The Greek Library Author

Babrius

Fabulae Aesopeae

Scientific editors
Friedrich Schneidewin
Edition reference
Babrii Fabulae Aesopeae · Lipsiae · B.G. Teubner · 1865
CTS identifier
urn:cts:greekLit:tlg0614.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 1

BABPIOY ΜΥΘΙΑΜΒΟΙ ΑΙΣΩΠΕΙΟΙ.

Γενεὴ ενεὴ δικαίων ἦν τὸ πρῶτον ἀνθρώπων, ὡ Βράγχε τέκνον, ἥν καλοῦσι χρυσείην. ∗ ∗ ∗ ∗ ∗ ∗ ∗ ∗ ∗ ∗ τρίτη δʼ ἀπʼ αὐτῶν τις ἐγενήθη χαλκείη, μεθʼ ἥν γενέσθαι φασὶ θείαν ἡρώων. πέμπτη σιδηρᾶ ῥίζα καὶ γένος χεῖρον. ἐπὶ τῆς δὲ χρυσῆς καὶ τὰ λοιπὰ τῶν ζῴων φωνὴν ἔναρθρον εἶχε καὶ λόγους ᾔδει· ἀγοραὶ δὲ τούτων ἡσαν ἐν μέσαις ὕλαις. ἐλάλει δὲ πέτρα καὶ τὰ φύλλα τῆς πεύκης, ἐλάλει δὲ πόντος, Βράγχε, νηὶ καὶ ναύτῃ, στρουθοὶ δὲ συνετὰ πρὸς γεωργὸν ὡμίλουν ἐφύετʼ ἐκ γἦς πάντα μηδὲν αἰτούσης, θνητῶν δʼ ὑπῆρχε καὶ θεῶν ἑταιρείη. μάθοις δʼ ἂν οὕτω ταῦτʼ ἔχοντα καὶ γνοίης ἐκ τοῦ σοφοῦ γέροντος ἡμῶν Αἰσώπου μύθους φράσαντος τῆς παλαιτέρας μούσης. ών νῦν ἕκαστον ἵνα θέῃς ἐνὶ μνήμῃ μελισταγές σοι, λῷστε, κηρίον θήσω, πικρῶν ἰάμβων σκληρὰ κῶλα συνθλάσας.

Ἄνθρωπος ἦλθεν εἰς ὄρος κυνηγήσων, τόξου βολῆς ἔμπειρος· ἦν δὲ τῶν ζῴων φυγή τε πάντων καὶ φόβου δρόμος πλήρης. λέων δὲ μοῦνος προὐκαλεῖτο θαρσήσας αὐτῷ μάχεσθαι. ,,μεῖνον“ εἶπε, ,,μὴ σπεύσῃς ἄνθρωπος αὐτῷ, ,,μηδʼ ἐπελπίσῃς νίκῃ· τῷ δʼ ἀγγέλῳ μου πρῶτον ἐντυχών γνώσῃ τί σοι πτοητόν ἐστιν. εἶτα τοξεύει μικρὸν διαστάς. χώ μὲν οἰστὸς ἐκρύφθη λέοντος ὑγραῖς χολάσιν· ὁ δὲ λέων δείσας ῶρμησε φεύγειν ἐς νάπας ἐρημαίας. τούτου δʼ ἀλώπηξ οὐκ ἄπωθεν εἰστήκει. ταύτης δὲ θαρσεῖν καὶ μένειν κελευούσης, ,,οὔ με πλανήσεις· φησίν, ,,οὐδʼ ἐνεδρεύσεις· ὅπου γὰρ οὕτω πικρὸν ἄγγελον πέμπει, πῶς αὐτὸς ἤδη φοβερός ἐστι γιγνώσκω.“

Ὅνι δεῖ ἐκ τῶν προσφερομένων γινώσκειν τὴν ἑκάστου διάθε. σιν. καὶ ὅτι ἡ σοφία τῆς δυνάμεως διαφέρει.

Ἀνὴρ γεωργὸς ἀμπελῶνα ταφρεύων καὶ τὴν δίκελλαν ἀπολέσας ἐπεζήτει, μὴ τῶν παρόντων τις ὑπέκλεψεν ἀγροίκων. ἠρνεῖθʼ ἕκαστος. οὐκ ἔχων δʼ ὃ ποιήσει, εἰς τὴν πόλιν κατῆγε πάντας ὁρκώσων· τῶν γὰρ θεῶν δοκοῦσι τοὺς μὲν εὐήθεις ἀγρούς κατοικεῖν, τοὺς δʼ ἐσωτέρω τείχους εἶναί τʼ ἀληθεῖς καὶ τὰ πάντʼ ἐποπτεύειν. ὡς δʼ εἰσιόντες τὰς πύλας ἐπὶ κρήνης τούς πόδας ἔνιζον κἀπέθεντο τὰς πήρας, κῆρυξ ἐφώνει χιλίας ἀριθμήσειν μήνυτρα σύλων ὧν ὁ θεὸς ἐσυλήθη. ὁ δὲ τοῦτʼ ἀκούσας εἶπεν ,ὡς μάτην ἥκω· κλέπτας γὰρ ἄλλους πῶς θεός γʼ ἂν εἰδείη, ὅς τοὺς ἑαυτοῦ φῶρας οὐχὶ γιγνώσκει, ζητεῖ δὲ μισθοῦ μή τις οἶδεν ἀνθρώπων;“

Ὅτι χρὴ ἀπιστεῖν τοῖς ὑπισχνουμένοις ὧν οὐκ εἰσὶ δεσπιστά (δεσπόται?).

Αἶγάς ποτʼ εἰς ἔπαυλιν αἰπόλος κλῇζων [ἐπὶ σηκὸν ἄγειν θʼ, ὡς αἱ μὲν ἡλθον, αἱ δʼ οὔπω,] μιᾶς ἀπειθοῦς ἐν φάραγγι τρωγούσης κόμην γλυκεῖαν αἰγίλου τε καὶ σχίνου τὸ κέρας κατῆξε μακρόθεν λίθῳ πλήξας. τὴν δʼ ἱκέτευε ,,μή, χίμαιρα συνδούλη, πρὸς τοῦ σε Πανός, ὃς νάπας ἐποπτεύει, τῷ δεσπότῃ, χίμαιρα, μή με μηνύσῃς· ἄκων γὰρ ηὐστόχησα τὸν λίθον ῥίψας. ἡ δʼ εἶπε ,,καὶ πῶς ἔργον ἐκφανὲς κρύψω; τὸ κέρας κέκραγε, κἄν ἐγὼ σιωπήσω.“

Ὅτι τὰ δημοσίᾳ ἁμαρτηθέντα κατʼ οὐδένα τρόπον χρὴ κρύπτειν.

Ἁλιεὺς σαγήνην, ἣν νεωστὶ βεβλήκει, ἀνείλετʼ· ὄψου δʼ ἔτυχε ποικίλου πλήρης. τῶν δʼ ἐχθύων ὁ λεπτὸς εἰς βυθὸν φεύγων ὑπεξέδυνε δικτύου πολυτρήτου, ὁ μέγας δʼ ἀγρευθεὶς εἰς τὸ πλοῖον ἡπλώθη.

σωτηρία πώς ἐστι καὶ κακῶν ἔξω τὸ μικρὸν εἶναι· τὸν μέγαν δὲ τῇ δόξῃ σπανίως ἴδοις ἄν ἐκφυγόντα κινδύνους.

Ἀλεκτορίσκων ἠν μάχη αναγραίων, οἷς θυμὸν εἶναί φασιν οἷον ἀνθρώποις. τούτων ὁ λειφθείς (τραυμάτων γὰρ ἦν πλήρης) ἔκυπτʼ ἐς οἴκου γωνίην ὑπʼ αἰσχύνης· ὁ δʼ ἄλλος εὐθύς εἰς τὸ δῶμα πηδήσας ἐπικροτῶν τε τοῖς πτεροῖς ἐκεκράγει. καὶ τὸν μὲν αἰετός τις ἐκ στέγους ἄρας ἀπῆλθʼ ὁ δʼ ἄλλος ἀμφέβαινε θηλείαις, ἀμείνονα σχὼν τἀπίχειρα τῆς ἥττης.

ἄνθρωπε, καὶ σὺ μή ποτʼ ἴσθι καυχήμων, ἄλλου σε πλεῖον τῆς τύχης ἐπαιρούσης. πολλούς ἔσωσε καὶ τὸ μὴ καλῶς πράττειν.]

Ἁλιεὺς θαλάσσης πᾶσαν ᾐόνα ξύων λεπτῷ τε καλάμῳ τὸν γλυκύν βίον σῴζων μικρόν ποτʼ ἰχθύν ὁρμιῆς ἀφʼ ἱππείης ἢγρευσεν, οὐ τῶν εἰς τάγηνον ῥαίων. ὁ δʼ αὐτὸν οὕτως ίκέτευεν ἀσπαίρων· τί σοι τὸ κέρδος; ἠ τίνʼ ὧνον εὑρήσεις; οὐκ εἰμὶ γὰρ τέλειος, ἀλλά με πρῴην πρὸς τῇδε πέτρῃ φυκὶς ἔκυσʼ ἐμὴ μήτηρ. νῦν οὑν ἄφες με, μὴ μάτην ἀποκτείνῃς. ἐπὴν δὲ πλησθεὶς φυκίων θαλασσαίων μέγας γένωμαι, πλουσίοις πρέπων δείπνοις, τότʼ ἐνθάδʼ ἐλθών ὕστερόν με συλλήψψῃ.· τοιαῦτα μύζων ίκέτευε κἀσπαίρων, ἀλλʼ οὐκ ἔμελλε τὸν γέροντα θωπεύσειν· ἔφη δὲ πείρων αὐτὸν ὀξέῃ σχοίνῳ ὁ μὴ τὰ μικρά, πλὴν βέβαια, τηρήσας μάταιός ἐστιν, ἢν ἄδηλα θηρεύῃ.“

