De morbis i-iii
Author namesHippocrate · Hippocrates · Ιπποκρατης
- Scientific editors
- Émile Littré
- Edition reference
- Oeuvres complètes d'Hippocrate · Paris · Baillière · 1849-1851
- CTS identifier
urn:cts:greekLit:tlg0627.tlg023.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Book 1
ΠΕΡΙ ΝΟΥΣΩΝ. ΤΟ ΠΡΩΤΟΝ.
1. Ὃς ἂν περὶ ἰήσιος ἐθέλῃ ἐρωτᾷν τε ὀρθῶς, καὶ ἐρωτῶντι ἀποκρίνεσθαι, καὶ ἀντιλέγειν ὀρθῶς, ἐνθυμέεσθαι χρὴ τάδε· πρῶτον μὲν, ἀφ’ ὧν αἱ νοῦσοι γίνονται πᾶσαι τοῖσιν ἀνθρώποισιν· ἔπειτα δὲ, ὁκόσα ἀνάγκας ἔχει τῶν νοσημάτων, ὥστε, ὅταν γένηται, εἶναι ἢ μακρὰ, ἢ βραχέα, ἢ θανάσιμα, ἢ μὴ θανάσιμα, ἢ ἔμπηρόν τι τοῦ σώματος γενέσθαι, ἢ μὴ ἔμπηρον· καὶ ὁκόσα, ἐπὴν γένηται, ἐνδοιαστὰ, εἰ κακὰ ἀπ’ αὐτέων ἀποβαίνει, ἢ ἀγαθά· καὶ ἀφ’ ὁκοίων νουσημάτων ἐς ὁκοῖα μεταπίπτει· καὶ ὁκόσα ἐπιτυχίῃ ποιέουσιν οἱ ἰητροὶ θεραπεύοντες τοὺς ἀσθενέοντας· καὶ ὁκόσα ἀγαθὰ ἢ κακὰ οἱ νοσέοντες ἐν τῇσι νούσοισι πάσχουσιν· καὶ ὁκόσα εἰκασίῃ ἢ λέγεται ἢ ποιέεται ὑπὸ τοῦ ἰητροῦ πρὸς τὸν νοσέοντα, ἢ ὑπὸ τοῦ νοσέοντος πρὸς τὸν ἰητρόν· καὶ ὁκόσα ἀκριβῶς ποιέεται ἐν τῇ τέχνῃ καὶ λέγεται, καὶ ἅ τε ὀρθὰ ἐν αὐτῇ, καὶ ἃ μὴ ὀρθά· καὶ ὅ τι αὐτῆς ἀρχὴ, ἢ τελευτὴ, ἢ μέσον, ἢ ἄλλο τι τῶν τοιούτων, ὅ τι καὶ ὀρθῶς ἀποδεδειγμένον ἐστὶν ἐν αὐτῇ εἶναι, ἢ μὴ εἶναι· καὶ τὰ σμικρὰ καὶ τὰ μεγάλα, καὶ τὰ πουλλὰ καὶ τὰ ὀλίγα· καὶ ὅτι ἅπαν ἐστὶν ἐν αὐτῇ ἓν, καὶ ὅτι ἓν πάντα· καὶ τὰ ἀνυστὰ νοῆσαί τε καὶ εἰπεῖν, καὶ, εἰ δέοι, καὶ ποιῆσαι, καὶ τὰ μὴ ἀνυστὰ μήτε νοῆσαι, μήτε εἰπεῖν, μήτε ποιῆσαι· καὶ ὅ τι εὐχειρίη ἐν αὐτῇ, καὶ ὅ τι ἀχειρίη· καὶ ὅ τι καιρὸς, καὶ ὅ τι ἀκαιρίη· καὶ τῶν τεχνέων τῶν ἄλλων ᾗσί τε ἔοικε, καὶ ᾗσιν οὐδὲν ἔοικε· καὶ τοῦ σώματος ὅ τι θερμὸν ἢ ψυχρὸν, ἢ ξηρὸν ἢ ὑγρὸν, καὶ ὅ τι ἰσχυρὸν ἢ ἀσθενὲς, ἢ πυκνὸν, ἢ ἀραιόν· καὶ ὁκόσα τῶν πολλῶν ὀλίγα γίνεται, ἢ ἐπὶ τὸ κάκιον, ἢ ἐπὶ τὸ ἄμεινον· καὶ ὅ τι καλῶς ἢ αἰσχρῶς, ἢ βραδέως ἢ ταχέως, ἢ ὀρθῶς ἢ μὴ ὀρθῶς· καὶ ὅ τι κακὸν ἐπὶ κακῷ γενόμενον ἀγαθὸν ποιέει· καὶ ὅ τι κακὸν ἐπὶ κακῷ ἀνάγκη γενέσθαι. Ταῦτα ἐνθυμηθέντα διαφυλάσσειν δεῖ ἐν τοῖσι λόγοισιν· ὅ τι ἂν δέ τις τούτων ἁμαρτάνῃ ἢ λέγων, ἢ ἐρωτῶν, ἢ ἀποκρινόμενος, καὶ ἢν πουλλὰ ἐόντα ὀλίγα φῇ εἶναι, ἢ μεγάλα ἐόντα σμικρὰ, καὶ ἢν ἀδύνατα ἐόντα δυνατὰ φῇ εἶναι, ἢ ὅ τι ἂν ἄλλο ἁμαρτάνῃ λέγων, ταύτῃ φυλάσσοντα χρὴ ἐπιτίθεσθαι ἐν τῇ ἀντιλογίῃ.
Chapter 2
2. Αἱ μὲν οὖν νοῦσοι γίνονται ἅπασαι, τῶν μὲν ἐν τῷ σώματι ἐνεόντων, ἀπό τε χολῆς καὶ φλέγματος, τῶν δὲ ἔξωθεν, ἀπὸ πόνων καὶ τρωμάτων, καὶ ὑπὸ τοῦ θερμοῦ ὑπερθερμαίνοντος, καὶ τοῦ ψυχροῦ ὑπερψύχοντος, καὶ τοῦ ξηροῦ ὑπερξηραίνοντος, καὶ τοῦ ὑγροῦ ὑπερυγραίνοντος. Καὶ ἡ μὲν χολὴ καὶ τὸ φλέγμα γινομένοισί τε συγγίνεται, καὶ ἔνι αἰεὶ ἐν τῷ σώματι ἢ πλέον ἢ ἔλασσον· τὰς δὲ νούσους παρέχει, τὰς μὲν ἀπὸ σιτίων καὶ ποτῶν, τὰς δὲ ἀπὸ τοῦ θερμοῦ ὑπερθερμαίνοντος καὶ ἀπὸ τοῦ ψυχροῦ ὑπερψύχοντος.
Chapter 3
3. Ἀνάγκη δὲ τὰ τοιάδε ἔχει ὥστε γίνεσθαι, ὁκόταν γίνηται· ἐν μὲν τοῖσι τρώμασι νεῦρα τὰ παχέα τιτρωσκομένους χωλοῦσθαι καὶ τῶν μυῶν τὰς κεφαλὰς, μάλιστα τῶν ἐν τοῖσι μηροῖσιν· ἀποθνήσκειν θνήσκειν δὲ, ἤν τις ἐγκέφαλον τρωθῇ, ἢ ῥαχίτην μυελὸν, ἢ ἧπαρ, ἢ φρένας, ἢ κύστιν, ἢ φλέβα αἱμόῤῥοον, ἢ καρδίην· μὴ ἀποθνήσκειν δὲ τιτρωσκόμενον ἐν οἷσι ταῦτα τῶν μελέων μὴ ἐνείη, ἀλλὰ τουτέων προσωτάτω ἐστίν. Τῶν δὲ νουσημάτων τὰ τοιάδε ἔχει ἀνάγκας ὥστε ὑπ’ αὐτῶν ἀπόλλυσθαι, ὅταν γένωνται· φθίσις, ὕδρωψ ὑποσαρκίδιος, καὶ γυναῖκα ὁκόταν ἔμβρυον ἔχουσαν περιπλευμονίη ἢ καῦσος λάβῃ, ἢ πλευρῖτις, ἢ φρενῖτις, ἢ ἐρυσίπελας ἐν τῇσιν ὑστέρῃσι γένηται. Ἐνδοιαστὰ δὲ τὰ τοιάδε ἀπολλύναι τε καὶ μή· περιπλευμονίη, καῦσος, φρενῖτις, πλευρῖτις, κυνάγχη, σταφυλὴ, ἡπατῖτις, σπληνῖτις, νεφρῖτις, δυσεντερίη, γυναικὶ ῥόος αἱματώδης. Τὰ δὲ τοιάδε οὐ θανάσιμα, ἢν μή τι αὐτοῖσι προσγένηται· κέδματα, μελαγχολίη, ποδάγρη, ἰσχιὰς, τεινεσμὸς, τεταρταῖος, τριταῖος, στραγγουρίη, ὀφθαλμίη, λέπρη, λειχὴν, ἀρθρῖτις· ἔμπηροι δὲ πολλάκις ἀπὸ τῶνδε γίνονται πουλλοὶ, ἀπόπληκτοι μὲν χεῖρας καὶ πόδας, καὶ φωνῆς ἀκρατέες, καὶ παραπλῆγες ὑπὸ μελαίνης χολῆς, χωλοὶ δὲ ὑπὸ ἰσχιάδων, ὄμματα δὲ πηροῦνται καὶ ἀκοὴν ὑπὸ φλέγματος καταστηρίξαντος. Μακρὰ δὲ τάδε ἀνάγκη εἶναι, φθίσιν, δυσεντερίην, ποδάγρην, κέδματα, φλέγμα λευκὸν, ἰσχιάδα, στραγγουρίην, γεραιτέροισι δὲ νεφρῖτιν, γυναιξὶ δὲ ῥόον αἱματώδη, αἱμοῤῥοΐδας, σύριγγας. Καῦσος δὲ, φρενῖτις, περιπλευμονίη, κυνάγχη, σταφυλὴ, πλευρῖτις, ταχέως κρίνει. Μεταπίπτει δὲ τάδε· ἐκ πλευρίτιδος· ἐς καῦσον, καὶ ἐκ φρενίτιδος ἐς περιπλευμονίην· ἐκ δὲ περιπλευμονίης καῦσος οὐκ ἂν γένοιτο· ἐς δυσεντερίην τεινεσμός· ἀπὸ δὲ δυσεντερίης λειεντερίη· ἐκ δὲ λειεντερίης ἐς ὕδρωπα· καὶ ἐκ λευκοῦ φλέγματος ἐς ὕδρωπα, καὶ ἐκ περιπλευμονίης καὶ πλευρίτιδος ἐς ἔμπυον.
