The Greek Library Catalogue

Anonymous

De elocutione

Edition reference
De elocutione, ed. L. Radermacher, Demetrii Phalerei qui dicitur de elocutione libellus, Leipzig: Teubner, 1901 (repr. Stuttgart: Teubner, 1967): 3–62.
CTS identifier
urn:cts:greekLit:tlg0613.tlg001.local002
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

{ΔΗΜΗΤΡΙΟΥ

[ΦΑΛΗΡΕΩΣ]

ΠΕΡΙ ΕΡΜΑΝΕΙΑΣ}

Ὥσπερ ἡ ποίησις διαιρεῖται τοῖς μέτροις, οἷον ἡμιμέτροις ἢ

ἑξαμέτροις ἢ τοῖς ἄλλοις, οὕτω καὶ τὴν ἑρμηνείαν τὴν λογικὴν

διαιρεῖ καὶ διακρίνει τὰ καλούμενα κῶλα, καθάπερ ἀναπαύοντα τὸν

λέγοντά τε καὶ τὰ λεγόμενα αὐτὰ καὶ ἐν πολλοῖς ὅροις ὁρίζοντα

τὸν λόγον, ἐπεί τοι μακρὸς ἂν εἴη καὶ ἄπειρος καὶ ἀτεχνῶς πνίγων

2

τὸν λέγοντα. Βούλεται μέντοι διάνοιαν ἀπαρτίζειν τὰ κῶλα ταῦτα,

ποτὲ μὲν ὅλην διάνοιαν, οἷον ὡς Ἑκαταῖός φησιν ἐν τῇ ἀρχῇ τῆς

ἱστορίας· Ἑκαταῖος Μιλήσιος ὧδε μυθεῖται· συνείληπται γὰρ

διάνοια τῷ κώλῳ ὅλῳ ὅλη, καὶ ἄμφω συγκαταλήγουσιν. ἐνίοτε μέντοι

τὸ κῶλον ὅλην μὲν οὐ συμπεραιοῖ διάνοιαν, μέρος δὲ ὅλης ὅλον,

ὡς γὰρ τῆς χειρὸς οὔσης ὅλου τινὸς μέρη αὐτῆς ὅλα ὅλης ἐστίν.

οἷον δάκτυλοι καὶ πῆχυς (ἰδίαν γὰρ περιγραφὴν ἔχει τούτων τῶν

μερῶν ἕκαστον καὶ ἴδια μέρη), οὕτω καὶ διανοίας τινὸς ὅλης οὔσης

μεγάλης ἐμπεριλαμβάνοιτ' ἂν μέρη τινὰ αὐτῆς ὁλόκληρα ὄντα καὶ

αὐτά.

3

Ὥσπερ ἐν τῇ ἀρχῇ τῆς ἀναβάσεως τῆς Ξενοφῶντος τὸ τοιοῦ-

τον· Δαρείου καὶ Παρυσάτιδος μέχρι τοῦ νεώτερος δὲ Κῦρος

συντετελεσμένη πᾶσα διάνοιά ἐστι. τὰ δὲ ἐν αὐτῇ κῶλα δύο μέρη

μὲν αὐτῆς ἑκάτερόν ἐστι, διάνοια δὲ ἐν ἑκατέρῳ πληροῦταί τις,

ἴδιον ἔχουσα πέρας, οἷον Δαρείου καὶ Παρυσάτιδος γίνονται

παῖδες. ἔχει γάρ τινα ὁλοκληρίαν ἡ διάνοια αὐτὴ καθ' αὑτήν, ὅτι

ἐγένοντο Δαρείῳ καὶ Παρυσάτιδι παῖδες. καὶ ὡσαύτως τὸ ἕτερον

κῶλον, ὅτι πρεσβύτερος μὲν Ἀρταξέρξης, νεώτερος δὲ Κῦρος.

ὥστε τὸ μὲν κῶλον, ὡς φημί, διάνοιαν περιέξει τινὰ πάντη πάντως,

4

ἤτοι ὅλην ἢ μέρος ὅλης ὅλον. Δεῖ δὲ οὔτε πάνυ μακρὰ ποιεῖν τὰ

κῶλα, ἐπεί τοι γίνεται ἄμετρος ἡ σύνθεσις ἢ δυσπαρακολούθητος·

οὐδὲ γὰρ ἡ ποιητικὴ ὑπὲρ ἑξάμετρον ἦλθεν, εἰ μή που ἐν ὀλίγοις·

γελοῖον γὰρ τὸ μέτρον ἄμετρον εἶναι καὶ καταλήγοντος τοῦ μέτρου

ἐπιλελῆσθαι ἡμᾶς πότε ἤρξατο. οὔτε δὴ τὸ μῆκος τῶν κώλων

πρέπον τοῖς λόγοις διὰ τὴν ἀμετρίαν, οὔτε ἡ μικρότης, ἐπεί τοι

γίνοιτ' ἂν ἡ λεγομένη ξηρὰ σύνθεσις, οἷον ἡ τοιάδε· ὁ βίος βραχύς,

ἡ τέχνη μακρά, ὁ καιρὸς ὀξύς. κατακεκομμένη γὰρ ἔοικεν ἡ

σύνθεσις καὶ κεκερματισμένη καὶ εὐκαταφρόνητος διὰ τὸ μικρὰ σύμ-

παντα ἔχειν.

5

Γίνεται μὲν οὖν ποτε καὶ μακροῦ κώλου καιρός, οἷον ἐν τοῖς

μεγέθεσιν, ὡς ὁ Πλάτων φησί· τὸ γὰρ δὴ πᾶν τόδε τὸ μὲν

αὐτὸς ὁ θεὸς πορευόμενος ποδηγεῖ καὶ συγκυκλεῖ. σχεδὸν

γὰρ τῷ μεγέθει τοῦ κώλου συνεξῆρται καὶ ὁ λόγος. διὰ τοῦτο καὶ

ἑξάμετρον ἡρῷόν τε ὀνομάζεται ὑπὸ τοῦ μήκους καὶ πρέπον ἥρω-

σιν, καὶ οὐκ ἂν τὴν Ὁμήρου Ἰλιάδα πρεπόντως τις γράψει ἐν τοῖς

Ἀρχιλόχου βραχέσιν, οἷον

ἀχνυμένη σκυτάλη

καὶ

τίς σὰς παρήειρε φρένας,

οὐδὲ τοῖς Ἀνακρέοντος, †τὸ

φέρ' ὕδωρ, φέρ' οἶνον, ὦ παῖ·

μεθύοντος γὰρ ὁ ῥυθμὸς ἀτεχνῶς γέροντος, οὐ μαχομένου ἥρωος.

6

Μακροῦ μὲν δὴ κώλου καιρὸς γίνοιτ' ἄν ποτε διὰ ταῦτα· γίνοιτο

δ' ἄν ποτε καὶ βραχέος, οἷον ἤτοι μικρόν τι ἡμῶν λεγόντων, ὡς ὁ

Ξενοφῶν φησιν, ὅτι ἀφίκοντο οἱ Ἕλληνες ἐπὶ τὸν Τηλεβόαν ποτα-

μόν· οὗτος δὲ ἦν μέγας μὲν οὔ, καλὸς δέ. τῇ γὰρ μικρότητι

καὶ ἀποκοπῇ τοῦ ῥυθμοῦ συνανεφάνη καὶ ἡ μικρότης τοῦ ποταμοῦ

καὶ χάρις· εἰ δὲ οὕτως ἐκτείνας αὐτὸ εἶπεν· οὗτος δὲ μεγέθει μὲν

ἦν ἐλάττων τῶν πολλῶν, κάλλει δὲ ὑπερεβάλλετο πάντας, τοῦ πρέ-

ποντος ἀπετύγχανεν ἂν καὶ ἐγίγνετο ὁ †λεγόμενος ψυχρός· ἀλλὰ

περὶ ψυχρότητος μὲν ὕστερον λεκτέον.

7

Τῶν δὲ μικρῶν κώλων κἀν δεινότητι χρῆσίς ἐστι· δεινότερον

γὰρ τὸ ἐν ὀλίγῳ πολὺ ἐμφαινόμενον καὶ σφοδρότερον, διὸ καὶ οἱ

Λάκωνες βραχυλόγοι ὑπὸ δεινότητος. καὶ τὸ μὲν ἐπιτάσσειν σύντο-

μον καὶ βραχύ, καὶ πᾶς δεσπότης δούλῳ μονοσύλλαβος, τὸ δὲ ἱκε-

τεύειν μακρὸν καὶ τὸ ὀδύρεσθαι· αἱ Λιταὶ καθ' Ὅμηρον καὶ χωλαὶ

καὶ ῥυσαὶ ὑπὸ βραδύτητος, τουτέστιν ὑπὸ μακρολογίας, καὶ οἱ γέ-

8

ροντες μακρολόγοι διὰ τὴν ἀσθένειαν. Παράδειγμα δὲ βραχείας

συνθέσεως τὸ Λακεδαιμόνιοι Φιλίππῳ· Διονύσιος ἐν Κορίνθῳ.

πολὺ γὰρ δεινότερον φαίνεται ῥηθὲν οὕτω βραχέως, ἢ εἴπερ αὐτὸ

μακρῶς ἐκτείναντες εἶπον, ὅτι ὁ Διονύσιός ποτε μέγας ὢν τύραννος

ὥσπερ σὺ ὅμως νῦν ἰδιωτεύων οἰκεῖ Κόρινθον. οὐ γὰρ ἔτι διὰ

πολλῶν ῥηθὲν ἐπιπλήξει ἐῴκει, ἀλλὰ διηγήματι, καὶ μᾶλλόν τινι δι-

δάσκοντι, οὐκ ἐκφοβοῦντι. οὕτως ἐκτεινόμενον ἐκλύεται τοῦ λόγου

τὸ θυμικὸν καὶ σφοδρόν. ὥσπερ τὰ θηρία συστρέψαντα ἑαυτὰ μά-

χεται. τοιαύτη τις ἂν εἴη συστροφὴ καὶ λόγου καθάπερ ἐσπειρα-

μένου πρὸς δεινότητα.

9

Ἡ δὲ τοιαύτη βραχύτης κατὰ τὴν σύνθεσιν κόμμα ὀνομάζεται.

