The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FHG 3: 159–164.
CTS identifier
urn:cts:greekLit:tlg0608.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

ἐξουσίαν ἅπαντα λαβεῖν, τὰ ἡμίση κατέλιπεν.«

t2

{ΔΙΟΝΥΣΙΟΥ ΤΟΥ ΝΕΩΤΕΡΟΥ.}

2

Idem XII: Περὶ δὲ τῆς Διονυσίου τοῦ

νεωτέρου Σικελίας τυράννου τρυφῆς Σάτυρος ὁ περι-

πατητικὸς ἱστορῶν ἐν τοῖς Βίοις, πληροῦσθαί φησι

παρ' αὐτῷ τριακοντακλίνους οἴκους ὑπὸ τῶν εὐωχου-

μένων.

t3-5

{ΦΙΛΙΠΠΟΥ.}

3

Athenaeus VI: Σάτυρος δ' ἐν τῷ τοῦ Φι-

λίππου βίῳ »Ὅτε (φησὶ) Φίλιππος τὸν ὀφθαλμὸν

ἐξεκόπη, συμπροῆλθεν αὐτῷ καὶ ὁ Κλείσοφος, τελα-

μωνισθεὶς τὸν αὐτὸν ὀφθαλμόν. Καὶ πάλιν, ὅτε τὸ

σκέλος ἐπηρώθη, σκάζων συνεξώδευε τῷ βασιλεῖ. Καὶ

εἴ ποτε δριμὺ προσφέροιτο τῶν ἐδεσμάτων ὁ Φίλιππος,

αὐτὸς συνέστρεφε τὴν ὄψιν, ὡς συνδαινύμενος. Ἐν δὲ

τῇ Ἀράβων χώρᾳ οὐχ ὡς ἐν κολακείᾳ τοῦτ' ἐποίουν,

ἀλλὰ κατά τι νόμιμον, βασιλέως παθόντος τι τῶν με-

λῶν, συνυποκρίνεσθαι τὸ ὅμοιον πάθος, ἐπεὶ καὶ γελοῖον

νομίζουσιν, ἀποθανόντι μὲν αὐτῷ σπουδάζειν συγκα-

τορύττεσθαι, πηρωθέντι δὲ μὴ χαρίζεσθαι τὴν ἴσην

δόξαν τοῦ πάθους.«

4

Athenaeus: e Lynceo quaedam afferens

de Clisophi, interponit haec: Ἀθηναῖος δ' ἦν γένος,

ὥς φησι Σάτυρος ὁ περιπατητικὸς ἐν τῷ Φιλίππου Βίῳ.