Chapter 4
4. Τὰ δὲ ἐπὶ κακοῖσιν ἀνάγκη κακὰ γίνεσθαι· ῥῖγος ἢν λάβῃ, πῦρ ἐπιλαβεῖν· καὶ νεῦρον ἢν διακοπῇ, σπασμόν· καὶ μήτε ξυμφῦναι διακοπὲν ἐπιφλεγμῆναί τε ἰσχυρῶς· καὶ ἢν ὁ ἐγκέφαλος σεισθῇ τε καὶ πονέσῃ, πληγέντος, ἄφωνον παραχρῆμα γενέσθαι ἀνάγκη, καὶ μήτε ὁρῇν, μήτε ἀκούειν· ἢν δὲ τρωθῇ, πυρετόν τε ἐπιγενέσθαι καὶ χολῆς ἔμετον, καὶ ἀπόπληκτόν τι τοῦ σώματος γενέσθαι, καὶ ἀπολέσθαι· ἐπίπλοον δὲ ἢν ἐκπέσῃ, ἀνάγκη τοῦτο ἀποσαπῆναι· καὶ ἢν αἷμα ἐκ τρώματος ἢ φλεβὸς ῥυῇ ἐς τὴν ἄνω κοιλίην, ἀνάγκη τοῦτο πῦος γενέσθαι.
Chapter 5
5. Καιροὶ δὲ, τὸ μὲν καθάπαξ εἰπεῖν, πολλοί τέ εἰσιν ἐν τῇ τέχνῃ καὶ παντοῖοι, ὥσπερ καὶ τὰ νουσήματα καὶ τὰ παθήματα καὶ τουτέων αἱ θεραπεῖαι. Εἰσὶ δὲ ὀξύτατοι μὲν, ὅσοισιν ἢ ἐκψύχουσι δεῖ τι ὠφελῆσαι, ἢ οὐρῆσαι ἢ ἀποπατῆσαι μὴ δυναμένοισιν, ἢ πνιγομένοισιν, ἢ γυναῖκα τίκτουσαν ἢ τιτρωσκομένην ἀπαλλάξαι; ἢ ὅσα τοιαῦτά ἐστιν. Καὶ οὗτοι μὲν οἱ καιροὶ ὀξέες, καὶ οὐκ ἀρκέει ὀλίγῳ ὕστερον· ἀπόλλυνται γὰρ οἱ πουλλοὶ ὀλίγῳ ὕστερον. Ὁ μέντοι καιρός ἐστιν, ἐπὴν πάθῃ τι τούτων ὥνθρωπος· ὅ τι ἄν τις πρὸ τοῦ τὴν ψυχὴν μεθεῖναι ὠφελήσῃ, τοῦθ’ ἅπαν ἐν καιρῷ ὠφέλησεν. Ἔστι μὲν οὖν σχεδόν τι οὗτος ὁ καιρὸς καὶ ἐν τοῖσιν ἄλλοισι νουσήμασιν· αἰεὶ γὰρ, ἐν ᾧ ἄν τις ὠφελήσῃ, ἐν καιρῷ ὠφέλησεν. Ὁκόσα δὲ τῶν νουσημάτων ἢ τρωμάτων μὴ ἐς θάνατον φέρει, ἀλλὰ καίριά ἐστιν, ὀδύναι τε γίνονται ἐν αὐτέοισι, καὶ οἷά τέ ἐστιν, ἤν τις ὀρθῶς θεραπεύσῃ, παύσασθαι, τούτοισι δὲ ἀρκέουσι γινόμεναι αἱ ὠφέλειαι ἀπὸ τοῦ ἰητροῦ ὅταν γίνωνται· καὶ γὰρ μὴ παρεόντος τοῦ ἰητροῦ, ἐπαύσαντο ἄν. Ἕτερα δὲ νουσήματά ἐστιν, οἷσι καιρός ἐστι θεραπεύεσθαι τὸ πρωῒ τῆς ἡμέρης, διαφέρει δὲ οὐδὲν ἢ πάνυ πρωῒ, ἢ ὀλίγῳ ὕστερον· ἕτερα δὲ νουσήματά ἐστιν, οἷσι καιρὸς θεραπευθῆναι ἅπαξ τῆς ἡμέρης, καὶ ὁπηνίκα γε οὐδὲν διαφέρει· ἕτερα δὲ, διὰ τρίτης ἢ τετάρτης ἡμέρης· καὶ ἕτερα ἅπαξ τοῦ μηνός· καὶ ἕτερά γε διὰ τριῶν μηνῶν, καὶ τοῦ τρίτου ἱσταμένου ἢ φθίνοντος, οὐδὲν διαφέρει· τοιοῦτοι οἱ καιροί εἰσιν ἐνίοισι, καὶ ἀκριβείην οὐκ ἔχουσιν ἄλλην, ἢ ταύτην. Ἀκαιρίη δέ ἐστι τὰ τοιάδε· ὅσα μὲν πρωῒ δεῖ θεραπεύεσθαι, ἢν μεσημβρίῃ θεραπεύηται, ἀκαίρως θεραπεύεται· ἀκαίρως δὲ ταύτῃ, ἐπεὶ ὅσα τάχα ῥοπὴν ἴσχει ἐς τὸ κάκιον διὰ τὴν μὴ ἐν καιρῷ θεραπείην, ἤν τε μεσημβρίης, ἤν τε ὀψὲ, ἤν τε τῆς νυκτὸς θεραπεύηται, ἀκαίρως θεραπεύεται· καὶ ἢν τοῦ ἦρος δέῃ θεραπευθῆναι, θεραπεύηται δὲ χειμῶνος, ἢ τοῦ μὲν χειμῶνος δέῃ, τοῦ θέρεος δὲ θεραπεύηται· ἢ ὅ τι ἤδη δεῖ θεραπεύεσθαι, τοῦτο ἀναβάλληται ἢ ὅ τι ἀναβάλλεσθαι δεῖ, τοῦτ’ ἤδη θεραπεύηται· τὰ τοιαῦτα ἀκαίρως θεραπεύεται.
Chapter 6
6. Ὀρθῶς δὲ ἐν αὐτῇ καὶ οὐκ ὀρθῶς τὰ τοιάδε· οὐκ ὀρθῶς μὲν, τήν τε νοῦσον ἑτέρην ἐοῦσαν ἑτέρην φάναι εἶναι, καὶ μεγάλην ἐοῦσαν σμικρὴν φάναι εἶναι, καὶ σμικρὴν ἐοῦσαν, μεγάλην, καὶ περιεσομένον μὴ φάναι περιέσεσθαι, καὶ μέλλοντα ἀπολεῖσθαι μὴ φάναι ἀπολεῖσθαι, καὶ ἔμπυον ἐόντα μὴ γινώσκειν, μηδὲ, νούσου μεγάλης τρεφομένης ἐν τῷ σώματι, γινώσκειν, καὶ φαρμάκου δεόμενον ὁκοιουοῦν δὴ μὴ γινώσκειν· καὶ τὰ δυνατὰ μὴ ἐξιῆσθαι, καὶ τὰ ἀδύνατα φάναι ἐξιήσεσθαι. Ταῦτα μὲν οὖν ἐστι κατὰ γνώμην οὐκ ὀρθῶς· κατὰ δὲ χειρουργίην τάδε· πῦον ἐν ἕλκει ἐνεὸν ἢ ἐν φύματι μὴ γινώσκειν, καὶ τὰ κατήγματα καὶ τὰ ἐκπτώματα μὴ γινώσκειν, καὶ μηλῶντα κατὰ κεφαλὴν μὴ γινώσκειν εἰ τὸ ὀστέον κατέηγε, μηδ’ ἐς κύστιν αὐλίσκον καθιέντα δύνασθαι καθιέναι, μηδὲ λίθου ἐν κύστει ἐνεόντος γινώσκειν, μηδ’ ἔμπυον ἐόντα διασείοντα γινώσκειν, καὶ τάμνοντα ἢ καίοντα ἐλλείπειν ἢ τοῦ βάθεος ἢ τοῦ μήκεος· ἢ καίειν τε καὶ τάμνειν ἃ οὐ χρή. Καὶ ταῦτα μὲν οὐκ ὀρθῶς· ὀρθῶς δὲ, τά τε νουσήματα γινώσκειν ἅ τέ ἐστι καὶ ἀφ’ ὅτων, καὶ τὰ μακρὰ αὐτῶν καὶ τὰ βραχέα, καὶ τὰ θανάσιμα, καὶ τὰ μὴ θανάσιμα, καὶ τὰ μεταπίπτοντα καὶ τὰ αὐξανόμενα καὶ τὰ μαραινόμενα, καὶ τὰ μεγάλα καὶ τὰ σμικρὰ, καὶ θεραπεύοντα τὰ μὲν ἀνυστὰ ἐκθεραπεύειν, τὰ δὲ μὴ ἀνυστὰ εἰδέναι, διότι οὐκ ἀνυστὰ, καὶ θεραπεύοντα τοὺς τὰ τοιαῦτα ἔχοντας ὠφελέειν ἀπὸ τῆς θεραπείης ἐς τὸ ἀνυστόν. Τὰ δὲ προσφερόμενα τοῖσι νοσέουσιν ὧδε χρὴ φυλάσσειν τά τε ὀρθῶς καὶ τὰ μὴ ὀρθῶς· ἤν τις ἃ δεῖ ξηραίνειν, ὑγραίνῃ, ἢ ἃ δεῖ ὑγραίνειν, ξηραίνῃ, ἢ ἃ παχύνειν δέοι, μὴ προσφέρῃ ἀφ’ ὧν δεῖ παχύνειν, ἢ ἃ δεῖ λεπτύνειν, μὴ λεπτύνῃ, ἢ ψύχειν, μὴ ψύχῃ, ἢ θερμαίνειν, μὴ θερμαίνῃ, ἢ σήπειν, μὴ σήπῃ, καὶ τὰ λοιπὰ κατὰ τὸν αὐτὸν λόγον τούτοισιν.