ὁρίζονται δ' αὐτὸ ὧδε· κόμμα ἐστὶ τὸ κώλου ἔλαττον, οἷον τὸ προ-

ειρημένον, τό τε Διονύσιος ἐν Κορίνθῳ καὶ τὸ γνῶθι σεαυ-

τὸν καὶ τὸ ἕπου θεῷ τὰ τῶν σοφῶν. ἔστι γὰρ καὶ ἀποφθεγμα-

τικὸν ἡ βραχύτης καὶ γνωμολογικόν, καὶ σοφώτερον τὸ ἐν ὀλίγῳ

πολλὴν διάνοιαν ἠθροῖσθαι, καθάπερ ἐν τοῖς σπέρμασιν δένδρων

ὅλων δυνάμεις· εἰ δ' ἐκτείνοιτο τις τὴν γνώμην ἐν μακροῖς, διδασ-

καλία γίνεταί τις καὶ ῥητορεία ἀντὶ γνώμης.

10

Τῶν μέντοι κώλων καὶ κομμάτων τοιούτων συντιθεμένων πρὸς

ἄλληλα συνίστανται αἱ περίοδοι ὀνομαζόμεναι. καὶ ἔστιν περίοδος

σύστημα ἐκ κώλων ἢ κομμάτων εὐκαταστρόφως εἰς τὴν διάνοιαν

τὴν ὑποκειμένην ἀπηρτισμένον, οἷον μάλιστα μὲν εἵνεκα τοῦ

νομίζειν συμφέρειν τῇ πόλει λελύσθαι τὸν νόμον, εἶτα καὶ

τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου, ὡμολόγησα τούτοις, ὡς

ἂν οἷός τε ὦ, συνερεῖν· αὕτη γὰρ ἡ περίοδος ἐκ τριῶν κώλων

11

οὖσα καμπήν τέ τινα καὶ συστροφὴν ἔχει κατὰ τὸ τέλος. Ἀριστο-

τέλης δὲ ὁρίζεται τὴν περίοδον οὕτως· περίοδός ἐστι λέξις

ἀρχὴν ἔχουσα καὶ τελευτήν, μάλα καλῶς καὶ πρεπόντως ὁρι-

σάμενος· εὐθὺς γὰρ ὁ τὴν περίοδον λέγων ἐμφαίνει, ὅτι ἦρκταί

ποθεν καὶ ἀποτελευτῆσαι [ποιεῖ καὶ] ἐπείγεται εἴς τι τέλος, ὥσπερ

οἱ δρομεῖς ἀφεθέντες· καὶ γὰρ ἐκείνων συνεμφαίνεται τῇ ἀρχῇ τοῦ

δρόμου τὸ τέλος. ἔνθεν καὶ περίοδος ὠνομάσθη, ἀπεικασθεῖσα ταῖς

ὁδοῖς ταῖς κυκλοειδέσι καὶ περιωδευμέναις. 〈καὶ〉 καθόλου οὐδὲν ἡ

περίοδός ἐστι πλὴν ποιὰ σύνθεσις. εἰ γοῦν λυθείη αὐτῆς τὸ περιω-

δευμένον καὶ μετασυντεθείη, τὰ μὲν πράγματα μένει τὰ αὐτά, περί-

οδος δὲ οὐκ ἔσται, οἷον εἰ τὴν προειρημένην τις τοῦ Δημοσθένους

περίοδον ἀναστρέψας εἴποι ὧδέ πως· συνερῶ τούτοις, ὧ ἄνδρες

Ἀθηναῖοι· φίλος γάρ μοί ἐστιν ὁ υἱὸς Χαβρίου, πολὺ δὲ μᾶλλον

τούτου ἡ πόλις, ᾗ συνειπεῖν με δίκαιόν ἐστιν. οὐ γὰρ ἔτι οὐδαμοῦ

12

ἡ περίοδος εὑρίσκεται. γένεσις δ' αὐτῆς ἥδε. τῆς ἑρμηνείας ἡ μὲν

ὀνομάζεται κατεστραμμένη, οἷον ἡ κατὰ περιόδους, ἔχουσα ὡς ἡ

τῶν Ἰσοκρατείων ῥητορειῶν καὶ Γοργίου καὶ Ἀλκιδάμαντος· ὅλαι

γὰρ διὰ περιόδων εἰσὶν συνεχῶν οὐδέν τι ἔλαττον, ἤπερ ἡ Ὁμήρου

ποίησις δι' ἑξαμέτρων· ἡ δέ τις διῃρημένη ἑρμηνεία καλεῖται, ἡ εἰς

κῶλα λελυμένη οὐ μάλα ἀλλήλοις συνηρτημένα, ὡς ἡ Ἑκαταίου καὶ

τὰ πλεῖστα τῶν Ἡροδότου, καὶ ὅλως ἡ ἀρχαία πᾶσα. παράδειγμα

αὐτῆς· Ἑκαταῖος Μιλήσιος ὧδε μυθεῖται· τάδε γράφω, ὥς

μοι δοκεῖ ἀληθέα εἶναι· οἱ γὰρ Ἑλλήνων λόγοι πολλοί τε

καὶ γελοῖοι καὶ ἐμοὶ φαίνονται 〈καὶ〉 εἰσίν. ὥσπερ γὰρ σεσω-

ρευμένοις ἐπ' ἀλλήλοις τὰ κῶλα ἔοικεν καὶ ἐπερριμμένοις καὶ οὐκ

ἔχουσι σύνδεσιν οὐδ' ἀντέρεισιν, οὐδὲ βοηθοῦντα ἀλλήλοις ὥσπερ ἐν

13

ταῖς περιόδοις. ἔοικε γοῦν τὰ μὲν περιοδικὰ κῶλα τοῖς λίθοις τοῖς

ἀντερείδουσι τὰς περιφερεῖς στέγας καὶ συνέχουσι, τὰ δὲ τῆς δια-

λελυμένης ἑρμηνείας διερριμμένοις πλησίον λίθοις μόνον καὶ οὐ

14

συγκειμένοις. διὸ καὶ περιεξεσμένον ἔχει τι ἡ ἑρμηνεία ἡ πρὶν καὶ

εὐσταλές, ὥσπερ καὶ τὰ ἀρχαῖα ἀγάλματα, ὧν τέχνη ἐδόκει ἡ συ-

στολὴ καὶ ἰσχνότης, ἡ δὲ τῶν μετὰ ταῦτα ἑρμηνεία τοῖς Φειδίου

ἔργοις ἤδη ἔοικεν ἔχουσά τι καὶ μεγαλεῖον καὶ ἀκριβὲς ἅμα.

15

Δοκιμάζω γὰρ δὴ ἔγωγε μήτε περιόδοις ὅλον τὸν λόγον συν-

είρεσθαι, ὡς τοῦ Γοργίου, μήτε διαλελύσθαι ὅλον, ὡς τὰ ἀρχαῖα,

ἀλλὰ μεμῖχθαι μᾶλλον δι' ἀμφοτέρων· οὕτω γὰρ καὶ ἐγκατάσκευος

ἔσται καὶ ἁπλοῦς ἅμα καὶ ἐξ ἀμφοῖν ἡδύς, καὶ οὔτε μάλα ἰδιω-

τικὸς οὔτε μάλα σοφιστικός. τῶν δὲ τὰς πυκνὰς περιόδους λεγόν-

των οὐδ' αἱ κεφαλαὶ ῥᾳδίως ἑστᾶσιν, ὡς ἐπὶ τῶν οἰνωμένων, οἵ τε

ἀκούοντες ναυτιῶσι διὰ τὸ ἀπίθανον, τοτὲ δὲ καὶ ἐκφωνοῦσι τὰ

16

τέλη τῶν περιόδων προειδότες καὶ προαναβοῶσι. Τῶν δὲ περιόδων

αἱ μικρότεραι μὲν ἐκ δυοῖν κώλοιν συντίθενται, αἱ μέγισται δὲ ἐκ

τεττάρων· τὸ δ' ὑπὲρ τέτταρα οὐκέτ' ἂν ἐντὸς εἴη περιοδικῆς συμ-

17

μετρίας. Γίνονται δὲ καὶ τρίκωλοί τινες. καὶ μονόκωλοι δέ, ἃς

καλοῦσιν ἁπλᾶς περιόδους. ὅταν γὰρ τὸ κῶλον μῆκός τε ἔχῃ καὶ

καμπὴν κατὰ τὸ τέλος, τότε μονόκωλος περίοδος γίνεται, καθάπερ

ἡ τοιάδε· Ἡροδότου Ἁλικαρνασῆος ἱστορίης ἀπόδεξις ἥδε.

καὶ πάλιν· ἡ γὰρ σαφὴς φράσις πολὺ φῶς παρέχεται ταῖς

τῶν ἀκουόντων διανοίαις. ὑπ' ἀμφοῖν μέντοι συνίσταται ἡ ἁπλῆ

περίοδος, καὶ ὑπὸ τοῦ μήκους καὶ ὑπὸ τῆς καμπῆς τῆς περὶ τὸ

τέλος, ὑπὸ δὲ θατέρου οὐδέ ποτε.

18

Ἐν δὲ ταῖς συνθέτοις περιόδοις τὸ τελευταῖον κῶλον μακρό-

τερον χρὴ εἶναι καὶ ὥσπερ περιέχον καὶ περιειληφὸς τἄλλα. οὕτω

γὰρ μεγαλοπρεπὴς ἔσται καὶ σεμνὴ περίοδος, εἰς σεμνὸν καὶ μακρὸν

λήγουσα κῶλον· ἡ δὲ μὴ ἀποκεκομμένῃ καὶ χωλῇ ὁμοία. παρά-

δειγμα δ' αὐτῆς τὸ τοιοῦτον· οὐ γὰρ τὸ εἰπεῖν καλῶς καλόν,

ἀλλὰ τὸ εἰπόντα δρᾶσαι τὰ εἰρημένα.

19

Τρία δὲ γένη περιόδων ἐστίν, ἱστορική, διαλογική, ῥητορική.