5

Idem XII: »Ὁ δὲ Φίλιππος ἀεὶ κατὰ

πόλεμον ἐγάμει. Ἐν ἔτεσι γοῦν εἴκοσι καὶ δυσὶν, οἷς

ἐβασίλευσεν, ὥς φησι Σάτυρος ἐν τῷ Περὶ τοῦ βίου

αὐτοῦ, Αὐδάταν Ἰλλυρίδα γήμας, ἔσχεν ἐξ αὐτῆς θυ-

γατέρα Κύνναν· ἔγημε δὲ καὶ Φίλαν, ἀδελφὴν Δέρδα

καὶ Μαχάτα. Οἰκειώσασθαι δὲ θέλων καὶ τὸ τῶν Θετ-

ταλῶν ἔθνος, ἐπαιδοποιήσατο ἐκ δύο Θετταλίδων γυ-

ναικῶν, ὧν ἡ μὲν ἦν Φεραία Νικησίπολις, ἥτις αὐτῷ

ἐγέννησε Θετταλονίκην, ἡ δὲ Λαρισσαία Φίλιννα, ἐξ

ἧς Ἀριδαῖον ἐτέκνωσε. Προσεκτήσατο δὲ καὶ τὴν Μο-

λοττῶν βασιλείαν, γήμας Ὀλυμπιάδα, ἐξ ἧς ἔσχεν

Ἀλέξανδρον καὶ Κλεοπάτραν. Καὶ τὴν Θρᾴκην δὲ ὅτε

εἷλεν, ἧκε πρὸς αὐτὸν Κοθήλας ὁ τῶν Θρᾳκῶν βασι-

λεὺς, ἄγων Μήδαν τὴν θυγατέρα καὶ δῶρα πολλά. Γή-

μας δὲ καὶ ταύτην ἐπεισήγαγε τῇ Ὀλυμπιάδι. Ἐπὶ

πάσαις δὲ ἔγημε Κλεοπάτραν ἐρασθεὶς, τὴν Ἱππο-

στράτου μὲν ἀδελφὴν, Ἀττάλου δὲ ἀδελφιδῆν· καὶ

ταύτην ἐπεισάγων τῇ Ὀλυμπιάδι, ἅπαντα τὸν βίον

τὸν ἑαυτοῦ συνέχεεν. Εὐθέως γὰρ ἐν αὐτοῖς τοῖς γάμοις

ὁ μὲν Ἄτταλος, Νῦν μέντοι γνήσιοι, ἔφη, καὶ οὐ νόθοι

βασιλεῖς γεννηθήσονται. Καὶ ὁ Ἀλέξανδρος ἀκούσας

ἔβαλεν ᾗ μετὰ χεῖρας εἶχε κύλικι τὸν Ἄτταλον, ἔπειτα

κἀκεῖνος αὐτὸν τῷ ποτηρίῳ. Καὶ μετὰ ταῦτα Ὀλυμ-

πιὰς μὲν εἰς Μολοττοὺς ἔφυγεν, Ἀλέξανδρος δ' εἰς

Ἰλλυριούς. Καὶ ἡ Κλεοπάτρα δὲ ἐγέννησε τῷ Φιλίππῳ

θυγατέρα, τὴν κληθεῖσαν Εὐρώπην.«

t6a-c

{ΠΟΙΗΤΩΝ.

ΣΟΦΟΚΛΕΟΥΣ.}

6a

Vita Sophocl.: Σάτυρος δέ

φησιν ὅτι καὶ τὴν καμπύλην βακτηρίαν αὐτὸς ἐπε-

νόησε.

6b

Ibid.: Σάτυρος δέ φησιν αὐτὸν εἰπεῖν (sc.

Sophoclem ab Iophonte tamquam ὑπὸ γήρως πα-

ραφρονοῦντα accusatum), »Εἰ μὲν εἰμὶ Σοφοκλῆς,

οὐ παραφρονῶ· εἰ δὲ παραφρονῶ, οὐκ εἰμὶ Σοφοκλῆς«,

καὶ τότε τὸν Οἰδίποδα παραναγνῶναι.

6c

Ibid.: Σάτυρος δέ φησι τὴν Ἀντιγόνην

ἀναγιγνώσκοντα, καὶ ἐμπεσόντα περὶ τὰ τέλη νοήματι

μακρῷ καὶ μέσην ἢ ὑποστιγμὴν πρὸς ἀνάπαυσιν μὴ

ἔχοντι, ἄγαν ἀποτείναντα τὴν φωνὴν σὺν τῇ φωνῇ καὶ

τὴν ψυχὴν ἀφεῖναι.

t7-9

{ΡΗΤΟΡΩΝ.}

t7

{ΔΗΜΟΣΘΕΝΟΥΣ.}

7

Plutarch. V. X Oratt., de Demosthene:

Ἀποθανεῖν δ' αὐτὸν Φιλόχορος μέν φησι

φάρμακον πιόντα· Σάτυρος δὲ ὁ συγγραφεὺς, τὸν κά-

λαμον πεφαρμάχθαι, ᾧ γράφειν ἤρξατο τὴν ἐπιστολὴν,

οὗ γευσάμενον ἀποθανεῖν.

t8-9

{ΤΩΝ ΕΠΤΛ ΣΟΦΩΝ.}

8

Diog. L. I, 68: Καὶ πρῶτος (sc. <Χείλων> Λα-

κεδαιμόνιος) εἰσηγήσατο ἐφόρους τοῖς βασιλεῦσι παρα-

ζευγνύναι, Σάτυρος δὲ Λυκοῦργον.

9

Diog. L. I, 82: <Βίας> Τευτάμου, Πριηνεὺς,

προκεκριμένος τῶν ἑπτὰ ὑπὸ Σατύρου.