Ἄνθρωπος ἕπον εἶχε. τοῦτον εἰώθει κενὸν παρέλκειν, ἐπετίθει δὲ τὸν φόρτον ὄνῳ γέροντι. πολλὰ τοιγαροῦν κάμνων ἐκεῖνος ἐλθών πρὸς τὸν ἵππον ὡμίλει ἄν μοι θελήσῃς συλλαβεῖν τι τοῦ φόρτου, τάχʼ ἂν γενοίμην σῷος· εἰ δὲ μή, θνήσκω.“ ὁ δʼ ,οὐ προάξεις;“ εἶπε ,,μή μʼ ἐνοχλήσῃς.· εἷρπεν σιωπῶν, τῷ κόπῳ δʼ ἀπαυδήσας πεσών ἔκειτο νεκρός, ὡς προειρήκει. τὸν ἵππον οὖν παρʼ αὐτὸν εὐθέως στήσας ὁ δεσπότης καὶ πάντα τὸν γόμον λύων ἐπvʼ αὐτὸν ἐτίθει τὴν σάγην τε τοῦ κτήνους, καὶ τὴν ὀνείην προσεπέθηκεν ἐκδείρας. ὁ δʼ ἵππος ;;οίμοι τῆς κακῆς· ἔφη μγνώμης· οὐ γὰρ μετασχεῖν μικρὸν οὐκ ἐβουλήθην, τοῦτʼ αὐτό μοι πᾶν ἐπιτέθεικεν ἡ χρεία.“

Ἄραψ κάμηλον ἀχθίσας ἐπηρώτα πότερʼ ἀναβαίνειν μᾶλλον ἠ κάτω βαίνειν αίροῖτο. χὡ κάμηλος οὐκ ἄτερ μούσης εἶφʼ ,,ἡ γαρ ὀρθὴ τῶν ὁδῶν ἀπεκλείσθη.“

Ὁ λόγος εὐθετος πρὸς ἄνδρας διεστραμμένους τῆς εὐθείας ὀδοῦ ἐκκλίνοντας.

Ἁλιεύς τις αὐλούς εἶχε καὶ σοφῶς ηὔλει, καὶ δή ποτʼ) ὄψον ἐλπίσας ἀμοχθήτως πολύ πρὸς αὐλῶν ἡδυφωνίην ἄξειν, τὸ δίκτυον θεὶς ἐτερέτιζεν εὐμούσως. ἐπεὶ δὲ φυσῶν ἔκαμε καὶ μάτην ηὔλει, βαλών σαγήνην ἔλαβεν ἰχθύας πλείστους. ἐπὶ γῆς δʼ ἰδών σπαίροντας ἄλλον ἀλλοίως, τοιαῦτʼ ἐκερτόμησε, τὸν βόλον πλύνων. ,ἄναυλα νῦν ὀρχεῖσθε. κρεῖσσον ἥν ὑμᾶς πάλαι χορεύειν, ἡνίκʼ εἰς χοροὺς ηὔλουν.“

οὐκ ἔστιν ἀπόνως οὐ καμόντα κερδαίνειν· ὅταν βαλών δὲ τοῦθʼ ἑλῃς ὅπερ βούλει, τὸ κερτομεῖν σοι καιρός ἐστι καὶ παίζειν.

Ὀμῦθος λέλεκται πρὸς τοὺς ματαίωςπαρἀτὸ δέον τι ἐργαζομένους.

Αἰσχρᾶς τις ἤρα καὶ κακορρύπου δούλης ἰδίας ἑαυτοῦ, καὶ παρεῖχεν αἰτούσῃ ἅπανθ’ ἑτοίμως. ἡ δὲ χρυσίου πλήρης, σύρουσα λεπτὴν πορφύραν ἐπὶ κνήμας, πᾶσαν μάχην συνῆπτεν οἰκοδεσποίνῃ. τὴν δʼ Ἀφροδίτην ὥσπερ αἰτίην τούτων λύχνοις ἐτίμα, καὶ καθʼ ἡμέραν πᾶσαν ἔθυεν ηὔχεθ’ ίκέτευεν ἠρώτα, ἕως ποτʼ αὐτῶν ἡ θεὸς καθευδόντων ἡλθεν καθʼ ὕπνους, καὶ φανεῖσα τῇ δούλῃ ,,μή μοι χάριν σχῇς ὡς καλήν σε ποιούσῃ. τούτῳ κεχόλωμαιʼ· φησίν ,,ῴ καλὴ φαίνῃ.“

[ἅπας ὁ τοῖς αἰσχροῖσιν ὡς καλοῖς χαίρων θεοβλαβής τίς ἐστι καὶ φρένας πηρός.

Ἀλώπεκʼ ἐχθρὰν ἀμπέλων τε καὶ κήπων ξένῃ θελήσας περιβαλεῖν τις αἰκίη, τὴν κέρκον ἂψψας καὶ λένον τι προσδήσας ἀφῆκε φεύγειν. τὴν δʼ ἐπίσκοπος δαίμων ἐς τὰς ἀρούρας τοῦ λαβόντος ὡδήγει τὸ πῦρ φλέγουσαν. ὴν δὲ ληίων ὥρη καὶ καλλίπαις ἂμητος ἐλπίδων πλήρης. ὁ δʼ ἠκολούθει τὸν πολύν κόπον κλαίων, οὐδʼ εἶδεν αὐτοῦ τὴν ἄλωνα Δημήτηρ.

χρὴ πρᾷον εἶναι μηδʼ ἄμετρα θυμοῦσθαι. ἔστιν τις ὀργῆς νέμεσις, ἢν φυλαττοίμην, αὐτοῖς βλάβην φέρουσα τοῖς δυσοργήτοις.

Θυμῷ χρῆσθαι κατὰ τῶν πέλας ἀμέτρῳ καλὸν οὐκ ἔνι.

Ἀγροῦ χελιδών μακρὸν ἐξεπωτήθη, εὐρεν δʼ ἐρήμοις ἐγκαθημένην ὕλαις ἀηδόνʼ ὀξύφωνον· ἡ δʼ ἀπεθρήνει τὸν Ἴτυν ἄωρον ἐκπεσόντα τῆς ὥρης. ἐκ τοῦ μέλους δʼ ἔγνωσαν αἱ δύʼ ἀλλήλας, καὶ δὴ προσέπτησάν τε καὶ προσωμίλουν. χἡ μὲν χελιδὼν εἶπε „φιλτάτη, ζῴεις; πρῶτον βλέπω σε σήμερον μετὰ Θρᾴκην. ἀεί τις ἡμᾶς πικρὸς ἔσχισεν δαίμων· καὶ παρθένοι γὰρ χωρὶς ἦμεν ἀλλήλων. ἀλλʼ ἔλθʼ ἐς ἀγρὸν καὶ πρὸς οἶκον ἀνθρώπων· σύσκηνος ἡμῖν καὶ φίλη κατοικήσεις. [ὕπαιθρον ὕλην λεῖπε, καὶ παῤ ἀνθρώποις ὁμώροφόν μοι δῶμα καὶ στέγην οἴκει.] τί σε δροσίζει πηκτὸς ἔννυχος στίβη, καὶ καῦμα θάλπει, πάντα δʼ ἀγρότιν τήκει; ἄγε δὴ σεαυτήν, σοφὰ λαλοῦσα, μηνύσῃς ὅπου γεωργοῖς κοὐχὶ θηρίοις ᾄσεις.“ τὴν δʼ αὖτʼ ἀηδὼν ὀξύφωνος ἠμείφθη· „ἔα με πέτραις ἐμμένειν ἀοικήτοις, καὶ μή μʼ ὀρεινῆς ὀργάδος σὺ χωρίσσῃς. μετὰ τὰς Ἀθήνας ἄνδρα καὶ πόλιν φεύγω· οἶκος δέ μοι πᾶς κἀπίμιξις ἀνθρώπων λύπην παλαιῶν συμφορῶν ἀναξαίνει.“

παραμυθία τίς ἐστι τῆς κακῆς μοίρης λόγος σοφὸς καὶ μοῦσα καὶ φυγὴ πλήθους· λύπη δʼ, ὅταν τις οἷς ποτʼ εὐθενῶν ὤφθη, τούτοις ταπεινὸς αὖθις ὢν συνοικήσῃ.

Ὅτι συμφέρει τῷ ἠδικημένῳ πόρρω γενέσθαι τῶν εἰς ἀνάμνησιν αὐτὸν φερόντων κακῶν.

Αὔλαξι λεπτὰς παγίδας ἀγρότης πήξας γεράνους σποραίων πολεμίας συνειλήφει. τοῦτον πελαργὸς ἱκέτευε χωλεύων (ὁμοῦ γὰρ αὐταῖς καὶ πελαργὸς ἡλώκει) ,,οὐκ εἰμὶ γέρανος, οὐ σπόρον καταφθείρω. πελαργός εἰμι (χἡ χρόη με σημαίνει), πτηνῶν πελαργὸς εὐσεβέστατον ζῴων. τὸν ἐμὸν τιθηνῶ πατέρα καὶ νοσηλεύω.“ κἀκεῖνος ,,ὦ πελαργέ, τίνι βίῳ χαίρεις, οὐκ οἶδα“ φησίν· ,,ἀλλὰ τοῦτο γινώσκω, ἔλαβόν σε σὺν ταῖς τἆργα τἀμὰ πορθούσαις. ἀπολῇ μετʼ αὐτῶν τοιγαροῦν, μεθ᾿ ὧν ἥλως“

[κακοῖς ὁμιλῶν ὡς ἐκεῖνοι μισήσῃ, κἂν μηδὲν αὐτὸς τοὺς πέλας καταβλάψῃς.]

Ὁ λόγος διδάσκει φεύγειν ἡμᾶς τὰς τῶν πονηρῶν ἀνθρώπων κοινωνίας, ἵνα μὴ τῇ αὐτῶν κακίᾳ συναπολώμεθα.

Ἄρκος φιλεῖν ἄνθρωπον ἐκτόπως ηὔχει· νεκρὸν γὰρ αὐτοῦ σῶμʼ ἔφασκε μὴ σύρειν. πρὸς ἣν ἀλώπηξ εἶπε „μᾶλλον ᾑρούμην εἰ νεκρὸν εἷλκες, τοῦ δὲ ζῶντος οὐχ ἥπτου.“

ὁ ζῶντα βλάπτων μὴ νεκρόν με θρηνείτω.

