔτι οἷός τε εἶ γυναιξὶ συγγίνεσθαι; καὶ ὅς, εὐφήμει, ἔφη, ὦ ἄνθρωπε· ἀσμενέστατα μέντοι αὐτὰ ἀπέφυγον, ὥσπερ λυττῶντά τινα καὶ ἄγριον δεσπότην ἀποδράς. μύθου δὲ ὁποῖός ἐστι παρὰ Ἡροδότῳ τοῦ αὐλητοῦ, καὶ παρὰ Φιλίστῳ τοῦ ἵππου καὶ τῶν ἐν ἑκατέρῳ ἐν τῇ πρώτῃ καὶ ἐν τῇ δευτέρᾳ, καὶ ἐν τῇ εἰκοστῇ Θεοπόμπου τῶν Φιλιππικῶν ὁ τοῦ πολέμου καὶ τῆς ὕβρεως, ὃν ὁ Φίλιππος διεξέρχεται πρὸς τοὺς αὐτοκράτορας τῶν Χαλκιδέων, καὶ Ξενοφῶντος ἐν τῷ δευτέρῳ τῶν ἀπομνημονευμάτων ὁ τοῦ κυνὸς καὶ τῶν προβάτων. διηγήσεως δὲ παραδείγματα ἂν εἴη κάλλιστα τῶν μὲν μυθικῶν ἡ Πλάτωνος ἐν τῷ δευτέρῳ τῆς πολιτείας περὶ τοῦ δακτυλίου τοῦ Γύγου, καὶ ἐν τῷ συμποσίῳ περὶ τῆς γενέσεως τοῦ ἔρωτος, περὶ δὲ τῶν ἐν Ἅιδου ἐν τῷ Φαίδωνι καὶ τῷ δεκάτῳ τῆς πολιτείας, καὶ παρὰ Θεοπόμπῳ ἐν τῇ ὀγδόη τῶν Φιλιππικῶν ἡ τοῦ Σειληνοῦ τῶν δὲ πραγματικῶν ἡ περὶ Κύλωνος παρʼ Ἡροδότῳ καὶ Θουκυδίδῃ, καὶ περὶ Ἀμφιλόχου τοῦ Ἀμφιάρεω ἐν τῇ τρίτῃ Θουκυδίδου, καὶ τὰ περὶ Κλέοβιν καὶ Βίτωνα ἐκ τῆς πρώτης Ἡροδότου ἔχουσι δὲ καὶ περὶ Δαιδάλου τῆς ἀφίξεως πρὸς Κώκαλον τὸν Σικανῶν βασιλέα Ἔφορος μὲν ἐν τῇ ἑβδόμῃ, Φίλιστος δὲ ἐν τῇ πρώτῃ. εὕροις δʼ ἂν καὶ ἐν τῷ περὶ τῆς παραπρεσβείας Δημοσθένους ἰσχνὸν καὶ γλαφυρὸν διήγημα περὶ τῶν ἀγομένων Ὀλυμπίων ὑπὸ Φιλίππου μετὰ τὴν Ὀλύνθου ἅλωσιν. ἔχομεν δὲ καὶ ἀνασκευὰς καὶ κατασκευὰς παρὰ τοῖς παλαιοῖς χρειῶν καὶ γνωμῶν καὶ ἀποφάσεων καὶ τοιούτων. καὶ δὴ ἁρμόττοι ἄν εἰς τοῦτο τὸ εἶδος, ὅσα λέγεται ὑπὸ τοῦ Ἐφόρου ἐν τῇ ἑνδεκάτῃ τῶν ἱστοριῶν πρὸς τὰς ὑπὸ τῶν παλαιοτέρων περὶ τοῦ Νείλου καταβεβλημένας ἀποφάσεις· διηγημάτων μὲν μυθικῶν ἐν τῇ δευτέρᾳ Ἡροδότου τούτων πέρι, ὧν Ἕλληνες μυθεύουσιν, ὡς Αἰγύπτιοι μὲν Ἡρακλέα ἐπιδημήσαντα θύειν ἐπεχείρουν τῷ Διΐ, ὁ δὲ πολλὰς μυριάδας αὐτῶν κατεφόνευσε καὶ παρὰ Ἐφόρῳ ἐν τῇ πρώτῃ τὸ περὶ τῶν πεντήκοντα Θεσπίου θυγατέρων, αἷς ἀπάσαις παρθένοις οὔσαις φασὶν ἅμα μιγῆναι τὸν Ἡρακλέα καὶ περὶ τοῦ Ἀριστοδήμου, ὡς ἐτελεύτησε κεραυνόβλητος γενόμενος· τῶν δὲ πραγματικῶν διηγήσεων ἔστι μέν τινα καὶ παρὰ Ἡροδότου λαβεῖν, ὡς τὰ ἐκ τῆς τετάρτης περὶ τοῦ διαιρεῖσθαι τὴν ὅλην γῆν εἰς τρία μέρη, καὶ καλεῖσθαι τὸ μὲν Εὐρώτην, τὸ δὲ Λιβύην, τὸ δὲ Ἀσίαν· καὶ παρὰ Θουκυδίδου ἐκ τῆς πρώτης τὰ περὶ τῆς ἀναιρέσεως Ἱππάρχου ὑπὸ τῶν περὶ Ἁρμόδιον καὶ Ἀριστογείτονα πλείω δὲ ἔχομεν καὶ παρʼ ἄλλων ἱστορικῶν λαβεῖν, παρὰ μὲν Ἐφόρου ἐκ τῆς πρώτης τὰ περὶ τὴν διαίρεσιν τῆς Πελοποννήσου κατὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον, παρὰ δὲ Θεοπόμπου ἐκ τῆς πέμπτης καὶ εἰκοστῆς τῶν Φιλιππικῶν, ὅτι Ἑλληνικὸς ὅρκος καταψεύδεται, ὃν Ἀθηναῖοί φασιν ὀμόσαι τοὺς Ἕλληνας πρὸ τῆς μάχης τῆς ἐν Πλαταιαῖς πρὸς τοὺς βαρβάρους, καὶ αἱ πρὸς βασιλέα Δαρεῖον Ἀθηναίων πρὸς Ἕλληνας συνθῆκαι ἔτι δὲ καὶ τὴν ἐν Μαραθῶνι μάχην οὐχ ἅμα πάντες ὑμνοῦσι γεγενημένην, καὶ ὅσα ἄλλα, φησίν, ἡ Ἀθηναίων πόλις ἀλαζονεύεται καὶ παρακρούεται τοὺς Ἕλληνας. ὁμοίως καὶ τὸν καλούμενον τόπον παρὰ τοῖς παλαιοῖς ἐστιν εὑρεῖν, καθάπερ τὸ Δημοσθενικὸν ἐν τῷ ὑπὲρ τοῦ στεφάνου· παρὰ γὰρ τοῖς Ἕλλησιν, οὐ τισὶν ἀλλὰ πᾶσιν ὁμοίως, φορὰν προδοτῶν καὶ δωροδόκων καὶ θεοῖς ἐχθρῶν ἀνθρώπων συνέβη γενέσθαι τοσαύτην, καὶ τὰ ἐξῆς ἔτι δὲ καὶ Λυκούργου κατὰ μοιχοῦ ἐν τῷ κατὰ Λυκόφρονος, καὶ Ὑπερίδου κατὰ τῶν ἑταιρῶν ἐν τῷ κατὰ Ἀρισταγόρας· ὁμοίως καὶ τοὺς ἄλλους ἐν τῷ περὶ τόπων ἐκθησόμεθα. πολλὰ δὲ καὶ ἐκπέφρασται παρὰ τοῖς παλαιοῖς, ὥσπερ καὶ παρὰ Θουκυδίδῃ ἐν τῇ δευτέρᾳ ὁ λοιμός, καὶ ἐν τῇ τρίτῃ ὁ περιτειχισμὸς τῶν Πλαταιῶν, καὶ ἄλλοθι ναυμαχία καὶ ἱππομαχία· καὶ παρὰ Πλάτωνι ἐν τῷ Τιμαίῳ ὡς τὰ περὶ τὴν Σάϊν καὶ παρὰ Ἡροδότῳ ἐν τῇ δευτέρᾳ τὰ ἑπτὰ τείχη τὰ ἐν Ἐκβατάνοις· ἔχομεν δὲ καὶ ἐν τῇ ἐνάτῃ τῶν Φιλιππικῶν Θεοπόμπου τὰ ἐν Θετταλία Τέμπη, ἅ ἐστι μὲν μεταξὺ δύο ὀρῶν μεγάλων τῆς τε Ὄσσης καὶ τοῦ Ὀλύμπου, ῥεῖ δὲ διʼ αὐτῶν μέσος ὁ Πηνειός, εἰς ὃν ἅπαντες οἱ κατὰ τὴν Θετταλίαν ποταμοὶ συῤῥέουσι καὶ παρὰ Φιλίστῳ ἐν μὲν τῇ ὀγδόῃ τὰ περὶ τὴν παρασκευὴν τὴν ἐπὶ Καρχηδονίους Διονυσίου τοῦ τυράννου καὶ τῶν ὅπλων καὶ τῶν νεῶν καὶ τῶν ὀργάνων τὴν ποίησιν, ἐν δὲ τῇ ιά τὰ περὶ τὴν ἐκφορὰν αὐτοῦ καὶ τῆς πυρὰς τὴν ποικιλίαν. προσωποποιΐας δὲ τι ἄν εἴη παράδειγμα κάλλιον τῆς Ὁμήρου ποιήσεως καὶ τῶν Πλάτωνος καὶ τῶν ἄλλων τῶν Σωκρατικῶν διαλόγων καὶ τῶν Μενάνδρου δραμάτων; ἔχομεν δὲ καὶ Ἰσοκράτους μὲν τὰ ἐγκώμια, Πλάτωνος δὲ καὶ Θουκυδίδου καὶ Ὑπερίδου καὶ Λυσίου τοὺς ἐπιταφίους, καὶ Θεοπόμπου τοῦ Φιλίππου ἐγκώμιον καὶ Ἀλεξάνδρου, καὶ Ξενοφῶντος τὸν Ἀγησίλαον. εἰσὶ δὲ καὶ συγκρίσεις παρὰ τοῖς παλαιοῖς παρά τε Δημοσθένει ἐν τῷ πρὸς Λεπτίνην, ὁπότε βούλεται προκρίνειν Κόνωνα Θεμιστοκλέους, εὕρος δʼ ἄν καὶ παρὰ Ξενοφῶντι ἐν τῷ συμποσίῳ Σωκράτη Καλλίᾳ μαρτυροῦντα, ὡς πολὺ κρείττων ἐστὶν ὁ τῆς ψυχῆς ἢ τοῦ σώματος ἔρως. παραδείγματα δὲ τῆς τῶν θέσεων γυμνασίας λαβεῖν ἐστι παρά τε Ἀριστοτέλους καὶ Θεοφράστου· πολλὰ γάρ ἐστιν αὐτῶν βιβλία θέσεων ἐπιγραφόμενα. ἤδη δέ τινα καὶ παρὰ ῥήτορσιν εἴρηται θετικὰ κεφάλαια, καὶ δὴ καὶ ὅλοι λόγοι νομίζοιντʼ ἂν σχεδὸν εἶναι θέσεως, ὡς ὅτε περὶ τῶν ἀνακαλυπτηρίων ἐπιγραφόμενος Λυσίου καὶ ὁ περὶ τῆς ἀμβλώσεως· ἐν μὲν γὰρ θατέρῳ ζητεῖται, εἰ τὰ δοθέντα ἀνακαλυπτήρια γυναικὶ γαμουμένῃ βεβαίως ἔχειν αὐτὴν δεῖ, ἐν θατέρῳ δὲ εἰ τὸ ἔτι ἐγκυούμενον ἄνθρωπός ἐστι, καὶ εἰ ἀνεύθυνα τὰ τῶν ἀμβλώσεων ταῖς γυναιξί. Λυσίου μὲν οὔ φασιν εἶναι τούτους τούς λόγους, ὅμως δὲ οὐκ ἀχάριστον τοῖς νέοις γυμνασίας ἕνεκα καὶ τούτοις ἐντυγχάνειν. ἔστι δὲ καὶ ἐν ἑκάστῳ λόγῳ εὑρεῖν θετικὸν κεφάλαιον, οἷον ἐν τῷ Δημοσθένους κατὰ Ὀνήτορος ἐξούλης, εἰ ἀληθεῖς αἱ βάσανοι, καὶ ἐν τῷ παρὰ Αἰσχίνῃ κατὰ Τιμάρχου, εἰ ἀληθεῖς αἱ φῆμαι, καὶ ἄλλα ἄλλοθεν. εὐπορήσομεν δὲ καὶ νόμων ἀνασκευῆς πολλαχοῦ μὲν παρὰ πλείστοις τῶν ῥητόρων, ἐντελέστατα δὲ παρὰ Δημοσθένει ἔν τε τῷ κατὰ Τιμοκράτους. καὶ Ἀριστοκράτους καὶ πρὸς Λεπτίνην, κατασκευῶν δὲ παρά τε ἄλλοις καὶ παρὰ Λυσίᾳ ἐν τῷ πρὸς Διοκλέα ὑπὲρ τοῦ κατὰ τῶν ῥητόρων νόμου. καὶ γὰρ εἰ μὴ πάσαις κέχρηνται οἱ παλαιοὶ ταῖς ὑφʼ ἡμῶν παραδεδομέναις ἀφορμαῖς τῷ μὴ πρὸς γυμνασίαν ἀλλὰ πρὸς ἀγῶνας τοὺς λόγους πεποιῆσθαι, ἀλλʼ ὅμως τήν γε ὅλην διάθεσιν ἐμφαίνουσι τῶν τοιούτων λόγων. ὅτι δὲ οὐδὲ τῆς παραφράσεως ἠμέλουν οἱ παλαιοί, δῆλον ἐκ τῶν μικρὸν ἔμπροσθεν εἰρημένων. πολλὰ δέ ἐστι καὶ ἐξειργασμένα μᾶλλον παρὰ ἑτέροις αὐτῶν τὸ γοῦν Κυλώνειον ἄγος μᾶλλον δὲ Ἡροδότου καὶ Εὔφρονος ἐξείργασται Θουκυδίδῃ, καὶ Δημοσθένης δὲ μᾶλλον Ὑπερίδου τὴν γεγενημένην Ἀθηναίοις ταραχήν, ὅτε ἧκεν ἑσπέρας