Idem ib.: Ἐν ταῖς Ἀθήναις .. τοῦ τρίποδος εὑρεθέν-

τος ὑπὸ τῶν ἁλιέων, τοῦ χαλκοῦ, ἐπιγραφὴν ἔχοντος,

Τῷ σοφῷ, Σάτυρος μέν φησι παρελθεῖν τὰς κόρας

(sc. Messenias, quas paullo ante captivas rede-

merat et dote instructas parentibus reddiderat

Bion) ... οἱ δὲ τὸν πατέρα αὐτῶν, ὡς καὶ Φανόδικος ...

εἰς τὴν ἐκκλησίαν, καὶ εἰπεῖν τὸν Βίαντα σοφὸν, διηγη-

σαμένας τὰ καθ' ἑαυτάς.

t10-19

{ΦΙΛΟΣΟΦΩΝ.}

10

Diog. L. VIII, 40, de Pythagora: Ἡρακλείδης

δέ φησιν ἐν τῇ τῶν Σατύρου Βίων ἐπιτομῇ, κτλ.

11

Diog. L. VIII, 53, de Empedocle: Σάτυρος δὲ

ἐν τοῖς Βίοις φησὶν ὅτι Ἐμπεδοκλῆς υἱὸς μὲν ἦν

Ἐξαινέτου, κατέλιπε δὲ καὶ αὐτὸς υἱὸν Ἐξαίνετον.

Ἐπὶ δὲ τῆς αὐτῆς Ὀλυμπιάδος

τὸν μὲν ἵππῳ κέλητι νενικηκέναι, τὸν δὲ υἱὸν αὐτοῦ

πάλῃ, ἢ (ὡς Ἡρακλείδης ἐν τῇ Ἐπιτομῇ)

δρόμῳ.

12

Idem VIII, 58, de eodem: Φησὶ δὲ Σάτυρος ἐν

τοῖς Βίοις ὅτι καὶ ἰατρὸς ἦν καὶ ῥήτωρ ἄριστος. Γοργίαν

γοῦν τὸν Λεοντῖνον αὐτοῦ γενέσθαι μαθητὴν, ἄνδρα

ὑπερέχοντα ἐν ῥητορικῇ καὶ τέχνην ἀπολελοιπότα· ὅν

φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς ἐννέα πρὸς τοῖς ἑκα-

τὸν ἔτη βιῶναι. Τοῦτόν φησιν ὁ Σάτυρος λέγειν ὡς αὐτὸς

παρείη τῷ Ἐμπεδοκλεῖ γοητεύοντι. Ἀλλὰ καὶ αὐτὸν διὰ

τῶν ποιημάτων ἐπαγγέλλεσθαι τοῦτό τε καὶ ἄλλα πλείω,

δι' ὧν φησι·

Φάρμακα δ' ὅσα γεγᾶσι κακῶν καὶ γήραος ἄλκαρ

πεύσῃ, ἐπεὶ μούνῳ σοὶ ἐγὼ κρανέω τάδε πάντα.

Παύσεις δ' ἀκαμάτων ἀνέμων μένος, οἵ τ' ἐπὶ γαῖαν

ὀρνύμενοι πνοιαῖσι καταφθινύθουσιν ἄρουραν·

καὶ πάλιν, ἢν ἐθέλῃσθα, παλίντιτα πνεύματ' ἐπάξεις

θήσεις δ' ἐξ ὄμβροιο κελαινοῦ καίριον αὐχμὸν

ἀνθρώποις, θήσεις δὲ καὶ ἐξ αὐχμοῖο θερείου

ῥεύματα δενδρεόθρεπτα, τὰ δ' ἐν θέρει ἀήσαντα·

ἄξεις δ' ἐξ Ἀΐδαο καταφθιμένου μένος ἀνδρός.