Ἀνὴρ Ἀθηναῖός τις ἀνδρὶ Θηβαίῳ κοινῶς ὁδεύων, ὥσπερ εἰκός, ὡμίλει. ῥέων δʼ ὁ μῦθος ἦλθε μέχρις ἡρώων· — μακρὴ μὲν ἄλλως ῥῆσις οὐδʼ ἀναγκαίη — τέλος δʼ ὁ μὲν Θηβαῖος υἱὸν Ἀλκμήνης μέγιστον ἀνδρῶν, νῦν δὲ καὶ θεῶν ὕμνει· ὁ δʼ ἐξ Ἀθηνῶν ἔλεγεν ὡς πολὺ κρείσσων Θησεὺς γένοιτο, καὶ τύχης ὁ μὲν θείης ὄντως λέλογχεν, Ἡρακλῆς δὲ δουλείης. λέγων δʼ ἐνίκα· στωμύλος γὰρ ἦν ῥήτωρ. ὁ δʼ ἄλλος ὡς Βοιωτὸς οὐκ ἔχων ἴσην λόγοις ἅμιλλαν, εἶπεν ἀγρίῃ μούσῃ ,,πέπαυσο· νικᾷς. τοιγαροῦν χολωθείη Θησεὺς μὲν ἡμῖν, Ἡρακλῆς δʼ Ἀθηναίοις.“

Ὅτι οὐ δεῖ τοὺς μεγιστᾶνας κινεῖν εἰς ὀργὴν κατὰ τῶν ὑπεξου- σίων εἰς ματαιολογίας καὶ ἔριδας.

Ἄγροικος ἠπείλησε νηπίῳ τίτθη κλαίοντι ,,παῦσαι, μή σε τῷ λύκῳ ῥίψω.“ ὁ λύκος δʼ ἀκούσας τήν τε γραῦν ἀληθεύειν νομίσας ἔμεινεν ὡς ἕτοιμα δειπνήσων, ἕως ὁ παῖς μὲν ἑσπέρης ἐκοιμήθη, αὐτὸς δὲ πεινῶν καὶ λύκος χανὼν ὄντως ἀπῆλθε νωθραῖς ἐλπίσιν παρεδρεύσας. λύκαινα δʼ αὐτὸν ἡ σύνοικος ἠρώτα „πῶς οὐδὲν ἄρας ἦλθες, ὥσπερ εἰώθεις;·“ ὁ δʼ εἶπε „πῶς γάρ, ὃς γυναικὶ πιστεύω;“

Διδάσκει ἡμὰς ὁ μῦθος ὅτι οὐ χρὴ πᾶσι πιστεύειν, γυναικὶ δὲ μάλιστα μεγάλα καὶ πάμπολλα ἐπαγγελλομένῃ. πρὸς τὸν κεναῖς ἀπάταις (ἐλπίσιν Menas) ἐξαπατηθέντα.

Αἴλουρος ὄρνεις οἰκίης ἐνεδρεύων, ὡς θύλακός τις πασσάλων ἀπηρτήθη. τὸν δʼ εἶδʼ ἀλέκτωρ πινυτὸς ἀγκυλογλώχιν, καὶ ταῦτʼ ἐκερτόμησεν ὀξὺ φωνήσας· „πολλοὺς μὲν οἶδα θυλάκους ἰδὼν ἤδη· οὐδεὶς δʼ ὀδόντας ζῶντος εἶχεν αἰλούρου.“

Πρὸς τοὺς ἀπὸ πείρας γνωρισθέντας κακούργους, καὶ μηκέτι ταῖς τούτων ὑποκρίσεσί τινα ἐξαπατᾶσθαι,

Βορέῃ λέγουσιν ἡλίῳ τε τοιαύτην ἔριν γενέσθαι, πότερος ἀνδρὸς ἀγροίκου ὁδοιποροῦντος τὴν σίσυρναν ἐκδύσει. βορέης δʼ ἐφύσα πρῶτος οἷος ἐκ Θρᾴκης, βίᾳ νομίζων τὸν φοροῦντα συλήσειν· ὁ δʼ οὐ μεθῆκε, μᾶλλον ἀλλὰ ῥιγώσας καὶ πάντα κύκλῳ χερσὶ κράσπεδα σφίγξας καθῆστο, πέτρης νῶτον ἐξοχῇ κλίνας. ὁ δʼ ἥλιος τὸ πρῶτον ἡδὺς ἐκκύψας ἀνῆκεν αὐτὸν τοῦ δυσηνέμου ψύχους, ἔπειτα δʼ αὖ προσῆγε τὴν ἕλην πλείω· καὶ καῦμα τὸν γεωργὸν εἶχεν ἐξαίφνης, αὐτὸς δὲ ῥίψας τὴν σισύραν ἐγυμνώθη.

βορέης μὲν οὕτω συγκριθεὶς ἐνικήθη· λέγει δʼ ὁ μῦθος ,,πρᾳότητα, παῖ, ζήλου. ἀνύσεις τι πειθοῖ μᾶλλον ἢ βίᾳ ῥέζων.“

Μῦθος παραινῶν ὅτι οὐ χρὴ φιλόνεικον εἶναι, ἀλλὰ πραΰτητι καὶ πειθοῖ ἀνύειν τὰ ἀνήκοντα.

Βότρυς μελαίνης ἀμπέλου παῤ αἰώρῃ ἀπεκρέμαντο. τοὺς δὲ ποικίλη πλήρεις ἰδοῦσα κερδὼ πολλάκις μὲν ὡρμήθη πηδῶσα ποσσὶ πορφυρῆς θιγεῖν ὥρης· ἦν γὰρ πέπειρος κεἰς τρύγητον ἀκμαία. κάμνουσα δʼ ἄλλως (οὐ γὰρ ἴσχυε ψαύειν), παρῆλθεν οὕτω βουκολοῦσα τὴν λύπην· „ὄμφαξ ὁ βότρυς, οὐ πέπειρος, ὡς ᾤμην.“

Ὁ μῦθος ἐλέγχει τοὺς εἰς ἀνέκβατα κοπιῶντας πράγματα καὶ τούτων ἀστοχοῦντας τρόπους ψευδεῖς προβαλλομένους.

Βοηλάτης ἅμαξαν ἦγεν ἐκ κώμης. τῆς δʼ ἐμπεσούσης εἰς φάραγγα κοιλώδη, δέον βοηθεῖν αὐτόν, ἀργὸς εἱστήκει, τῷ δʼ Ἡρακλεῖ προσηύχεθʼ, ὃν μόνον πάντων θεῶν ἀληθῶς προσεκύνει τε κἀτίμα. θεὸς δʼ ἐπιστὰς εἶπε „τῶν τροχῶν ἅπτου καὶ τοὺς βόας κέντριζε. τοῖς θεοῖς δʼ εὔχου, ὅταν τι ποιῇς καὐτός, ἢ μάτην εὔξῃ.“

Βόες μαγείρους ἀπολέσαι ποτʼ ἐζήτουν, ἔχοντας αὐτοῖς πολεμίαν ἐπιστήμην, καὶ δὴ συνηθροίζοντο πρὸς μάχην ἤδη κέρατʼ ἀποξύνοντες. εἷς δέ τις λίην γέρων ἐν αὐτοῖς, πολλὰ γῆν ἀροτρεύσας, ,,οὗτοι μὲν ἡμᾶς“ εἶπε „χερσὶν ἐμπείροις σφάζουσι καὶ κτείνουσι χωρὶς αἰκίης· ἢν δʼ εἰς ἀτέχνους ἐμπέσωμεν ἀνθρώπους, διπλοῦς τότʼ ἔσται θάνατος. οὐ γὰρ ἐλλείψει τὸν βοῦν ὁ θύσων, κἂν μάγειρος ἐλλείψῃ.“

ὁ τὴν παροῦσαν πημονὴν φυγεῖν σπεύδων ὁρᾶν ὀφείλει μή τι χεῖρον ἐξεύρῃ.

Ὁ μῦθος τοῦτο δηλοῖ, ὅτι ἄμεινον δουλεύειν σοφοῖς καὶ ἐπιει- κέσιν δεσπόζεσθαι ὑπὸ σκαιῶν τε καὶ ἀπαιδεύτων.

Βίου τις ἤδη τὴν μέσην ἔχων ὥρην (νέος μὲν οὐκ ἦν, οὐδέπω δὲ πρεσβύτης) λευκαῖς μελαίνας μιγάδας ἐκλόνει χαίτας, εἶτʼ εἰς ἔρωτας ἐσχόλαζε καὶ κώμους. ἤρα γυναικῶν δύο, νέας τε καὶ γραίας. νέον μὲν αὐτὸν ἡ νεᾶνις ἐζήτει βλέπειν ἐραστήν, συγγέροντα δʼ ἡ γραίη. τῶν οὖν τριχῶν ἑκάστοθ’ ἡ μὲν ἀκμαία ἔτιλλεν ἃς ηὕρισκε λευκανθιζούσας, ἔτιλλε δʼ ἡ γραῦς εἰ μέλαιναν ηὑρήκει, ἕως φαλακρὸν ἡ νέα τε χἡ γραίη ἔθηχʼ, ἑκατέρη τῶν τριχῶν ἀποσπῶσα· [ἀεὶ γὰρ ἕν γε τιλλόμενος ἐγυμνοῦτο.

φάσκει δʼ ὁ μῦθος τοῦτο πᾶσιν ἀνθρώποις· ἐλεεινὸς ὅστις εἰς γυναῖκας ἐμπίπτει· ἀεὶ γὰρ ἕν γε δακνόμενος ἀναλοῦται.]

Βοηλάτης ἄνθρωπος εἰς μακρὰν ὕλην ταῦρον κεράστην ἀπολέσας ἀνεζήτει. ἔθηκε δʼ εὐχὴν ταῖς ὀρεινόμοις νύμφαις, Ἑρμῇ νομαίῳ, Πανί, τοῖς πέριξ, ἄρνα λοιβὴν παρασχεῖν, εἰ λάβοι γε τὸν κλέπτην. ὄχθον δʼ ὑπερβὰς τὸν καλὸν βλέπει ταῦρον λέοντι θοίνην· δυστυχὴς δʼ ἐπαρᾶται καὶ βοῦν προσάξειν, εἰ φύγοι γε τὸν κλέπτην.

[ἐντεῦθεν ἡμᾶς τοῦτʼ ἔοικε γινώσκειν, ἄβουλον εὐχὴν τοῖς θεοῖσι μὴ πέμπειν, ἐκ τῆς πρὸς ὥραν ἐκφοβουμένους λύπης.]

