De natura muliebri
Author namesHippocrate · Hippocrates · Ιπποκρατης
- Scientific editors
- Émile Littré
- Edition reference
- Oeuvres complètes d'Hippocrate · Paris · Baillière · 1851
- CTS identifier
urn:cts:greekLit:tlg0627.tlg033.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΠΕΡΙ ΓΥΝΑΙΚΕΙΗΣ ΦΥΣΙΟΣ.
1. Περὶ δὲ τῆς γυναικείης φύσιος καὶ νοσημάτων τάδε λέγω· μέλιστα μὲν τὸ θεῖον ἐν τοῖσιν ἀνθρώποισιν αἴτιον εἶναι· ἔπειτα αἱ φύσιες τῶν γυναικῶν καὶ χροιαί· αἱ μὲν γὰρ ὑπέρλευκοι, ὑγρότεραί τε καὶ ῥοωδέστεραι, αἱ δὲ μέλαιναι σκληρότεραί τε καὶ στρυφνότεραι, αἱ δὲ οἰνωπαὶ μέσον τι ἀμφοτέρων ἔχουσιν. Οὕτω δὲ καὶ περὶ τῶν ἡλικιῶν ξυμβαίνει· αἱ μὲν νέαι ὑγρότεραι καὶ πολύαιμοι ὡς ἐπιτοπουλὺ, αἱ δὲ πρεσβύτιδες ξηρότεραι καὶ ὀλίγαιμοι, αἱ δὲ μέσαι μέσον τι ἀμφοτέρων ἔχουσιν. Δεῖ δὲ τὸν ὀρθῶς ταῦτα χειρίζοντα πρῶτον μὲν ἐκ τῶν θείων ἄρχεσθαι, ἔπειτα διαγινώσκειν τάς τε φύσιας τῶν γυναικῶν καὶ τὰς ἡλικίας καὶ τὰς ὥρας καὶ τοὺς τόπους οὗ ἂν ᾖ· οἱ μὲν γὰρ τῶν τόπων ψυχροὶ, ῥοώδεες, οἱ δὲ θερμοὶ, ξηροὶ καὶ στάσιμοί εἰσιν. Ἄρχομαι δὲ διδάσκων ἀπὸ τοῦ ὑγροῦ κατὰ φύσιν.
Chapter 2
2. Ἢν ὕδερος ἐν τῇσι μήτρῃσιν ἐγγένηται, τὰ ἐπιμήνια ἐλάσσω καὶ κακίω γίνεται, ἔπειτα ἐξαπίνης ἐκλείπει, καὶ ἡ γαστὴρ ἐπανοιδέει, καὶ οἱ μαζοὶ ξηροὶ γίνονται, καὶ τἄλλα πονήρως ἔχει, καὶ δοκέει ἐν γαστρὶ ἔχειν, καὶ τουτέοισι γνώσῃ ὅτι ὑδεραίνει. Σημαίνει δὲ καὶ ἐν τῷ στόματι τῶν ὑστερέων· ψαυούσῃ γὰρ ἰσχνὸν φαίνεται. Καὶ πῦρ καὶ ὕδωρ αὐτὴν λαμβάνει· ὁκόσῳ δ’ ἂν ὁ χρόνος πλείων γίνηται, ὀδύνη τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς κενεῶνας ἴσχει. Αὕτη ἡ νοῦσος ἐκ τρωσμοῦ μάλιστα γίνεται, προσγίνεται δὲ καὶ ἐξ ἄλλων. Ὁκόταν ὧδε ἔχῃ, λούειν χρὴ θερμῷ, καὶ χλιάσματα προστιθέναι, ᾗ ἂν ἡ ὀδύνη ἔχῃ· φάρμακον χρὴ πῖσαι, κάτω· μετὰ δὲ τὸ φάρμακον πυριῇν ἐν τῷ βολβίτῳ τὰς ὑστέρας, ἔπειτα προσθεῖναι τὸ ξὺν τῇ κανθαρίδι, διαλιπὼν δὲ ἡμέρας τρεῖς τὸ ξὺν τῇ χολῇ· μίαν δὲ διαλιπὼν τρεῖς ἡμέρας κλυσάτω ἐν τῷ ὄξει. Καὶ ἢν μὲν ἡ γαστὴρ γίνηται λαπαρὴ καὶ οἱ πυρετοὶ πεπαυμένοι ἔωσι καὶ τὰ ἐπιμήνια ἐπιγένηται, τῷ ἀνδρὶ ξυγκοιμάσθω· ἢν δὲ μὴ, αὖθις τὰ αὐτὰ ποιέειν, ἔστ’ ἂν γένηται τὰ ἐπιμἥνια, καὶ ἐνίοις προσθετοῖς χρήσθω· μεταξὺ δὲ ἡμέρας πινέτω τοῦ κρήθμου τὸν φλοιὸν καὶ γλυκυσἱδης τοὺς μέλανας κόκκους, καὶ τῆς ἀκτῆς τὸν καρπὸν ἐν οἴνῳ νῆστις, καὶ τὴν λινόζωστιν ἐσθιέτω ὡς πλείστην, καὶ σκόροδα ἑφθὰ καὶ ὠμὰ, καὶ σιτίοισι μαλθακοῖσι χρήσθω καὶ τοῖσι πουλύποσι καὶ τοῖσιν ἄλλοισι μαλακίοισιν· ἢν δὲ τέκῃ, ὑγιὴς γίνεται.