Φησὶ δὲ καὶ Τίμαιος κτλ .... Ἡρακλείδης δ' ἐν

τῷ Περὶ νόσων φησὶ καὶ Παυσανίᾳ ὑφηγήσασθαι αὐτὸν

τὰ περὶ τὴν ἄπνουν. Ἦν δ' ὁ Παυσανίας, ὥς φησιν Ἀρί-

στιππος καὶ Σάτυρος, ἐρώμενος αὐτοῦ, ᾧ δὴ καὶ τὰ

Περὶ φύσεως προσπεφώνηκεν οὕτως,

Παυσανίη, σὺ δὲ κλῦθι, δαΐφρονος Ἀγχίτου υἱέ.

Ἀλλὰ καὶ ἐπίγραμμα εἰς αὐτὸν ἐποίησε·

Παυσανίην ἰητρὸν ἐπώνυμον Ἀγχίτεω υἱὸν

φῶτ' Ἀσκληπιάδην πατρὶς ἔθρεψε Γέλα,

ὃς πολλοὺς μογεροῖσι μαραινομένους καμάτοισι

φῶτας ἀπέστρεψεν Φερσεφόνης ἀδύτων.

13

Diog. L. IX, 26, de Zenone Eleata, vide Hera-

clidem fr. 7 ἐν τῇ Σατύρου Ἐπιτομῇ.

14

Idem II, 12, de Anaxagora: Περὶ δὲ τῆς δίκης

αὐτοῦ διάφορα λέγεται. Σωτίων μὲν γάρ φησιν ἐν τῇ

Διαδοχῇ τῶν φιλοσόφων ὑπὸ Κλέωνος αὐτὸν ἀσεβείας

κριθῆναι, διότι τὸν ἥλιον μύδρον ἔλεγε διάπυρον· ἀπο-

λογησαμένου δὲ ὑπὲρ αὐτοῦ Περικλέους τοῦ μαθητοῦ,

πέντε ταλάντοις ζημιωθῆναι καὶ φυγαδευθῆναι. Σάτυ-

ρος δ' ἐν τοῖς Βίοις ὑπὸ Θουκυδίδου φησὶν εἰσαχθῆναι

τὴν δίκην, ἀντιπολιτευομένου τῷ Περικλεῖ· καὶ οὐ μό-

νον ἀσεβείας, ἀλλὰ καὶ μηδισμοῦ· καὶ ἀπόντα καταδι-

κασθῆναι θανάτου. Ὅτε καὶ ἀμφοτέρων αὐτῷ προσαγ-

γελθέντων, τῆς τε καταδίκης καὶ τῆς τῶν παίδων τελευ-

τῆς, εἰπεῖν περὶ μὲν τῆς καταδίκης, ὅτι ἄρα »κἀκείνων

κἀμοῦ πάλαι ἡ φύσις κατεψηφίσατο·« περὶ δὲ τῶν

παίδων, ὅτι »ᾔδειν αὐτοὺς θνητοὺς γεννήσας.«

15

Diog. L. II, 26, de Socratis uxoribus Xanthippe

et Myrto: Ἔνιοι δὲ καὶ ἀμφοτέρας ἔχειν ὁμοῦ (φα-

σίν)· ὧν ἐστι Σάτυρός τε καὶ Ἱερώνυμος ὁ Ῥόδιος.

Φασὶ γὰρ βουλευθέντας Ἀθηναίους διὰ τὸ λειπανδρεῖν

συναυξῆσαι τὸ πλῆθος, ψηφίσασθαι, γαμεῖν μὲν ἀστὴν

μίαν, παιδοποιεῖσθαι δὲ καὶ ἐξ ἑτέρας· ὅθεν τοῦτο ποιῆ-

σαι καὶ Σωκράτην.

16

Diog. L. III, 9, de Platone: Λέγουσι δέ τινες (ὧν

ἐστι καὶ Σάτυρος) ὅτι Δίωνι ἐπέστειλεν εἰς Σικελίαν,

ὠνήσασθαι τρία βιβλία Πυθαγορικὰ παρὰ Φιλολάου

μνῶν ἑκατόν. Καὶ γὰρ ἐν εὐπορίᾳ, φασὶν, ἦν, παρὰ

Διονυσίου λαβὼν ὑπὲρ τὰ ὀγδοήκοντα τάλαντα, ὡς καὶ

Ὀνήτωρ φησὶν ἐν τῷ ἐπιγραφομένῳ· Εἰ χρηματιεῖται

ὁ σοφός.

