The Greek Library Catalogue

Anonymous

De horis diei et noctis

Edition reference
De horis diei et noctis (fragmenta e cod. Berol. 26) [Sp.], ed. F. Boll, Codices Germanici [Catalogus Codicum Astrologorum Graecorum 7. Brussels: Lamertin, 1908]: 175–181.
CTS identifier
urn:cts:greekLit:tlg0619.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

7

177

τὰ τάγματα τῶν ἀγγέλων ἔμπροσθεν τοῦ θεοῦ. 〈....〉. ἡ θʹ ὥρα καλεῖ-

ται Χαπβρόυη 〈....〉. Ἡ ιʹ ὥρα καλεῖται Βουχοῦν· ἐν αὐτῇ αἰνοῦσι τὰ

ὕδατα τὸν θεόν· καὶ πνεῦμα θεοῦ καταβαῖνον ἐπιπολάζει ἐπάνω τῶν

178

ὑδάτων καὶ ἁγιάζει αὐτά· εἰ μὴ γὰρ τοῦτο ἦν, διὰ τοῦ ὕδατος ἂν

ἔβλαπτον οἱ δαίμονες τὸ γένος τῶν ἀνθρώπων. ἐν ταύτῃ τῇ ὥρᾳ εἰ

ἄνθρωπος καθαρὸς ἄρῃ ὕδωρ καὶ μίξῃ μετὰ ἁγίου ἐλαίου, πᾶν νόσημα

ἰάσεται· καὶ δαιμονῶντας καθαρίσει καὶ ἀπελάσει δαίμονας. ἡ

ιαʹ ὥρα καλεῖται Σημβροῦ· ἐν αὐτῇ τῇ ὥρᾳ εὐφραίνονται οἱ ἐκλεκτοὶ

τοῦ θεοῦ. ἡ ιβʹ ὥρα καλεῖται Δακνειοῦν· ἐν αὐτῇ εὐπρόσδεκταί εἰσιν αἱ

εὐχαὶ τῶν ἀνθρώπων πρὸς θεόν.

<Περὶ τῶν ιβʹ ὡρῶν τῆς νυκτός.> Ἡ αʹ ὥρα τῆς νυκτὸς καλεῖται

Σουχουλούμ· ἐν αὐτῇ αἰνοῦσιν οἱ δαίμονες τὸν θεόν· καὶ ἐν αὐτῇ οὔτε

ἀδικοῦσιν οὔτε κολάζουσι μέχρι ἂν ἡ δέησις αὐτῶν τελειωθῇ. ἡ βʹ ὥρα

τῆς νυκτὸς καλεῖται Βεπτερούλ· ἐν αὐτῇ αἰνοῦσιν οἱ ἰχθύες τὸν θεόν

καὶ πᾶν εἴ τί ἐστιν ἐν τοῖς ὕδασιν. ἡ γʹ ὥρα τῆς νυκτὸς καλεῖται Ταχράν·

ἐν αὐτῇ τῇ ὥρᾳ αἰνοῦσιν οἱ δράκοντες τὸν θεὸν καὶ τὸ τοῦ πυρὸς

βάθος καὶ πάντα ὅσα εἰσὶν κατωτέρω, ἃ ἡ ἀνθρωπίνη φύσις νοῆσαι ἢ

ἐξειπεῖν οὐ δύναται. ἐν αὐτῇ τῇ ὥρᾳ ὀφείλει ποιεῖν στοιχείωσιν ἀποτε-

λεσμάτων εἰς δράκοντάς τε καὶ ὄφεις καὶ περὶ πυρός. ἡ δʹ ὥρα τῆς

νυκτὸς καλεῖται Ἀγχέλ· ἐν αὐτῇ τῇ ὥρᾳ διέρχονται οἱ δαίμονες ἐν τοῖς

μνήμασι καὶ οἷος ἄνθρωπος διέλθῃ ἐκεῖ, βλαβήσεται καὶ φόβον καὶ

φρίκην λήψεται ἐκ τῆς τῶν δαιμόνων φαντασίας· ἡ δ' αὐτὴ ὥρα

ἐπιτελεῖ ἐπί τε (sequuntur 23 signa cryptographica) καὶ εἰς πᾶν

(13 signa). ἡ εʹ ὥρα τῆς νυκτὸς καλεῖται Κοσγάρ· ἐν αὐτῇ τῇ

ὥρᾳ αἰνοῦσι τὰ ἐπάνω τοῦ οὐρανοῦ ὕδατα τὸν θεὸν καὶ τὰ ποιήματα

αὐτοῦ. ἡ Ϛʹ ὥρα τῆς νυκτὸς καλεῖται Ζερούς· ἐν αὐτῇ τῇ ὥρᾳ δέον ἡσυ-

χάζειν καὶ ἀναπαύεσθαι· ἔχει γὰρ 〈οὐ〉 μικρὸν φόβον. ἡ ζʹ ὥρα τῆς

νυκτὸς καλεῖται Μαχλουχ· ἐν αὐτῇ τῇ ὥρᾳ ἀναπαύονται πάντα τὰ ζῷα

καὶ οἱ ἄνθρωποι ὑπνοῦσι· ταύτῃ δὲ τῇ ὥρᾳ ἐὰν ἁρπάσῃ ἄνθρωπος ὕδωρ

καὶ λάβῃ αὐτὸ ἱερεὺς καὶ μίξῃ μετὰ ἁγίου ἐλαίου καὶ ἁγιάσῃ αὐτὸ καὶ

ἀλείψῃ ἀσθενοῦντα, ἂν ἀγρυπνῇ, παρευθὺ τῆς νόσου ἀπαλλαγήσεται.

179

〈....〉. ἡ θʹ ὥρα τῆς νυκτὸς καλεῖται Σοφγοῦ. ἡ ιʹ ὥρα τῆς νυκτὸς καλεῖ-

ται Χαλτοῦ. ἡ ιαʹ ὥρα τῆς νυκτὸς καλεῖται Γαλγοῦ· ἐν αὐτῇ ἀνοίγονται

αἱ πύλαι τοῦ οὐρανοῦ· καὶ ὁ προσευχόμενος ἐν καθαρᾷ συνειδήσει καὶ

καρδίᾳ εὐάκουστος γίνεται· ἐν αὐτῇ τῇ ὥρᾳ περιίπτανται ταῖς πτέρυξι

σὺν ἤχῳ οἱ ἄγγελοι καὶ τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ· καὶ ἔστιν χαρὰ ἐν

τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ· ἀνατέλλει δὲ καὶ ὁ Ἥλιος ἐξ Ἐδὲμ ἐπὶ πᾶσαν

τὴν γῆν. ἡ ιβʹ ὥρα καλεῖται Ἄλσιγκουλ· ἐν αὐτῇ τῇ ὥρᾳ ἀναπαύονται

τὰ τάγματα τοῦ οὐρανοῦ καὶ τὰ πύρινα τάγματα.

Αὗταί εἰσιν αἱ ὀνομασίαι τῶν ὡρῶν ὧν ἐποίησεν ὁ θεὸς ἐν ταῖς ζʹ

ἡμέραις· ταύτας ἔμαθον καὶ ἔλαβον παρὰ θεοῦ καὶ ἐγνώρισα καὶ ἐδή-

λωσά σοι. τῷ οὖν καλῶς νοήσαντι οὐκ ἀποκρυβήσεται τῶν

ὄντων οὐδέν, ἀλλὰ πάντα αὐτῷ ὑποταγήσονται.

<Περὶ τῶν εὐλογημένων ὡρῶν τῶν ἡμερῶν·> αὗται αἱ ὧραι

τῶν ἡμερῶν, ἐν αἷς ὅπερ βούλει ποιεῖσθαι ἔσεται βέβαιον καὶ ἀσφαλές.