ἱστορικὴ μὲν ἡ μήτε περιηγμένη μήτ' ἀνειμένη σφόδρα, ἀλλὰ μεταξὺ

ἀμφοῖν, ὡς μήτε ῥητορικὴ δόξειεν καὶ ἀπίθανος διὰ τὴν περιαγω-

γήν, τὸ σεμνόν τε ἔχουσα καὶ ἱστορικὸν ἐκ τῆς ἁπλότητος, οἷον ἡ

τοιάδε· Δαρείου καὶ Παρυσάτιδος γίγνονται μέχρι τοῦ νεώ-

τερος δὲ Κῦρος. ἑδραίᾳ γάρ τινι καὶ ἀσφαλεῖ καταλήξει ἔοικεν

αὐτῆς ἡ ἀπόθεσις.

20

Τῆς δὲ ῥητορικῆς περιόδου συνεστραμμένον τὸ εἶδος καὶ κυκλι-

κὸν καὶ δεόμενον στρογγύλου στόματος καὶ χειρὸς συμπεριαγομένης

τῷ ῥυθμῷ, οἷον τῆς μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν συμ-

φέρειν τῇ πόλει λελύσθαι τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς

εἵνεκα τοῦ Χαβρίου, ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τε ὦ,

συνερεῖν. σχεδὸν γὰρ εὐθὺς ἐκ τῆς ἀρχῆς ἡ περίοδος ἡ τοιάδε

συνεστραμμένον τι ἔχει καὶ ἐμφαῖνον, ὅτι οὐκ ἂν ἀπολήξειεν εἰς

ἁπλοῦν τέλος.

21

Διαλογικὴ δέ ἐστιν περίοδος ἡ ἔτι ἀνειμένη καὶ ἁπλουστέρα

τῆς ἱστορικῆς καὶ μόλις ἐμφαίνουσα, ὅτι περίοδός ἐστιν, ὥσπερ ἡ

τοιάδε· κατέβην χθὲς εἰς τὸν Πειραιᾶ μέχρι τοῦ ἅτε νῦν

πρῶτον ἄγοντες. ἐπέρριπται γὰρ ἀλλήλοις τὰ κῶλα ἐφ' ἑτέρῳ

ἕτερον, ὥσπερ ἐν τοῖς διαλελυμένοις λόγοις, καὶ ἀπολήξαντες μόλις

ἂν ἐννοηθεῖμεν κατὰ τὸ τέλος, ὅτι τὸ λεγόμενον περίοδος ἦν. δεῖ

γὰρ μεταξὺ διῃρημένης τε καὶ κατεστραμμένης λέξεως τὴν διαλογι-

κὴν περίοδον γράφεσθαι, καὶ μεμιγμένην ὁμοίαν ἀμφοτέροις. περιό-

δων μὲν εἴδη τοσάδε.

22

Γίνονται δὲ καὶ ἐξ ἀντικειμένων κώλων περίοδοι, ἀντικειμένων

δὲ ἤτοι τοῖς πράγμασιν, οἷον πλέων μὲν διὰ τῆς ἠπείρου, πε-

ζεύων δὲ διὰ τῆς θαλάσσης, ἢ ἀμφοτέροις, τῇ τε λέξει καὶ τοῖς

πράγμασιν, ὥσπερ ἡ αὐτὴ περίοδος ὧδε ἔχει.

23

Κατὰ δὲ τὰ ὀνόματα μόνον ἀντικείμενα κῶλα τοιάδε ἐστίν,

οἷον ὡς ὁ τὴν Ἑλένην παραβαλὼν τῷ Ἡρακλεῖ φησιν, ὅτι τῷ μὲν

ἐπίπονον καὶ πολυκίνδυνον τὸν βίον ἐποίησεν, τῆς δὲ περί-

βλεπτον καὶ περιμάχητον τὴν φύσιν κατέστησεν. ἀντίκειται

γὰρ καὶ ἄρθρον ἄρθρῳ καὶ σύνδεσμος συνδέσμῳ, ὅμοια ὁμοίοις, καὶ

τἄλλα δὲ κατὰ τὸν αὐτὸν τρόπον, τῷ μὲν ἐποίησεν τὸ κατ-

έστησεν, τῷ δ' ἐπίπονον τὸ περίβλεπτον, τῷ δὲ πολυκίν-

δυνον τὸ περιμάχητον, καὶ ὅλως ἓν πρὸς ἕν, ὅμοιον παρ' ὅμοιον

ἡ ἀνταπόδοσις.

24

Ἔστι δὲ κῶλα, ἃ μὴ ἀντικείμενα ἐμφαίνει τινὰ ἀντίθεσιν διὰ

τὸ τῷ σχήματι ἀντιθέτως γεγράφθαι, καθάπερ τὸ παρ' Ἐπιχάρμῳ

τῷ ποιητῇ πεπαιγμένον, ὅτι τόκα μὲν ἐν τήνοις ἐγὼν ἦν, τόκα

δὲ παρὰ τήνοις ἐγών. ταὐτὸ μὲν γὰρ εἴρηται καὶ οὐδὲν ἐναν-

τίον, ὁ δὲ τρόπος τῆς ἑρμηνείας μεμιμημένος ἀντίθεσίν τινα πλα-

νῶντι ἔοικεν. ἀλλ' οὗτος μὲν ἴσως γελωτοποιῶν οὕτως ἀντέθηκεν

καὶ ἅμα σκώπτων τοὺς ῥήτορας.

25

Ἔστι δὲ καὶ παρόμοια κῶλα, ἅτινα παρόμοια δὴ τοῖς ἐπ'

ἀρχῆς, οἷον

δωρητοί τε πέλοντο παράρητοί τ' ἐπέεσσιν·

ἢ ὡς ἐπὶ τέλους, ὡς ἡ τοῦ Πανηγυρικοῦ ἀρχή· πολλάκις ἐθαύ-

μασα τῶν τὰς πανηγύρεις συναγαγόντων καὶ τοὺς γυμνι-

κοὺς ἀγῶνας καταστησάντων. εἶδος δὲ τοῦ παρομοίου τὸ ἰσό-

κωλον, ἐπὰν ἴσας ἔχῃ τὰ κῶλα τὰς συλλαβάς, ὥς περ Θουκυδίδῃ·

ὡς οὔτε ὧν πυνθάνονται ἀπαξιούντων τὸ ἔργον, οἷς τε

ἐπιμελὲς εἴη εἰδέναι, οὐκ ὀνειδιζόντων· ἰσόκωλον μὲν δὴ

τοῦτο.

26

Ὁμοιοτέλευτα δέ ἐστι τὰ εἰς ὅμοια καταλήγοντα, ἤτοι εἰς ὀνό-

ματα ταὐτά, ὥσπερ ἔχει ἐπὶ τοῦ· σὺ δ' αὐτὸν καὶ ζῶντα ἔλεγες

κακῶς καὶ νῦν θανόντα γράφεις κακῶς· ἢ ὅταν εἰς συλλαβὴν

καταλήγῃ τὴν αὐτήν, ὥσπερ τὰ ἐκ τοῦ Πανηγυρικοῦ προειρημένα.

27

Χρῆσις δὲ τῶν τοιούτων κώλων ἐπισφαλής. οὔτε γὰρ δεινῶς

λέγοντι ἐπιτήδεια· ἐκλύει γὰρ τὴν δεινότητα ἡ περὶ αὐτὰ τερθρεία

καὶ φροντίς. δῆλον δ' ἡμῖν τοῦτο ποιεῖ Θεόπομπος. κατηγορῶν

γὰρ τῶν Φιλίππου φίλων φησίν· ἀνδροφόνοι δὲ τὴν φύσιν

ὄντες ἀνδρόπορνοι τὸν τρόπον ἦσαν· καὶ ἐκαλοῦντο μὲν

ἑταῖροι, ἦσαν δὲ ἑταῖραι. ἡ γὰρ ὁμοιότης ἡ περὶ τὰ κῶλα καὶ

ἀντίθεσις ἐκλύει τὴν δεινότητα διὰ τὴν κακοτεχνίαν. θυμὸς γὰρ

τέχνης οὐ δεῖται, ἀλλὰ δεῖ τρόπον τινὰ αὐτοφυᾶ εἶναι ἐπὶ τῶν

τοιούτων κατηγοριῶν καὶ ἁπλᾶ τὰ λεγόμενα.

28

Οὔτε δῆτα ἐν δεινότητι χρήσιμα τὰ τοιαῦτα, ὡς ἔδειξα, οὔτε

ἐν πάθεσι καὶ ἤθεσιν· ἁπλοῦν γὰρ εἶναι βούλεται καὶ ἀποίητον τὸ

πάθος, ὁμοίως δὲ καὶ τὸ ἦθος. ἐν γοῦν τοῖς Ἀριστοτέλους περὶ

δικαιοσύνης ὁ τὴν Ἀθηναίων πόλιν ὀδυρόμενος εἰ μὲν οὕτως εἴποι,

ὅτι ποίαν τοιαύτην πόλιν εἷλον τῶν ἐχθρῶν, οἵαν τὴν

ἰδίαν πόλιν ἀπώλεσαν, ἐμπαθῶς ἂν εἰρηκὼς εἴη καὶ ὀδυρτικῶς·

εἰ δὲ παρόμοιον αὐτὸ ποιήσει· ποίαν γὰρ πόλιν τῶν ἐχθρῶν τοι-

αύτην ἔλαβον, ὁποίαν τὴν ἰδίαν ἀπέβαλον, οὐ μὰ τὸν Δία πάθος

κινήσει οὐδὲ ἔλεον, ἀλλὰ τὸν καλούμενον κλαυσιγέλωτα. τὸ γὰρ ἐν

πενθοῦσι παίζειν κατὰ τὴν παροιμίαν τὸ τὰ τοιαῦτα ἐν τοῖς πάθεσι

κακοτεχνεῖν ἐστι.

29

Γίνεται μέντοι γε χρήσιμά ποτε, ὡς Ἀριστοτέλης φησίν· ἐγὼ

ἐκ μὲν Ἀθηνῶν εἰς Στάγειρα ἦλθον διὰ τὸν βασιλέα τὸν

μέγαν, ἐκ δὲ Σταγείρων εἰς Ἀθήνας διὰ τὸν χειμῶνα τὸν

μέγαν· εἰ γοῦν ἀφέλοις τὸ ἕτερον μέγα, συναφαιρήσῃ καὶ τὴν

χάριν· τῇ γὰρ μεγαληγορίᾳ συνεργεῖ τὰ τοιαῦτα κῶλα, ὁποῖα τῶν

Γοργίου τὰ πολλὰ ἀντίθετα καὶ τῶν Ἰσοκράτους. περὶ μὲν δὴ τῶν

παρομοίων ταῦτα.