Chapter 3
3. Ἢν αἱ μῆτραι πρὸς τὸ ἧπαρ ἔλθωσιν, ἄφωνος ἐξαπίνης γίνεται, καὶ τοὺς ὀδόντας ξυνερείδει, καὶ ἡ χροιὴ μέλαινα γίνεται· ἐξαπίνης δὲ ταῦτα πάσχει, ὑγιὴς ἐοῦσα· γίνεται δὲ τὸ τοιοῦτον πάθος παρθένοισι μάλιστα παλαιῇσιν ἐούσῃσι καὶ χήρῃσιν, αἳ νέαι ἐοῦσαι καὶ τοκήεσσαι χηῤεύουσιν. Ὁκόταν ὧδε ἔχῃ, τῇ χειρὶ πρώσας κάτω ἆπὸ τοῦ ἥπὰτος ἀποδῆσαι ταινίῃ ὑπὸ τὰ ὑποχόνδρια, καὶ τὸ στόμα διάγων οἶνον εὐωδέστατον ἐγχέαι, καὶ προσέχειν πρὸς τὰς ῥῖνας καὶ ὑποθυμιῇν τὰ κακώδεα, ὑπὸ δὲ τὰς ὑστέρας τὰ εὐώδεα· ἐπὴν δὲ καταφρονήσῇ, πῖσαι φάρμακον κάτω, καὶ μεταπῖσαι γάλα ὄνου, ἔπειτα πυριῆσαι τὰς ὑστέρας εὐώδεσι, καὶ προστιθέναι τὸ ξὺν τῇ βουπρήστει, τῇ δὲ ὑστεραίῃ νέτωπον· διαλιπὼν δὲ δύο ἡμέρας κλύσαι τὰς ὑστέρας εὐώδεσι· τῇ δὲ ὑστεραίῃ προσθεῖναι τὴν γλήχωνα· διαλιπὼν δὲ μίην ἡμέρην, θυμιῆσαι τοῖσιν ἀρώμασι. Ταῦτα ποιέειν τὴν χήρην, ἄριστον δ’ ἐν γαστρὶ σχεῖν· τὴν δὲ παρθένον πείθειν ξυνοικῆσαι ἀνδρί· πρὸς δὲ τὰς ὑστέρας προσφέρειν μηδὲν, μηδὲ τὸ φάρμακον πίνειν, κόνυζαν δὲ καὶ καστόριον διδόναι ἐν οἴνῳ νήστει, καὶ τὴν κεφαλὴν μὴ ἀλειφέσθω εὐώδεσι, μηδὲ ὀσφραινέσθω.
Chapter 4
4. Ἢν προέλθωσιν αἱ μῆτραι καὶ ἐξέλθωσιν ἔξω, πῦρ ἔχει μάλιστα τὰ αἰδοῖα καὶ τὴν ἕδρην, καὶ τὸ οὖρον στάζει κατ’ ὀλίγον καὶ δάκνεται· ταῦτα πάσχει, ἢν ἐκ τόκου ἐοῦσα τῷ ἀνδρὶ ξυγκοιμηθῇ. Ὁκόταν δὲ οὕτως ἔχῃ, μύρτα καὶ λωτοῦ πρίσματα ἑψήσας ἐν ὕδατι, καταθεὶς ἐς τὴν αἰθρίην, προσχείσθω ὡς ψυχρότατον πρὸς τὰ αἰδοῖα, καὶ τρίβων λεῖα προσπλάσσειν· ἔπειτα πίνουσα ὕδωρ φακῶν καὶ μέλι καὶ ὄξος, ἕως ἂν μεταρθῶσιν αἱ ὑστέραι, ἐμείτω, καὶ τὴν κλίνην πρὸς ποδῶν ὑψηλοτέρην κεῖσθαι, καὶ ὑποθυμιῇν ὑπὸ τὰ αἰδοῖα τὰ εὐώδεα καὶ ὑπὸ τὰς ῥῖνας τὰ κακώδεα· σιτίοισι δὲ χρήσθω ὡς μαλθακωτάτοισι καὶ ψυχροῖσι, καὶ τὸν οἶνον ὑδαρέα πινέτω λευκόν· μὴ λουέσθω δὲ μηδὲ μετ’ ἀνδρὸς συγκοιμάσθω.