ἀγγέλλων τις ὡς τοὺς πρυτάνεις, ὡς ἡ Ἐλάτεια κατείληπται. ἔστι δὲ καὶ ἱστορίας καὶ ὅλους λόγους ἀλλήλοις ἀντιπαραβάλλειν σκοποῦντα τὸ ἄμεινον ἐξειργασμένον, οἷον Δημοσθένους μὲν πρὸς τούς Ὑπερίδου, Θεοπόμπου δὲ τὰς Ἑλληνικὰς ἱστορίας πρὸς τὰς Ξενοφῶντος. τὴν δὲ ἀντίῤῥησίν ἐστιν εὑρεῖν μάλιστα ἐν τοῖς λόγοις, ἐν οἷς ὁ μὲν κατηγορεῖ, ὁ δὲ ἀπολογεῖται περὶ τῶν κατηγορουμένων, οἷον ἐν τῷ Αἰσχίνου κατὰ Κτησιφῶντος, καὶ Δημοσθένους ὑπὲρ τοῦ στεφάνου, καὶ ἔτι ἐν τῷ ἑκατέρου περὶ τῆς παραπρεσβείας. εὕροις δʼ ἂν καὶ ἐν ἱστορίαις παρὰ Θουκυδίδῃ, ἐν μὲν τῇ πρώτῃ Κορινθίων ἐστὶν ἀντιλογία πρὸς Κερκυραίους, ἐν δὲ τῇ τρίτῃ Διοδότου καὶ Κλέωνος· παρὰ δὲ Πλάτωνι καὶ τὴν ἐξεργασίαν καὶ τὴν ἀντίῤῥησιν ἐπὶ τῶν πραγμάτων ἐστὶν ἰδεῖν ἐν μέν γε τῷ Φαίδρῳ εἰς τὴν αὐτὴν ὑπόθεσιν τῷ Λυσίᾳ εἰπών ἑξῆς ἀμφοτέροις τοῖς λόγοις ἀντιλέγει, τῷ τε αὑτοῦ καὶ τῷ Λυσίου, ἐν δὲ τῇ πολιτείᾳ καταρχὰς διὰ τῶν περὶ τὸν Γλαύκωνα καὶ Ἀδείμαντον συναγορεύσας τῷ θρασυμάχῳ περὶ τῆς δικαιοσύνης, μετὰ ταῦτα εὐθύς ἀπολογεῖται πρὸς πᾶσαν τὴν κατηγορίαν. ταῦτα μὲν οὑν παρεθέμην, οὐ νομίζων μὲν ἅπαντα εἶναι πᾶσιν ἀρχομένοις ἐπιτήδεια, ἀλλʼ ἵνα ἡμεῖς εἰδῶμεν, ὅτι πάνυ ἐστὶν ἀναγκαῖον ἡ τῶν γυμνασμάτων ἄσκησις οὐ μόνον τοῖς μέλλουσι ῥητορεύειν, ἀλλὰ καὶ εἴ τις ἢ ποιητῶν ἢ λογοποιῶν ἢ ἄλλων τινῶν λόγων δύναμιν ἐθέλει μεταχειρίζεσθαι. ἔστι γὰρ ταῦτα οἱονεὶ θεμέλια πάσης τῆς τῶν λόγων ἰδέας, καὶ ὡς ἄν αὐτά τις ὑπάγηται τῇ τῶν νέων ψυχῇ, ἀνάγκη τὸν αὐτὸν τρόπον καὶ τὰ μετὰ ταῦτα συμβαίνειν· διόπερ χρὴ πρὸς τοῖς εἰρημένοις καὶ αὐτὸν τὸν διδάσκαλον ἀνασκευάς τινας καὶ κατασκευὰς μάλιστα κάλλιστα ποιησάμενον προστάξαι τοῖς νέοις ἀπαγγεῖλαι, ὅπως τυπωθέντες κατὰ τὴν ἐκείνων ἀγωγὴν μιμήσασθαι δυνηθῶσιν· ἐπειδὰν δὲ γράφειν καὶ αὐτοὶ ἱκανοὶ γένωνται, ὑπαγορευτέον μὲν αὐτοῖς τὴν τάξιν τῶν κεφαλαίων καὶ τῶν ἐπιχειρημάτων, σημαντέον δὲ καὶ τὸν καιρὸν τῆς παρεκβάσεως καὶ τῆς αὐξήσεως καὶ τῶν ἄλλων ἀπάντων, δῆλον δὲ ποιητέον καὶ τὸ ἦθος τοῦ προβλήματος· ἐπιμελητέον δὲ καὶ τῆς συνθέσεως τῶν ὀνομάτων, πάντα διδάσκοντα ἐξ ὧν διαφεύξονται τὸ κακῶς συντιθέναι, καὶ μάλιστα δὲ τὴν ἔμμετρον καὶ ἔνρυθμον λέξιν, ὡς τὰ πολλὰ τῶν Ἡγησίου τοῦ ῥήτορος, καὶ τῶν Ἀσιανῶν καλουμένων ῥητόρων, καί τινα τῶν Ἐπικούρου, οἷά που καὶ πρὸς Ἰδομενέα γράφει· ὦ πάντα τἀμὰ κινήματα τερπνὰ νομίσας ἐκ νέου καὶ τῶν περιφερομένων δʼ ὡς ἐκείνου (ἡμεῖς δʼ οὐδέπω καὶ νῦν αὐτὰ εὑρίσκομεν ἐν τοῖς συγγράμμασιν αὐτοῦ·) λέγε δή μοι Πολύαινε συναπέριμεν μεγάλη χαρὰ γένηται. τὰ οὖν τοιαῦτα καὶ τελέως ἐστὶν ἐπίμεμπτα καὶ πρόδηλον ἔχει τὴν κακίαν τῆς συνθέσεως, συγγνώμης δʼ ἄξιον, ὅταν εἰς ἐκεῖνά τις ἐμπέσῃ ποτὲ τὰ μέτρα, ἅπερ ἔχει ὁμοιότητα πρὸς τὸ πεζόν, οἷόν ἐστι τὸ ἰαμβικόν· διὸ καὶ πάντες οἱ συγγραφεῖς ἄκοντες ἐμπίπτουσιν εἰς τὸ γένος τοῦτο. ὁ γοῦν Ἔφορος ἐν τῷ περὶ λέξεως διʼ αὐτοῦ τοῦ ἀπαγορεύοντος λόγου, μὴ τῇ εὐρύθμῳ χρῆσθαι διαλέκτῳ, εὐθύς ἐν ἀρχῇ στίχον εἴρηκεν εἰπών· πάλιν δὲ περὶ τῆς ἐνρύθμου διέξειμι. περιέχεσθαι δεῖ οὐδὲν ἧττον καὶ τῆς εὐπρεπείας, ὥστε μὴ ἐκ τοῦ εὐθέος γυμνῶσαι τὰ αἰσχρά, περιεσταλμένως δὲ ἀπαγγέλλειν, ὡς Αἰσχίνης εἰς ἀῤῥητοποιΐαν τὸν Δημοσθένην διαβάλλων φησὶν αὐτὸν μὴ καθαρεύειν τὸ σῶμα, μήδʼ ὅθεν τὴν φωνὴν προΐεται. πρὸς δὲ τούτοις χρὴ τὴν ἑρμηνείαν καὶ σαφῆ καὶ ἐναργῆ εἶναι οὐ γὰρ ἀπαγγεῖλαι μόνον δεῖ, ἀλλὰ καὶ τὸν λόγον ἐνοικειῶσαι τῇ διανοίᾳ τῶν ἀκουόντων, ὥστε γενέσθαι τὸ ὑπὸ Ὁμήρου λεγόμενον, ῥηΐδιόν τι ἔπος ἐρέω καὶ ἐνὶ φρεσὶ θήσω. ἡ δὲ διόρθωσίς ἐστιν οὐκ ἀπʼ ἀρχῆς πάντα τὰ ἁμαρτήματα περιαιροῦσα, ἀλλʼ ὀλίγα καὶ μάλιστα τὰ πρόδηλα, ὅπως μὴ ἀθύμως ὁ νέος διατεθεὶς δυσέλπιστος εἰς τὰ μετὰ ταῦτα γένηται· ἅμα δὲ ὁ διορθῶν ὑποδεικνύτω, παρὰ τί γέγονε τὸ ἁμάρτημα, καὶ πῶς ἐνδέχεται βέλτιον ποιῆσαι. πολὺ δʼ ὠφελιμώτερον καὶ τὸ προστάττειν τοῖς νέοις γράφειν εἰς τινὰ προβλήματα τῶν ἤδῃ τοῖς παλαιοῖς ἐξειργασμένων, οἷον τόπον ἢ διήγησιν ἢ ἔκφρασιν ἢ ἐγκώμιον ἢ θέσιν ἤ τι ἄλλο τῶν τοιούτων, μετὰ δὲ ταῦτα ποιῆσαι τοῖς ἐκείνων αὐτούς ἐντυγχάνειν, ἵν᾿ εἰ μὲν ὁμοίως εἶεν γεγραφότες, πεισθῶσιν εἰ δὲ μή, ἀλλὰ διορθωτὰς ἔχοιεν αὐτοὺς τοὺς παλαιούς. ἐπεὶ δὲ οὐ πάντες πρὸς πάντα πεφύκαμεν, ἀλλʼ οἱ μὲν τῶν παθῶν ἀπολείπονται, περὶ δὲ τὰ ἤθη μᾶλλον κατορθοῦσιν, οἱ δʼ ἀνάπαλιν, οἱ δʼ ἀμφοῖν ὑστεροῦσι, τὰ δὲ ἐνθυμήματα ἄμεινον ἐργάζονται, πειρατέον τὰ μὲν φυσικὰ πλεονεκτήματα αὔξειν, τὰ δὲ ἐλλείποντα ταῖς αὐξήσεσιν ἀναπληροῦν, ἵνα δυνηθῶμεν μὴ μόνον τὰ μεγάλα προβλήματα καλῶς λέγειν ὡς Αἰσχίνης, μηδὲ τὰ μικρὰ ὡς Λυσίας, ἀλλὰ καὶ πρὸς ἀμφότερα παρασκευὴν ἔχωμεν, ὡς Δημοσθένης. ἐπὶ πᾶσι δὲ καὶ τὴν προσήκουσαν ὑπόκρισιν ἑκάστῃ τῶν λόγων ἰδέα πειρατέον ἐκμανθάνειν.

ΠΕΡΙ ΜΥΘΟΥ.

Μῦθός ἐστι λόγος ψευδὴς εἰκονίζων ἀλήθειαν, εἰδέναι δὲ χρή, ὅτι μὴ περὶ παντὸς μύθου τὰ νῦν ἡ σκέψις ἐστίν, ἀλλʼ οἷς μετὰ τὴν ἔκθεσιν ἐπιλέγομεν τὸν λόγον, ὅτου εἰκών ἐστιν ἔσθʼ ὅτε μέντοι τὸν λόγον εἰπόντες ἐπεισφέρομεν τοὺς μύθους. καλοῦνται δὲ Αἰσώπειοι καὶ Λιβυστικοὶ ἢ Συβαριτικοί τε καὶ Φρύγιοι καὶ Κιλίκιοι καὶ Καρικοὶ Αἰγύπτιοι καὶ Κύπριοι· τούτων δὲ πάντων μία ἐστὶ πρὸς ἀλλήλους διαφορά, τὸ προσκείμενον αὐτῶν ἑκάστου ἴδιον γένος, οἷον Αἴσωπος εἶπεν, ἢ Λίβυς ἀνήρ, ἢ Συβαρίτης, ἢ Κυπρία γυνή, καὶ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν ἄλλων ἐὰν δὲ μηδεμία ὑπάρχῃ προσθήκη σημαίνουσα τὸ γένος, κοινοτέρως τὸν τοιοῦτον Αἰσώπειον καλοῦμέν. οἱ δὲ λέγοντες τούς μὲν ἐπὶ τοῖς ἀλόγοις ζώοις συγκειμένους τοιούσδε εἶναι, τούς δὲ ἐπʼ ἀνθρώποις τοιούσδε, τοὺς μὲν ἀδυνάτους τοιούσδε, τοὺς δὲ δυνατῶν ἐχομένους τοιούσδε, εὐήθως μοι ὑπολαμβάνειν δοκοῦσιν ἐν πᾶσι γὰρ τοῖς προειρημένοις εἰσὶν ἅπασαι αἱ ἰδέαι. Αἰσώπειοι δὲ ὀνομάζονται ὡς ἐπίπαν, οὐχ ὅτι Αἴσωπος πρῶτος εὑρετὴς τῶν μύθων ἐγένετο, (Ὅμηρος γὰρ καὶ Ἡσίοδος καὶ Ἀρχίλοχος καὶ ἄλλοι τινὲς πρεσβύτεροι γεγονότες αὐτοῦ φαίνονται ἐπιστάμενοι, καὶ δὴ καὶ Κόννις ὁ Κίλιξ, καὶ Θοῦρος ὁ Συβαρίτης, καὶ Κυβισσὸς ἐκ Λιβύης, μνημονεύονται ὑπό τινων ὡς μυθοποιοί) ἀλλ’ ὅτι Αἴσωπος αὐτοῖς μᾶλλον κατακόρως καὶ δεξιῶς ἐχρήσατο· ὥσπερ Ἀριστοφάνειόν τι μέτρον καὶ Σαπφικὸν καὶ Ἀλκαϊκὸν καὶ ἄλλο ἀπʼ ἄλλου λέγεται, οὐχ ὡς τούτων τῶν ποιητῶν μόνων ἢ πρώτων ἐξευρηκότων τὰ μέτρα, ἀλλ᾿ ὅτι αὐτοῖς ἐπὶ τὸ πλεῖστον ἐχρήσαντο. προσαγορεύουσι δὲ αὐτοὺς τῶν μὲν παλαιῶν οἱ ποιηταὶ μᾶλλον αἴνους, οἱ δὲ μύθους· πλεονάζουσι δὲ μάλιστα οἱ καταλογάδην συγγεγραφότες τὸ λόγους ἀλλὰ μὴ μύθους καλεῖν, ὅθεν λέγουσι καὶ τὸν Αἴσωπον