30

Διαφέρει δὲ ἐνθύμημα περιόδου τῇδε, ὅτι ἡ μὲν περίοδος σύν-

θεσίς τίς ἐστι περιηγμένη, ἀφ' ἧς καὶ ὠνόμασται, τὸ δὲ ἐνθύμημα

ἐν τῷ διανοήματι ἔχει τὴν δύναμιν καὶ σύστασιν. καὶ ἔστιν ἡ μὲν

περίοδος κύκλος τοῦ ἐνθυμήματος, ὥσπερ καὶ τῶν ἄλλων πραγμά-

των, τὸ δ' ἐνθύμημα διάνοιά τις ἤτοι ἐκ μάχης λεγομένη 〈ἢ〉 ἐν

ἀκολουθίας σχήματι.

31

Σημεῖον δέ· εἰ γὰρ διαλύσειας τὴν σύνθεσιν τοῦ ἐνθυμήματος,

τὴν μὲν περίοδον ἠφάνισας, τὸ δ' ἐνθύμημα ταὐτὸν μένει, οἷον εἴ

τις τὸ παρὰ Δημοσθένει διαλύσειεν ἐνθύμημα τὸ τοιοῦτον ὥσπερ

γὰρ εἴ τις ἐκείνων ἑάλω, σὺ τάδ' οὐκ ἂν ἔγραψας, οὕτως

ἂν σὺ νῦν ἁλῷς, ἄλλος οὐ γράψει, διαλύσειεν δὲ οὕτω· μὴ

ἐπιτρέπετε τοῖς τὰ παράνομα γράφουσιν· εἰ γὰρ ἐκωλύοντο, οὐκ ἂν

νῦν οὗτος ταῦτ' ἔγραφεν, οὐδ' ἕτερος ἔτι γράψει τούτου νῦν ἁλόν-

τος· ἐνταῦθα τῆς περιόδου μὲν ὁ κύκλος ἐκλέλυται, τὸ δ' ἐνθύμημα

ἐν ταὐτῷ μένει.

32

Καὶ καθόλου δὲ τὸ μὲν ἐνθύμημα συλλογισμός τίς ἐστι ῥητο-

ρικός, ἡ περίοδος δὲ συλλογίζεται μὲν οὐδέν, σύγκειται δὲ μόνον·

καὶ περιόδους μὲν ἐν παντὶ μέρει τοῦ λόγου τίθεμεν, οἷον ἐν τοῖς

προοιμίοις, ἐνθυμήματα δὲ οὐκ ἐν παντί· καὶ τὸ μὲν ὥσπερ ἐπι-

λέγεται, τὸ ἐνθύμημα, ἡ περίοδος δὲ αὐτόθεν λέγεται· καὶ τὸ μὲν

οἷον συλλογισμός ἐστιν ἀτελής, ἡ δὲ οὔτε ὅλον τι οὔτε ἀτελὲς

συλλογίζεται.

33

Συμβέβηκε μὲν οὖν τῷ ἐνθυμήματι καὶ περιόδῳ εἶναι, διότι

περιοδικῶς σύγκειται, περίοδος δ' οὐκ ἔστιν, ὥσπερ τῷ οἰκοδομου-

μένῳ συμβέβηκε μὲν καὶ λευκῷ εἶναι, ἂν λευκὸν ᾖ, τὸ οἰκοδομού-

μενον δ' οὐκ ἔστι λευκόν. περὶ μὲν δὴ διαφορᾶς ἐνθυμήματος καὶ

περιόδου εἴρηται.

34

Τὸ δὲ κῶλον Ἀριστοτέλης οὕτως ὁρίζεται· κῶλόν ἐστι τὸ

ἕτερον μέρος περιόδου· εἶτα ἐπιφέρει· γίνεται δὲ καὶ ἁπλῆ

περίοδος. οὕτως ὁρισάμενος, τὸ ἕτερον μέρος, δίκωλον ἐβού-

λετο εἶναι τὴν περίοδον δηλονότι. ὁ δ' Ἀρχέδημος, συλλαβὼν τὸν

ὅρον τοῦ Ἀριστοτέλους καὶ τὸ ἐπιφερόμενον τῷ ὅρῳ, σαφέστερον

καὶ τελεώτερον οὕτως ὡρίσατο· κῶλόν ἐστιν ἤτοι ἁπλῆ περίο-

δος ἢ συνθέτου περιόδου μέρος.

35

Τί μὲν οὖν ἁπλῆ περίοδος, εἴρηται· συνθέτου δὲ φήσας αὐτὸ

περιόδου μέρος, οὐ δυσὶ κώλοις τὴν περίοδον ὁρίζειν ἔοικεν, ἀλλὰ

καὶ τρισὶ καὶ πλείοσιν· ἡμεῖς δὲ μέτρον μὲν περιόδου ἐκτεθείμεθα,

νῦν δὲ περὶ τῶν χαρακτήρων τῆς ἑρμηνείας λέγωμεν.

36

Εἰσὶ δὲ τέτταρες οἱ ἁπλοῖ χαρακτῆρες, ἰσχνός, μεγαλοπρεπής,

γλαφυρός, δεινός, καὶ λοιπὸν οἱ ἐκ τούτων μιγνύμενοι. μίγνυνται

δὲ οὐ πᾶς παντί, ἀλλ' ὁ γλαφυρὸς μὲν καὶ τῷ ἰσχνῷ καὶ τῷ μεγα-

λοπρεπεῖ, καὶ ὁ δεινὸς δὲ ὁμοίως ἀμφοτέροις· μόνος δὲ ὁ μεγαλο-

πρεπὴς τῷ ἰσχνῷ οὐ μίγνυται, ἀλλ' ὥσπερ ἀνθέστατον καὶ ἀντί-

κεισθον ἐναντιωτάτω. διὸ δὴ καὶ μόνους δύο χαρακτῆράς τινες

ἀξιοῦσιν εἶναι τούτους, τοὺς δὲ λοιποὺς δύο μεταξὺ τούτων, τὸν

μὲν γλαφυρὸν τῷ ἰσχνῷ προσνέμοντες μᾶλλον, τῷ δὲ μεγαλοπρεπεῖ

τὸν δεινόν, ὡς τοῦ γλαφυροῦ μὲν μικρότητά τινα καὶ κομψείαν

ἔχοντος, τοῦ δεινοῦ δὲ ὄγκον καὶ μέγεθος.

37

Γελοῖος δ' ὁ τοιοῦτος λόγος. ὁρῶμεν γὰρ πλὴν τῶν εἰρη-

μένων χαρακτήρων ἐναντίων πάντας μιγνυμένους πᾶσιν, οἷον τὰ

Ὁμήρου τε ἔπη καὶ τοὺς Πλάτωνος λόγους καὶ Ξενοφῶντος καὶ

Ἡροδότου καὶ ἄλλων πολλῶν πολλὴν μὲν μεγαλοπρέπειαν κατα-

μεμιγμένην ἔχοντας, πολλὴν δὲ δεινότητά τε καὶ χάριν. ὥστε τὸ

μὲν πλῆθος τῶν χαρακτήρων τοσοῦτον ἂν εἴη, ὅσον λέλεκται. ἑρμη-

νεία δ' ἑκάστῳ πρέπουσα γένοιτ' ἂν τοιάδε τις.

38

Ἄρξομαι δ' ἀπὸ τοῦ μεγαλοπρεποῦς, ὅνπερ νῦν λόγιον ὀνο-

μάζουσιν. ἐν τρισὶ δὴ τὸ μεγαλοπρεπές, διανοίᾳ, λέξει, τῷ συγ-

κεῖσθαι προσφόρως. σύνθεσις δὲ μεγαλοπρεπής, ὥς φησιν Ἀριστο-

τέλης, ἡ παιωνική. παίωνος δὲ εἴδη δύο, τὸ μὲν προκαταρκτικόν,

οὗ ἄρχει μὲν μακρά, λήγουσι δὲ τρεῖς βραχεῖαι, οἷον τὸ τοιόνδε·

ἤ–ρξα⏑το⏑ δέ⏑, τὸ δὲ καταληκτικὸν θατέρῳ ἀντίστροφον, οὗ τρεῖς μὲν

βραχεῖαι ἄρχουσιν, λήγει δὲ μία μακρά, ὥσπερ τὸ Ἀ⏑ρα⏑βί⏑α–.

39

Δεῖ δὲ ἐν τοῖς κώλοις τοῦ μεγαλοπρεποῦς λόγου τὸν προ-

καταρκτικὸν μὲν παίωνα ἄρχειν τῶν κώλων, τὸν καταληκτικὸν δὲ

ἕπεσθαι. παράδειγμα δ' αὐτῶν τὸ Θουκυδίδειον τόδε· ἤ̅ρξα͝το͝ δὲ͝

τὸ͝ κα͝κὸ͝ν ἐ̅ξ Α̅ἰ̅θι͝ο͝πί͝ς̅. τί ποτ' οὖν Ἀριστοτέλης οὕτω διετά-

ξατο; ὅτι δεῖ καὶ τὴν ἐμβολὴν τοῦ κώλου καὶ ἀρχὴν μεγαλοπρεπῆ

εὐθὺς εἶναι καὶ τέλος, τοῦτο δ' ἔσται, ἐὰν ἀπὸ μακρᾶς ἀρχώμεθα

καὶ εἰς μακρὰν λήγωμεν. φύσει γὰρ μεγαλεῖον ἡ μακρά, καὶ προ-

λεγομένη τε πλήσσει εὐθὺς καὶ ἀπολήγουσα ἐν μεγάλῳ τινὶ κατα-

λείπει τὸν ἀκούοντα. πάντες γοῦν ἰδίως τῶν τε πρώτων μνημο-

νεύομεν καὶ τῶν ὑστάτων, καὶ ὑπὸ τούτων κινούμεθα, ὑπὸ δὲ τῶν

40

μεταξὺ ἔλαττον ὥσπερ ἐγκρυπτομένων ἢ ἐναφανιζομένων. Δῆλον

δὲ τοῦτο ἐν τοῖς Θουκυδίδου· σχεδὸν γὰρ ὅλως τὸ μεγαλοπρεπὲς

ἐν πᾶσιν αὐτῷ ποιεῖ ἡ τοῦ ῥυθμοῦ μακρότης, καὶ κινδυνεύει τῷ

ἀνδρὶ τούτῳ παντοδαποῦ ὄντος τοῦ μεγαλοπρεποῦς αὕτη ἡ σύν-

41

θεσις μόνη ἢ μάλιστα περιποιεῖν τὸ μέγιστον. Δεῖ μέντοι λογίζε-

σθαι, ὅτι κἂν μὴ ἀκριβῶς δυνώμεθα τοῖς κώλοις περιτιθέναι τοὺς

παίωνας ἔνθεν καὶ ἔνθεν ἀμφοτέρους, παιωνικήν γε πάντως ποιη-

σόμεθα τὴν σύνθεσιν, οἷον ἐκ μακρῶν ἀρχόμενοι καὶ εἰς μακρὰς

καταλήγοντες. τοῦτο γὰρ καὶ Ἀριστοτέλης παραγγέλλειν ἔοικεν,

ἄλλως δὲ τὸ διττὸν τοῦ παίωνος τετεχνολογηκέναι ἀκριβείας ἕνεκα.