Chapter 5
5. Ἢν δὲ παντάπασιν ἐκ τῶν αἰδοίων ἐκπέσωσιν, ἐκκρήμναται ὥσπερ ὄσχη, καὶ ὀδύνη λαμβάνει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας, καὶ ὁκόταν ὁ χρόνος ἐγγένηται, οὐ θέλουσιν ἐς χώρην ἰέναι· ἡ δὲ νοῦσος λαμβάνει ὁκόταν ἐκ τόκου ἐοῦσα πονήσῃ τὰς ὑστέρας ἢ τῷ ἀνδρὶ ἐν τῷ λοχίῳ ξυγκοιμηθῇ. Ὁκόταν δὲ οὗτως ἔχῃ, ψύγματα χρὴ προστιθέναι πρὸς τὰ αἰδοῖα, καὶ τὸ ἔξω ἐὸν ἀποκαθήρας, σίδην ἐν οἶνῳ μέλανι ἐψήσας, τούτῳ περιπλύνας, εἷσω ἀπωθέειν, εἶτα μέλι καὶ ῥητίνην μίξας ἐγχεῖν καὶ κατακείσθω ὁπτίη καὶ ἄνω τοὺς πάδας ἔχουσα ἐκτειναμένη· ἔπειτα σπόγγους ἐπιθεὶς ἀναδῆσαι ἐκ τίον ἰξύων· ὁκόταν δὲ οὕτως ἔχῃ, σίτων μὲν ἀπεχέσθω, ποτῷ· δὲ ὡς ἐλαχίοτῳ χρήσθω, μέχρις ἂν ἑπτὰ ἡμέραι παρέλθωσι· καὶ ἢν μὲν οὖτως ἐθέλωσιν ἐὀιέναι· ἢν δὲ μὴ, ἄκρας περιξέσας καὶ θερμήνας, περιπλύνας τε καὶ χρίσας, καὶ δήσας τὴν γυναῖκα πρὸς κλίμακα, κρούειν, τὴν κλίμακα κατὰ κεφαλῆς, καὶ τῇ χειρὶ ἐσωθεῖν τὰς ὑστέρας, ἔπειτα ξυνὃῆσαι αὐτῆς τὰ σκέλεα ἐπαλλὰξ, καὶ ἐᾷν ἡμέρην καὶ νύκτα οὕτω, καὶ διδόναι ὀλίγον χυλὸν πτισάνης ψυχρὸν, ἄλλο δὲ μηδέν· τῇ δὲ αὔριον κατακλίνας, ἐπὶ τὸ ἰσχίον σικύην προσβάλλειν ὡς μεγίστην καὶ ἐᾷν χρόνον πουλὺν ἕλκειν· ἐπὴν δὲ ἀφέλῃς, μὴ ἀποσχάζειν, ἀλλὰ κατακλίνας ἔα. Καὶ μὴ πρόσφερε ἄλλο ἢ τὸν χυλὸν, ἕως ἂν ἑπτὰ ἡμέραι παρέλθωσιν· ἢν δὲ διψῇ; ὕδωρ δίδου ψυχρὸν ὡς ἐλάχιστον· ἐπὴν δὲ αἱ ἑπτὰ ἡμέραι παρέλθωσι, σιτίοισιν ὡς μαλθακωτάτοισι καὶ ἐλαχίστοισι χρεέσθω. Ἢν δὲ ἀποπατῆσαι θέλῃ, ἀνακειμένη ἀποπατείτω, ἕως ἂν τεσσαράκοντα ἡμέραι παρέλθωσιν· ἔπειτα ἀνιστάσθω καὶ περιχωρείτω ὡς ἐλάχιστα, καὶ μὴ λουέσθω, καὶ ὑποθυμιήσθω τοῖσι κακῴδεσι, καὶ ἐσθιέτω ὀλίγα.