Γάμοι μὲν ἦσαν Ἡλίου θέρους ὥρῃ, τὰ ζῷα δʼ ἱλαροὺς ἦγε τῷ θεῷ κώμους. καὶ βάτραχοι δὲ λιμναίους χοροὺς ἦγον· οὓς εἶπε παύσας φρῦνος „οὐχὶ παιάνων τοῦτʼ ἐστὶν ἡμῖν, φροντίδων δὲ καὶ λύπης· ὃς γὰρ μόνος νῦν λιβάδα πᾶσαν αὐαίνει, τί μὴ πάθωμεν τῶν κακῶν, ἐὰν γήμας ὅμοιον αὑτῷ παιδίον τι γεννήσῃ;“

[χαίρουσι πολλοὶ τῶν ὑπερβολῇ κούφων ἐφʼ οἷς ἄγαν μέλλουσιν οὐχὶ χαιρήσειν.]

Γνώμη λαγωοὺς εἶχε μηκέτι ζῴειν, πάντας δὲ λίμνης εἰς μέλαν πεσεῖν ὕδωρ, ὅθοὕνεκ᾿ εἰσὶν ἀδρανέστατοι ζῴων ψυχάς τʼ ἄτολμοι, μοῦνον εἰδότες φεύγειν. ἐπεὶ δὲ λίμνης ἐγγὺς ἦσαν εὐρείης καὶ βατράχων ὅμιλον εἶδον ἀκταίων βαθέην ἐς ἰλὺν ὀκλαδιστὶ πηδώντων, ἐπεστάθησαν, καί τις εἶπε θαρσήσας ,,ἂψ νῦν ἴωμεν. οὐκέτι χρεὼν θνήσκειν· ὁρῶ γὰρ ἄλλους ἀσθενεστέρους ἡμῶν.“

Γέρανοι γεωργοῦ κατενέμοντο τὴν χώρη ἐσπαρμένην νεωστὶ πυρίνῳ σίτῳ. ὁ δʼ ἄχρι πολλοῦ σφενδόνην κενὴν σείων ἐδίωκεν αὐτὰς τῷ φόβῳ καταπλήσσων. αἱ δʼ ὡς ἐπέσχον, σφενδονῶντα τὰς αὔρας κατεφρόνησαν λοιπὸν ὥστε μὴ φεύγειν, ἕως ἐκεῖνος οὐκέθʼ ὡς πρὶν εἰώθει, λίθους δὲ βάλλων, ἠλόησε τὰς πλείους. αἱ δʼ ἐκλιποῦσαι τὴν ἄρουραν, ἀλλήλαις ,,φεύγωμεν“ ἐκραύγαζον „εἰς τὰ Πυγμαίων. ἅνθρωπος οὗτος οὐκέτʼ ἐκφοβεῖν ἡμᾶς ἔοικεν, ἤδη δʼ ἄρχεταί τι καὶ πράσσειν.“

Παραίνεσιν ὁ λόγος ἔχει, δεῖν ταῖς ἐκ λόγων παραινέσεσι πταί- οντας εἴκειν, ἵνα μὴ ταῖς ἐξ ἔργων ὀψέ ποτε πειραθεῖεν ὀδύναις.

Γαλῆν δόλῳ τις συλλαβών τε καὶ δήσας ἔπνιγεν ὑδάτων ἐν συναγγίᾳ κοίλῃ. τῆς δʼ αὖ λεγούσης „ὡς κακὴν χάριν τίνεις ὧν σʼ ὠφέλουν θηρῶσα μῦς τε καὶ σαύρας,“ ‚ἐπιμαρτυρῶ σοι‘ φησίν· ,ἀλλὰ καὶ πάσας ἔπνιγες ὄρνεις, πάντα δʼ οἶκον ἠρήμους, βλάπτουσα μᾶλλον ἤπερ ὠφελοῦσ᾿ ἡμᾶς.“

Πρὸς τοὺς μετρίως μὲν ὠφελοῦντας, βλάπτοντας δὲ τὰ μεγάλα, εὔκαιρος ἐστὶν ὁ λόγος.

Γέννημα φρύνου συνεπάτησε βοῦς πίνων. ἐλθοῦσα δʼ αὐτόν (οὐ παρῆν γάρ) ἡ μήτηρ παρὰ τῶν ἀδελφῶν ποῦ ποτʼ ἦν ἐπεζήτει. „τέθνηκε, μῆτερ· ἄρτι πρωίης ὥρης ἦλθεν πάχιστον τετράπουν, ὑφʼ οὗ κεῖται χηλῇ μαλαχθείς.“ ἡ δὲ φρῦνος ἠρώτα, φυσῶσʼ ἑαυτήν, εἰ τοσοῦτον ἦν ὄγκῳ τὸ ζῷον. οἱ δὲ μητρί „παῦε, μὴ πρίου. θᾶσσον σεαυτήν“ εἶπον „ἐκ μέσου ῥήξεις, ἢ τὴν ἐκείνου ποσσότητα μιμήσῃ.“

Ὅτι ἐπικίνδυνον τοῖς ἐλάττοσι παρατείνεσθαι τοῖς μείζοσι.

Γέρων ποθʼ ἵππος εἰς ἀλητὸν ἐπράθη, ✶ ✶ ✶ ✶ ✶ ✶ ✶ ζευχθεὶς ὑπὸ μύλην ἑσπέρην τάλας πᾶσαν, καὶ δὴ στενάξας εἶπεν „ἐκ δρόμων οἵων καμπτῆρας οἵους ἀλφιτεῦσι γυρεύω.“

μὴ λὴν ἐπαίρου πρὸς τὸ τῆς ἀκμῆς γαῦρον. πολλοῖς τὸ γῆρας εἰς πόνους ἀνηλώθη.

Γλύψας ἐπώλει λύγδινόν τις Ἑρμείην. τὸν δʼ ἠγόραζον ἄνδρες, ὃς μὲν εἰς στήλην (υἱὸς γὰρ αὐτῷ προσφάτως ἐτεθνήκει), ὁ δὲ χειροτέχνημʼ ὡς θεὸν καθιδρύσων. ἦν δʼ ὀψέ, χὡ λιθουργὸς οὐκ ἐπεπράκει, συνθέμενος αὐτοῖς εἰς τὸν ὄρθρον αὖ δεῖξαι ἐλθοῦσιν. ὁ δὲ λιθουργὸς εἶδεν ὑπνώσας αὐτὸν τὸν Ἑρμῆν ἐν πύλαις ὀνειρείαις, „σὺ δή“ λέγοντα „τἀμὰ νῦν ταλαντεύῃ· ἓν γάρ με, νεκρὸν ἢ θεόν, σὺ ποιήσεις.“

Γαλαῖ ποτʼ εἶχον καὶ μύες πρὸς ἀλλήλους ἄσπονδον αἰεὶ πόλεμον αἱμάτων πλήρη· γαλαῖ δʼ ἐνίκων. οἱ μύες δὲ τῆς ἥττης ἐδόκουν ὑπάρχειν αἰτίην σφίσιν ταύτην, ὅτι στρατηγοὺς οὐκ ἔχοιεν ἐκδήλους, ἀεὶ δʼ ἀτάκτως ὑπομένουσι κινδύνους. εἵλοντο τοίνυν τοὺς γένει τε καὶ ῥώμῃ γνώμῃ τʼ ἀρίστους, εἰς μάχην τε γενναίους, οἳ σφᾶς ἐκόσμουν καὶ διεῖλον εἰς ἴλας λόχους τε καὶ φάλαγγας, ὡς ἐν ἀνθρώποις. ἐπεὶ δʼ ἐτάχθη πάντα καὶ συνηθροίσθη, οἵ τε στρατηγοὶ λεπτὰ πηλίνων τοίχων κάρφη μετώποις ἁρμόσαντες ἀκραίοις ἡγοῦντο παντὸς ἐκφανέστατοι πλήθους, καί τις γαλῆν μῦς προὐκαλεῖτο θαρσήσας. πάλιν δὲ φύζα τοὺς μύας κατειλήφει. ἇλλοι μὲν οὖν σωθέντες ἦσαν ἐν τρώγλαις· τοὺς δὲ στρατηγοὺς εἰστρέχοντας οὐκ εἴα τὰ περισσὰ κάρφη τῆς ὀπῆς ἔσω δύνειν, μόνοι θʼ ἑάλον αὐτόθεν μυχῶν πρόσθεν. νίκης δʼ ἐπʼ αὐτοῖς καὶ τρόπαιον εἱστήκει, γαλῆς ἑκάστης μῦν στρατηγὸν ἑλκούσης.

[λέγει δʼ ὁ μῦθος „εἰς τὸ ζῆν ἀκινδύνως τῆς λαμπρότητος εὐτέλεια βελτίων.“]

Γάλῇ ποτʼ ἀνδρὸς εὐπρεποῦς ἐρασθείσῃ δίδωσι σεμνὴ Κύπρις, ἡ πόθων μήτηρ, μορφὴν ἀμεῖψαι καὶ λαβεῖν γυναικείην καλῆς γυναικός, ἧς τίς οὐκ ἰδὼν ἤρα; ἰδὼν δʼ ἐκεῖνος (ἐν μέρει γὰρ ἡλώκει) γαμεῖν ἔμελλεν. ᾐρμένου δὲ τοῦ δείπνου παρέδραμεν μῦς· τὸν δὲ τῆς βαθυστρώτου καταβᾶσα κοίτης ἐπεδίωκεν ἡ νύμφη.

γάμου δὲ δαιτὴ λέλυτο, καὶ κακῶς παίξας ἔρως ἀπῆλθε· τῇ φύσει γὰρ ἡττήθη.

Πρὸς τοὺς τὴν φύσιν τῶν πραγμάτων ὁρᾶν ὡς ἔχει μὴ βουλ μένους, τῇ δὲ τούτων φαντασίᾳ πλανωμένους, ἔλεγχον ὁ μῦθ ἔχει.