λογοποιόν. Πλάτων δὲ ἐν διαλόγῳ τῷ περὶ ψυχῆς πῆ μὲν μῦθον, πῆ δὲ λόγον ὀνομάζει εἴρηται δὲ μῦθος οἷον λόγος τις ὤν, ἐπεὶ καὶ μυθεῖσθαι τὸ λέγειν ἐκάλουν οἱ παλαιοί αἶνος δὲ ὅτι καὶ παραίνεσίν τινα περιέχει· ἀναφέρεται γὰρ ὅλον τὸ πρᾶγμα εἰς χρησίμην ὑποθήκην νῦν μέντοι καὶ τὰ αἰνίγματα αἴνους τινὲς καλοῦσι. καὶ τοῦτο τὸ γύμνασμα· καὶ γὰρ ἀπαγγέλλομεν τὸν μῦθον καὶ κλίνομεν καὶ συμπλέκομεν αὐτὸν διηγήματι, καὶ ἐπεκτείνομεν καὶ συστέλλομεν, ἔστι δὲ καὶ ἐπιλέγειν αὐτῷ τινὰ λόγον, καὶ οὖ λόγου τινὸς προτεθέντος, μῦθον ἐοικότα αὐτῷ συμπλάσασθαι ἔτι δὲ πρὸς τούτοις ἀνασκευάζομεν καὶ κατασκευάζομεν. τὴν μὲν ἀπαγγελίαν ἥτις ἐστί, καὶ ἐν τῷ περὶ τῆς χρείας δεδηλώκαμεν, ἐν δὲ τοῖς μύθοις ἁπλουστέραν τὴν ἑρμηνείαν εἶναι δεῖ καὶ προσρυῇ, καὶ ὡς δυνατόν, ἀκατάσκευόν τε καὶ σαφῆ· διὸ καὶ προεκμανθάνειν δεῖ, ὅσους καὶ παρὰ τοῖς παλαιοῖς ἐστιν εὑρεῖν οὕτως ἀπηγγελμένους· χρήσιμον δὲ καὶ τὸ ὁλοκλήρου τινὸς εἰρημένου μύθου ἐθισθῆναι τὸν μανθάνοντα χαριέντως ἐκ τῶν μύθων ἄρξασθαι, ὥσπερ Ἡσίοδος ὧδʼ ἵρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον· ἐκ μὲν γὰρ τῶν ἐπενεχθέντων, ἄφρων δʼ ὅς κʼ ἐθέλῃ πρὸς κρείσσονας ἀντιφερίζειν, δηλοῦται, ὅτι ἄρα ἤριζεν ἀηδὼν πρὸς ἱέρακα· κἄπειτα ἀγανακτήσας ὁ ἱέραξ καὶ συναρπάσας αὐτὴν οὕτω τάδε εἶπε. κλιτέον δὲ τούς μύθους καὶ τὴν χρείαν εἰς τε τοὺς ἀριθμοὺς καὶ τὰς πλαγίας πτώσεις, μάλιστα δὲ ἐμμελετητέον ταῖς αἰτιατικαῖς, ὅτι καὶ οἱ παλαιοὶ τούς πλείστους τῶν μύθων οὕτως ἀπήγγειλαν, καὶ μάλα ὀρθῶς, ὥς φησιν Ἀριστοτέλης· οὐ γὰρ ἐκ τοῦ αὑτῶν προσώπου λέγουσιν, ἀλλʼ ἐπὶ τὸ ἀρχαῖον ἀναφέρουσιν, ἵνα παραμυθήσωνται τὸ δοκεῖν ἀδύνατα λέγειν. οὐκ ἀεὶ δὲ χρὴ καθάπερ ἠναγκασμένῳ τινὶ ἕπεσθαι νόμῳ τῇ τῆς προκειμένης πτώσεως ἀκολουθίᾳ, ἀλλʼ ἔνια προσακτέον, καὶ μικτῷ τρόπῳ χρῆσθαι, ὡς προκεῖσθαι μὲν ἄλλην τινὰ πτῶσιν, μεταβεβληκέναι δὲ ἐν τοῖς ἐξῆς εἰς ἑτέραν ἐπιτερπέστερον γὰρ τούτου τὸ καὶ ποικίλον· ὁποῖός ἐστι καὶ παρὰ τῷ Σωκρατικῷ Φαίδωνι μῦθος ἐν τῷ Ζωπύρῳ· τὴν μὲν γὰρ ἀρχὴν ἀπὸ τῆς αἰτιατικῆς ἔχει. φασὶ τοίνυν, ὦ Σώκρατες, τὸν νεώτατον βασιλέως υἱὸν χαρίσασθαί τινι λέοντος σκύμνον· μικρὸν δὲ ὑποβὰς μετέβαλεν εἰς τὴν εὐθεῖαν οὕτω· καί μοι δοκεῖ ὁ λέων σύντροφος ὢν τῷ παιδὶ νεανίσκῳ ἤδη ὄντι ἀκολουθεῖν ὅ που βαδίζοι, ὥστε οἵ γε Πέρσαι ἐρᾶν ἔφασαν τοῦ παιδὸς αὐτόν, καὶ τὰ ἑξῆς. συμπλέκομεν δὲ ὧδε ἐκθέμενοι τὸν μῦθον ἐπιφέρομεν διήγημα, ὡς ἔοικε, ἢ ἀνάπαλιν τὸ μὲν διήγημα πρότερον, ὕστερον δὲ τὸν μῦθον, οἷον πεπλασμένον, ὅτι κάμηλος ἐπιθυμήσασα κεράτων καὶ τῶν ὤτων ἐστερήθη· τοῦτο προειπόντες ἐποίσομεν τὸ διήγημα τοῦτον τὸν τρόπον· παραπλήσιόν μοι δοκεῖ τι παθεῖν τῇ καμήλῳ ταύτῃ καὶ Κροῖσος ὁ Λυδός, καὶ ὅλον ἐφεξῆς τὸ διήγημα τὸ περὶ αὐτόν. ἐπεκτείνομεν δὲ τὰς ἐν τῷ μύθῳ προσωποποιΐας μηκύνοντες, καὶ ποταμὸν ἢ τι τῶν τοιούτων ἐκφράζοντες· τὸ ἐναντίον δὲ ποιοῦντες συστέλλομεν. ἐπιλέγομεν δὲ ὧδε, ὅταν μύθου ῥηθέντος ἐοικότα τινὰ γνωμικὸν αὐτῷ λόγον ἐπιχειρῶμεν κομίζειν, οἷον κύων παρὰ ποταμόν τινα φέρων κρέας, καὶ κατὰ τοῦ ὕδατος τὴν αὐτοῦ σκιὰν θεασάμενος, οἰηθεὶς ἕτερον εἶναι κύνα μεῖζον κρέας ἔχοντα, ὅ μὲν εἶχεν ἀπέβαλεν, ἁλόμενος δὲ εἰς τὸν ποταμὸν ὡς ἁρπάσων, ὑποβρύχιος ἐγένετο. τὸν λόγον δὲ οὕτως