Chapter 6
6. Ἢν αἱ μῆτραι ἅψωνται, πρόσκεινται, καὶ ἢν ἅψῃ, ὄψει σκληρὸν ὑπὸ τὸν κενεῶνα, καὶ ὀδύνη λαμβάνει τὴν νειαίρην γαστέρα καὶ τοὺς κενεῶνας καὶ τὰς ἰξύας, καὶ ἐς τὸ σκέλος ὀδύνη ἐμπίπτει καὶ ἐκτείνειν οὐ δύνανται· πολλάκις δὲ καὶ ἐκπυΐσκονται ἔμμοτοι γενόμεναι, καὶ ῥεόμεναι ἀποθνήσκουσιν, ἢν μὴ καύσῃς ἢ τάμῃς. Ὁκόταν δὲ ὧδε ἔχῃ, φάρμακον χρὴ πῖσαι κάτω, καὶ λούειν πολλῷ θερμῷ καὶ πυριῇν, καὶ ὁκόταν νεόλουτος ᾖ ἢ νεοπυρίητος, κελεύειν παραφάσσουσαν ἀφέλκειν τὸ στόμα τῶν ὑστερέων, ὑποθυμιῇν καλωνίην σμύρναν ῥόδινον περιχέων. Πινέτω δὲ γλυκυσίδης κόκκους πέντε τοὺς μέλανας, τοῦ καστορίου ξυμμίσγων ἐν οἴνῳ εὐώδει, καὶ κατακείσθω ἐπὶ τοῦ ὑγιέος ἰσχίου, καὶ προσθέσθω βάκκαριν ἢ λευκὸν ἔλαιον πρὸς τὸ ὑγιὲς ἰσχίον, καὶ ἐσθιέτω σκόροδα πλεῖστα καὶ ὠμὰ καὶ ἑφθὰ, καὶ τὸν χυλὸν ῥοφείτω, καὶ σιτίοισι μαλθακοῖσι χρήσθω. Ἐπὴν δὲ ἡ ὀδύνη παύσηται, ἀπάξεις ἐπὶ τὸ ὑγιὲς ἰσχίον· ἔπειτα πυριῇν τῷ οὔρῳ, περιπάσσοντα τῆς δάφνης, καὶ ἐκ τῆς πυρίης προστιθέναι τὴν κυκλάμινον· τῇ δὲ ὑστεραίῃ λουσαμένη ὑποθυμιήσθω τοῖσιν ἀρώμασι. Μάλιστα δὲ ἐκ ταύτης ἄτεκνοι γίνονται.
Chapter 7
7. Ἢν ὑποπτυχθῇ τὸ στόμα τῶν μητρέων, τὰ ἐπιμήνια οὐκ ἔτι γίνεται· ἢν δὲ ἐγγένηται, ὀλίγα καὶ πονηρά· καὶ τῷ ἀνδρὶ ὁκόταν ξυνίῃ, ἀλγέει, καὶ ὀδύνη τὴν νειαίρην γαστέρα ἴσχει καὶ τὰς ἰξύας, καὶ ἢν ἀφάσσῃ τῷ δακτύλῳ καὶ σκέπτηται τὸ στόμα, οὐ δῆλόν ἐστιν. Ὁκόταν ὧδε ἔχῃ, πυριῆσθαι τῷ ἀνθρωπίνῳ οὔρῳ· ἐπὴν δὲ πυριήσηται, λουσάσθω ἀπὸ τοῦ φακίου· ἔπειτα λουσαμένη πυριήσθω τῷ Αἰγυπτίῳ μύρῳ τὰς ὑστέρας, καὶ ἢν ἐς τὰς ῥῖνας ἀνέλθῃ ἡ ὀδμὴ, ἐλπὶς αὐτὴν ὑγιέα γενέσθαι. Καὶ ὁκόταν μέλλῃ καθεύδειν, προσθέσθω τὸ Αἰγύπτιον ἔλαιον ἐν εἰρίῳ· τῇ δὲ αὔριον σκέψασθαι, εἴ τι μᾶλλον ὤρθωνται· ἔπειτα πυριῇν εὐώδεσι καὶ προστιθέναι ἃ μὴ δήξεται καθαρτήρια, καὶ μετακλύζειν μετὰ τὰ προσθετὰ, ἴσον τὸ ὄξος μίσγων· ὅταν δὲ τὰ ἐπιμήνια ἐγγένηται, ἐκνηστεύσασα καὶ ἀλουτήσασα καὶ θυμιησαμένη τῷ ἀνδρὶ συνέστω. Μάλιστα δὲ ἐκ ταύτης τῆς νούσου ἄφοροι γίνονται.