17

{E LIBRO QUARTO.}

Idem VI, 80, postquam titulos scriptorum quae

Diogenis esse feruntur recensuerat: Σωσικράτης

δ' ἐν τῷ πρώτῳ τῆς Διαδοχῆς, καὶ Σάτυρος ἐν τῷ τε-

τάρτῳ τῶν Βίων, οὐδὲν εἶναι Διογένους φασί. Τὰ δὲ

τραγῳδάριά φησιν ὁ Σάτυρος Φιλίσκου εἶναι τοῦ Αἰγι-

νήτου, γνωρίμου τοῦ Διογένους.

17a

Hieronymus in Jovinianum: Re-

fert Satyrus qui illustrium virorum scribit historias,

quod Diogenes palliolo duplici usus sit propter fri-

gus; peram pro cellario habuerit, secumque por-

tarit clavam ob corpusculi fragilitatem, qua jam

senex membra sustentare solitus erat; et ἡμερό-

βιος vulgo appellatus sit, in praesentem horam po-

scens a quolibet et accipiens cibum. Habitavit autem

in portarum vestibulis et porticibus civitatum. Quum-

que se contorqueret in dolio, volubilem se habere

domum jocabatur et se cum temporibus immutan-

tem. Frigore enim os dolii vertebat in meridiem,

aestate ad septemtrionem· et utcunque sol se in-

clinaverat, Diogenis simul praetorium vertebatur.

Quodam vero tempore habens ad potandum caveum

ligneum, vidit puerum manu concava bibere, et

elisisse illud fertur ad terram, dicens· »Nescie-

bam quod natura haberet poculum.« Virtutem ejus

et continentiam mors quoque indicat. Nam quum ad

agonem Olympiacum qui magna frequentia Graeciae

celebrabatur, jam senex pergeret, febri in itinere

dicitur apprehensus, accubuisse in crepidine viae;

volentibusque eum amicis aut in jumentum aut in

vehiculum tollere, non acquievit; sed transiens ad

arboris umbram locutus est; »Abite quaeso, et spe-

ctatum pergite; haec me nox aut victorem probabit

aut victum. Si febrem vicero, ad agonem veniam·

si me vicerit, ad inferna descendam.« Ibique

per noctem eliso gutture, non tam mori se ait,

quam febrem morte excludere.

18

Athenaeus VI, de Anaxarcho: Σάτυ-

ρος δ' ἐν τοῖς Βίοις Ἀνάξαρχόν φησι, τὸν Εὐδαιμονικὸν

φιλόσοφον, ἕνα τῶν Ἀλεξάνδρου γενέσθαι κολάκων, καὶ

συνοδεύοντα τῷ βασιλεῖ, ἐπεὶ ἐγένετό ποτε βροντὴ ἰσχυρὰ

καὶ ἐξαίσιος, ὡς πάντας πτῆξαι, εἰπεῖν, Μή τι σὺ τοιοῦ-

τον ἐποίησας, Ἀλέξανδρε, ὁ τοῦ Διός; Τὸν δὲ γελά-

σαντα εἰπεῖν, Οὐ γὰρ φοβερὸς βούλομαι εἶναι, καθάπερ

σύ με διδάσκεις, ὁ τὰς τῶν σατραπῶν καὶ βασιλέων

κελεύων με δειπνοῦντα προσφέρεσθαι κεφαλάς.