διόπερ Θεόφραστος παράδειγμα ἐκτέθειται μεγαλοπρεπείας τὸ τοι-

οῦτον κῶλον· τῶν μὲν περὶ τὰ μηδενὸς ἄξια φιλοσοφούν-

των· οὐ γὰρ ἐκ παιώνων ἀκριβῶς, ἀλλὰ παιωνικόν τί ἐστι. παρα-

λαβεῖν μέντοι τὸν παίωνα εἰς τοὺς λόγους, ἐπειδὴ μικτός τίς ἐστι

42

καὶ ἀσφαλέστερος, τὸ μεγαλοπρεπὲς μὲν ἐκ τῆς μακρᾶς λαμβάνων,

τὸ λογικὸν δὲ ἐκ τῶν βραχειῶν. οἱ δ' ἄλλοι, ὁ μὲν ἡρῷος σεμνὸς

καὶ οὐ λογικός, ἀλλ' ἠχώδης, οὐδὲ εὔρυθμος, ἀλλὰ ἄρυθμος.

ὥσπερ ὁ τοιόσδε ἔχει· ἥκων ἡμῶν εἰς τὴν χώραν· ἡ γὰρ πυ-

43

κνότης τῶν μακρῶν ὑπερπίπτει τοῦ λογικοῦ μέτρου. ὁ δὲ ἴαμβος

εὐτελὴς καὶ τῇ τῶν πολλῶν λέξει ὅμοιος. πολλοὶ γοῦν μέτρα ἰαμ-

βικὰ λαλοῦσιν οὐκ εἰδότες. ὁ δὲ παίων ἀμφοῖν μέσος καὶ μέτριος,

καὶ ὁποῖος συγκεκραμένος. ἡ μὲν δὴ παιωνικὴ ἐν τοῖς μεγαλοπρε-

πέσι σύνθεσις ὧδ' ἄν πως λαμβάνοιτο.

44

Ποιεῖ δὲ καὶ τὰ μήκη τῶν κώλων μέγεθος, οἷον Θουκυδίδης

Ἀθηναῖος συνέγραψε τὸν πόλεμον τῶν Πελοποννησίων καὶ

Ἀθηναίων, καὶ Ἡροδότου Ἁλικαρνασσέως ἱστορίης ἀπό-

δειξις ἥδε. τὸ γὰρ ταχέως ἀποσιωπᾶν εἰς κῶλον βραχὺ κατα-

σμικρύνει τὴν τοῦ λόγου σεμνότητα, κἂν ἡ ὑποκειμένη διάνοια μεγα-

λοπρεπὴς ᾖ, κἂν τὰ ὀνόματα.

45

Μεγαλοπρεπὲς δὲ καὶ τὸ ἐκ περιαγωγῆς τῇ συνθέσει λέγειν,

οἷον ὡς ὁ Θουκυδίδης· ὁ γὰρ Ἀχελῷος ποταμὸς ῥέων ἐκ Πίνδου

ὄρους διὰ Δολοπίας καὶ Ἀγριανῶν καὶ Ἀμφιλόχων, ἄνω-

θεν παρὰ Στράτον πόλιν ἐς θάλασσαν διεξιεὶς παρ' Οἰνιά-

δας καὶ τὴν πόλιν αὐτοῖς περιλιμνάζων ἄπορον ποιεῖ

ὑπὸ τοῦ ὕδατος ἐν χειμῶνι στρατεύεσθαι. σύμπασα γὰρ ἡ

τοιαύτη μεγαλοπρέπεια ἐκ τῆς περιαγωγῆς γέγονεν καὶ ἐκ τοῦ

μόγις ἀναπαῦσαι αὐτόν τε καὶ τὸν ἀκούοντα.

46

Εἰ δ' οὕτω διαλύσας αὐτὸ εἴποι τις· ὁ γὰρ Ἀχελῷος ποταμὸς

ῥεῖ μὲν ἐκ Πίνδου ὄρους, ἐκβάλλει δὲ παρ' Οἰνιάδας ἐς θάλασσαν·

πρὸ δὲ τῆς ἐκβολῆς τὸ Οἰνιαδῶν πεδίον λίμνην ποιεῖ, ὥστ' αὐτοῖς

πρὸς τὰς χειμερινὰς ἐφόδους τῶν πολεμίων ἔρυμα καὶ πρόβλημα

γίνεσθαι τὸ ὕδωρ· εἰ δή τις οὕτω μεταβαλὼν ἑρμηνεύσειεν αὐτό,

πολλὰς μὲν ἀναπαύλας παρέξει τῷ λόγῳ, τὸ μέγεθος δ' ἀφαιρή-

σεται.

47

Καθάπερ γὰρ τὰς μακρὰς ὁδοὺς αἱ συνεχεῖς καταγωγαὶ μικρὰς

ποιοῦσιν, αἱ δ' ἐρημίαι κἀν ταῖς μικραῖς ὁδοῖς ἔμφασίν τινα ἔχουσι

μήκους, ταὐτὸ δὴ κἀπὶ τῶν κώλων ἂν γίγνοιτο.

48

Ποιεῖ δὲ καὶ δυσφωνία συνθέσεως ἐν πολλοῖς μέγεθος, οἷον τὸ

Αἴας δ' ὁ μέγας αἰὲν ἐφ' Ἕκτορι χαλκοκορυστῇ.

ἄλλως μὲν γὰρ ἴσως δυσήκοος ἡ τῶν γραμμάτων σύμπληξις, ὑπερ-

βολὴ δ' ἐμφαίνουσα τὸ μέγεθος τοῦ ἥρωος· λειότης γὰρ καὶ τὸ εὐ-

ήκοον οὐ πάνυ ἐν μεγαλοπρεπείᾳ χώραν ἔχουσιν, εἰ μή που ἐν

ὀλίγοις. καὶ ὁ Θουκυδίδης δὲ πανταχοῦ σχεδὸν φεύγει τὸ λεῖον

καὶ ὁμαλὲς τῆς συνθέσεως, καὶ ἀεὶ μᾶλλόν τι προσκρούοντι ἔοικεν,

ὥσπερ οἱ τὰς τραχείας ὁδοὺς πορευόμενοι, ἐπὰν λέγῃ· ὅτι τὸ μὲν

δὴ ἔτος, ὡς ὡμολόγητο, ἄνοσον ἐς τὰς ἄλλας ἀσθενείας

ἐτύγχανεν ὄν. ῥᾷον μὲν γὰρ καὶ ἥδιον ὧδ' ἄν τις εἶπεν, ὅτι

ἄνοσον ἐς τὰς ἄλλας ἀσθενείας ὂν ἐτύγχανεν, ἀφῄρητο δ' αὐτοῦ

τὴν μεγαλοπρέπειαν.

49

Ὥσπερ γὰρ ὄνομα τραχὺ μέγεθος ἐργάζεται, οὕτω σύνθεσις.

ὀνόματα δὲ τραχέα τό τε κεκραγὼς ἀντὶ τοῦ βοῶν, καὶ τὸ ῥη-

γνύμενον ἀντὶ τοῦ φερόμενον, οἵοις πᾶσιν ὁ Θουκυδίδης χρῆται,

ὅμοια λαμβάνων τά τε ὀνόματα τῇ συνθέσει τοῖς τε ὀνόμασι τὴν

σύνθεσιν.

50

Τάσσειν δὲ τὰ ὀνόματα χρὴ τόνδε τὸν τρόπον. πρῶτα μὲν

τιθέναι τὰ μὴ μάλα ἐναργῆ, δεύτερα δὲ καὶ ὕστατα τὰ ἐναργέστερα.

οὕτω γὰρ καὶ τοῦ πρώτου ἀκουσόμεθα ὡς ἐναργοῦς, καὶ τοῦ μετ'

αὐτὸ ὡς ἐναργεστέρου. εἰ δὲ μή, δόξομεν ἐξησθενηκέναι [οἷον κατα-

πεπτωκέναι ἀπὸ ἰσχυροτέρου ἐπὶ ἀσθενές].

51

Παράδειγμα δὲ τὸ παρὰ τῷ Πλάτωνι λεγόμενον, ὅτι ἐπὰν

μέν τις μουσικῇ παρέχῃ καταυλεῖν καὶ καταχεῖν διὰ τῶν

ὤτων· πολὺ γὰρ τὸ δεύτερον ἐναργέστερον τοῦ προτέρου. καὶ

πάλιν προϊών φησιν· ὅταν δὲ καταχέων μὴ ἀνῇ, ἀλλὰ κηλῇ,

τὸ δὴ μετὰ τοῦτο ἤδη τήκει καὶ λείβει. τὸ γὰρ λείβει τοῦ

τήκει ἐμφατικώτερον καὶ ἐγγύτερον ποιήματος. εἰ δὲ προεξή-

νεγκεν αὐτό, ἀσθενέστερον ἂν τὸ τήκει ἐπιφερόμενον ἐφάνη.