<Οἱ ἄγγελοι οἱ ἐπιστατοῦντες τὰς ζʹ ἡμέρας εἰσὶν οὗτοι.>

ἡ ἡμέρα αʹ ἤγουν κυριακὴ ἔχει ὥρας ἀγαθὰς τὴν αʹ βʹ ηʹ θʹ· διοικεῖ δὲ

ἐν αὐτῇ ὁ ἄγγελος Μιχαήλ. ἡ ἡμέρα δευτέρα ἔχει ὥρας ἀγαθὰς τὴν

αʹ βʹ Ϛʹ· διοικεῖ δὲ ἐν αὐτῇ ὁ ἄγγελος Οὐριήλ. ἡ ἡμέρα γʹ· ἔχει ὥρας

ἀγαθὰς τὴν αʹ βʹ ηʹ· διοικεῖ δὲ ἐν αὐτῇ ὁ ἄγγελος Καταχαήλ. ἡ ἡμέρα δʹ

ἔχει ὥρας ἀγαθὰς τὴν αʹ δʹ· διοικεῖ δὲ ἐν αὐτῇ ὁ ἄγγελος Ῥαμαήλ. ἡ

ἡμέρα εʹ ἔχει ὥρας ἀγαθὰς τὴν εʹ Ϛʹ ζʹ ηʹ· διοικεῖ δὲ ἐν αὐτῇ ὁ ἄγγελος

Ῥαφαήλ. ἡ ἡμέρα ζʹ ἤτοι τὸ σάββατόν ἐστιν ἀργὸν καὶ κατάπαυσις

πάσης ἐνεργείας. αὗται αἱ ὧραι τῶν ἡμερῶν εὐλογημέναι εἰσὶ παρὰ

θεῷ. ἐπὶ παντὶ οὖν ἔργω ὃ θέλεις κατασκευάσαι, φύλασσε ταύτας ὡς

φυλάσσεται θησαυρὸς ἐν τῇ γῇ· οἱ γὰρ σοφοὶ ἀπέκρυψαν ταύτας ὡς

θησαυρὸν ἐν τῇ γῇ καὶ ἐν τῇ καρδίᾳ αὐτῶν, διότι ἐν αὐτοῖς πνεῦμα

180

σοφίας ἐστί· καὶ τὴν βίβλον ταύτην μὴ ἀπιστήσῃς, ἐπειδὴ βαθμοὺς ὁ

θεὸς ἑκατέρων ἐποίησεν καὶ μετὰ τοῦ φοβεροῦ καὶ κρυπτοῦ ὀνόματος

αὐτοῦ πάντα τελειοῦνται. ἀλλὰ καὶ μετὰ τῶν ὡρῶν τῶν ἀνωτέρω

γεγραμμένων ἀπετέλεσα ἀποτελέσματα καὶ οὐκ ἔστι τις περὶ τούτων

ἀμφιβολία. καὶ εἰ μὴ ἐγίνωσκον, ὅτι ἀνθρωπίνη φύσις ἐνταῦθα οὐ μένει

ἀλλ' ἐν ἄλλῳ κόσμῳ πορεύεται, τὴν ἐμὴν σοφίαν οὐκ ἐφανέρουν τινί,

τέκνον ἐμόν, διότι ὑπὲρ χρυσίου καὶ λίθων τιμίων τιμιωτέρα ἐστί. σοὶ

δὲ δείξω χάριν τοῦ διαμένειν τὸ μνημόσυνόν μου ἀεί.

<Αἱ ὀνομασίαι τῶν ἀγγέλων τῶν δουλευόντων τοὺς δικαί-

ους·> Συμπά, Ἰδά, Γαλμαήλ, Ἐνθοώρ, κεφαλὴ δὲ αὐτῶν ἐστιν τὸ ὄρος

Ὑφνηδ· Βερφαήλ, Γουζαήλ, Ἐναμερφαὴλ καὶ ὁ μέγας Ἀββαὴλ καὶ ὁ

ἄρχων τῶν πύργων Γαναήλ, Φερφαήλ, Ἀσυναραήλ, Γαβριὴλ καὶ ὁ

ἄρχων τῶν πύργων Τελγραδὲχ ἢ Τετραδέχ, Δαναήλ, Τεπταδαήλ,

Ἀαβραὴλ καὶ ὁ ἄρχων τῶν πύργων Ἀρκαήλ.

<Περὶ τῶν ὀνομάτων τοῦ Ἡλίου ἐν τοῖς τέσσαρσι καιροῖς

τοῦ χρόνου·> ἔαρ Ἀθερνύφ· <θέρος> Ἀηχμοῦν· <μετόπωρον> Ἀπο-

βριομούμ· χειμὼν Φουμαρὶδ ἢ Ἀπαριοῦμ.