19

Athenaeus XIII, de Stilpone: Κατηγο-

ροῦντος γοῦν ποτε Στίλπωνος Γλυκέρας παρὰ πότον,

ὡς διαφθειρούσης τοὺς νέους, ὥς φησι Σάτυρος ἐν τοῖς

Βίοις, ὑποτυχοῦσα ἡ Γλυκέρα, »Τὴν αὐτὴν, ἔφη,

ἔχομεν αἰτίαν, ὦ Στίλπων. Σέ τε γὰρ λέγουσι διαφθεί-

ρειν τοὺς ἐντυγχάνοντάς σοι, ἀνωφελῆ καὶ ἐρωτικὰ

σοφίσματα διδάσκοντα, ἐμέ τε ὡσαύτως. Μηδὲν οὖν

διαφέρειν ἐπιτριβομένοις καὶ κακῶς πάσχουσιν ἢ μετὰ

φιλοσόφου ζῆν, ἢ ἑταίρας.«

t20

{ΠΕΡΙ ΧΑΡΑΚΤΗΡΩΝ.}

20

Athenaeus IV: Οἱ δὲ μὴ οὕτως (sc. ut De-

mocritus, de quo in antecedentibus sermo) ἄσωτοι

κατὰ τὸν Ἄμφιν· »Πίνους' ἑκάστης ἡμέρας δι' ἡμέ-

ρας,« διασειόμενοι τοὺς κροτάφους ὑπὸ τοῦ ἀκράτου,

καὶ κατὰ τὸν Δίφιλον »Κεφαλὰς ἔχοντες τρεῖς, ὥσπερ

Ἀρτεμίσιον, «πολέμιοι τῆς οὐσίας ὑπάρχοντες, ὡς Σά-

τυρος ἐν τοῖς Περὶ χαρακτήρων εἴρηκε, κατατρέχοντες

τὸν ἀγρὸν, διαρπάζοντες τὴν οἰκίαν, λαφυροπωλοῦντες

τὰ ὑπάρχοντα, σκοποῦντες οὐ τί δεδαπάνηται, ἀλλὰ

τί δαπανηθήσεται, οὐδὲ τί περιέσται, ἀλλὰ τί οὐ πε-

ριέσται· ἐν τῇ νεότητι τὰ τοῦ γήρως ἐφόδια προκατα-

ναλίσκοντες, χαίροντες τῇ ἑταίρᾳ, οὐ τοῖς ἑταίροις, καὶ

τῷ οἴνῳ, οὐ τοῖς συμπόταις.»

t21

{ΠΕΡΙ ΔΗΜΩΝ ΑΛΕΞΑΝΔΡΕΩΝ.}

21

Theophilus Ad Autolyc. II: Ἀλλὰ καὶ

Σάτυρος, ἱστορῶν τοὺς δήμους Ἀλεξανδρέων, ἀρξάμενος

ἀπὸ Φιλοπάτορος τοῦ καὶ Πτολεμαίου προσαγορευθέν-

τος, τούτου μηνύει Διόνυσον ἀρχηγέτην γεγονέναι.

Διὸ καὶ [suppl. τὴν Διονυσίαν] φυλὴν ὁ Πτολεμαῖος

πρώτην κατέστησεν. Λέγει οὖν ὁ Σάτυρος οὕτως· «Διο-

νύσου καὶ Ἀλθαίας τῆς Θεστίου γεγενῆσθαι Δηιάνειραν·

τῆς δὲ καὶ Ἡρακλέους τοῦ Διὸς, οἶμαι, Ὕλλον, τοῦ δὲ

Κλεόδημον (l. Κλεοδαῖον), τοῦ δὲ Ἀριστόμαχον, τοῦ δὲ

Τήμενον, τοῦ δὲ Κεῖσον, τοῦ δὲ Μάρωνα, τοῦ δὲ Θέστιον,

τοῦ δὲ Ἀκοὸν, τοῦ δὲ Ἀριστοδαμίδαν, τοῦ δὲ Κάρανον,

τοῦ δὲ Κοινὸν, τοῦ δὲ Τυρίμμαν, τοῦ δὲ Περδίκκαν, τοῦ

δὲ Φίλιππον, τοῦ δὲ Ἀέροπον, τοῦ δὲ Ἀλκέταν, τοῦ δὲ

Ἀμύνταν, ** τοῦ δὲ Βόκρον (Βάλακρον?), τοῦ δὲ Με-

λέαγρον, τοῦ δὲ Ἀρσινόην, τῆς δὲ καὶ Λάγου Πτολε-

μαῖον τὸν καὶ Σωτῆρα, τοῦ δὲ καὶ Βερενίκης Πτολεμαῖον

τὸν Φιλάδελφον, τοῦ δὲ καὶ Ἀρσινόης Πτολεμαῖον τὸν

Εὐεργέτην, τοῦ δὲ καὶ Βερενίκης τῆς Μάγα τοῦ ἐν Κυ-

ρήνῃ βασιλεύοντος Πτολεμαῖον τὸν Φιλάδελφον.