Chapter 7
7. Τὰ δὲ τοιάδε ἀνθρώποισιν ἀπὸ ταυτομάτου ἐν τῇσι νούσοισι γίνεται καὶ ἀγαθὰ καὶ κακά· πυρέσσοντι μὲν καὶ χολῶντι ἐν καιρῷ σκεδασθεῖσα ἔξω ἡ χολὴ, ἀγαθὸν, ὑπὸ τὸ δέρμα κεχυμένη καὶ ἐσκεδασμένη καὶ εὐπετεστέρη ἔχειν τε τῷ ἔχοντι, καὶ τῷ ἰωμένῳ ἰῆσθαι· κεχυμένη δὲ καὶ ἐσκεδασμένη, πρὸς ἕν τι τοῦ σώματος προσπεσοῦσα, κακόν. Κοιλίη ταραχθεῖσα ὑπὸ πλευρίτιδος ἐχομένῳ ἢ περιπλευμονίης, ἢ ἐμπύῳ ἐόντι, κακόν· πυρέσσοντι δὲ ἢ τρῶμα τετρωμένῳ κοιλίη ἀποξηρανθεῖσα, κακόν· ὑφύδρῳ καὶ σπληνώδεϊ καὶ ὑπὸ λευκοῦ φλέγματος ἐχομένῳ ταραχθεῖσα ἡ κοιλίη ἰσχυρῶς, ἀγαθόν. Ἐρυσίπελας ἢν ἔξω κατακεχυμένον ἔσω τράπηται, κακόν· ἢν δ’ ἔσω κατακεχυμένον ἔξω τράπηται, ἀγαθόν. Διαῤῥοίῃ δὲ ἐχομένῳ ἰσχυρῇ ὁ ἔμετος γενόμενος, ἀγαθόν. Γυναικὶ αἷμα ἐμεούσῃ τὰ καταμήνια ῥαγῆναι, ἀγαθόν· ὑπὸ ῥόου δὲ πιεζομένῃ, ἐς τὰς ῥῖνας ἢ ἐς τὸ στόμα μεταπεσεῖν τὸν ῥόον, ἀγαθόν. Γυναικὶ ὑπὸ σπασμοῦ ἐχομένῃ ἐκ τόκου πυρετὸν ἐπιγενέσθαι ἀγαθόν· καὶ τετάνου ἔχοντος καὶ σπασμοῦ, πῦρ ἐπιγενέσθαι. ἀγαθόν. Τὰ γὰρ τοιαῦτα δι’ οὐδεμίην οὔτε ἀμαθίην οὔτε σοφίην ἰητρῶν γίνεταί τε καὶ οὐ γίνεται, ἀλλ’ ἀπὸ τοῦ αὐτομάτου καὶ ἐπιτυχίης, καὶ γενόμενά τε ὠφελέει ἢ βλάπτει, καὶ οὐ γενόμενα ὠφελέει ἢ βλάπτει κατὰ τὸν αὐτὸν λόγον.
Chapter 8
8. Ἐπιτυχίῃ δὲ τὰ τοιάδε οἱ ἰητροὶ ποιέουσιν ἐν τῇ θεραπείῃ ἀγαθά· ἄνω φάρμακον δόντες, καθαίρουσι καὶ ἄνω καὶ κάτω καλῶς· καὶ γυναικὶ φάρμακον δόντες κάτω χολῆς ἢ φλέγματος, ἐπιμήνια οὐ γίνομενα κατέῤῥηξαν· καὶ σπλῆνα ἔμπυον ἔχοντι κάτω φάρμακον δόντες ὥστε χολὴν καὶ φλέγμα καθῆραι, πῦος κάτω ἐκάθηραν ἐκ τοῦ σπληνὸς καὶ ἀπήλλαξαν τῆς νούσου· καὶ λιθιῶντι φάρμακον δόντες, τὸν λίθον ἐς τὸν οὐρητῆρα προσέωσαν ὑπὸ βίης τοῦ φαρμάκου, ὥστε ἐξουρηθῆναι· καὶ πῦον ἔχοντι ἐν τῇ ἄνω κοιλίῃ ἐν φύματι, οὐκ εἰδότες ὅ τι ἔχει, δόντες ἄνω φάρμακον ὅ τι φλέγμα καθαίρει, ἤμεσε τὸ πῦον καὶ ἐγένετο ὑγιής· καὶ ἐκ φαρμάκου ὑπερκαθαιρόμενον ἄνω θεραπεύοντες, καταῤῥαγείσης τῆς κοιλίης ἀπὸ ταυτομάτου, ὑγιέα ἐποίησαν τοῦ ἐμέτου. Κακὰ δὲ τάδε ἀπεργάζονται ἀπὸ ἀτυχίης· φάρμακον δόντες ἄνω χολῆς ἢ φλέγματος, φλέβα ἐν τοῖσι στήθεσιν ἔῤῥηξαν ὑπὸ τοῦ ἐμέτου, οὐδὲν ἔχοντος πρόσθεν ἄλγημα ἐν τῷ στήθει φανερὸν, καὶ ἐγένετο νοῦσος· καὶ γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἄνω φάρμακον δόντες, κάτω ῥαγεῖσα ἡ κοιλίη ἐξέτρωσε τὸ ἔμβρυον· καὶ ἔμπυον θεραπεύοντι ἡ κοιλίη ῥυεῖσα διαφθείρει· καὶ ὀφθαλμοὺς θεραπεύοντι καὶ ὑπαλείψαντι ὀδύναι ἐνέπεσον ὀξύτεραι, κἢν οὕτω τύχῃ, ῥήγνυνται οἱ ὀφθαλμοὶ, καὶ ἀμαυροῦνται, καὶ αἰτιῶνται τὸν ἰητρὸν, ὅτι ὑπήλειψε· καὶ λεχοῖ ἐπὶ γαστρὸς ὀδύνῃ, ἢν δῷ τι ὁ ἰητρὸς, καὶ κακῶς σχῇ, ἢ καὶ ἀπόληται, ὁ ἰητρὸς αἴτιος. Σχεδὸν δὲ ὅσα ἀνάγκας ἔχει ὥστε γίνεσθαι ἐν τοῖσι νουσήμασι καὶ τρώμασι κακὰ ἐπὶ κακοῖσι, τὸν ἰητρὸν αἰτιῶνται τούτων γινομένων, καὶ τὴν ἀνάγκην τὴν τὰ τοιαῦτα ἀναγκάζουσαν γίνεσθαι οὐ γινώσκουσιν. Καὶ ἢν ἐπὶ πυρέσσοντι ἢ τρῶμα ἔχοντι, ἐσελθὼν καὶ προσενέγκας, τὸ πρῶτον μὴ ὠφελήσῃ, ἀλλὰ τῇ ὑστεραίῃ κάκιον ἔχῃ, τὸν ἰητρὸν αἰτιῶνται· ἢν δὲ ὠφελήσῃ, τοῦτο δὲ οὐχ ὁμαλῶς ἐπαινέουσι· χρεὼν γὰρ πεπονθέναι αὐτὸν δοκέουσι· τὰ δὲ ἕλκεα φλεγμαίνειν, καὶ ἐν τῇσι νούσοισιν ἔστιν ᾗσιν ὀδύνας γίνεσθαι, ταῦτα δὲ οὐ δοκέουσι χρεὼν εἶναι γίνεσθαι αὐτοῖσιν, οὐδὲ τὰ τοιάδε ὥστε γίνεσθαι· νεῦρον διακοπὲν μὴ ξυμφῦναι, μηδὲ κύστιν, μηδὲ ἔντερον, ἢν ᾖ τῶν λεπτῶν, μηδὲ φλέβα αἱμόῤῥοον, μηδὲ γνάθου τὸ λεπτὸν, μηδὲ τὸ ἐπὶ τοῦ αἰδοίου δέρμα.
Chapter 9
9. Ἀρχὴ δὲ ἰήσιος ἀποδεδειγμένη μὲν οὐκ ἔστιν, ἥτις ὀρθῶς ἀρχή ἐστι πάσης τῆς τέχνης, οὐδὲ δεύτερον οὐδὲν, οὐδὲ μέσον, οὐδὲ τελευτή· ἀλλὰ ἀρχόμεθά τε αὐτῆς, ἄλλοτε λέγοντες, ἄλλοτε ἐργαζόμενοι, καὶ τελευτῶμεν ὡσαύτως· καὶ οὔτε λέγοντες ἀρχόμεθα ἐκ τῶν αὐτῶν λόγων, οὐδ’ ἢν περὶ τῶν αὐτῶν λέγωμεν, οὐδὲ ἐς τοὺς αὐτοὺς τελευτῶμεν· καὶ ἐργαζόμενοι, κατὰ τὸν αὐτὸν λόγον οὔτε ἀρχόμεθα ἐκ τῶν αὐτῶν ἔργων, οὔτε τελευτῶμεν ἐς τὰ αὐτὰ.
Chapter 10
10. Εὐχειρίη δέ ἐστι τὰ τοιάδε· ὅταν τις τάμνῃ ἢ καίῃ, μήτε νεῦρον τάμνειν ἢ καίειν, μήτε φλέβα· καὶ ἢν ἔμπυον καίῃ, ἐπιτυγχάνειν τοῦ πύου, καὶ τάμνοντα δὲ κατὰ τὸν αὐτὸν λόγον· καὶ τὰ κατήγματα συντιθέναι ὀρθῶς· καὶ ὅ τι ἂν τοῦ σώματος ἐκπέσῃ ἐκ τῆς φύσιος, ὀρθῶς ἐς τὴν φύσιν τοῦτο ἀπῶσαι’ λαβεῖν τε ἃ δεῖ ἰσχυρῶς, καὶ λαβόντα πιέζειν, καὶ ὅσα ἀτρέμα λαβεῖν, καὶ λαβόντα μὴ πιέζειν· καὶ ἐπιδέοντα στρεβλὰ μὴ ποιέειν ἐξ εὐθέων, μηδὲ πιέζειν ἃ μὴ δεῖ· καὶ ψαύοντα ὅκου ἂν ψαύῃ, μὴ ὀδύνην παρέχειν ἐκ περισσοῦ. Ταῦτα μὲν οὖν ἐστιν εὐχειρίη· τὸ δὲ τοῖσι δακτύλοισιν εὐσχημόνως λαμβάνειν, ἢ καλῶς ἢ μὴ καλῶς, ἢ μακροῖσιν ἢ βραχέσιν, ἢ καλῶς ἐπιδεῖν, καὶ ἐπιδέσιας παντοίας, οὐ πρὸς τῇ τέχνῃ κρίνεται εὐχειρίης πέρι, ἀλλὰ χωρίς.