Δυσμαὶ μὲν ἦσαν Πλειάδων, σπόρου δʼ ὥρη, καί τις γεωργὸς πυρὸν εἰς νεὸν ῥίψας ἐφύλασσεν ἑστώς· καὶ γὰρ ἄκριτον πλήθει μέλαν κολοιῶν ἔθνος ἦλθε δυσφώνων, ψᾶρές τʼ ὄλεθρος σπερμάτων ἀρουραίων. τῷ δʼ ἠκολούθει σφενδόνην ἔχων κοίλην παιδίσκος. οἱ δὲ ψᾶρες ἐκ συνηθείης ἤκουον εἰ τὴν σφενδόνην ποτʼ ᾐτήκει, καὶ πρὶν λαβεῖν ἔφευγον. εὗρε δὴ τέχνην ὁ γεωργὸς ἄλλην τόν τε παῖδα φωνήσας ἐδίδασκεν. ,,ὦ παῖ· χρὴ γὰρ ὀρνέων ἡμᾶς σοφὸν δολῶσαι φῦλον. ἡνίκʼ ἂν τοίνυν ἔλθωσʼ, ἐγὼ μέν“ εἶπεν ,,ἄρτον αἰτήσω, σὺ δʼ οὐ τὸν ἄρτον, σφενδόνην δέ μοι δώσεις.“ οἱ ψᾶρες ἦλθον κἀνέμοντο τὴν χώρην. ὁ δʼ ἄρτον ᾔτει, καθάπερ εἶχε συνθήκην· οἱ δʼ οὐκ ἔφευγον. τῷ δʼ ὁ παῖς λίθων πλήρη τὴν σφενδόνην ἔδωκεν· ὁ δὲ γέρων ῥίψας τοῦ μὲν τὸ βρέγμα, τοῦ δʼ ἔτυψε τὴν κνήμην, ἑτέρου τὸν ὦμον, οἱ δʼ ἔφευγον ἐκ χώρης. γέρανοι συνήντων καὶ τὸ συμβὰν ἠρώτων. καί τις κολοιῶν εἶπε ,,φεύγετʼ ἀνθρώπων γένος πονηρόν, ἄλλα μὲν πρὸς ἀλλήλους λαλεῖν μαθόντων, ἄλλα δʼ ἔργα ποιούντων. [δεινὸν τὸ φῦλον τῶν δόλῳ τι πραττόντων.]

Δήμητρι ταῦρον ὄχλος ἀγρότης θύων ἅλω πλατεῖαν οἰνάροις ὑπεστρώκει . . . . . κρεῶν τραπέζας εἶχε καὶ πίθους οἴνου. ἐκ τῶν δὲ παίδων ἐσθίων τις ἀπλήστως ὑπὸ τῶν βοείων ἐγκάτων ἐφυσήθη, κἀπῆλθʼ ἐς οἴκους γαστρὸς ὄγκον ἀλγήσας. πεσὼν δʼ ἐν ὑγραῖς μητρὸς ἀγκάλαις „οἴμοι, τί ταῦτʼ;“ ἐφώνει „δυστυχὴς ἀποθνήσκω· τὰ σπλάγχνα γάρ, τεκοῦσα, πάντα μου πίπτει.“ ἡ δʼ εἶπε „θάρσει κἀπόβαλλε, μὴ φείδου· οὐ γὰρ σά, τέκνον, ἀλλʼ ἐμεῖς τὰ τοῦ ταύρου.

ὅταν ὀρφανοῦ τις οὐσίαν ἀναλώσας ἔπειτα ταύτην ἐκτίνων ἀποιμώζῃ, πρὸς τοῦτον ἄν τις καταχρέοιτο τῷ μύθῳ.

Δύω μὲν υἱοὺς ἡ πίθηκος ὠδίνει, τεκοῦσα δʼ αὐτοῖς ἐστὶν οὐκ ἴση μήτηρ, ἀλλʼ ὃν μὲν αὐτῶν ἀθλίης ὑπʼ εὐνοίης θάλπουσα κόλποις ἀγρίοις ἀποπνίγει, τὸν δʼ ὡς περισσὸν καὶ μάταιον ἐκβάλλει. κἀκεῖνος ἐλθὼν εἰς ἐρημίην ζῴει.

τοιοῦτο πολλῶν ἐστὶν ἦθος ἀνθρώπων, οἷς ἐχθρὸς αἰεὶ μᾶλλον ἢ φίλος γίγνου.

Δρῦν αὐτόριζον ἄνεμος ἐξ ὅρους ἄρας ἔδωκε ποταμῷ· τὴν δʼ ἔσυρε κυμαίνων πελώριον φύτευμα τῶν πρὶν ἀνθρώπων, πολὺς δὲ κάλαμος ἑκατέρωθεν εἰστήκει ἐλαφρὸς ὄχθης ποταμίας ὕδωρ πίνων. θάμβος δὲ τὴν δρῦν εἶχε, πῶς ὁ μὲν λίην λεπτός τις ὢν κἀβληχρὸς οὐκ ἐπεπτώκει, αὐτὴ δὲ τόσση φηγὸς ἐξεριζώθη. σοφῶς δὲ κάλαμος εἶπε ,,μηδὲν ἐκπλήσσου. σὺ μὲν μαχομένη ταῖς πνοαῖς ἐνικήθης, ἡμεῖς δὲ καμπτόμεσθα μαλθακῇ γνώμῃ, κἂν βαιὸν ἡμῶν ἄνεμος ἄκρα κινήσῃ.“

κάλαμος μὲν οὕτως· ὁ δέ γε μῦθος ἐμφαίνει μὴ δεῖν μάχεσθαι τοῖς κρατοῦσιν, ἀλλʼ εἴκειν.

Δαμάλης ἐν ἀγροῖς ἄφετος, ἀτριβὴς ζεύγλης, κάμνοντι καὶ σύροντι τὴν ὕνιν ταύρῳ „τάλας“ ἐφώνει „μόχθον οἷον ὀτλεύεις.“ ὁ βοῦς δʼ ἐσίγα χὑπέτεμνε τὴν χώρην. ἐπεὶ δʼ ἔμελλον ἀγρόται θεοῖς θύειν, ὁ βοῦς μὲν ὁ γέρων εἰς νομὰς ἀπεζεύχθη, ὁ δὲ μόσχος ἁδμὴς κεῖνος εἵλκετο σχοίνῳ δεθεὶς κέρατα, βωμὸν αἵματος πλήσων. κἀκεῖνος αὐτῷ τοιάδʼ εἶπε φωνήσας· „εἰς ταῦτα μέντοι μὴ πονῶν ἐτηρήθης. ὁ νέος παρέρπεις τὸν γέροντα, καὶ θύῃ, καί σου τένοντα πέλεκυς, οὐ ζυγὸς τρίψει.“

Διδάσκει ἡμᾶς ὁ μῦθος ὅτι ἡ καλὴ ἐπιστήμη ἐκ θανάτου ῥύεται.

Δρυτόμοι τινὲς σχίσαντες ἀγρίαν πεύκην ἐνεῖραν αὐτῇ σφῆνας, ὡς διασταίη γένοιτό τʼ αὐτοῖς ὁ πόνος ὕστερον ῥᾴων. πεύκη στένουσα ,,πῶς ἄν“ εἶπε „μεμφοίμην τὸν πέλτκυν, ὅς μου μὴ προσῆκε τῇ ῥίζῃ, ὡς τοὺς ??ίστους σφῆνας, ὧν ἐγὼ μήτηρ; ἄλλος γὰρ ἄλλῃ μʼ ἐμπεσὼν διαρρήσσει.“

ὁ??ῦθας ἡμῖν τοῦτο πᾶσι μηνύει, ὡς οὐδ ?? οὕτω δ??ὸν ἂν ὑπ᾿ ἀνθρώπων πάθῃς τι τῶν ?? ὡς ὑπʼ οἰκείων.

Δελφῖνες ἀεὶ διεφέροντο φαλαίναις. τούτοις παρῆλθε καρκίνος μεσιτεύων, ὡς εἴ τις ὢν ἄδοξος ἐν πολιτείαις στάσιν τυράννων μαχομένων εἰρηνεύοι.

Διέβαινε ποταμὸν ὀξὺν ὄντα τῷ ῥείθρῳ κυρτὴ κάμηλος, εἶτʼ ἔχεζε. τοῦ δʼ ὄνθου φθάνοντος αὐτὴν εἶπεν „ἦ κακῶς πράττω· ἔμπροσθεν ἤδη τἀξόπισθέ μου βαίνει.“

πόλις ἄν τις εἴποι τὸν λόγον τὸν Αἰσώπου, ἧς ἔσχατοι κρατοῦσιν ἀντὶ τῶν πρώτων.

Διαρραγῆναί φασιν ἐκ μέσου νώτου δράκοντι μῆκος ἐξισουμένην σαύραν.

βλάψεις σεαυτόν, κοὐδὲν ἄλλο ποιήσεις, ἂν τόν σε λίαν ὑπερέχοντα μιμήσῃ.

Δεῖπνόν τις εἶχε λαμπρὸν ἐν πόλει θύσας. ὁ κύων δὲ τούτου κυνὶ φίλῳ συναντήσας ἐλθεῖν πρὸς αὐτὸν ἐπὶ τὸ δεῖπνον ἠρώτα. κἀκεῖνος ἦλθε· τὸν δὲ τοῦ σκέλους ἄρας ὁ μάγειρος ἐκτὸς ἐξέριψε τοῦ τοίχου ἐς τὴν ἄγυιαν. τῶν κυνῶν δʼ ἐρωτώντων ὅπως ἐδείπνησʼ, εἶπε ,,πῶς γὰρ ἂν κρεῖττον, ὃς οὐδὲ ποίαν ἠλόων με γινώσκω;“

Ὅτι τοῖς μὴ λόγῳ τοῖς πράγμασιν ἐγχειροῦσιν ἕπεται πολλάκις τὸ κακῶς ἐν αὐτοῖς πάσχειν.