ἐποίσομεν ὅτι ἄρα πολλάκις οἱ τῶν μειζόνων ὀρεγόμενοι καὶ ἑαυτούς πρὸς αὐτοῖς τοῖς ὑπάρχουσιν ἀπολλύουσιν. γένοιντο δʼ ἂν καὶ ἑνὸς μύθου πλείονες ἐπίλογοι, ἐξ ἑκάστου τῶν ἐν τῷ μύθῳ πραγμάτων τὰς ἀφορμὰς ἡμῶν λαμβανόντων, καὶ ἀνάπαλιν ἑνὸς ἐπιλόγου πάμπολλοι μῦθοι ἀπεικασμένοι αὐτῷ. τὴν γὰρ τοῦ ἐπιλόγου δύναμιν ἁπλῆν προτείναντες προστάξομεν τοῖς νέοις μῦθόν τινα πλάσαι τῷ προτεθέντι πράγματι οἰκεῖον· προχείρως δὲ τοῦτο ποιεῖν δυνήσονται πολλῶν ἐμπλησθέντες μύθων, τοὺς μὲν ἐκ τῶν παλαιῶν συγγραμμάτων ἀνειληφότες, τούς δὲ καὶ αὐτοὶ μόνον ἀκούσαντες, τοὺς δὲ καὶ παρʼ ἑαυτῶν ἀναπλάσαντες. ἀνασκευάσομεν δὲ καὶ κατασκευάσομεν τοῦτον τὸν τρόπον ἐπεὶ γὰρ καὶ αὐτὸς ὁ μυθοποιὸς ὁμολογεῖ καὶ ψευδῆ καὶ ἀδύνατα συγγράφειν, πιθανὰ δὲ καὶ ὠφέλιμα, ἀνασκευαστέον μὲν δεικνύντας, ὅτι ἀπίθανα καὶ ἀσύμφορα λέγει· κατασκευαστέον δὲ ἐκ τῶν ἐναντίων· ταῦτα γάρ ἐστι τὰ ἀνωτάτω κεφάλαια, εἰς ἃ τὰ κατὰ μέρος ἐμπίπτει. τὸ μὲν οὖν προοίμιον πρόσφορον εἶναι δεῖ τῷ μύθῳ· μετὰ δὲ τὸ προοίμιον ἐκθέσθαι δεῖ τὸν μῦθον, ἐνίοτε δὲ καὶ παρατίθεσθαι, ὅπερ ἐν ὑποθέσει οὐκ ἀναγκαῖον ἀεὶ διηγεῖσθαι ἔπειτα δὲ μεταβαίνειν ἐπὶ τὴν ἐπιχείρησιν καὶ ἀνασκευάζειν τῶν εἰρημένων ἕκαστον ἐν μέρει, ἀπὸ τῶν πρώτων ἀρξαμένους, καὶ πρὸς ἕκαστον μέρος τοῦ μύθου ἐφʼ ἑκάστου τόπου λόγων εὐπορεῖν πειρωμένους· ληπτέον δὲ τὰ ἐπιχειρήματα ἐκ τόπων τῶνδε, ἐκ τοῦ ἀσαφοῦς, ἐκ τοῦ ἀπιθάνου, ἐκ τοῦ ἀπρεποῦς, ἐκ τοῦ ἐλλιποῦς, ἐκ τοῦ πλεονάζοντος, ἐκ τοῦ ἀσυνήθους, ἐκ τοῦ μαχομένου, ἐκ τῆς τάξεως, ἐκ τοῦ ἀσυμφόρου, ἐκ τοῦ ἀνομοίου, ἐκ τοῦ ψευδοῦς. ἀσάφεια μὲν οὖν γίνεται ἤτοι διʼ ἓν ὄνομα ἢ καὶ πλείονα διʼ ἒν μὲν ὅταν τις ὀνόμασι χρήσηται ἢ παρὰ τὰ εἰωθότα ἢ ὁμωνύμως, διὰ πλείω δὲ ὅταν δυνατὸν μηδενὸς μήτε προστιθεμένου μήτε ἀφαιροῦντος πολλαχῶς ἐκδέχεσθαι τὸ εἰρημένον, οἷον ἐγώ σʼ ἔθηκα δοῦλον ὄντʼ ἐλεύθερον. οὐ γὰρ σαφές, πότερον ἐλεύθερον ἔθηκεν ἀντὶ δούλου, ἢ δοῦλον ἀντʼ ἐλευθέρου. ἀκριβέστερον δὲ μικρὸν ὕστερον περὶ τῆς σαφηνείας ἐν τῷ περὶ διηγήματος ῥηθήσεται. τὸ δὲ ἀπίθανόν ἐστι τὸ δυνατὸν μὲν γενέσθαι ἢ λελέχθαι, ἀπιστούμενον δὲ εἰ γέγονεν ἢ εἴρηται ἤτοι διὰ πρόσωπον, ἐφʼ ὃ ἡ πρᾶξις ὁ λόγος ἀναφέρεται, ἢ διὰ τὸν τόπον, ἐν λέγεται γενέσθαι τι ἢ εἰρῆσθαι, ἢ διὰ τὸν χρόνον, καθʼ ὃν λέγεταί τι γενέσθαι ἢ λελέχθαι, ἢ διὰ τὸν τρόπον τῆς πράξεως ἢ τοῦ λόγου, ἢ διὰ τὴν αἰτίαν τῶν αὐτῶν τούτων λεγόντων ἡμῶν ὅτι οὐκ εἰκός ἐστι τῷ τοιούτῳ τόδε τι πρᾶξαι ἢ τόδε τι εἰπεῖν, ἐν τούτῳ τῷ τόπῳ, ἢ κατὰ τοῦτον τὸν τόπον ἢ χρόνον, ἢ τοῦτον τὸν τρόπον, ἢ διὰ ταύτην τὴν αἰτίαν. ὁ αὐτὸς δὲ λόγος ἐστὶ καὶ περὶ τοῦ ἀπρεποῦς. τὸ δʼ ἐλλιπὲς τὸ πλεονάζον ἐστίν, ὅταν τι τῶν ῥηθήσεσθαι δυναμένων παραλίπῃ, ἢ εἴπῃ τι μηδὲν ὄν, οἷον ἢ πρόσωπον ἢ πρᾶγμα ἢ χρόνον ἢ τρόπον ἢ τόπον ἢ αἰτίαν ἢ τι τῶν τοιούτων. τὸ δὲ ἀσυνηθές ἐστι τὸ παρὰ τὴν πεπιστευμένην ἱστορίαν, ἢ τὸ παρὰ τὰς κοινὰς ὑπολήψεις λεγόμενον, οἶον εἵ τις τοὺς ἀνθρώπους μὴ πεπλάσθαι εἴποι ὑπὸ τοῦ Προμηθέως, ἀλλʼ ὑπʼ ἄλλου τινὸς τῶν θεῶν, ἢ τὸν ὄνον φρόνιμον εἴποι, ἤ ἀνόητον τὴν ἀλώπεκα. ὁ δὲ ἐκ τοῦ μαχομένου τόπος τοιοῦτός ἐστιν, ὅταν δείξωμεν αὐτὸν ἑαυτῷ μαχόμενον τὸν μυθογράφον· τούτῳ δὲ χρηστέον οὐκ ἐν ἀρχῇ, ἀλλʼ ὅταν τι τῶν μέσων ἢ τελευταίων