52

Καὶ Ὅμηρος δ' ἐπὶ τοῦ Κύκλωπος ἀεὶ ἐπαύξει τὴν ὑπερβολήν,

καὶ ἐπανιόντι ἐπ' αὐτῆς 〈ἔοικεν〉, οἷον

οὐ γὰρ ἐῴκει

ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι

καὶ προσέτι ὑψηλοῦ ὄρους καὶ ὑπερφαινομένου τῶν ἄλλων ὀρῶν.

ἀεὶ γὰρ καίτοι μεγάλα ὄντα τὰ πρότερον ἥττονα φαίνεται, μειζό-

νων αὐτοῖς τῶν μετὰ ταῦτα ἐπιφερομένων.

53

Χρὴ δὲ καὶ τοὺς συνδέσμους μὴ μάλα ἀνταποδίδοσθαι ἀκριβῶς,

οἷον τῷ μὲν συνδέσμῳ τὸν δέ (μικροπρεπὲς γὰρ ἡ ἀκρίβεια), ἀλλὰ

καὶ ἀτακτοτέρως πως χρῆσθαι, καθάπερ που ὁ Ἀντιφῶν λέγει· ἡ

γὰρ νῆσος, ἣν ἔχομεν, δήλη μὲν καὶ πόρρωθέν ἐστιν, ὑψηλὴ

καὶ τραχεῖα· καὶ τὰ μὲν χρήσιμα καὶ ἐργάσιμα μικρὰ αὐτῇ

ἐστι, τὰ δὲ ἀργὰ πολλὰ σμικρᾶς αὐτῆς οὔσης. τρισὶ γὰρ

τοῖς μὲν συνδέσμοις εἷς ὁ δὲ ἀνταποδίδοται.

54

Πολλάκις μέντοι τεθέντες πως ἐφεξῆς σύνδεσμοι καὶ τὰ μικρὰ

μεγάλα ποιοῦσιν, ὡς παρ' Ὁμήρῳ τῶν Βοιωτιακῶν πόλεων τὰ ὀνό-

ματα εὐτελῆ ὄντα καὶ μικρὰ ὄγκον τινὰ ἔχει καὶ μέγεθος διὰ τοὺς

συνδέσμους ἐφεξῆς τοσούτους τεθέντας, οἷον ἐν τῷ

Σχοῖνόν τε Σκῶλόν τε, πολύκνημόν τ' Ἐτεωνόν.

55

Τοῖς δὲ παραπληρωματικοῖς συνδέσμοις χρηστέον, οὐχ ὡς προσ-

θήκαις κεναῖς καὶ οἷον προσφύμασιν ἢ παραξύσμασιν, ὥς πέρ τινες

τῷ δὴ χρῶνται πρὸς οὐδὲν καὶ τῷ νυ καὶ τῷ †πρότερον, ἀλλ'

56

ἂν συμβάλλωνταί τι τῷ μεγέθει τοῦ λόγου, καθάπερ παρὰ Πλάτωνι·

ὁ μὲν δὴ μέγας ἐν οὐρανῷ Ζεύς,

καὶ παρ' Ὁμήρῳ·

ἀλλ' ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο.

ἀρκτικὸς γὰρ τεθεὶς ὁ σύνδεσμος καὶ ἀποσπάσας τῶν προτέρων τὰ

ἐχόμενα μεγαλεῖόν τι εἰργάσατο. αἱ γὰρ πολλαὶ ἀρχαὶ σεμνότητα

ἐργάζονται. εἰ δ' ὧδε εἶπεν· ἀλλ' ὅτε ἐπὶ τὸν πόρον ἀφίκοντο τοῦ

ποταμοῦ, μικρολογοῦντι ἐῴκει καὶ ἔτι ὡς περὶ ἑνὸς πράγματος

57

λέγοντι. Λαμβάνεται δὲ κἀν παθητικοῖς πολλάκις ὁ σύνδεσμος

οὗτος, ὥσπερ ἐπὶ τῆς Καλυψοῦς πρὸς τὸν Ὀδυσσέα

Διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ,

οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν.

εἰ γοῦν τὸν σύνδεσμον ἐξέλοις, συνεξαιρήσεις καὶ τὸ πάθος. καθόλου

γάρ, ὥσπερ ὁ Πραξιφάνης φησίν, ἀντὶ μυγμῶν παρελαμβάνοντο οἱ

τοιοῦτοι σύνδεσμοι καὶ στεναγμῶν, †ὥσπερ τὸ αἲ αἲ καὶ τὸ φεῦ

καὶ ποῖόν τί ἐστιν, ὡς αὐτός φησι, τὸ καί νύ κ' ὀδυρομένοισιν

ἔπρεψεν, ἔμφασίν τινα ἔχον οἰκτροῦ ὀνόματος.

58

Οἱ δὲ πρὸς οὐδὲν ἀναπληροῦντες, φησί, τὸν σύνδεσμον ἐοίκασιν

τοῖς ὑποκριταῖς τοῖς τὸ καὶ τὸ πρὸς οὐδὲν ἔπος λέγουσιν, οἷον εἴ

τις ὧδε λέγοι·

Καλυδὼν μὲν ἥδε γαῖα Πελοπίας χθονός,

φεῦ.

ἐν ἀντιπόρθμοις πεδί' ἔχους' εὐδαίμονα,

αἴ, αἴ.

ὡς γὰρ παρέλκει τὸ αἲ αἲ καὶ τὸ φεῦ ἐνθάθε, οὕτω καὶ ὁ παντα-

χοῦ μάτην ἐμβαλλόμενος 〈σύνδεσμος〉.

59

Οἱ μὲν δὴ σύνδεσμοι τὴν σύνθεσιν μεγαλοπρεπῆ ποιοῦσιν, ὡς

εἴρηται, τὰ δὲ σχήματα τῆς λέξεώς ἐστι μὲν καὶ αὐτὰ συνθέσεώς τι

εἶδος· τὸ γὰρ δὴ τὰ αὐτὰ λέγειν δὶς διπλοῦντα ἢ ἐπαναφέροντα ἢ

ἀνθυπαλλάσσοντα διαταττομένῳ καὶ μετασυντιθέντι ἔοικεν. διατακ-

τέον δὲ τὰ πρόσφορα αὐτῶν χαρακτῆρι ἑκάστῳ, οἷον τῷ μεγαλο-

60

πρεπεῖ μὲν περὶ οὗ πρόκειται, ταῦτα· πρῶτον μὲν τὴν ἀνθυπαλλα-

γήν, ὡς Ὅμηρος·

οἱ δὲ δύο σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει·

πολὺ γὰρ οὕτω μεγαλειότερον ἐναλλαγείσης πτώσεως, ἢ εἴπερ

οὕτως ἔφη·

τῶν δὲ δύο σκοπέλων ὁ μὲν οὐρανὸν εὐρύν·

συνήθως γὰρ ἐλέγετο. πᾶν δὲ τὸ σύνηθες μικροπρεπές, διὸ καὶ

ἀθαύμαστον.

61

Τὸν δὲ Νιρέα αὐτόν τε ὄντα μικρὸν καὶ τὰ πράγματα αὐτοῦ

μικρότερα, τρεῖς ναῦς καὶ ὀλίγους ἄνδρας, μέγαν καὶ μεγάλα ἐποί-

ησεν καὶ πολλὰ ἀντ' ὀλίγων, τῷ σχήματι διπλῷ καὶ μικτῷ χρησά-

μενος ἐξ ἐπαναφορᾶς τε καὶ διαλύσεως. Νιρεὺς γάρ φησι τρεῖς

νῆας ἄγεν, Νιρεὺς Ἀγλαΐης υἱός, Νιρεύς, ὃς κάλλιστος

ἀνήρ· ἥ τε γὰρ ἐπαναφορὰ τῆς λέξεως ἐπὶ τὸ αὐτὸ ὄνομα τὸν

Νιρέα καὶ ἡ διάλυσις πλῆθός τι ἐμφαίνει πραγμάτων, καίτοι δύο ἢ

τριῶν ὄντων.

62

Καὶ σχεδὸν ἅπαξ τοῦ Νιρέως ὀνομασθέντος ἐν τῷ δράματι

μεμνήμεθα οὐδὲν ἧττον ἢ τοῦ Ἀχιλλέως καὶ τοῦ Ὀδυσσέως, καίτοι

κατὰ τὸ ἔπος ἕκαστον λαλουμένων σχεδόν. αἰτία δ' ἡ τοῦ σχήμα-

τος δύναμις· εἰ δ' οὕτως εἶπεν· Νιρεὺς ὁ Ἀγλαΐας υἱὸς ἐκ Σύμης

τρεῖς νῆας ἦγεν, παρασεσιωπηκότι ἐῴκει τὸν Νιρέα· ὥσπερ γὰρ ἐν

ταῖς ἑστιάσεσι τὰ ὀλίγα διαταχθέντα πως πολλὰ φαίνεται, οὕτω κἀν

τοῖς λόγοις.

63

Πολλαχοῦ μέντοι τὸ ἐναντίον τῇ λύσει, ἡ συνάφεια, μεγέθους

αἴτιον γίνεται μᾶλλον, οἷον ὅτι ἐστρατεύοντο Ἕλληνές τε καὶ

Κᾶρες καὶ Λύκιοι καὶ Πάμφυλοι καὶ Φρύγες. ἡ γὰρ τοῦ

αὐτοῦ συνδέσμου θέσις ἐμφαίνει τι ἄπειρον πλῆθος.

64

Τὸ δὲ τοιοῦτο κυρτά, φαληριόωντα τῇ ἐξαιρέσει τοῦ καὶ

συνδέσμου μεγαλειότερον ἀπέβη μᾶλλον, ἢ 〈εἴπερ〉 εἶπεν· κυρτὰ καὶ

φαληριόωντα.

65

[Τὸ] μεγαλεῖον μέντοι ἐν τοῖς σχήμασιν τὸ μηδὲ ἐπὶ τῆς αὐτῆς

μένειν πτώσεως, ὡς Θουκυδίδης· καὶ πρῶτος ἀποβαίνων ἐπὶ

τὴν ἀποβάθραν ἐλειποψύχησέ τε, καὶ πεσόντος αὐτοῦ ἐς

τὴν παρεξειρεσίαν· πολὺ γὰρ οὕτως μεγαλειότερον ἢ εἴπερ ἐπὶ

τῆς αὐτῆς πτώσεως οὕτως ἔφη, ὅτι ἔπεσεν ἐς τὴν παρεξειρεσίαν

καὶ ἀπέβαλε τὴν ἀσπίδα.