Ἡ μὲν οὖν πρὸς Διόνυσον τοῖς ἐν

Ἀλεξανδρείᾳ βασιλεύσασι συγγένεια οὕτως περιέχει.

Ὅθεν καὶ ἐν τῇ Διονυσίᾳ φυλῇ δῆμοί εἰσιν κατακε-

χωρισμένοι· Ἀλθηὶς (Ἀλθὴς libri) ἀπὸ τῆς γενομένης

γυναικὸς Διονύσου, θυγατρὸς δὲ Θεστίου, Ἀλθαίας·

Δηιανειρὶς (Δηιανείρης libri), ἀπὸ [Δηιανείρας] τῆς

θυγατρὸς Διονύσου καὶ Ἀλθαίας, γυναικὸς δὲ Ἡρα-

κλέους. [Ὅθεν καὶ τὰς προσωνυμίας ἔχουσιν οἱ κατ'

αὐτοὺς δῆμοι.] Ἀριαδνὶς (Ἀριάδνης libri) ἀπὸ τῆς

θυγατρὸς Μίνω, γυναικὸς δὲ Διονύσου, παιδὸς πατρο-

φίλης τῆς μιχθείσης Διονύσῳ ἐν μορφῇ πρυμνίδι· Θε-

στὶς ἀπὸ Θεστίου τοῦ Ἀλθαίας πατρός· Θοαντὶς ἀπὸ

Θόαντος παιδὸς Διονύσου· Σταφυλὶς ἀπὸ Σταφύλου

υἱοῦ Διονύσου· Εὐανθὶς (Εὐαινὶς libri) ἀπὸ Εὐάνθεος

(Εὐνόος libri) υἱοῦ Διονύσου· Μαρωνὶς ἀπὸ Μάρωνος

υἱοῦ Ἀριάδνης καὶ Διονύσου. Οὗτοι γὰρ πάντες υἱοὶ

Διονύσου.

t22a-b

{[ΑΡΧΑΙΩΝ ΜΥΘΩΝ ΣΥΝΑΓΩΓΗ.]}

22a

Dionysius Hal. A. R. I, 68, ubi de Palladii histo-

ria deque Samothraciis mysteriis laudatur Καλλί-

στρατός τε ὁ Περὶ Σαμοθρᾴκης συνταξάμενος ἱστορίαν,

καὶ Σάτυρος ὁ τοὺς ἀρχαίους μύθους συναγαγών.

22b

Διατί τὰ ἐρωτικὰ ἐν ἱμάντι (sc. Veneris) φησὶν Ὅμη-

ρος κατεστίχθαι; Σάτυρος μὲν οὖν φησι, ἐπεὶ πληγῶν

ἄξια δρῶσιν οἱ ἔρωτες· Ἀπίων δὲ κτλ.

t23-25

{[DE GEMMIS.]}

23

Plinius XXXVII, s. 24: Satyrus carnosas esse

Indicas (sc. onyches dicit), parte carbunculi parte

chrysolithi et amethysti, totumque id genus abdicat.

Veram autem onychem plurimas variasque cum

lacteis zonis habere venas, omnium in transitu co-

lore inenarrabili, et in unum redeunte conventum,

suavitate grata.

24

Idem XXXVII, s. 25: Satyrus Indicos (car-

bunculos) non esse claros dicit, ac plerumque sor-

didos ac semper fulgoris horridi: Aethiopicos pin-

gues, lucemque non emittentes, aut fundentes, sed

convolutos igne flagrare.

25

Idem XXXVII, s. 11: Phaethontis fulmine icti

sorores fletu mutatas in arbores populos, lacrimis

electrum omnibus annis fundere juxta Eridanum

amnem, quem Padum vocamus: et electrum appel-

latum, quoniam sol vocatus sit Elector, plurimi

poetae dixere, primique, ut arbitror, Aeschylus,

Philoxenus, Nicander, Euripides, Satyrus.