Chapter 11
11. Ὁκόσοι ἔμπυοι γίνονται τὸν πλεύμονα, ἢ τὴν ἄνω ἢ τὴν κάτω κοιλίην, ἢ φύματα ἴσχουσιν εἴτε ἐν τῇ ἄνω κοιλίῃ εἴτε ἐν τῇ κάτω, ἢ ἐν τῷ πλεύμονι, ἢ ἕλκεα ἔνδοθεν, ἢ αἷμα ἐμέουσιν ἢ πτύουσιν, ἢ ἄλγημά τι ἔχουσιν ἢ ἐν τοῖσι στήθεσιν ἢ ἐν τοῖσιν ὄπισθεν ἐν τῷ νώτῳ, ταῦτα πάντα ἴσχουσι, τῶν μὲν ἐν τῷ σώματι ἐνεόντων, ἀπὸ χολῆς καὶ φλέγματος, τῶν δὲ ἔξωθεν, ἀπὸ τοῦ ἠέρος ἐπιμιγνυμένου τῷ συμφύτῳ θερμῷ, ἀτὰρ καὶ ἀπὸ πόνων καὶ τρωμάτων.
Chapter 12
12. Καὶ ὁκόσοι μὲν τὸν πλεύμονα ἔμπυοι γίνονται, ἀπὸ τῶνδε γίνονται· ἢν περιπλευμονίῃ ληφθεὶς μὴ καθαρθῇ ἐν τῇσι κυρίῃσιν ἡμέρῃσιν, ἀλλ’ ὑπολειφθῇ ἒν τῷ πλεύμονι πτύαλόν τε καὶ φλέγμα, ἔμπυος γίνεται· καὶ ἢν μὲν αὐτίκα θεραπευθῇ, διαφεύγει ὡς τὰ πουλλά· ἢν δὲ ἀμεληθῇ, διαφθείρεται, διαφθείρεται δὲ ὧδε· τοῦ φλέγματος ἐν τῷ πλεύμονι ἐνισταμένου τε καὶ σηπομένου, ἑλκοῦταί τε ὁ πλεύμων καὶ διάπυος γίνεται, καὶ οὔτε ἔτι ἔσω ἕλκει ἐς ἑωυτὸν ὅ τι καὶ ἄξιον λόγου τῆς τροφῆς, οὔτ’ ἔτι ἀποκαθαίρεται ἀπ’ αὐτοῦ ἄνω οὐδὲν, ἀλλὰ πνίγεταί τε καὶ δυσπνοεῖ ἀεὶ ἐπὶ μᾶλλον, καὶ ῥέγχει ἀναπνέων, καὶ ἀναπνέει αὐτόθεν ἄνωθεν ἐκ τῶν στηθέων, τέλος δὲ ἀποφράσσεται ὑπὸ τοῦ πτύσματος, καὶ ἀποθνήσκει.
Chapter 13
13. Γίνεται δ’ ἔμπυος, καὶ ἢν ἐκ τῆς κεφαλῆς φλέγμα οἱ καταῤῥυῇ ἐς τὸν πλεύμονα· καὶ τὸ μὲν πρῶτον ὡς τὰ πολλὰ λανθάνει καταῤῥέον, καὶ βῆχά τε παρέχει λεπτὴν, καὶ τὸ σίελον πικρότερον ὀλίγῳ τοῦ ἐωθότος, καὶ ἄλλοτε θέρμη λεπτή· ὁκόταν δὲ ὁ χρόνος προΐῃ, τρηχύνεταί τε ὁ πλεύμων, καὶ ἑλκοῦται ἔνδοθεν ὑπὸ τοῦ φλέγματος ἐνισταμένου καὶ ἐνσηπομένου, καὶ βάρος τε παρέχει τοῖσι στήθεσι καὶ ὀδύνην ὀξέην πρόσω καὶ ὀπίσω, θέρμαι τε ὀξύτεραι ἐμπίπτουσιν ἐς τὸ σῶμα· καὶ ὁ πλεύμων ὑπὸ τῆς θερμασίης ἄγει ἐς ἑωυτὸν ἐκ τοῦ σώματος φλέγμα, καὶ μάλιστα ἐκ τῆς κεφαλῆς· ἡ δὲ κεφαλὴ θερμαινομένη, ἐκ τοῦ σώματος· καὶ τοῦτο σηπόμενον πτύει ὑπόπαχυ· ὅσῳ δ’ ἂν ὁ χρόνος προΐῃ, εἰλικρινὲς πτύει πῦος· καὶ οἱ πυρετοὶ ὀξύτεροι γίνονται, καὶ ἡ βὴξ πυκνὴ καὶ ἰσχυρὴ, καὶ ἡ ἀσιτίη διακναίει· καὶ τέλος ἡ κοιλίη ἡ κάτω ταράσσεται, ταράσσεται δὲ ὑπὸ τοῦ φλέγματος· τὸ δὲ φλέγμα ἀπὸ τῆς κεφαλῆς καταβαίνει· οὗτος, ὅταν ἐς τοῦτο ἀφίκηται, ἀπόλλυται, καθάπερ εἴρηται ἐν τοῖσιν ἔμπροσθεν, διαπύου τοῦ πλεύμονος καὶ σαπροῦ γενομένου, ἢ τῆς γαστρὸς ῥυείσης τῆς κάτω.
Chapter 14
14. Γίνεται δὲ καὶ ἀπὸ τῶνδε ἔμπυος ὁ πλεύμων· ὁκόταν τι τῶν ἐν αὐτῷ φλεβίων ῥαγῇ, ῥήγνυται δὲ ὑπὸ πόνων, καὶ ὅταν ῥαγῇ, αἱμοῤῥοεῖ τὸ φλέβιον· κἢν μὲν παχύτερον ἔῃ, μᾶλλον, ἢν δὲ λεπτότερον, ἧσσον· καὶ τὸ μὲν, παραυτίκα τοῦ αἵματος πτύει· τὸ δὲ, ἢν μὴ στεγνωθῇ ἡ φλὲψ, χεῖται ἐς τὸν πλεύμονα καὶ σήπεται ἐν αὐτῷ, καὶ, ὅταν σαπῇ, πῦον πτύει· προϊόντος δὲ τοῦ χρόνου, ἄλλοτε πῦον εἰλικρινὲς, ἄλλοτε πῦον ὕφαιμον, ἄλλοτε αἷμα· καὶ ἢν μᾶλλον πληρωθῇ τὸ φλέβιον, ἀπεμεῖ τὸ πλήρωμα ἀφ’ ἑωυτοῦ ἅλες τοῦ αἵματος, τό τε πῦον πτύεται παχὺ ὑπὸ τοῦ προσγινομένου καὶ ἐνσηπομένου φλέγματος. Οὗτος ἢν καταληφθῇ ἀρχομένου τοῦ νουσήματος πρὶν ἢ τὴν φλέβα αἱμοῤῥοεῖν ἢ χαλᾷν ἰσχυρῶς, πρίν τε λεπτυνθῆναι καὶ κλινοπετέα γενέσθαι, καὶ τὴν κεφαλὴν ἄρξασθαι φθίνειν, καὶ τὸ ἄλλο σῶμα τήκεσθαι, ἐξάντης τῆς τοιῆσδε νούσου γίνεται· ἢν δ’ ἀμεληθῇ καὶ ταῦτα καταλάβῃ, ὥστε παθέειν ἢ πάντα ἢ τὰ πλεῖστα, ἀπόλλυται· ἀπόλλυται δὲ οὗτος ἢ ὑπὸ τῶν αὐτῶν ἃ εἴρηκα ἔμπροσθεν, ἢ ὑπὸ ἐμέτου αἵματος πουλλοῦ καὶ πολλάκις ἐμευμένου. Ἢν δὲ τὸ φλέβιον παντάπασι μὲν μὴ διαῤῥαγῇ, σπάδων δ’ ἐν αὐτῷ ἐγγένηται, γίνεται δὲ μάλιστα οἷον κιρσός· ὃ καὶ παραυτίκα μὲν, ὅταν γένηται, ὀδύνην τινὰ παρέχει λεπτὴν καὶ βῆχα ξηρήν· ἢν δὲ χρονίσῃ τε καὶ ἀμεληθῇ, διαδιδοῖ αἷμα, τὸ μὲν πρῶτον ὀλίγον καὶ ὑπόμελαν, ἔπειτα δὲ ἐπὶ πλέον τε καὶ εἰλικρινέστερον, εἶτα πῦον, καὶ πάσχει ὅσα περ ἐν τοῖσιν ἔμπροσθεν εἴρηται· ξυμφέρει δὲ τοῖσι τοιούτοισιν, ἢν καταρχὰς λάβῃς ὥστε θεραπεύειν, φλέβες ἐξιέμεναι ἐκ τῶν χειρῶν, καὶ δίαιτα, ὑφ’ ἧς ἔσται ὡς ξηρότατός τε καὶ ἀναιμότατος. Τὸν αὐτὸν δὲ τρόπον τοῦτον καὶ τὰ ἐν τῷ πλευρῷ φλέβια πάσχει, ὅσα ἔσω ἀκρόπλοά ἐστιν· ὁκόταν οὖν πονέσῃ, κιρσοειδέα τε γίνεται καὶ μετέωρα ἔνδον· καὶ ἢν μὲν ἀμεληθῇ, τάδε πάσχει· ἐκρήγνυται, καὶ πτύουσί τε ἀπὸ σφέων αἷμα, καὶ ἐνίοτε καὶ ἐμέουσι, καὶ ἔμπυοι γίνονται, καὶ ὡς τὰ πουλλὰ διεφθάρησαν· ἢν δὲ θεραπευθῶσιν ἀρχομένου τοῦ νουσήματος, αὖθις κατὰ χώρην ἱζάνουσι πρὸς τὸ πλευρὸν τὰ φλέβια, καὶ γίνεται ταπεινά. Καὶ ὁ μὲν πλεύμων ἀπὸ τούτων ἔμπυος γίνεται, καὶ ἀπ’ αὐτοῦ πάσχουσί τε τὰ τοιαῦτα καὶ τελευτῶσιν οὕτως.
Chapter 15
15. Τὴν δὲ ἄνω κοιλίην ἔμπυοι γίνονται πολλαχῶς· καὶ γὰρ ὅταν φλέγμα ῥυῇ ἐκ τῆς κεφαλῆς ἅλες ἐς τὴν ἄνω κοιλίην, σήπεταί τε καὶ γίνεται πῦον· σήπεται δ’ ἐπὶ τῶν φρενῶν κεχυμένον· σήπεται δὲ ἐν ἡμέρῃσι μάλιστα δυοῖν καὶ εἴκοσι· τοῦτο οὖν διασείεται, καὶ ἐγκλυδάζεται τὸ πῦον πρὸς τὰ πλευρὰ προσπῖπτον· οὗτος ἢν καυθῇ ἢ τμηθῇ, πρὶν χρονίσαι τὸ πῦον, ὑγιὴς γίνεται ὡς τὰ πολλά. Γίνονται δὲ τὴν ἄνω κοιλίην ἔμπυοι καὶ ἐκ πλευρίτιδος, ὁκόταν ἰσχυρὴ γένηται, καὶ ἐν τῇσι κυρίῃσιν ἡμέρῃσι μήτε σαπῇ μήτε πτυσθῇ, ἀλλ’ ἑλκωθῇ τὸ πλευρὸν ὑπὸ τοῦ προσπεπτωκότος φλέγματός τε καὶ χολῆς· καὶ ὁκόταν ἕλκος γένηται, ἀναδιδοῖ ἀπὸ ἑωυτοῦ πῦος, καὶ ἐκ τῶν πλησίον χωρίων ὑπὸ θερμασίης ἄγει ἐφ’ ἑωυτὸ φλέγμα· καὶ τοῦτο ὁκόταν σαπῇ, πτύεται πῦος· ἐνίοτε δὲ καὶ ἐκ τῶν φλεβίων διαδιδοῖ ἐς τὸ ἕλκος αἷμα, καὶ γίνεται σηπόμενον πῦος· οὗτος ἢν μὲν παραχρῆμα ὑποληφθῇ, ὑγιὴς γίνεται ὡς τὰ πολλά· ἢν δὲ ἀμεληθῇ, διαφθείρεται. Γίνονται δὲ ἔμπυοι, καὶ ἢν φλέγμα ἐκ τῆς κεφαλῆς ῥυὲν πρὸς τὸ πλευρὸν προσπαγῇ καὶ σαπῇ· τότε γὰρ τὸ πλευρὸν ὡς τὰ πολλὰ καίεται, καὶ πάσχει ὅσα περ ἐκ πλευρίτιδος, ὅταν ἔμπυος γένηται. Γίνονται δὲ καὶ ὁκόταν ὑπὸ ταλαιπωρίης, ἢ ἐκ γυμνασίης, ἢ ἄλλως πως ῥαγῇ ἢ ἔμπροσθεν ἢ ὄπισθεν, ῥαγῇ δὲ ὥστε μὴ παραυτίκα πτύσαι αἷμα, ἀλλ’ ἐν τῇ σαρκὶ σπάδων γένηται, καὶ ἡ σὰρξ σπασθεῖσα εἰρύσῃ ἰκμάδα ὀλίγην, καὶ γένηται ὑποπέλιδνος, καὶ παραυτίκα μὲν μὴ αἰσθάνηται ὁ παθὼν ὑπὸ ῥώμης καὶ εὐεξίης, ἢν δὲ καὶ αἴσθηται, μηδὲν πρῆγμα ἡγήσηται· οὕτως ὅταν καταλάβῃ ὥστε αὐτὸν ὑπὸ πυρετῶν λεπτυνθῆναι ἢ ποσίων ἢ λαγνείης ἢ ἄλλου του, ἡ σὰρξ ἡ τετρωμένη ὑποξηραίνεταί τε καὶ ὑποθερμαίνεται, καὶ ἕλκει ἰκμάδα ἐς ἑωυτὴν ἀπὸ τῶν πλησίον καὶ φλεβῶν καὶ σαρκῶν· ὅταν δὲ εἰρύσῃ, οἰδίσκεταί τε καὶ φλεγμαίνει, καὶ ὀδύνην παρέχει λεπτὴν καὶ βῆχα ἀραιήν τε καὶ ξηρὴν τὸ πρῶτον, ἔπειτα ἐπὶ μᾶλλον ἕλκει τε ἐς ἑωυτὴν, καὶ ὀδύνην παρέχει ἰσχυροτέρην καὶ βῆχα πυκνοτέρην· καὶ πτύει τὸ μὲν πρῶτον ὑπόπυον, ἐνίοτε δὲ ὑποπέλιδνον καὶ ὕφαιμον· ὅσῳ δὲ ἂν ὁ χρόνος προΐῃ, ἕλκει τε μᾶλλον ἐς ἑωυτὴν καὶ σήπει· καὶ αὐτῆς τῆς σαρκὸς, ὅσον πελιδνὸν ἐγένετο τὴν ἀρχὴν, τοῦτο πᾶν ἕλκος γίνεται, καὶ ὀδύνην παρέχει ὀξείην καὶ πυρετὸν καὶ βῆχα πολλήν τε καὶ πυκνὴν, καὶ τὸ πτύσμα εἰλικρινὲς πτύει πῦος· ἢν δὲ χρονίσῃ τὸ πῦος ἐν τῇ κοιλίῃ, διαθερμαίνεται αὐτοῦ τὸ σῶμα πᾶν, μάλιστα δὲ τὰ ἐγγυτάτω, θερμαινομένου δὲ τοῦ σώματος, ἐκτήκεται τὸ ὑγρὸν, καὶ τὸ μὲν ἀπὸ τῶν ἄνω ἐς τὴν ἄνω κοιλίην μάλιστα συῤῥεῖ, καὶ γίνεται πῦος, πρὸς τῷ ἐνεόντι, τὸ δὲ καὶ ἐς τὴν κάτω κοιλίην ῥεῖ, καὶ ἐνίοτε ταράσσεται ἡ κοιλίη ὑπ’ αὐτοῦ, καὶ διέφθειρε τὸν ἄνθρωπον. Τὰ γὰρ ἐσιόντα τῶν σιτίων διαχωρέει ἄπεπτα, καὶ τροφὴ ἀπ’ αὐτέων οὐ γίνεται τῷ σώματι· καὶ ἡ τοῦ πτύσματος ἄνω κάθαρσις οὐχ ὁμαλὴ γίνεται, ἅτε διατεθερμασμένης τῆς κοιλίης καὶ ἀγούσης πάντα κάτω ἐφ’ ἑωυτήν· καὶ ὑπὸ μὲν τοῦ πτύσματος πνίγεταί τε καὶ ῥέγχει οὐ καθαιρόμενος, ὑπὸ δὲ τῆς γαστρὸς ῥεούσης ἐξασθενέει, καὶ ὡς ταπουλλὰ διαφθείρεται. Μάλιστα δὲ ἐν τῇσι τοιαύτῃσι τῶν νούσων τὸ ῥεῦμα τοῦτο ἡ κεφαλὴ παρέχει, ἅτε κοίλη ἐοῦσα καὶ ἄνω ὑπερκειμένη· ὁκόταν γὰρ διαθερμανθῇ ὑπὸ τῆς κοιλίης, ἕλκει ἐς ἑωυτὴν ἐκ τοῦ σώματος τὸ λεπτότατον τοῦ φλέγματος· ὅταν δὲ ἁλισθῇ ἐν αὐτῇ, ἀποδιδοῖ πάλιν ἅλες καὶ παχὺ, καὶ, ὥσπερ εἴρηται, τὸ μὲν αὐτοῦ ἐς τὴν ἄνω κοιλίην καταῤῥεῖ, τὸ δὲ ἐς τὴν κάτω· ὁκόταν οὖν ἄρξηται ἥ τε κεφαλὴ ῥεῖν, καὶ τὸ ἄλλο σῶμα τήκεσθαι, οὐκ ἔτι ὁμαλῶς, οὐδὲ καυθέντες, περιγίνονται· κρατέει γὰρ πρὸς μὲν τὸ πῦον τὰ ἐπιῤῥέοντα κακὰ ἢ τὰ ἀπορῤῥέοντα, αἱ δὲ σάρκες τηκόμεναι μᾶλλον ὑπὸ τῶν κακῶν, ἢ τρεφόμεναι ὑπὸ τῶν ἐσιόντων.
Chapter 16
16. Οὗτοι ὁκόσοι τοιουτότροπα νουσήματα ἴσχουσι καὶ ἀπὸ τούτων, ἔνιοι μὲν δι’ ὀλίγου ἀπόλλυνται, ἔνιοι δὲ πουλὺν χρόνον ἕλκουσιν· διαφέρει γὰρ σῶμα σώματος, καὶ ἡλικίη ἡλικίης, καὶ πάθημα παθήματος· καὶ οἱ μὲν ταλαιπωρότεροί εἰσιν ἐν τῇσι νούσοισιν, οἱ δὲ παντάπασι ταλαιπωρέειν ἀδύνατοι. Οὔκουν ἐστὶ τὸ ἀκριβὲς εἰδέναι καὶ τυχεῖν εἴπαντα τοῦ χρόνου, ἐν ᾧ ἀπόλλυνται, οὔτε εἰ πολλὸν, οὔτ’ εἰ ὀλίγον· οὐδὲ γὰρ οὗτος ὁ χρόνος ἀκριβὴς, ὃν ἔνιοι λέγουσιν, ὡς τὰ πολλὰ, οὐδὲ αὐτὸ τοῦτο ἐκποιέει· διαφέρει γὰρ καὶ ἔτος ἔτεος, καὶ ὥρη ὥρης, ἐν ᾗ ἂν νοσέωσιν· ἀλλ’ ἤν τις θέλῃ περὶ αὐτέων ὀρθῶς γινώσκειν καὶ λέγειν, γνώσεται ὧδε πᾶσαν ὥρην καὶ ἀπολλυμένους καὶ περιγινομένους καὶ πάσχοντας ἅπερ ἂν πάσχωσιν.