Ἔλαφος κεράστης ὑπὸ τὸ καῦμα διψήσας λίμνης ὕδωρ ἔπινεν ἡσυχαζούσης. ἐκεῖ δʼ ἑαυτοῦ τὴν σκιὰν θεωρήσας χηλῆς μὲν ἕνεκα καὶ ποδῶν ἐλυπήθη, ἐπὶ τοῖς δὲ κέρασιν ὡς καλοῖς ἄγαν ηὔχει. παρῆν δὲ νέμεσις, ἣ τὰ γαῦρα πημαίνει. κυνηγέτας γὰρ ἄνδρας εἶδεν ἐξαίφνης ὁμοῦ σαγήναις καὶ σκύλαξιν εὐρίνοις, ἰδὼν δʼ ἔφευγε, δίφαν οὐδέπω παύσας, καὶ μακρὸν ἐπέρα πεδίον ἴχνεσιν κούφοις. ἐπεὶ δὲ δὴ σύνδενδρον ἦλθεν εἰς ὕλην, κέρατα θάμνοις ἐμπλακεὶς ἐθηρεύθη, καὶ ταῦτʼ ἔφη· „δύστηνος ὡς διεψεύσθην· οἱ γὰρ πόδες μʼ ἔσῳζον, οἷς ἐπῃδούμην, τὰ κέρατα δὲ προὔδωκεν, οἷς ἐγαυρούμην.“

[περὶ τῶν σεαυτοῦ πραγμάτων ὅταν κρίνῃς, μηδὲν βέβαιον ὑπολάβῃς προγινώσκων, μηδʼ αὖτʼ ἀπογνῷς, μηδ᾿ ἀπελπίσῃς· οὕτω σφάλλουσιν ἡμᾶς ἐνίοθʼ αἱ πεποιθήσεις.]

Ἐνέμοντο ταῦροι τρεῖς ἀεὶ μετʼ ἀλλήλων. λέων δὲ τούτους συλλαβεῖν ἐφεδρεύων, ὁμοῦ μὲν αὐτοὺς οὐκ ἔδοξε νικήσειν, λόγοις δʼ ὑπούλοις διαβολαῖς τε συγκρούων ἐχθροὺς ἐποίει, χωρίσας δʼ ἀπʼ ἀλλήλων ἕκαστον αὐτῶν ἔσχε ῥᾳδίαν θοίνην.

ὅταν μάλιστα ζῆν θέλῃς ἀκινδύνως, ἐχθροῖς ἀπίστει, τοὺς φίλους δʼ ἀεὶ τήρει.

Ἔνιφεν ὁ Ζεύς· αἰπόλος δέ τις φεύγων εἰς ἄντρον εἰσήλαυνε τῶν ἀοικήτων τὰς αἶγας ἁδρῇ χιόνι λευκανθιζούσας. εὑρὼν δʼ ἐκεῖ τάχιον εἰσδεδυκυίας αἶγας κερούχους ἀγρίας, πολὺ πλείους ὧν αὐτὸς ἦγε, μείζονάς τε καὶ κρείσσους, ταῖς μὲν φέρων ἔβαλλε θαλλὸν ἐξ ὕλης, τὰς δʼ ἐνδίους ἀφῆκε μακρὰ λιμώττειν. ὡς δʼ ᾐθρίαζε, τὰς μὲν εὗρε τεθνώσας, αἱ δʼ οὐκ ἔμειναν, ἀλλʼ ὀρῶν ἀβοσκήτων ἀνέμβατον δρυμῶνα ποσσὶν ἠρεύνων. ὁ δʼ αἰπόλος γελαστὸς ἦλθεν εἰς οἴκους, αἰγῶν ἔρημος· ἐλπίσας δὲ τὰς κρείσσους, οὐκ ὤνατ᾿ οὐδʼ ὧν αὐτὸς εἶχεν ἐκ πρώτης.

Ὁ μῦθος ἡμᾶς ἐκδιδάσκει μηδαμῶς τῶν οἰκείων ἀμελεῖν, μά- λιστα κέρδους ἕνεκα ἀμφιβόλου ὑπάρχοντος.

Ἔλαφος καθʼ ὕλην γυῖα κοῦφα ναρκήσας ἔκειτο πεδίων ἐν χλόῃ βαθυσχίνῳ, ἐξ ἧς ἑτοῖμον χιλὸν εἶχε πεινήσας. ἤρχοντο δʼ ἀγέλαι ποικίλων ἐκεῖ ζῴων ἐπισκοπούντων· ἦν γὰρ ἀβλαβὴς γείτων. ἐλθὼν δʼ ἕκαστος τῆς πόας ἀποτρώγων ᾔει πρὸς ὕλας· ✶ ✶ ✶ ✶ ✶ ἔλαφος δὲ λιμῷ κοὐ νόσῳ κατεσκλήκει, μή πω κορώνην δευτέραν ἀναπλήσας, ὃς εἰ φίλους οὐκ ἔσχε, κἂν γεγηράκει.

Ὁ μῦθος τοῦτο λέγει, δεῖν τὰ ὁπωσοῦν ἐπιόντα δεινὰ λόγοις ἐξευμαρίζειν ἠπίοις, καὶ τὸ τούτων ὀχληρὸν ἀποπαύειν.

Ἐν τοῖς παλαιοῖς ἦν ἀνὴρ ὑπεργήρως, εἶχεν δὲ πολλοὺς παῖδας· οἷς ἐπισκήπτων (ἔμελλε γὰρ δὴ τὸν βίον τελευτήσειν) ἐκέλευε λεπτῶν, εἴ τις ἔστι που, ῥάβδων δέσμην ἐνεγκεῖν. ἧκέ τις φέρων ταύτην. „πειρᾶσθε δή μοι, τέκνα, σὺν βίῃ πάσῃ ῥάβδους κατᾶξαι δεδεμένας σὺν ἀλλήλαις.“ οἱ δʼ οὐ γὰρ ἡδύναντο· „κατὰ μίαν τοίνυν πειρᾶσθʼ.“ ἑκάστης δʼ εὐχερῶς καταγείσης, ,,ὦ παῖδες, οὕτως“ εἶπεν, „ἂν μὲν ἀλλήλοις ὁμοφρονῆτε πάντες, οὐδʼ ἂν εἷς ὑμᾶς βλάεψαι δύναιτο, κἂν μέγιστον ἰσχύῃ· ἢν δʼ ἄλλος ἄλλου χωρὶς ἦτε τὴν γνώμην, πείσεσθʼ ἕκαστος ταὐτὰ τῇ μιᾷ ῥάβδῳ.“

[φιλαδελφία μέγιστον ἀγαθὸν ἀνθρώποις, ἣ καὶ ταπεινοὺς ὄντας ἦρεν εἰς ὕψος.]

Ὁ μῦθος ἡμᾶς ἐκδιδάσκει ὅσον τὸ τῆς ὁμονοίας καλόν, καὶ τί πάλιν τὸ ἐπιζήμιον τοῖς μηδαμῶς ταύτην κεκτημένοις.

Ἐν ὁδῷ τις Ἑρμῆς τετράγωνος εἱστήκει, λίθων δʼ ὑπʼ αὐτῷ σωρὸς ἦν. κύων τούτῳ εἶπεν προσελθών „χαῖρε πρῶτον, Ἑρμεία· ἔπειτʼ ἀλεῖψαι βούλομαί σε, μηδʼ οὕτω θεὸν παρελθεῖν, καὶ θεὸν παλαιστρίτην. ὁ δʼ εἶπεν ,,ἂν μὴ τοῦτό μοὐπιλιχμήσῃς τοὔλαιον ἐλθών, μηδέ μοι προσουρήσῃς, χάριν εἴσομαί σοι· καὶ πλέον με μὴ τίμα.“

Ὅτι τοῖς κακοῖς ἀρκεῖ τέως, οὐκ ἄλλως πως δυναμένοις δρᾶσαι τὰ βελτίω, κἂν τῶν συνήθων αὐτῶν αἰτιῶν ἀργῆσαι.

Ἐκάθευδε νύκτωρ ἐργάτης ὑπʼ ἀγνοίας φρέατος ἐγγύς. τῆς τύχης δʼ ἐπιστάσης ἔδοξʼ ἀκούειν ,,οὗτος, οὐκ ἐγερθήσῃ; μή σου πεσόντος αἰτίη παῤ ἀνθρώποις ἐγὼ λέγωμαι καὶ κακὴν λάβω φήμην. ἐμοὶ γὰρ ἐγκαλοῦσι πάντα συλλήβδην, ὅσ᾿ ἂν παῤ αὑτοῦ δυστυχῇ τις ἢ πταίῃ.“

Ἔλεγχος τῶν εἱμαρμένην δοξαζόντων καὶ ἀνάγκῃ τὰ τῆς ἡμῶν ἐξουσίας ὑποβαλλόντων καὶ μὴ τῷ αὐτεξουσίῳ εἰς δέον κεχρη- μένων.

Ἔφευγ᾿ ἀλώπηξ, τῆς δʼ ὄπισθε φευγούσης κυνηγὸς ἐτρόχαζεν. ἡ δʼ ἐκεκμήκει, δρυτόμον δʼ ἰδοῦσα ,,πρὸς θεῶν σε σωτήρων, κρύψον με ταύταις αἷς ἔκοψας αἰγείροις, καὶ τῷ κυνηγῷ“ φησί „μή με μηνύσῃς.“ ὁ δʼ οὐ προδώσειν ὤμνυ᾿· ἡ δʼ ἀπεκρύφθη. ἦλθεν κυνηγός, καὶ τὸν ἄνδῤ ἐπηρώτα τῇδʼ ἀλώπηξ καταδέδυκεν ἢ φεύγει. „οὐκ εἶδον“ εἶπε, τῷ δὲ δακτύλῳ νεύων τὸν τόπον ἐδείκνυʼ οὗ πανοῦργος ἐκρύφθη. ὁ δʼ οὐκ ἐπισχών, τῷ λόγῳ δὲ πιστεύσας, παρῆλθε. θερμοῦ δʼ ἐκφυγοῦσα κινδύνου κερδὼ παχείας ἐξέκυπτεν αἰγείρου, σεσηρὸς αἰκάλλουσα. τῇ δʼ ὁ πρεσβύτης „ζωαγρίους μοι χάριτας“ εἶπεν „ὀφλήσεις. „ἐρρυσάμην σε“ φησίν· „ἀλλά μου μνήσκου.“ ,πῶς οὐκ ἄν, εἶπεν ,ὧν γε μάρτυς εἰστήκειν; ἔρρωσο τοίνυν, καὶ τὸν Ὅρκον οὐ φεύξῃ φωνῇ με σῴσας, δακτύλῳ δʼ ἀποκτείνας.‘

[σοφὸν τὸ θεῖον κἀπλάνητον· οὐδʼ ἄν τις λαθεῖν ἐπιορκῶν προσδοκᾷ, δίκην φεύγει.]