<Περὶ τῶν ὀνομάτων τῆς Σελήνης τῶν δʹ καιρῶν· ἔαρ>

Ληβανουθάν· <θέρος> Δηνφύβ· <μετόπωρον> Αἰδέχ· <χειμὼν>

Σαρνὰχ ἢ Σαρνάρ.

<Τὰ ὀνόματα τῶν τεσσάρων καιρῶν τοῦ χρόνου· ἔαρ> Σαχ-

σαούρ· <θέρος> Ἀμκούρφ· <μετόπωρον> Μαφθάατελ· <χειμὼν> Νιαχηι-

νιάμ.

<Τὰ ὀνόματα τῆς γῆς τῶν δʹ καιρῶν τοῦ χρόνου· ἔαρ> Μασιχα-

βήλ· <θέρος> Μαδερβιλισταηθέν· <μετόπωρον> Ναινένθε· <χειμὼν> Χεμρα.

<Τὰ ὀνόματα τοῦ ἀνέμου τῆς ἀνατολῆς τῶν δʹ καιρῶν· ἔαρ>

Ἀχλιαρή· <θέρος> Αὐτερά· <μετόπωρον> Ἀαρίθ· <χειμὼν> Βελτατουθήλ.

<Τὰ ὀνόματα τοῦ βορρᾶ τοῦ ἀνέμου τῶν δʹ καιρῶν· ἔαρ>

Ἀμνύ· <θέρος> Ἀχριχι· <μετόπωρον> Βαγλάγ· <χειμὼν> Συχνσούρ.

<Τὰ ὀνόματα τῶν δʹ ὀνομάτων τῆς ἄρκτου: ἔαρ> Μὲν παμύρ·

<θέρος> Σαπποῦρ· <μετόπωρον> Ἀνζηρίν· <χειμὼν> Δαρβοῦν.

<Περὶ τῶν δʹ ὀνομάτων τοῦ νότου· ἔαρ> Μαχδάμ· <θέρος>

Κεσωδούρ· <μετόπωρον> Μαθηλιάλ· <χειμὼν> Βεμιχῶ.

181

<Περὶ τῶν δʹ ὀνομάτων τοῦ δυτικοῦ ἀνέμου· ἔαρ> Μαλχβίμ·

<θέρος> Σαπποῦρ· <μετόπωρον> Ἀριχά· <χειμὼν> Δαρπούλ.

<Οἱ ἄγγελοι οἱ ἐπικρατοῦντες τὴν θάλασσαν· ἔαρ> Κλείμ·

<θέρος> Βαχριμή· <μετόπωρον> Μανδρομίλ· <χειμὼν> Σχινδάτπερ.

<Οἱ δουλεύοντες τὸν Δευχαὴλ τὸν πρῶτον·> Ἀγριππόνερ,

Ῥωμαήλ, Καθαρβιάλ, Ἰσβαήλ, Ἀρχηχνήλ, Χαλδήλ, Χαραυτουνε,

Βερμαριήβ, Ἀνηθάχ, Ἀτερουήλ, Ὀρνιαήλ, Ἀρμουτάρ, Ἀθρητούμη,

Ἀχναήλ, Ἀλπαρῆ, Χαρινδήλ, Ἀμμοῦρ, Ἠδρουθέ, Ῥεραδὴχ καὶ ὁ ἄρχων

τῶν ὀρέων, Ἀβρασάξ.

{ΑΠΟΛΛΩΝΙΟΥΤΟΥ ΤΥΑΝΕΩΣ ΕΠΙΣΤΟΛΑΙ.} αʹ. Εὐφράτῃ. Ἐμοὶ πρὸς φιλοσόφους ἐστὶφιλία, πρὸς μέντοι σοφιστὰς ἢ γραμματιστὰς ἤ τιτοιοῦτο γένος ἕτερον ἀνθρώπων κακοδαιμόνων οὔτενῦν ἐστι φιλία, μήτε ὕστερόν ποτε γένοιτο. τάδεμὲν οὖν οὐ πρὸς σέ, πλὴν εἰ μὴ καὶ σὺ τούτων εἷς,ἐκεῖνα δὲ καὶ πάνυ πρὸς σέ· θεράπευέ σου τὰ πάθη