Chapter 17
17. Τὴν δὲ κάτω κοιλίην ἔμπυοι γίνονται, μάλιστα μὲν, ὅταν φλέγμα ἢ χολὴ συστῇ ἅλες μεσηγὺ τῆς σαρκὸς καὶ τοῦ δέρματος· γίνονται δὲ καὶ ἀπὸ σπασμῶν, καὶ ὅταν φλέβιον σπασθὲν ῥαγῇ· τὸ αἷμα ἐκχυθὲν σήπεται καὶ ἐκπύει· ἢν δὲ ἡ σὰρξ σπασθῇ ἢ φλασθῇ, ἕλκει ἐκ τῶν παρ’ ἑωυτῇ φλεβίων αἷμα, καὶ τοῦτοσήπεται καὶ ἐκπύει. Τούτοισιν ἢν μὲν ἔξω ἀποσημήνῃ, καὶ τὸ πῦον ἐξέλθῃ, ὑγιέες γίνονται· ἢν δὲ ἐκραγῇ αὐτόματον ἔσω, ἀπόλλυνται. Κεχυμένον δὲ πῦος ἐν τῇ κάτω κοιλίῃ, ὥσπερ ἐν τῇ ἄνω εἴρηται ἐγγίνεσθαι, οὐκ ἂν δύναιτο ἐγγενέσθαι, ἀλλ’ ὥσπερ μοι εἴρηται, ἐν χιτῶσί τε καὶ ἐν φύμασιν ἐγγίνεται· καὶ ἢν μὲν ἔνδον ἀποσημήνῃ, δυσπετὲς γνῶναι· οὐδὲ γὰρ διασείσαντά ἐστιν εἰδέναι· γινώσκεται δὲ μάλιστα τῇ ὀδύνῃ ἔνθα ἂν ἕῃ, καὶ ἢν καταπλάσῃς τῇ κεραμίτιδι ἢ ἄλλῳ τῳ τοιούτῳ, ἀποξηραίνει δι’ ὀλίγου.
Chapter 18
18. Ἐρυσίπελας δὲ ἐν τῷ πλεύμονι γίνεται, ὅταν ὑπερξηρανθῇ ό πλεύμων· ὑπερξηραίνεται δὲ καὶ ὑπὸ καύματος, καὶ ὑπὸ πυρετῶν, καὶ ὑπὸ ταλαιπωρίης καὶ ἀκρασίης· καὶ ὁκόταν ὑπερξηρανθῇ, ἕλκει τὸ αἷμα ἐφ’ ἑωυτὸν, μάλιστα μὲν καὶ πλεῖστον ἐκ τῶν μεγάλων φλεβῶν· αὗται γὰρ αὐτῷ ἐγγυτάτω εἰσὶ, καὶ ἐπίκεινται ἐπ’ αὐτῷ· ἕλκει δὲ καὶ ἐκ τῶν ἄλλων τῶν πλησίον· ἕλκει δὲ τὸ λεπτότατον καὶ ἀσθενέστατον. Ὁκόταν δ’ εἰρύσῃ, πυρετὸς ἀπ’ αὐτοῦ γίνεται ὀξὺς, καὶ βὴξ ξηρὴ, καὶ πληθώρη ἐν τοῖσι στήθεσι, καὶ ὀδύνη ὀξέη ἐν τοῖσιν ἔμπροσθεν καὶ ὄπισθεν, μάλιστα δὲ κατὰ τὴν ῥάχιν, ἅτε τῶν φλεβῶν τῶν μεγάλων διαθερμαινομένων· καὶ ἐμέουσιν ἄλλοτε μὲν ὕφαιμον, ἄλλοτε δὲ πελιδνόν· ἐμέουσι δὲ καὶ φλέγμα καὶ χολήν· καὶ ἐκψύχουσι πυκνά· ἐκψύχουσι δὲ διὰ τοῦ αἵματος τὴν μετάστασιν ἐξαπίνης γενομένην. Καὶ μάλιστα διασημαίνει τοῦτο, ὅταν ἐπὶ τοῦ πλεύμονος ἐπιγένηται ἐρυσίπελας, καὶ τοῦ πυρετοῦ ἔῃ συνεχὴς λῆψις. Τούτῳ ἢν μὲν δύο ἢ τριῶν ἢ τεσσάρων τὸ πλεῖστον ἡμερέων διαχυθῇ καὶ μεταστῇ τὸ ἔνδον ἐς τὸ ἔξω, ὑγιὴς γίνεται ὡς τὰ πολλά· ἢν δὲ μὴ διαχυθῇ καὶ μεταστῇ, ἐνσήπεταί τε καὶ ἔμπυος γίνεται, καὶ ἀπόλλυται· ἀπόλλυται δὲ δι’ ὀλίγου, ὅτε τοῦ πλεύμονος διαπύου ἐόντος ὅλου καὶ σαπροῦ· ἢν δὲ ἔξω κατακεχυμένον ἔσω τράπηται καὶ λάβῃ τοῦ πλεύμονος, τοῦτον οὐδεμίη ἐλπὶς περιγενέσθαι· ὅταν γὰρ προαπεξηρασμένος ὁ πλεύμων εἰρύσῃ ἐς ἑωυτὸν, οὐκ ἂν ἔτι μετασταίη, ἀλλὰ παραχρῆμα ὑπὸ τοῦ καύματος καὶ τῆς ξηρασίης οὐκ ἔτι δέχεται οὐδὲν, οὔτε ἄνω ἀναδιδοῖ οὐδὲν, ἀλλὰ διέφθειρεν.
Chapter 19
19. Φῦμα δὲ γίνεται ἐν τῷ πλεύμονι ὧδε· ὁκόταν φλέγμα ἢ χολὴ ξυστραφῇ, σήπεται, καὶ ἕως μὲν ἂν ἔτι ὠμότερον ἕῃ, ὀδύνην τε παρέχει λεπτὴν καὶ βῆχα ξηρήν· ὁκόταν δὲ πεπαίνηται, ὀδύνη γίνεται καὶ πρόσθεν καὶ ὄπισθεν ὀξέη, καὶ θέρμαι λαμβάνουσι καὶ βὴξ ἰσχυρή· καὶ ἢν μὲν ὅτι τάχιστα πεπανθῇ, καὶ ῥαγῇ, καὶ ἄνω τράπηται τὸ πῦον, καὶ ἀναπτυσθῇ πᾶν, καὶ ἡ κοιλίη, ἐν ᾗ τὸ πῦον ἔνι, προσπέσῃ τε καὶ ἀναξηρανθῇ, ὑγιὴς γίνεται παντελῶς· ἢν δὲ ῥαγῇ μὲν ὅτι τάχιστα καὶ πεπανθῇ καὶ ἀνακαθαίρηται, ἀποξηρανθῆναι δὲ παντάπασι μὴ δύνηται, ἀλλ’ αὐτὸ ἀφ’ ἑωυτοῦ τὸ φῦμα ἀναδιδῷ τὸ πῦον, ὀλέθριον τοῦτο, καὶ ἀπὸ τῆς κεφαλῆς τε καὶ τοῦ ἄλλου σώματος φλέγμα καταῤῥέον ἐς τὸ φῦμα σήπεταί τε καὶ πῦον γίνεται καὶ πτύεται, δι’ οὗ ἐφθάρη. Διαφθείρεται δὲ ὑπὸ γαστρὸς ῥυείσης, ἀφ’ ὧν περ καὶ ἐπὶ τῶν πρόσθεν εἴρηται· λεσχηνευομένου δὲ αὐτοῦ καὶ φρονέοντος πάντα χρήματα ὁμαλῶς ὡς καὶ ἐν τῷ πρὶν χρόνῳ, ἀποξηραίνεταί τε καὶ ἀποψύχεται, καὶ ξυμμύει τὰ φλέβια τὰ ἐν τῷ σώματι πάντα, ἅτε τοῦ αἵματος ἐξ αὐτέων ἐκκεκαυμένου ὑπὸ πυρετοῦ, ἐνίοτε δὲ ὑπὸ χρόνου τε πλήθεος, καὶ μεγέθεος τῆς νούσου, καὶ τῶν ἐνεόντων κακῶν, καὶ τῶν προσεπιγινομένων. Ἢν δὲ μὴ δύνηται πολλοῦ χρόνου ῥαγῆναι, μήτε ἀπὸ ταυτομάτου, μήτε ὑπὸ φαρμάκων, τήκεται ὁ ἀσθενέων ὑπὸ ὀδυνέων ἰσχυρῶν, καὶ ἀσιτίης, καὶ βηχὸς, καὶ πυρετῶν, καὶ ὡς τὰ πολλὰ διαφθείρεται. Ἢν δὲ ἤδη λελεπτυσμένῳ καὶ κλινοπετέϊ ἐόντι ῥαγῇ τὸ πῦον, οὐδ’ οὕτω μάλα ἀναφέρουσιν, ἀλλὰ διαφθείρονται τρόπῳ τῷ αὐτῷ. Ἢν δὲ ῥαγῇ μὲν ὅτι τάχιστα καὶ πεπανθῇ, πεπανθὲν δὲ ἐκχυθῇ ἐπὶ τὰς φρένας τὸ πολλὸν αὐτοῦ, τὸ παραυτίκα μὲν δοκέει ῥᾴων εἶναι· προϊόντος δὲ τοῦ χρόνου, ἢν μὲν ἀναπτύσῃ πᾶν, καὶ ἡ κοιλίη, ἐν ᾗ τὸ πῦος ἔνι, προσπέσῃ τε καὶ ἀναξηρανθῇ, ὑγιὴς γίνεται· ἢν δὲ ὅ τε χρόνος πλείων γένηται, καὶ αὐτὸς ἀσθενέστερος, καὶ ἀναπτύσαι μὴ δύνηται, ἀλλὰ καυθῇ ἢ τμηθῇ, καὶ τὸ πῦος ἐξέλθῃ, παραυτίκα μὲν καὶ οὕτω δή τι δοκέει ῥᾴων γεγονέναι, προϊόντος δὲ τοῦ χρόνου, διαφθείρεται ὑπὸ τῶν αὐτῶν, ὑφ’ ὧν περ καὶ ἐν τῇ πρώτῃ εἴρηται.