66

†Καὶ ἀναδίπλωσις δέ που εἰργάσατο μέγεθος, ὡς Ἡρόδοτος

δράκοντες δέ που, φησιν, ἦσαν ἐν τῷ Καυκάσῳ μέγεθος,

καὶ μέγεθος καὶ πλῆθος. δὶς ῥηθὲν τὸ μέγεθος ὄγκον τινὰ τῇ

ἑρμηνείᾳ παρέσχεν.

67

Χρῆσθαι μέντοι τοῖς σχήμασι μὴ πυκνοῖς· ἀπειρόκαλον γὰρ καὶ

παρεμφαῖνόν τινα τοῦ λόγου ἀνωμαλίαν. οἱ γοῦν ἀρχαῖοι πολλὰ

σχήματα ἐν τοῖς λόγοις τιθέντες συνηθέστεροι τῶν ἀσχηματίστων

εἰσίν, διὰ τὸ ἐντέχνως τιθέναι.

68

Περὶ δὲ συγκρούσεως φωνηέντων ὑπέλαβον ἄλλοι ἄλλως. Ἰσο-

κράτης μὲν γὰρ ἐφυλάττετο συμπλήσσειν αὐτὰ καὶ οἱ ἀπ' αὐτοῦ,

ἄλλοι δέ τινες ὡς ἔτυχε συνέκρουσαν καὶ παντάπασι· δεῖ δὲ οὔτε

ἠχώδη ποιεῖν τὴν σύνθεσιν, ἀτέχνως αὐτὰ συμπλήσσοντα καὶ ὡς

ἔτυχεν (διασπασμῷ γὰρ τοῦ λόγου τὸ τοιοῦτον καὶ διαρρίψει ἔοικεν,)

οὔτε μὴν παντελῶς φυλάσσεσθαι τὴν συνέχειαν τῶν γραμμάτων·

λειοτέρα μὲν γὰρ οὕτως ἔσται ἴσως ἡ σύνθεσις, ἀμουσοτέρα δὲ καὶ

κωφὴ ἀτεχνῶς, πολλὴν εὐφωνίαν ἀφαιρεθεῖσα τὴν γινομένην ἐκ

τῆς συγκρούσεως.

69

Σκεπτέον δὲ πρῶτον μέν, ὅτι καὶ ἡ συνήθεια αὐτὴ συμπλήττει

τὰ γράμματα τὰ ἐν τοῖς ὀνόμασιν, καίτοι στοχαζομένη μάλιστα εὐ-

φωνίας, οἷον ἐν τῷ Αἰακὸς καὶ χιών. πολλὰ δὲ καὶ διὰ μόνων

τῶν φωνηέντων συντίθησιν ὀνόματα, οἷον Αἰαίη καὶ Εὔιος, οὐδέν

τε δυσφωνότερα ἄλλων ἐστὶ ταῦτα, ἀλλ' ἴσως καὶ μουσικώτερα.

70

Τά γε μὴν ποιητικά, οἷον τὸ ἠέλιος διῃρημένον καὶ συγκρουό-

μενον ἐπίτηδες εὐφωνότερόν ἐστι τοῦ ἥλιος καὶ τὸ ὀρέων τοῦ ὀρῶν.

ἔχει γάρ τινα ἡ λύσις καὶ ἡ σύγκρουσις οἷον ᾠδὴν ἐπιγινομένην.

πολλὰ δὲ καὶ ἄλλα ἐν συναλοιφῇ μὲν λεγόμενα δύσφωνα ἦν, διαι-

ρεθέντα δὲ καὶ συγκρουσθέντα εὐφωνότερα, ὡς τὸ πάντα μὲν τὰ

νέα καὶ καλά ἐστιν. εἰ δὲ συναλείψας εἴποις καλἄστιν, δυσφω-

νότερον ἔσται τὸ λεγόμενον καὶ εὐτελέστερον.

71

Ἐν Αἰγύπτῳ δὲ καὶ τοὺς θεοὺς ὑμνοῦσι διὰ τῶν ἑπτὰ φωνη-

έντων οἱ ἱερεῖς, ἐφεξῆς ἠχοῦντες αὐτά, καὶ ἀντὶ αὐλοῦ καὶ ἀντὶ

κιθάρας τῶν γραμμάτων τούτων ὁ ἦχος ἀκούεται ὑπ' εὐφωνίας,

ὥστε ὁ ἐξαιρῶν τὴν σύγκρουσιν οὐδὲν ἄλλο ἢ μέλος ἀτεχνῶς

ἐξαιρεῖ τοῦ λόγου καὶ μοῦσαν. ἀλλὰ περὶ τούτων μὲν οὐ καιρὸς

μηκύνειν ἴσως.

72

Ἐν δὲ τῷ μεγαλοπρεπεῖ χαρακτῆρι σύγκρουσις παραλαμβάνοιτ'

ἂν πρέπουσα ἤτοι διὰ μακρῶν, ὡς τὸ λᾶαν ἄνω ὤθεσκε· καὶ γὰρ

ὁ στίχος μῆκός τι ἔσχεν ἐκ τῆς συγκρούσεως καὶ μεμίμηται τοῦ

λίθου τὴν ἀναφορὰν καὶ βίαν. ὡσαύτως καὶ τὸ μὴ ἤπειρος εἶναι

τὸ Θουκυδίδειον. συγκρούονται καὶ δίφθογγοι διφθόγγοις· ταύτην

κατῴκησαν μὲν Κερκυραῖοι, οἰκιστὴς δὲ ἐγένετο.

73

Ποιεῖ μὲν οὖν καὶ τὰ αὐτὰ μακρὰ συγκρουόμενα μέγεθος, καὶ

αἱ αὐταὶ δίφθογγοι. αἱ δὲ ἐκ διαφερόντων συγκρούσεις ὁμοῦ καὶ

μέγεθος ποιοῦσιν καὶ ποικιλίαν ἐκ τῆς [οὐ] πολυηχίας, οἷον ἠώς,

ἐν δὲ τῷ οἵην οὐ μόνον διαφέροντα τὰ γράμματά ἐστιν, ἀλλὰ καὶ

οἱ ἦχοι ὁ μὲν δασύς, ὁ δὲ ψιλός, ὥστε πολλὰ ἀνόμοια εἶναι.

74

Καὶ ἐν ᾠδαῖς δὲ τὰ μελίσματα ἀπὸ τοῦ ἑνὸς γίνεται τοῦ αὐτοῦ

μακροῦ γράμματος, οἷον ᾠδῶν ἐπεμβαλλομένων ᾠδαῖς. ὥστε ἡ τῶν

ὁμοίων σύγκρουσις μικρὸν ἔσται τι ᾠδῆς μέρος καὶ μέλισμα. περὶ

μὲν δὴ συγκρούσεως, καὶ ὡς γίνοιτ' ἂν μεγαλοπρεπὴς σύνθεσις, λε-

λέχθω τοσαῦτα.

75

Ἔστι δὲ καὶ ἐν πράγμασι τὸ μεγαλοπρεπές, ἂν μεγάλη καὶ

διαπρεπὴς πεζομαχία ἢ ναυμαχία ἢ περὶ οὐρανοῦ ἢ περὶ γῆς λόγος·

ὁ γὰρ τοῦ μεγάλου ἀκούων πράγματος εὐθὺς καὶ 〈τὸν〉 λέγοντα

οἴεται μεγάλως λέγειν, (πλανώμενος· δεῖ γὰρ οὐ τὰ λεγόμενα σκο-

πεῖν, ἀλλὰ πῶς λέγεται, ἔστι γὰρ καὶ μεγάλα μικρῶς λέγοντα ἀπρε-

πὲς ποιεῖν τὸ πρᾶγμα), διὸ καὶ δεινούς τινάς φασιν, ὥσπερ καὶ

Θεόπομπον, δεινὰ οὐ δεινῶς λέγοντα.

76

Νικίας δ' ὁ ζωγράφος καὶ τοῦτο εὐθὺς ἔλεγεν εἶναι τῆς γρα-

φικῆς τέχνης οὐ μικρὸν μέρος τὸ λαβόντα ὕλην εὐμεγέθη γράφειν,

καὶ μὴ κατακερματίζειν τὴν τέχνην εἰς μικρά, οἷον ὀρνίθια ἢ ἄνθη,

ἀλλ' ἱππομαχίας καὶ ναυμαχίας, ἔνθα πολλὰ μὲν σχήματα δείξειεν

ἄν τις ἵππων τῶν μὲν θεόντων, τῶν δὲ ἀνθισταμένων ὀρθῶν,

ἄλλων δὲ ὀκλαζόντων, πολλοὺς δ' ἀκοντίζοντας, πολλοὺς δὲ κατα-

πίπτοντας τῶν ἱππέων· ᾤετο γὰρ καὶ τὴν ὑπόθεσιν αὐτὴν μέρος

εἶναι τῆς ζωγραφικῆς τέχνης, ὥσπερ τοὺς μύθους τῶν ποιητῶν.

οὐδὲν οὖν θαυμαστόν, εἰ καὶ ἐν τοῖς λόγοις καὶ ἐκ πραγμάτων

μεγάλων μεγαλοπρέπεια γένηται.

77

Τὴν δὲ λέξιν ἐν τῷ χαρακτῆρι τούτῳ περιττὴν εἶναι δεῖ καὶ

ἐξηλλαγμένην καὶ ἀσυνήθη μᾶλλον· οὕτω γὰρ ἕξει τὸν ὄγκον, ἡ δὲ

κυρία καὶ συνήθης σαφὴς μὲν ἀεί, τῇ δὲ καὶ εὐκαταφρόνητος.

78

Πρῶτα μὲν οὖν μεταφοραῖς χρηστέον· αὗται γὰρ μάλιστα καὶ

ἡδονὴν συμβάλλονται τοῖς λόγοις καὶ μέγεθος, μὴ μέντοι πυκναῖς

(ἐπεί τοι διθύραμβον ἀντὶ λόγου γράψομεν) μήτε μὴν πόρρωθεν

μετενηνεγμέναις, ἀλλ' αὐτόθεν καὶ ἐκ τοῦ ὁμοίου, οἷον ἔοικεν ἀλλή-

λοις στρατηγός, κυβερνήτης, ἡνίοχος· πάντες γὰρ οὗτοι ἄρχοντές

εἰσιν. ἀσφαλῶς οὖν ἐρεῖ καὶ ὁ τὸν στρατηγὸν κυβερνήτην λέγων

τῆς πόλεως, καὶ ἀνάπαλιν ὁ τὸν κυβερνήτην ἄρχοντα τῆς νηός.