ἀνασκευάζωμεν, ἔπειτα καὶ ἐναντίον αὐτὸ δεικνύωμεν τοῖς προειρημένοις. ἀπό γε μὴν τῆς τάξεως ἐπιχειρήσομεν ἐλέγχοντες, ἃ μὲν ἔδει πρῶτον ἐν τῷ μύθῳ ῥηθῆναι, οὐκ ἐν πρώτοις ἀπηγγελμένα ἃ δὲ ἐπὶ τελευτῆς, ἀλλαχοῦ προκείμενα· καὶ ὅλως ἕκαστον ὡς ἄν δυναίμεθα, οὐ κατὰ τὴν προσήκουσαν τάξιν εἰρημένον. καὶ μὴν καὶ ὁ ἐκ τοῦ ἀσυμφόρου τόπος σαφής ἐστιν, ᾧ καὶ μᾶλλον χρησόμεθα εἰς ἀνασκευὴν τοῦ ἐπιλόγου. οἱ δὲ ἐκ τοῦ ἀνομοίου καὶ τοῦ ψευδοῦς μόνον εἰσὶ τοῦ ἐπιλόγου ἀνασκευαστικοί· ἐκ μὲν οὖν τοῦ ἀνομοίου, ἐπειδὰν τὰ ἐν τῷ μύθῳ κατὰ μηδὲν ἤ μὴ πάντη τῷ ἐπιλόγῳ προσεοικότα ὑπάρχῃ· ἐκ δὲ τοῦ ψευδοῦς, ὅταν μὴ κατὰ πᾶν συμβαίνῃ, ὥς φησιν ὁ μυθογράφος, ὅτι οἱ τῶν πλειόνων ὀρεγόμενοι καὶ τῶν ὄντων στερίσκονται· οὐ γὰρ ἀεὶ τοῦτο ἀληθές ἐστιν. ἐκ δὲ τῶν ἐναντίων τόπων κατασκευάσομεν. ἀνακεφαλαιοῦσθαι δὲ χρή, ὅταν πολλαὶ καὶ ἰσχυραὶ ὦσιν ἀνασκευαὶ καὶ κατασκευαί, ἐπεὶ ὅταν ὀλίγαι καὶ ἀσθενεῖς, οὐ παραληπτέον τὴν ἀνακεφαλαίωσιν. χρησόμεθα δὲ ἐνταῦθα καὶ τῷ διασύρειν, καὶ αὐξήσεσιν ἢ μειώσεσιν, καὶ παρεκβάσεσι, καὶ ἤθεσι καὶ ἁπλῶς πάσαις ταῖς τῶν λόγων ἰδέαις· καθάπερ γὰρ εἴπομεν, σμικρὸν διαλλάττει τὸ γύμνασμα τοῦτο δικανικῆς ὑποθέσεως. οἱ δʼ αὐτοὶ τόποι χρήσιμοι καὶ πρὸς τὴν τῶν διηγημάτων ἀνασκευήν τε καὶ κατασκευήν.

ΠΕΡΙ ΔΙΗΦΗΜΑΤΟΣ.

Διήγημά ἐστι λόγος ἐκθετικὸς πραγμάτων γεγονότων ἢ ὡς γεγονότων. στοιχεῖα δὲ τῆς διηγήσεώς εἰσιν ἕξ, τό τε πρόσωπον, εἴτε ἒν εἴη εἴτε πλείω, καὶ τὸ πρᾶγμα τὸ πραχθὲν ὑπὸ τοῦ προσώπου, καὶ ὁ τόπος ἐν ᾧ ἡ πρᾶξις, καὶ ὁ χρόνος καθʼ ὃν ἡ πρᾶξις, καὶ ὁ τρόπος τῆς πράξεως, καὶ ἕκτον ἡ τούτων αἰτία. τούτων δὲ ὄντων τῶν ἀνωτάτω στοιχείων, ἐξ ὧν συμπληροῦται ἡ τελεία διήγησις, ἐξ ἀπάντων αὐτῶν καὶ τῶν συνεδρευόντων αὐτοῖς συνέστηκεν, ἐλλιπὴς δέ ἐστιν ἥ τινος τούτων ἐπιδέουσα. παρακολουθεῖ δὲ τῶ μὲν προσώπῳ γένος, φύσις, ἀγωγή, διάθεσις, ἡλικία, τύχη, προαίρεσις, πρᾶξις, λόγος, θάνατος, τὰ μετὰ θάνατον. τῷ δὲ πράγματι μέγα ἢ σμικρόν, κινδυνῶδες ἢ ἀκίνδυνον, δυνατὸν ἢ ἀδύνατον, ῥάδιον ἢ δυσχερές, ἀναγκαῖον ἢ οὐκ ἀναγκαῖον, συμφέρον ἢ ἀσύμφορον, δίκαιον ἢ ἄδικον, ἔνδοξον ἢ ἄδοξον. τῷ δὲ χρόνῳ παρέπεται τὸ παρεληλυθός, τὸ ἐνεστός, τὸ μέλλον, τί πρῶτον ἢ δεύτερον καὶ τὰ ἑξῆς, ἢ τί τῷ καθʼ ἡμᾶς βίῳ πρέπει, τί τῷ παλαιῷ, ἐπὶ πᾶσιν αἱ προθεσμίαι, ἃς κατὰ κοινὸν ἢ κατʼ ἰδίαν ἄνθρωποι συντίθενται ἔπειτα χειμῶνος ὄντος ἢ ἔαρος, θέρους ἢ μετοπώρου, νυκτὸς οὔσης ἢ μεθ’ ἡμέραν, ἐκκλησίας οὔσης ἐγένετο τὸ πρᾶγμα ἢ πομπῆς ἢ ἑορτῆς καὶ πότερον γάμων ὄντων, ἢ φίλων ὑποδοχῆς, ἢ πένθους, ἤ τοιαύτης βιωτικῆς περιστάσεως. τῷ δὲ τόπῳ παρακολουθεῖ μέγεθος, διάστημα, γειτνιῶσα πόλις ἢ χώρα, ἱερὸς ἦν ὁ τόπος ἢ βέβηλος, ἴδιος ἢ ἀλλότριος, ἔρημος ἢ οἰκούμενος, ὀχυρὸς ἢ ἐπισφαλής, πεδινὸς ἢ ὀρεινός, ἄνυδρος ἢ κάθυγρος, ψιλὸς ἢ δενδρώδης, καὶ πάντα τὰ παραπλήσια. τῷ δὲ τρόπῳ ἀκουσίως ἢ ἑκουσίως ἑκάτερον δὲ εἰς τρία διαιρεῖται, τὸ μὲν ἀκούσιον εἰς ἄγνοιαν καὶ τύχην καὶ ἀνάγκην, τὸ δὲ ἑκούσιον, πότερον βίᾳ γέγονεν ἢ λάθρα ἢ ἀπάτῃ. τῇ δὲ αἰτία τῶν πράξεων παρέπεται, πότερον ἕνεκεν ἀγαθῶν κτήσεως γέγονεν ἢ χάριν κακοῦ ἀπαλλαγῆς, ἢ διὰ φιλίαν, ἢ διὰ γυναῖκα, ἢ τέκνων χάριν, ἢ διὰ τὰ πάθη θυμόν, ἔρωτα, μῖσος, φθόνον, ἔλεον, μέθην, καὶ τὰ τούτοις ὅμοια.