Chapter 20
20. Ἐν δὲ τῷ πλευρῷ γίνεται μὲν φύματα καὶ ἀπὸ φλέγματος καὶ ἀπὸ χολῆς κατὰ τὸν αὐτὸν λόγον τοῖσιν ἐν τῷ πλεύμονι· γίνεται δὲ καὶ ἀπὸ πόνων, ὁκόταν τι τῶν φλεβίων σπασθὲν ῥαγῇ, ἢ σπασθῇ μὲν, ῥαγῇ δὲ μὴ παντελῶς, ἀλλὰ σπάδων ἐν αὐτῷ γένηται· ἢν μὲν οὖν ῥαγῇ παραυτίκα, τὸ αἷμα τὸ ἐκχυθὲν ἐκ τοῦ φλεβίου σήπεταί τε καὶ ἐκπυέει· ἢν δὲ σπάδων ἐν τῷ φλεβίῳ γένηται, τοῦτο κατ’ ἀρχὰς μὲν ὀδύνην τε παρέχει καὶ σφύζει, προϊόντος δὲ τοῦ χρόνου διαδιδοῖ ἡ φλὲψ τοῦ αἵματος ἐς τὴν σάρκα, καὶ τοῦτο σηπόμενον ἐν τῇ σαρκὶ πῦος γίνεται. Κατὰ τὸν αὐτὸν δὲ λόγον καὶ ἡ σὰρξ, ἢν μὲν μᾶλλον πονέσῃ, πλέον τοῦ αἵματος ἕλκει ἐς ἑωυτὴν ἐκ τῶν ἐγγυτάτω φλεβῶν, καὶ παραχρῆμα ἐκπυέει· ἢν δὲ ἧσσον πονέσῃ, σχολαίτερον καὶ ἕλκει καὶ ἐκπυέει. Ἐνίοισι δὲ ὁκόταν ἀσθενέα γένηται τὰ σπάσματα ἐν τῇσι σαρξὶν ἢ ἐν τῇσι φλεψὶν, οὐκ ἐκπυίσκεται, ἀλλὰ γίνεται ἀλγήματα πολυχρόνια, ἃ καὶ καλέουσι ῥήγματα. Καὶ ὁκόσα μὲν ἐν τῇ σαρκὶ γίνεται, ὧδε γίνεται· ὁκόταν ἡ σὰρξ πονέσῃ τι, ἢ σπασθεῖσα, ἢ πληγεῖσα, ἢ ἄλλο τι παθοῦσα, γίνεται, ὥσπερ προεῖπον, πελιδνὴ, πελιδνὴ δὲ οὐκ εἰλικρινεῖ αἵματι, ἀλλὰ λεπτῷ τε καὶ ὑδαρέϊ, καὶ τούτῳ ὀλίγῳ· ὅταν δὲ ὑπερξηρανθῇ μᾶλλον τοῦ εἰωθότος, διαθερμαίνεταί τε καὶ ὀδύνην παρέχει, καὶ ἕλκει ἐς ἑωυτὴν ἀπὸ τῶν πλησίον καὶ φλεβῶν καὶ σαρκῶν τὸ ὑγρόν· καὶ ὁκόταν ὑπερυγρανθῇ, καὶ τοῦτο αὐτὸ τὸ ὑγρὸν ὑπερθερμανθῇ ὑπ’ αὐτῆς τῆς σαρκὸς, σκίδναται ἀνὰ τὸ σῶμα πᾶν, οἷόν περ εἰρύσθη, καὶ μᾶλλον δή τι σκίδναται ἐς τὰς φλέβας, ἢ ἐς τὰς σάρκας· ἕλκουσι γὰρ αἱ φλέβες μᾶλλον τῶν σαρκῶν, ἕλκουσι δὲ καὶ αἱ σάρκες. Ὁκόταν δὲ ἐς πολλὸν ὑγρὸν, τὸ ἐν τῷ σώματι, ὀλίγον τὸ ἀπὸ τῆς σαρκὸς ἔλθῃ, ἄδηλον γίνεται καὶ ἀνώδυνον, καὶ ἀντὶ νενοσηκότος γίνεται ὑγιὲς τῷ χρόνῳ· ἢν δὲ διαθερμανθῇ τε μᾶλλον ἡ σὰρξ, καὶ εἰρύσῃ πλέον τὸ ὑγρὸν, ὀδύνην παρέχει, καὶ ὅπη ἂν τοῦ σώματος ἀπ’ αὐτῆς ὁρμήσῃ καὶ καταστηρίξῃ, ὀδύνην παρέχει ὀξέην, καὶ δοκέουσιν ἔνιοι αὐτοῖσι τὸ ῥῆγμα μεθεστάναι· τὸ δὲ οὐκ ἀνυστόν· ἕλκος γὰρ μεταστῆναι οὐκ ἀνυστόν· ἐγγυτάτω δὲ ἕλκεός ἐστιν ὁκόσα τοιαῦτα· ἀλλὰ τὸ ἀπὸ τῆς σαρκὸς ὑγρὸν ἀΐσσει διὰ τῶν φλεβίων. Ὅταν δὲ διαθερμανθῇ τε καὶ παχυνθῇ, καὶ γένηται πλέον, ὀδύνην παρέχει, ἔστ’ ἂν γένηται ὅμοιον τῷ ἄλλῳ ὑγρῷ ὑγρῷ κατὰ λεπτότητα καὶ ψυχρότητα. Ὁκόσα δὲ ἐν τοῖσι φλεβίοισι γίνεται, αὐτὸ μὲν τὸ φλέβιον, ὁκόσον ἔσπασται, κατὰ χώρην μένει· ὅταν δὲ σπασθῇ, σπᾶται δὲ ὑπὸ τόνου καὶ βίης, γίνεται οἷον κιρσός· διαθερμαίνεται δὲ καὶ ἕλκει ἐς ἑωυτὸ νοτίδα τινὰ ὑγρήν· ἡ δὲ νοτίς ἐστιν ἀπὸ χολῆς καὶ φλέγματος. Καὶ ὁκόταν μιχθῇ τό τε αἷμα καὶ τὸ ὑγρὸν τὸ ἀπὸ τῆς σαρκὸς, παχύνεται τὸ αἷμα πολλαπλασίως αὐτὸ ἑωυτοῦ ταύτῃ, ᾗ ἂν ἡ φλὲψ τυγχάνῃ ἐσπασμένη, καὶ νοσωδέστερον γίνεται καὶ στασιμώτερόν τε καὶ πλέον· καὶ ὁκόταν πλέον γένηται, μετανέστη τὸ πλήρωμα, ᾗ ἂν τύχῃ, καὶ ὀδύνην παρέχει ὀξέην, ὥστε ἐνίοισι δοκέειν τὸ ῥῆγμα ἑωυτοῖσι μεθεστάναι· καὶ ἢν τύχῃ ὥστε ἐς τὸν ὦμον μεταστῆναι, βάρος τε ἐν τῇ χειρὶ παρέχει καὶ νάρκην καὶ νωθρίην· καὶ ἢν μὲν ἐς τὴν φλέβα σκιμφθῇ, ἣ ἐς τὸν ὦμόν τε καὶ τὸν νῶτον τείνει, παύεται ἡ ὀδύνη παραχρῆμα ὡς τὰ πολλά. Γίνεται δὲ τὰ σπάσματα καὶ ἀπὸ πόνων καὶ πτωμάτων, καὶ ἀπὸ πληγῆς, καὶ ἤν τις ἄχθος μέζον αἴρηται, καὶ ἀπὸ δρόμων καὶ πάλης, καὶ τῶν τοιούτων πάντων.
Chapter 21
21. Ὁκόσοι δὲ ἀπὸ τρωμάτων ἔμπυοι γίνονται, ἢν ὑπὸ δόρατος, ἢ ἐγχειριδίου, ἢ τοξεύματος ἐσωτέρω τρωθῶσιν, ἕως μὲν ἂν ἔχῃ τὸ ἕλκος ἔξω ἀναπνοὴν ἀνὰ τὸ ἀρχαῖον τρῶμα, ταύτῃ τε τὸ ψυχρὸν ἐπάγεται ἐφ’ ἑωυτὸ, καὶ τὸ θερμὸν ἀφ’ ἑωυτοῦ ταύτῃ ἀφίησι, καὶ ἀποκαθαίρεται εὐκόλως τὸ πῦον καὶ ἢν δή τι ἄλλο. Καὶ ἢν μὲν ὑγιανθῇ τό τ’ ἔνδον καὶ τὸ ἔξω ὁμοῦ, ὑγιὴς γίνεται παντελῶς· ἢν δὲ τὸ μὲν ἔξω ὑγιανθῇ, τὸ δὲ ἔσω μὴ ὑγιανθῇ, ἔμπυος γίνεται· καὶ ἢν ὑγιανθῇ μὲν ὁμοῦ καὶ τὸ ἔσω καὶ τὸ ἔξω, ἡ δὲ οὐλὴ ἔσω ἀσθενὴς γένηται καὶ τρηχείη καὶ πελιδνὴ, ἀνελκοῦται ἐνίοτε, καὶ ὧδε ἔμπυος γίνεται· ἀνελκοῦται δὲ καὶ ἤν τι πονέσῃ πλέον, καὶ ἢν λεπτυνθῇ, καὶ ἢν φλέγμα ἢ χολὴ πρὸς τῇ οὐλῇ προσπαγῇ, καὶ ἢν νούσῳ ἑτέρῃ ληφθεὶς λεπτυνθῇ. Ὅταν δὲ γένηται ἕλκος, ἤν τε οὕτως, ἤν τε προσυμφυῇ τὸ ἔξω τοῦ ἔσω, ὀδύνην τε παρέχει ὀξέην καὶ βῆχα καὶ πυρετόν· καὶ τήν τε ψύξιν ἐπάγεται αὐτὸ ἑωυτῷ τὸ ἕλκος διὰ τὸ πλέον τε καὶ θερμότερον εἶναι· καὶ αὐτὸ ἀφ’ ἑωυτοῦ ἀποπνεῖ τὸ θερμὸν, καὶ τὸ πῦον ἀποκαθαίρεται, καὶ προσιητρεύεταί τε διὰ πλείονος, καὶ σχολαίτερον ὑγιαίνεται· ἐνίοτε δὲ οὐδ’ ὑγιαίνεται· ἡ γὰρ σὰρξ ἡ τοῦ ἕλκεος ὑπὸ τοῦ καύματος τοῦ ἐν τῷ σῶματι ἕψεται, καὶ ὑπερυγραίνεται, ὥστε μὴ δύνασθαι μήτε ξηρανθῆναι, μήτε σαρκοφυῆσαι, μήτε ὑγιανθῆναι· ἀλλ’ ὅκοταν ὁ χρόνος προΐῃ, τελευτᾷ πάσχων τὰ τοιαῦτα, ἃ καὶ ἐν τῇ πρόσθεν εἴρηται. Ἢν δὲ τύχῃ ὥστε τρωθῆναί τι τῶν φλεβίων τῶν παχυτέρων, καὶ ἔσω ῥυῇ τὸ αἷμα καὶ ἐνσαπῇ, ἔμπυος γίνεται· καὶ ἢν μὲν τοῦτο τὸ πῦον πτυσθῇ πᾶν, καὶ ἡ φλὲψ ἡ τετρωμένη στεγνωθῇ, καὶ τὸ ἕλκος ὑγιανθῇ καὶ τὸ ἔσω καὶ τὸ ἔξω, ὑγιὴς γίνεται παντελῶς· ἢν δὲ μὴ δύνηται μήτε τὸ ἕλκος συμφυῆναι, μήτε ἡ φλὲψ στεγνωθῆναι, ἀλλ’ ἄλλοτε καὶ ἄλλοτε ἀναδιδῷ αἷμα, καὶ ἢ παραυτίκα ἐμέηται ἢ πτύηται, ἢ καὶ σήπηται καὶ πῦον πτύηται, διαφθείρεται ὡς τὰ πολλὰ, ἢ παραυτίκα ἐμέων αἷμα, ἢ ὑστέρῳ χρόνῳ, ὑφ’ ὧν καὶ ἐν τῇ πρόσθεν εἴρηται διαφθειρόμενος. Πολλάκις δὲ ὅσοι τι τῶν φλεβίων ἔσω τιτρώσκονται ὑπὸ τρωμάτων, ἢ ὑπό τινων πόνων, ἢ γυμνασίων, ἢ ὑπ’ ἄλλου του, ὁκόταν συμφυῇ καὶ δοκέῃ ὑγιὲς εἶναι τὸ φλέβιον, ἀναῤῥήγνυται ὕστερον χρόνῳ· ἀναῤῥήγνυται δὲ ὑπὸ τῶν αὐτῶν, ὑφ’ ὧν περ καὶ πρόσθεν· ὁκόταν δὲ ἀναῤῥαγῇ, αἱμοῤῥοέει, καὶ παραυτίκα ἀπόλλυνται ἐμέοντες αἷμα πολλόν τε καὶ πολλάκις, ἢ ἄλλοτε μὲν καὶ ἄλλοτε αἷμα ἐμέουσι πρόσφατον, πῦον δὲ πτύοντες ἀνὰ πάσην ἡμέρην πολλόν τε καὶ παχὺ, διεφθάρησαν τρόπῳ τοιούτῳ ἢ παραπλησίῳ, ὡς καὶ ἐν τῇσιν ἄλλῃσι νούσοισιν εἴρηται.