79

Οὐ πᾶσαι μέντοι ἀνταποδίδονται, ὥσπερ αἱ προειρημέναι, ἐπεὶ

τὴν ὑπώρειαν μὲν τῆς Ἴδης πόδα ἐξῆν εἰπεῖν τὸν ποιητήν, τὸν δὲ

τοῦ ἀνθρώπου πόδα οὐκέτι ὑπώρειαν εἰπεῖν.

80

Ἐπὰν μέντοι κινδυνώδης ἡ μεταφορὰ δοκῇ, μεταλαμβανέσθω

εἰς εἰκασίαν· οὕτω γὰρ ἀσφαλεστέρα γίγνοιτ' ἄν. εἰκασία δ' ἔστι

μεταφορὰ πλεονάζουσα, οἷον εἴ τις 〈τῷ〉 τότε τῷ Πύθωνι τῷ

ῥήτορι ῥέοντι καθ' ὑμῶν προσθεὶς εἴποι· ὥσπερ ῥέοντι καθ' ὑμῶν.

οὕτω μὲν γὰρ εἰκασία γέγονεν καὶ ἀσφαλέστερος ὁ λόγος, ἐκείνως

δὲ μεταφορὰ καὶ κινδυνωδέστερος. διὸ καὶ Πλάτων ἐπισφαλές τι

δοκεῖ ποιεῖν μεταφοραῖς μᾶλλον χρώμενος ἢ εἰκασίαις, ὁ μέντοι

Ξενοφῶν εἰκασίαις μᾶλλον.

81

Ἀρίστη δὲ δοκεῖ μεταφορὰ τῷ Ἀριστοτέλει ἡ κατὰ ἐνέργειαν

καλουμένη, ὅταν τὰ ἄψυχα ἐνεργοῦντα εἰσάγηται καθάπερ ἔμψυχα,

ὡς τὸ ἐπὶ τοῦ βέλους·

ὀξυβελὴς καθ' ὅμιλον ἐπιπτέσθαι μενεαίνων,

καὶ τὸ

κυρτὰ φαληριόωντα.

πάντα γὰρ ταῦτα, τὸ φαληριόωντα καὶ τὸ μενεαίνων, ζωτι-

καῖς ἐνεργείαις ἔοικεν.

82

Ἔνια μέντοι σαφέστερον ἐν ταῖς μεταφοραῖς λέγεται καὶ κυρι-

ώτερον, ἤπερ ἐν αὐτοῖς τοῖς κυρίοις, ὡς τὸ ἔφριξεν δὲ μάχη.

οὐ γὰρ ἄν τις αὐτὸ μεταβαλὼν διὰ κυρίων οὔτ' ἀληθέστερον εἴποι

οὔτε σαφέστερον. τὸν γὰρ ἐκ τῶν δοράτων κλόνον 〈καὶ τὸν〉 γινό-

μενον τούτοις ἠρέμα ἦχον συνεχῶς φρίσσουσαν μάχην προσηγό-

ρευσεν, καὶ ἅμα ἐπείληπταί πως τῆς κατ' ἐνέργειαν μεταφορᾶς τῆς

προειρημένης, τὴν μάχην φρίσσειν εἰπὼν ὥσπερ ζῷον.

83

Δεῖ μέντοι μὴ λανθάνειν, ὅτι ἔνιαι μεταφοραὶ μικροπρέπειαν

ποιοῦσι μᾶλλον ἢ μέγεθος, καίτοι τῆς μεταφορᾶς πρὸς ὄγκον λαμ-

βανομένης, ὡς τὸ

ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός·

οὐρανὸν γὰρ ὅλον ἠχοῦντα οὐκ ἐχρῆν προσεικάσαι ἠχούσῃ σάλπιγγι,

πλὴν εἰ μή τις ἄρα ἀπολογοῖτο ὑπὲρ τοῦ Ὁμήρου λέγων, ὡς

οὕτως ἤχησεν μέγας οὐρανός, ὡς ἂν ἠχήσειεν σαλπίζων ὅλος οὐ-

ρανός.

84

Ἑτέραν οὖν ἐπινοήσωμεν μεταφορὰν μικρότητος αἰτίαν γινο-

μένην μᾶλλον ἢ μεγέθους· δεῖ γὰρ ἐκ τῶν μειζόνων μεταφέρειν

εἰς τὰ μικρά, οὐ τὸ ἐναντίον, οἷον ὡς ὁ Ξενοφῶν φησιν· ἐπεὶ δὲ

πορευομένων ἐξεκύμηνέ τι φάλαγγος. τὴν γὰρ τῆς τάξεως

παρεκτροπὴν ἐκκυμαινούσῃ θαλάσσῃ εἴκασεν καὶ προσωνόμασεν. εἰ

δέ τις μεταβαλὼν εἴποι ἐκφαλαγγίσασαν τὴν θάλασσαν, τάχα μὲν

οὐδὲ οἰκείως μετοίσει, πάντη δὲ πάντως μικροπρεπῶς.

85

Ἔνιοι δὲ καὶ ἀσφαλίζονται τὰς μεταφορὰς ἐπιθέτοις ἐπιφερο-

μένοις, ὅταν αὐτοῖς κινδυνώδεις δοκῶσιν, ὡς ὁ Θέογνις παρατίθε-

ται τῷ τόξῳ φόρμιγγα ἄχορδον ἐπὶ τοῦ τῷ τόξῳ βάλλοντος·

ἡ μὲν γὰρ φόρμιγξ κινδυνῶδες ἐπὶ τοῦ τόξου, τῷ δὲ ἀχόρδῳ

ἠσφάλισται.

86

Πάντων δὲ καὶ τῶν ἄλλων ἡ συνήθεια καὶ μάλιστα μετα-

φορῶν διδάσκαλος· μικροῦ γὰρ σχεδὸν πάντα μεταφέρουσα λαν-

θάνει διὰ τὸ ἀσφαλῶς μεταφέρειν, λευκήν τε φωνὴν λέγουσα καὶ

ὀξὺν ἄνθρωπον καὶ τραχὺ ἦθος καὶ μακρὸν ῥήτορα καὶ τἄλλα, ὅσα

οὕτως μεταφέρεται μουσικῶς, ὥστε ὅμοια δοκεῖν τοῖς κυρίοις.

87

Τοῦτον ἐγὼ κανόνα τίθεμαι τῆς ἐν λόγοις μεταφορᾶς, τὴν τῆς

συνηθείας τέχνην εἴτε φύσιν. οὕτως γοῦν ἔνια μετήνεγκεν ἡ συν-

ήθεια καλῶς, ὥστε οὐδὲ κυρίων ἔτι ἐδεήθημεν, ἀλλὰ μεμένηκεν ἡ

μεταφορὰ κατέχουσα τὸν τοῦ κυρίου τόπον, ὡς ὁ τῆς ἀμπέλου

ὀφθαλμὸς καὶ εἴ τι ἕτερον τοιοῦτον.

88

Σφόνδυλος μέντοι καὶ κλεὶς τὰ ἐπὶ τοῦ σώματος καὶ κτένες

οὐ κατὰ μεταφορὰν ὠνόμασται, ἀλλὰ καθ' ὁμοιότητα διὰ τὸ ἐοικέναι

τὸ μὲν κτενὶ μέρος, τὸ δὲ κλειδί, τὸ δὲ σφονδύλῳ.

89

Ἐπὰν μέντοι εἰκασίαν ποιῶμεν τὴν μεταφοράν, ὡς προλέλεκται,

στοχαστέον τοῦ συντόμου, καὶ τοῦ μηδὲν πλέον τοῦ ὥσπερ προτι-

θέναι, ἐπεί τοι ἀντ' εἰκασίας παραβολὴ ἔσται ποιητική, οἷον τὸ τοῦ

Ξενοφῶντος· ὥσπερ δὲ κύων γενναῖος ἀπρονοήτως ἐπὶ

κάπρον φέρεται, καί· ὥσπερ ἵππος λυθεὶς διὰ πεδίου γαυ-

ριῶν καὶ ἀπολακτίζων· ταῦτα γὰρ οὐκ εἰκασίαις ἔτι ἔοικεν, ἀλλὰ

παραβολαῖς ποιητικαῖς.

90

Τὰς δὲ παραβολὰς ταύτας οὔτε ῥᾳδίως ἐν τοῖς πεζοῖς λόγοις

τιθέναι δεῖ, οὔτε ἄνευ πλείστης φυλακῆς. καὶ περὶ μεταφορᾶς μὲν

〈τοσαῦτα〉 ὡς τύπῳ εἰπεῖν.

91

Ληπτέον δὲ καὶ σύνθετα ὀνόματα, οὐ τὰ διθυραμβικῶς συγκεί-

μενα, οἷον θεοτεράτους πλάνας, οὐδὲ ἄστρων δορύπυρον

στρατόν, ἀλλ' ἐοικότα τοῖς ὑπὸ τῆς συνηθείας συγκειμένοις· καθόλου

γὰρ ταύτην κανόνα ποιοῦμαι πάσης ὀνομασίας, νομοθέτας λέγουσαν

καὶ ἀρχιτέκτονας καὶ τοιάδε πολλὰ ἕτερα ἀσφαλῶς συντιθεῖσαν.

92

Ἕξει μέντοι τὸ σύνθετον ὄνομα ὁμοῦ καὶ ποικιλίαν τινὰ ἐκ

τῆς συνθέσεως καὶ μέγεθος, καὶ ἅμα καὶ συντομίαν τινά. ὄνομα

γὰρ τεθήσεται ἀντὶ ὅλου τοῦ λόγου, οἷον ἂν τὴν τοῦ σίτου κομι-

δὴν σιτοπομπίαν λέγῃς· πολὺ γὰρ οὕτω μεῖζον. τάχα δ' ἂν καὶ

λυθέντος ὀνόματος εἰς λόγον…

σίτου…

The complete text is available when the reading interface loads.