Εὐκαίρως ὁ μῦθος ῥηθήσεται πρὸς ἐκείνους τοὺς χρηστὰ μὲν ἐπαγγελλομένους, δόλια δὲ καὶ φαῦλα ἐργαζομένους.

Ἔν τῴ ποτʼ οἴκῳ πρόβατον εἶχέ τις χήρα, θέλουσα δʼ αὐτοῦ τὸν πόκον λαβεῖν μείζω ἔκειρεν ἀτέχνως, τῆς τε σαρκὸς οὐ πόρρω τὸν μαλλὸν ἐψάλιζεν, ὥστε τιτρώσκειν. ἀλγοῦν δὲ πρόβατον εἶπε „μή με λυμαίνου· πόσην γὰρ ὁλκὴν τοὐμὸν οἷμα προσθήσει; ἀλλʼ εἰ κρεῶν, δέσποινα, τῶν ἐμῶν χρῄζεις, ἔστιν μάγειρος, ὅς με συντόμως θύσει·

εἰ δʼ εἰρίων πόκου τε κοὐ κρεῶν χρῄζεις, πάρεστι κουρεύς, ὃς κερεῖ με καὶ σῴσει.“

Πρὸς τοὺς μετὰ ἀπειρίας τοῖς πράγμασιν ἐγχειροῦντας, ἐξ ἦς οὐ τοσοῦτον τὸ κέρδος ὅση βλάβη προσγίνεται.

Εἰς ἄστυ τετράκυκλον ἄρρενες ταῦροι ἅμαξαν ὤμοις εἷλκον· ἡ δʼ ἐτετρίγει. καὶ τὸν βοώτην θυμὸς εἷλε, τῇ δʼ οὕτως ἐγγὺς προσελθὼν εἶπεν ὡς ἀκουσθῆναι. ,,ὦ παγκάκιστον κτημάτων, τί δὴ κρώζεις ἄλλων ἐπʼ ὤμοις φερομένη σιωπώντων;“

[κακοῦ πρὸς ἀνδρός ἐστι μακρὸν οἰμώζειν ἄλλων πονούντων, ὡσπερεὶ κάμνων αὐτὸς.]

Ὁ μῦθος τοῦτο λέγει, μηδαμῶς ἐν τοῖς πράγμασιν ἄλλων πο- νουμένων ἄλλους ἀδίκως οἰμώζειν καὶ πόνους ἀλλοτρίους ἑαυ- τοῖς ἐπιγράφειν.

Εἰς λύκον ἀλώπηξ ἐμπεσοῦσα δειλαίη ζωγρεῖν ἐδεῖτο, μηδὲ γραῦν ἀποκτείνειν. ὁ δʼ ,,ἂν λόγους μοι τρεῖς ἀληθινούς εἴπῃς, ἐγώ σε νὴ τὸν Πᾶνα“ φησί „ζωγρήσω.“ ἡ δʼ „εἴθε μέν μοι πρῶτα μὴ συνηντήκοις· ἔπειτα δʼ εἴθε τυφλὸς ὢν ὑπηντήκοις· τρίτον δʼ ἐπʼ αὐτοῖς εἴθε μὴ σύγʼ εἰς ὥρας ἵκοιο, μηδὲ πάλιν ἐμοὶ συναντήσαις·“

Ὅτι πολλάκις αἱ περιστάσεις πεφύκασι καὶ παρὰ γνώμην τὰ σιγῆς ἄξια εἰς τοὐμφανὲς ἄγειν.

Εὐνοῦχος ἦλθε πρὸς θύτην ὑπὲρ παίδων σκεψόμενος. ὁ θύτης δʼ ἁγνὸν ἧπαρ ἁπλώσας „ὅταν μέν“ εἶπε „τοῦτʼ ἴδω, πατηρ γίγνῃ, ὅταν δὲ τὴν σὴν ὄψιν, οὐδʼ ἀνὴρ φαίνῃ.“

Πρὸς τοὺς τὰς εὐχὰς ὑπὲρ τῶν οὐ δεόντων ποιουμένους, ἢ καὶ ἄλλως μὴ δυναμένων γενέσθαι.

Ἕνα βοῦν τις εἶχε, τὴν ὄνον δὲ συζεύξας ἠροτρία, πτωχῶς μέν, ἀλλʼ ἀναγκαίως. ἐπεὶ δὲ τοὖργον ἐτετέλεστο καὶ λύειν ἔμελλεν αὐτούς, εἶτʼ ὄνος διηρώτα τὸν βοῦν „τίς ἄξει τῷ γέροντι τὰ σκεύη;“ ὁ δὲ βοῦς πρὸς αὐτὴν εἶπεν „ὅσπερ εἰώθει.“

Εὐτεκνίης ἔπαθλα πᾶσι τοῖς ζῴοις ὁ Ζεὺς ἔθηκε, πάντα δʼ ἔβλεπεν κρίνων. ἦλθεν δὲ καὶ πίθηκος, ὡς καλὴ μήτηρ πίθωνα γυμνὸν σιμὸν ᾐρμένη κόλποις. γέλως δʼ ἐπʼ αὐτῷ τοῖς θεοῖς ἐκινήθη. ἡ δʼ εἶπεν οὕτω. „Ζεὺς μὲν οἶδε τὴν νίκην, ἐμοὶ δὲ πάντων οὗτός ἐστι καλλίων.“

[ὁ λόγος δοκεῖ μοι πᾶσι τοῦτο σημαίνειν, τά γʼ αὐτὸς αὐτοῦ πᾶς τις εὐπρεπῆ κρίνει.]

Ἑρμῆς ἅμαξαν ψευσμάτων τε πληρώσας ἀπάτης τε πολλῆς καὶ πανουργίας πάσης ἤλαυνε διὰ γῆς, ἄλλο φῦλον ἐξ ἄλλου σχέδην ἀμείβων καὶ μέρος τι τῶν δώρων νέμων ἑκάστῳ μικρόν. ὡς δὲ τῷ χώρῳ τῷ τῶν Ἀράβων ἐπῆλθε καὶ διεξῄει, λέγουσιν αὐτοῦ συντριβεῖσαν ἐξαίφνης ἐπισταθῆναι τὴν ἅμαξαν. οἱ δʼ ὥσπερ πολύτιμον ἁρπάζοντες ἐμπόρου φόρτον, ἐκένωσαν αὐτὴν οὐδʼ ἀφῆκαν εἰς ἄλλους ἔτι προελθεῖν, καίπερ ὄντας, ἀνθρώπους ἐντεῦθεν Ἄραβές εἰσιν, ὡς ἐπειράθην, ψεῦσταί τε καὶ γόητες, ὧν ἐπὶ γλώσσης οὐδὲν κάθηται ῥῆμα τῆς ἀληθείας.

Ζεὺς ἐν πίθῳ τὰ χρηστὰ πάντα συλλέξας ἔθηκεν αὐτὸν πωμάσας παῤ ἀνθρώπῳ. ὁ δʼ ἀκρατὴς ἄνθρωπος εἰδέναι σπεύδων τί ποτʼ ἦν ἐν αὐτῷ, καὶ τὸ πῶμα κινήσας, διῆκʼ ἀπελθεῖν αὐτὰ πρὸς θεῶν οἴκους, κἀκεῖ πέτεσθαι τῆς τε γῆς ἄνω φεύγειν. μόνη δʼ ἔμεινεν ἐλπίς, ἣν κατειλήφει τεθὲν τὸ πῶμα. τοιγὰρ ἐλπὶς ἀνθρώποις μόνη σύνεστι, τῶν πεφευγότων ἡμᾶς ἀγαθῶν ἕκαστον ἐγγυωμένη δώσειν.

Ζεὺς καὶ Ποσειδῶν, φασί, καὶ τρίτη τούτοις ἤριζʼ Ἀθηνᾶ, τίς καλόν τι ποιήσει. ποιεῖ μὲν ὁ Ζλεὺς ἐκπρεπέστατον ζῴων ἄνθρωπον, ἡ δὲ Παλλὰς οἶκον ἀνθρώποις, ὁ δʼ αὖ Ποσειδῶν ταῦρον. ᾑρέθη τούτοις κριτὴς ὁ μῶμος· ἔτι γὰρ ἐν θεοῖς ᾤκει. κἀκεῖνος, ὡς πέφυκε, πάντας ἐχθραίνων, πρῶτον μὲν εὐθὺς ἔψεγεν τὸ τοῦ ταύρου, τῶν ὀμμάτων τὰ κέρατα μὴ κάτω κεῖσθαι, ὡς ἂν βλέπων ἔτυπτε· τοῦ δέ γʼ ἀνθρώπου, μὴ σχεῖν θυρωτὰ μηδʼ ἀνοικτὰ τὰ στήθη, ὡς ἂν βλέποιτʼ ἐς τὸν πέλας τί βουλεύοι· τῆς οἰκίας δέ, μὴ τροχοὺς σιδηρείους ἐν τοῖς θεμελίοις γεγονέναι, τόπους ἄλλους συνεξαμείβειν δεσπόταισιν ἐκδήμοις.

τί οὖν ὁ μῦθός φησιν ἐν διηγήσει; πειρῶ τι ποιεῖν, τὸν φθόνον δὲ μὴ κρίνειν. ἀρεστὸν ἁπλῶς οὐδέν ἐστι τῷ μώμῳ.

Ζωμοῦ χύτρᾳ μῦς ἐμπεσών ἀπωμάστῳ καὶ τῷ λίπει πνιγόμενος ἐκπνέων τʼ ἤδη „βέβρωκα“ φησί „καὶ πέπωκα καὶ πάσης τρυφῆς πέπλησμαι· καιρός ἐστί μοι θνήσκειν.

[τότʼ ἂν λίχνος γένοιο μῦς ἐν ἀνθρώποις, ἂν τὸ καταβλάπτον ἡδὺ μὴ παραιτήσῃ.]

Ὅτι τὰ ἐπερχόμενα κατὰ ἀνάγκην κακὰ εἰώθασί τινες τοιούτοις ἐξομαλίζειν λόγοις.