Ἀρεταὶ δὲ διηγήσεως τρεῖς, σαφήνεια, συντομία, πιθανότης. διὸ μάλιστα μέν, εἰ δυνατόν ἐστιν, ἁπάσας τὰς ἀρετὰς ἔχειν δεῖ τὴν διήγησιν ἐὰν δὲ τοῦτο ἀμήχανον εἴη, τὸ μῆ ἐναντίαν εἶναί πως τὴν συντομίαν τῇ τε σαφηνείᾳ καὶ τῇ πιθανότητι, τοῦ κατεπείγοντος μᾶλλον στοχαστέον, οἷον, εἰμὲν εἴη τὸ πρᾶγμα φύσει περισκελές, ἐπὶ τὴν σαφήνειαν ἰτέον καὶ πιθανότητα· εἰ δὲ ἁπλοῦν καὶ μὴ πολύπλοκον, ἐπὶ τὴν συντομίαν καὶ τὴν πιθανότητα. δεῖ γὰρ ἔχεσθαι ἀεὶ τοῦ πιθανοῦ ἐν τῇ διηγήσει τοῦτο γὰρ αὐτῆς μάλιστα ἴδιον ὑπάρχει· καὶ τούτου μὴ προσόντος αὐτῇ, ὅσῳ ἂν σαφὴς καὶ σύντομος ᾗ, τοσούτῳ μᾶλλον ἀπιστοτέρα τοῖς ἀκούουσι καταφαίνεται. ἐὰν δὲ τὸ πρᾶγμα φύσει πιθανὸν ᾖ, χρηστέον πῆ μὲν τῇ συντομίᾳ, τὸ δὲ πλεῖστον τοῖς κατασκευάζουσι καὶ εἰς πιθανότητα ἄγουσι τὸ προκείμενον· ἔτι δὲ τὰ μὲν λυπήσοντα τούς ἀκουσομένους συντομώτατα διηγητέον, ὡς Ὅμηρος, κεῖται Πάτροκλος. τοῖς δὲ εὐφραίνουσιν ἐνδιατριπτέον, ὥσπερ ὁ αὐτὸς ποιητὴς τοῖς Φαίαξιν οὖσιν φιλομύθοις πεποίηκε τὸν Ὀδυσσέα μετὰ πολλῆς ἀκριβείας καὶ σχολῆς τὰ καθʼ ἑαυτὸν διηγούμενον.

Σαφὴς δὲ ἡ διήγησις γίνεται διχόθεν, ἐξ αὐτῶν τῶν ἀπαγγελλομένων πραγμάτων, καὶ ἐκ τῆς λέξεως τῆς ἀπαγγελίας, ἧς τὰ πράγματα. ἐκ μὲν οὖν τῶν πραγμάτων, ὅταν λεγόμενα τὰ πράγματα μὴ τὴν κοινὴν ἐκφεύγῃ διάνοιαν, οἷα τὰ ἐν τῇ διαλεκτικῇ καὶ τὰ ἐν γεωμετρίᾳ, ἢ ὅταν μὴ πολλὰ ὁμοῦ διηγῆταί τις, ἀλλὰ καθʼ ἕκαστον εἰς τέλος προάγῃ, ὅπερ ἐγκαλοῦσί τινες τῷ Θουκυδίδῃ· διελών γὰρ ἱστορίας κατὰ θέρη καὶ χειμῶνας πολλάκις ἀναγκάζεται, πρὶν τελεσθῇ τὸ ὅλον πρᾶγμα, μεταβαίνειν ἐφʼ ἕτερόν τι γεγονὸς ὑπὸ τὸν αὐτὸν καιρόν· εἶτα τὸ ὑπόλοιπον τοῦ πράγματος ἐφʼ ἑτέρου χειμῶνος ἢ θέρους πραχθὲν διηγεῖται· ἐνίοτε δὲ καὶ τρίτου καὶ τετάρτου καιροῦ ἐδεήθη, μέχρις ἄν εἰς τέλος προέλθῃ τοῦ πράγματος, οὗπερ ἐξ ἀρχῆς διηγεῖτο, ἀεὶ τὰ καθʼ ἕκαστον καιρὸν γινόμενα συναναλαμβάνων τῇ πρώτῃ διηγήσει, ὥστε ἄμα μὲν ἀσαφῆ, ἄμα δὲ δυσμνημόνευτα γενέσθαι τὰ πράγματα. φυλακτέον δὲ καὶ τὸ μὴ συγχεῖν τοὺς χρόνους καὶ τὴν τάξιν τῶν πραγμάτων, ἔτι τε καὶ τὸ δὶς τὰ αὐτὰ λέγειν· οὐδὲν γὰρ ἧττον τῶν ἄλλων καὶ τοῦτο συγχεῖ τὴν διάνοιαν. παραιτητέον δὲ καὶ τὸ παρεκβάσεις ἐπεμβάλλεσθαι…

Κατ…

The complete text is available when the reading interface loads.