Chapter 22
22. Τοῖσι δὲ ταῦτα τὰ νουσήματα ἔχουσι καὶ ὅσα τοιαῦτα, διαφέρει ἐς τὸ εὐπετεστέρως τε ἀπαλλάσσειν καὶ δυσπετεστέρως ἀνήρ τε γυναικὸς, καὶ νεώτερος γεραιτέρου, καὶ γυνὴ νεωτέρη παλαιοτέρης, καὶ πρὸς τούτοισιν ἡ ὥρη τοῦ ἔτεος, ἐν ᾗ ἂν νοσέωσι, καὶ ἢν ἐξ ἑτέρης νούσου νοσέωσιν, ἢ μὴ ἐξ ἑτέρης· διαφέρει δὲ καὶ πάθημα παθήματος μέζον τε καὶ ἔλασσον, καὶ χρὼς χρωτὸς, καὶ θεραπείη θεραπείης. Τούτων δὲ οὕτω διαφερόντων, ἀνάγκη διαφέρειν καὶ τὸν χρόνον, καὶ τοῖσι μὲν πλέω γίνεσθαι, τοῖσι δὲ ἐλάσσω, καὶ ἀπόλλυσθαι ἢ μὴ, καὶ τοῖσι μὲν παραμόνιμά τε εἶναι καὶ μέζω, τοῖσι δὲ ἐλάσσω τε καὶ ὀλιγοχρόνια, τοῖσι δὲ παραμένειν ἐς τὸ γῆρας τὰ νουσήματα καὶ συναποθνήσκειν, τοὺς δὲ ἀπόλλυσθαι δι’ ὀλίγου ὑπ’ αὐτῶν. Καὶ ὁκόσοι μὲν νεώτεροι πάσχουσί τι τούτων, ὅσα εἴρηται ἀπὸ πόνων παθήματα γίνεσθαι, πάσχουσι πλέω τε καὶ ἰσχυρότερα καὶ ἀλγέουσι μᾶλλον τῶν ἄλλων, καὶ παραυτίκα ἔκδηλα αὐτοῖσιν, ὥστε ἢ πτύσαι αἷμα ἢ ἐμέσαι, τὰ δὲ καὶ γινόμενα λανθάνει αὐτοὺς ὑπὸ εὐεξίης τοῦ σώματος· οἱ δὲ γεραίτεροι πάσχουσι μὲν ὀλιγάκις, καὶ ὅταν πάθωσιν, ἀσθενέστερα πάσχουσιν, ἅτε ἀσθενέστεροι ἐόντες, καὶ ἐπαΐουσι μᾶλλον, καὶ ἐπιμελέονται μᾶλλον τῶν παθημάτων. Γίνεται οὖν τὴν ἀρχὴν τὸ παράπαν ἧσσον τῷ γεραιτέρῳ ἢ τῷ νεωτέρῳ· καὶ ὁκόταν γένηται, τῷ μὲν γεραιτέρῳ ἀσθενέστερα γίνεται, τῷ δὲ νεωτέρῳ ἰσχυρότερα. Καὶ τῷ μὲν νεωτέρῳ, ἅτε τοῦ σώματος τόνον τε ἔχοντος καὶ ξηρασίην, καὶ τὴν σάρκα πυκνήν τε καὶ ἰσχυρὴν καὶ πρὸς τοῖσιν ὀστέοισι προσκαθημένην, καὶ περὶ αὐτὴν τοῦ δέρματος περιτεταμένου, ὁκόταν τι πονέσῃ πλέον τοῦ εἰωθότος, μᾶλλον καὶ ἐξαίφνης, σπασμοί τε γίνονται ἰσχυροὶ, καὶ ῥήγματα πολλά τε καὶ παντοῖα τῶν φλεβῶν καὶ τῶν σαρκῶν· καὶ τούτων τὰ μὲν παραυτίκα ἔκδηλα γίνεται, τὰ δ’ ὕστερον χρόνῳ ἀναφαίνεται. Τοῖσι δὲ γεραιτέροισι τόνος ἰσχυρὸς οὐκ ἔνι, αἵ τε σάρκες περὶ τὰ ὀστέα περιῤῥέουσι, καὶ τὸ δέρμα περὶ τὰς σάρκας, καὶ αὐτὴ ἡ σὰρξ ἀραιή τε καὶ ἀσθενής· καὶ οὔτε τι ἂν πάθοι τοιοῦτον ὁμοίως ὡς καὶ ὁ νεώτερος, καὶ ἤν τι πάθῃ, πάσχει ἀσθενέα τε καὶ παραυτίκα ἔκδηλα. Τοσούτῳ μὲν ἐν τῇ ἀρχῇ τῶν παθημάτων δυσχερέστερον ἀπαλλάσσουσιν οἱ νεώτεροι τῶν γεραιτέρων. Ὁκόταν δὲ ἡ νοῦσος ἐμφανὴς γένηται, καὶ ἢ πῦος ἢ αἷμα πτύσωσιν ἢ ἀμφότερα, ὅσοι μὲν νεώτεροί εἰσιν, ἅτε τοῦ σώματος εὐτόνου τε ἐόντος καὶ πυκνοῦ, οὐ δύνανται ἀποκαθαίρεσθαι ὁμαλῶς ἀπὸ τῶν ἑλκέων τῶν ἐν τῇ ἄνω κοιλίῃ τὸ πῦον· ὅ τε γὰρ πλεύμων οὐ κάρτα ἕλκει ἐς τὰς ἀρτηρίας πυκνότερος ἐὼν, αἵ τε ἀρτηρίαι λεπταὶ καὶ στεγναὶ ἐοῦσαι οὐκ ἐνδέχονται τὸ πῦον, εἰ μὴ ὀλίγον τε καὶ ὀλιγάκις, ὥστε ἀνάγκη τὸ πῦος ἐν τῷ θώρηκί τε καὶ ἐπὶ τῶν ἑλκέων ἀθροίζεσθαί τε καὶ παχύνεσθαι. Τῷ δὲ ἀφηλικεστέρῳ ὅ τε πλεύμων ἀραιότερος καὶ κοιλότερος, καὶ αἱ ἀρτηρίαι εὐρύτεραι, ὥστε μὴ ἐγχρονίζειν τὸ πῦος ἐν τῇ κοιλίῃ καὶ ἐπὶ τῶν ἑλκέων, καὶ ὅ τι ἂν ἐπιγένηται, τοῦτο ἀνάγκη πᾶν ἀνασπᾶσθαι ἄνω ὑπὸ τοῦ πλεύμονος ἐς τὰς ἀρτηρίας, καὶ παραχρῆμα ἐκπτύεσθαι. Τῷ μὲν οὖν νεωτέρῳ, ἅτε τῶν παθημάτων ἰσχυροτέρων ἐόντων, καὶ τῆς καθάρσιος οὐ γινομένης κατὰ λόγον τοῦ πτύσματος, οἵ τε πυρετοὶ ὀξύτεροι καὶ πυκνότεροι γίνονται, καὶ ὀδύναι ἐμπίπτουσιν ὀξέαι αὐτοῦ τε τοῦ παθήματος καὶ τοῦ ἄλλου σώματος, ἅτε τῶν φλεβίων ἐντόνων τε ἐόντων καὶ ἐναίμων· ὅταν δὲ ταῦτα διαθερμανθῇ ὑφ’ ἑωυτῶν, ὀδύναι διαΐσσουσιν ἄλλοτε ἄλλῃ τῷ σώματος, καὶ οὗτοι μὲν διαφθείρονται ὡς τὰ πολλὰ δι’ ὀλίγου. Τοῖσι δὲ γεραιτέροισιν, ἅτε τῶν παθημάτων ἀσθενεστέρων ἐόντων, καὶ τοῦ πτύσματος ἀπ’ αὐτῶν καθαιρομένου, οἵ τε πυρετοὶ λεπτότεροι καὶ ὀλιγάκις γίνονται, καὶ ὀδύναι ἔνεισι μὲν, ἔνεισι δὲ λεπταί· καὶ παντάπασι μὲν τῶν…
Chapter 23
23…
The complete text is available when the reading interface loads.