Ἤιει κυνηγὸς ἐξ ὄρους κυνηγήσας, ᾔει δὲ γριπεὺς κύρτον ἰχθύων πλήσας. καί πως συνηβόλησαν οἱ δύʼ ἀλλήλοις, χὡ μὲν κυνηγὸς ἰχθύων ἁλιπλώων, θήραν δʼ ὁ γριπεὺς ᾑρέτιζεν ἀγρείην, τά τʼ εἶχον ἀντέδωκαν. εἶτα τὴν θήρην ἤμειβον ἀεί, δεῖπνα δʼ εἶχον ἡδίω, ἕως τις αὐτοῖς εἶπεν „ἀλλὰ καὶ τούτων τὸ χρηστὸν ἐξολεῖτε τῇ συνηθείᾳ, πάλιν δʼ ἕκαστος ἃ πρὶν εἶχε ζητήσει.“

Ὅτι πᾶς δυσάρεστος, τοῦ παρόντος ἡδέος μικρόν τι ἀπολαύσας, εὐθὺς τὴν ἐπιθυμίαν ἐφʼ ἕτερον τρέπει.

Ἡμίονος ἀργὸς χιλὸν ἐσθίων φάτνης καὶ κριθιάσας ἐτρόχαζε κἀφώνει, τένοντα σείων, „ἵππος ἐστί μοι μήτηρ, ἐγὼ δʼ ἐκείνης οὐδὲν ἐν δρόμοις ἥττων.“ ἄφνω δʼ ἔπαυσε τὸν δρόμον κατηφήσας· ὄνου γὰρ εὐθὺς πατρὸς ὢν ἀνεμνήσθη.

Ὁ μῦθος διδάσκει ἡμᾶς μὴ μέγα φρονεῖν ἐν ταῖς εὐημερίαις, μάλιστα δὲ τοὺς ἐξ ἀγενῶν προγόνων κατὰ τύχην δοξασθέντας.

Ἦν τις κατʼ οἴκους ἀνδρὸς εὐσεβοῦς ἥρως ἔχων ἐν αὐλῇ τέμενος, ἔνθα δὴ θύων στέφων τε βωμοὺς καὶ καταβρέχων οἴνῳ προσηύχετʼ ἀεί „χαῖρε, φίλταθʼ ἡρώων, καὶ τὸν σύνοικον ἀγαθὰ δαψιλῆ ποίει.“ κἀκεῖνος αὐτῷ νυκτὸς ἐν μέσαις ὥραις „ἀγαθὸν μέν“ εἶπεν „οὐδʼ ἂν εἷς τις ἡρώων ὦ τᾶν παράσχοι· ταῦτα τοὺς θεοὺς αἴτει· κακῶν δὲ πάντων, ἅ γε σύνεστιν ἀνθρώποις, δοτῆρες ἡμεῖς. τοιγὰρ εἰ κακῶν χρῄζεις, εὔχου· παρέξω πολλά, κἂν ἓν αἰτήσῃς. πρὸς ταῦτα λοιπὸν αὐτὸς οἶδας εἰ θύσεις.“

Ὅτι τοὺς πονηροὺς οὐ δεῖ αἰτεῖν ἀγαθά· οὐ γὰρ παρέξουσιν. εἰ δὲ κακά τις αἰτεῖται, ἑτοίμως μᾶλλον παρέχουσι.

Ἤριζον ἐλάτη καὶ βάτος πρὸς ἀλλήλας. ἐλάτης δʼ ἑαυτὴν πολλαχῶς ἐπαινούσης „καλὴ μέν εἰμι καὶ τὸ μέτρον εὐμήκης, καὶ τῶν νεφῶν σύνοικος ὀρθίη φύω, στέγη τε μελάθρων εἰμὶ καὶ τρόπις πλοίων, δένδρων τοσούτων ἐκπρεπεστάτη πάντων“, βάτος πρὸς αὐτὴν εἶπεν „ἢν λάβῃς μνήμην τῶν πελέκεών τε τῶν ἀεί σε κοπτόντων, τῶν πριόνων τε τῶν ἀεί σε τεμνόντων, βάτος γενέσθαι καὶ σὺ μᾶλλον αἱρήσῃ.“

ἅπας ὁ λαμπρὸς τῶν ἐλαττόνων μᾶλλον καὶ δόξαν ἔσχε χὑπέμεινε κινδύνους.

Ὁ μῦθος πρὸς τοὺς κοσμικαῖς ἀρχαῖς μεγαλοφρονοῦντας καὶ διὰ τοῦτο τῶν πέλας κατεπαιρομένους, οἳ μετὰ αὐταρκείας βι- οῦντες κἀντεῦθεν τῶν μεγάλων ἐκφεύγουσι κινδύνων.

Ἤριζε τεφρὴ γέρανος εὐφυεῖ ταῷ σείοντι χρυσᾶς πτέρυγας. ,,ἀλλʼ ἐγὼ ταύταις ἡ γέρανος εἶπεν, ,,ὧν σὺ τὴν χρόην σκώπτεις, ἄστρων σύνεγγυς ἵπταμαί τε καὶ κράζω· σὺ δʼ ὡς ἀλέκτωρ ταῖσδε ταῖς καταχρύσοις χαμαὶ πτερύσσῃ“ φησίν, ,,οὐδʼ ἄνω φαίνῃ.“

θαυμαστὸς εἶναι σὺν τρίβωνι βουλοίμην ἢ ζῆν ἀδόξως πλουσίᾳ σὺν ἐσθῆτι.

Θεῶν Προμηθεύς ἦν τις, ἀλλὰ τῶν πρώτων. τοῦτον πλάσασθαί φασι δεσπότην ζῴων ἄνθρωπον ἐκ γῆς, ἐκ δὲ τοῦ δύω πήρας κρεμάσαι τένοντός φασι τῶν ἐν ἀνθρώποις κακῶν γεμούσας, τὴν πρόσω μὲν ὀθνείων, ἰδίων δὲ τὴν ὄπισθεν, ἥτις ἦν μείζων. διό μοι δοκοῦσι συμφορὰς μὲν ἀλλήλων βλέπειν ἀκριβῶς, ἀγνοεῖν δὲ τὰς οἴκοι.

Θήρης ὄναγρος καὶ λέων ἐκοινώνουν. ἀλκῇ μὲν ὁ λέων, ὁ δʼ ὄνος ἦν ποσὶν κρείσσων. ἐπεὶ δὲ λείαν εἶχον ἄφθονον ζῴων, ὁ λέων μερίζει, καὶ τίθησι τρεῖς μοίρας, καὶ „τὴν μὲν αὐτός“ φησί „λήψομαι πρῶτος· βασιλεὺς γάρ εἰμι· λήψομαι δὲ κἀκείνην ὡς ἐξ ἴσου κοινωνός. ἡ τρίτη δʼ αὕτη κακόν τι δώσει μὴ θέλοντί σοι φεύγειν.“

μέτρει σεαυτόν· πρᾶγμα μηδὲν ἀνθρώπῳ δυνατωτέρῳ σύναπτε μηδὲ κοινώνει.

Θεοῖς Ἀπόλλων ἔλεγε μακρὰ τοξεύων· „οὐκ ἂν βάλοι τις πλεῖον, οὐδὲ τοξεύσει.“ ὁ Ζεὺς δὲ παίζων ἠρίδαινε τῷ Φοίβῳ.

Ἑρμῆς δʼ ἔσειεν Ἄρεος ἐν κυνῇ κλήρους. λαχὼν δʼ ὁ Φοῖβος, χρυσέην τε κυκλώσας τόξοιο νευρήν, ὀξέως ἀφεὶς πρῶτος τὸ βέλος ἔπηξεν ἐντὸς ἑσπέρου κήπου. ὁ Ζεὺς δὲ διαβὰς ταὐτὸ μέτρον εἱστήκει, καί „ποῦ βάλω, παῖ,“ φησίν ,,οὐκ ἔχω χώραν.“ τόξου δὲ νίκην ἔλαβε μηδὲ τοξεύσας.

Ὅτι ἔστι τινὰ καὶ κόπου χωρὶς νίκην ἄρασθαι, σοφῶς τοῖς πράγμασι κεχρημένον.

Θάμνου λαγωὸν δασύποδʼ ἐξαναστήσας κύων ἐδέωκεν οὐκ ἄπειρος ἀγρεύειν, δρόμῳ δʼ ἐλείφθη. καί τις αἰπόλος σκώπτων „ὁ πηλίκος σου“ φησίν „εὑρέθη θάσσων.“ ὁ δʼ εἶπεν ,,ἄλλως ἄλλον ἁρπάσαι σπεύδων τρέχει τις, ἄλλως δʼ αὑτὸν ἐκ κακοῦ σῴζων.“

Θεῶν γαμούντων, ὡς ἕκαστος ἐζεύχθη, ἐφʼ ἄπασι Πόλεμος ἐσχάτῳ παρῆν κλήρῳ. Ὕβριν δὲ γήμας, ἣν ἄῤ ὕστατʼ εἰλήφει, ταύτης περισσῶς, ὡς λέγουσιν, ἠράσθη, ἕπεται δὲ ταύτῃ πανταχοῦ βαδιζούσῃ. μήτʼ οὖν ἔθνη που, μὴ πόλεις τὰς ἀνθρώπων ὕβρις ἐπέλθοι, προσγελῶσα τοῖς δήμοις, ἐπεὶ μετʼ αὐτὴν πόλεμος εὐθέως ἥξει.

Ἰδὼν γεωργὸς νῆα ναυτίλων πλήρη βάπτουσαν ἤδη κῦμα κυρτὸν ἐκ πρῴρης, „ὦ πέλαγος“ εἶπεν, „εἴθε μήποτʼ ἐπλεύσθης, ἀνηλεὲς στοιχεῖον ἐχθρὸν ἀνθρώποις.“ ἤκουσε δʼ ἡ θάλασσα, καὶ γυναικείην λαβοῦσα φωνὴν εἶπε „μή με βλασφήμει· ἐγὼ γὰρ ὑμῖν οὐδὲν αἰτίη τούτων, ἄνεμοι δέ, πάντων ὧν ἐγὼ μέση κεῖμαι. τούτων δὲ χωρὶς ἂν ἴδῃς με καὶ πλεύσῃς, ἐρεῖς με τῆς σῆς ἠπιωτέρην γαίης.“

[ὅτι πολλὰ χρηστὰ πράγμαθʼ αἱ κακαὶ…

Ὁ…

The complete text is available when the reading interface loads.