Chapter 8
8. Ἢν αἱ μῆτραι πρὸς τὸ ἰσχίον ἐκθέωσι, τά τε ἐμμήνια οὐκ ἐγγίνεται, καὶ ὀδύνη ἐς τὴν νειαίρην γαστέρα φοιτᾷ καὶ ἐς τὸν κενεῶνα, καὶ ἢν ἅψῃ τῷ δακτύλῳ, ὄψει τὸ στόμα πρὸς τῷ ἰσχίῳ. Ὅταν ὧδε ἔχῃ, λούειν θερμῷ, καὶ σκόροδα διδόναι ἐσθίειν ὡς πλεῖστα, καὶ γάλα ὄϊος πινέτω ἄκρητον, ἐπειδὰν κατατρώξῃ· ἔπειτα πυριήσας δοῦναι φάρμακον κάτω· ἐπειδὰν δὲ καθαρθῇ, αὖθις πυριῇν τὰς ὑστέρας, τὸ μάραθρον καὶ τὸ ἀψίνθιον ξυμμίσγοντα· ἐπὴν δὲ νεοπυρίητος ᾖ, ἀφέλκειν τὸ στόμα τῷ δακτύλῳ· ἔπειτα προσθεῖναι τὴν σκίλλην, μετὰ δὲ τοῦτο ξὺν τῷ ναρκισσίνῳ διαλιπών· ἢν δέ σοι δοκέῃ κεκαθάρθαι, νέτωπον προσθέσθαι· τῇ δ’ ὑστεραίῃ ῥόδινον μύρον· παύσασθαι δὲ προσθεμένη τῇ προτέρῃ τῶν ἐπιμηνίων· ἄρχεσθαι δὲ τῇ αὔριον, ἐπὴν ἀπολίπῃ. Ἐν δὲ τοῖσιν ἐπιμηνίοισιν ἢν μὲν τὸ αἷμα καταῤῥαγῇ· εἰ δὲ μὴ, πῖνέτω κανθαρίδας τέσσαρας, ἀποκολούσασα τοὺς πόδας καὶ τὰ πτερὰ καὶ τὴν κεφαλὴν, καὶ γλυκυσίδης κόκκους πέντε τοὺς μέλανας, καὶ σηπίης ὠὰ, σπέρμα σελίνου ὀλίγον ἐν οἴνῳ· καὶ ἢν ὀδύνη, ἔνῃ καὶ ἢν στραγγουρίη ἔχῃ, ἐν ὕδατι θερμῷ καθήσθω, καὶ πινέτω μελίκρητον ὑδαρές· ἢν δὲ μὴ καθαρθῇ ὑπὸ τοῦ πρώτου, αὖθις πινέτω, ἔστ’ ἂν γένηται· ἐπὴν δὲ γένηται, ἀσιτήσασα ξυνέστω τῷ ἀνδρί· ἐν δὲ τῇ καθάρσει τὴν λινόζωστιν ἐσθιέτω, καὶ πουλύποδας ἑφθοὺς, καὶ σιτίοισι μαλθακοῖσι χρεέσθω. Τῆς δὲ νούσου ἀπαλλάσσεται ἢν ἐν γαστρὶ σχῇ.
Chapter 9
9. Ἢν ἐκ τόκου μὴ καθαρθῇ, οἰδέει ἡ γαστὴρ καὶ τὰ σκέλεα, καὶ ῥῖγος καὶ ὀδύνη τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας. ἔχει· ἔστι δ’ ὅτε καὶ πρὸς τὰ σπλάγχνα ἀνέρχεται, καὶ λειποψυχέει· ταῦτα πάσχει ἀρχομένης τῆς νούσου· ὁκόταν δὲ χρόνος ἐγγένηται, τὰ κύλα τοῦ προσῴπου ἐξερυθριᾷ. Ὁκόταν ὧδε ἔχῃ, πυριήσας τὰς ὑστέρας προσθεῖναι τὴν κυκλάμινον· πινέτω δὲ τὸ ξὺν τῇ δᾳδὶ, ἔστ’ ἂν τὸ ῥεῦμα κινηθῇ· ἐσαλείφειν δὲ ἐς τὸ στόμα τῶν ὑστερέων στέαρ χήνειον καὶ σμύρναν καὶ ῥητίνην χλιερὴν, καὶ ἐμπλασσέσθω ὡς μάλιστα, καὶ πρὸ τοῦ σιτίου ἐσθιέτω ἑψοῦσα τὴν λινόζωστιν, καὶ σκόροδα, καὶ πράσα, καὶ κράμβης τὸν χυλὸν ῥοφεέτω, καὶ σιτίοισι μαλθακοῖσι χρήσθω, θαλασσίοισι δὲ μᾶλλον, καὶ λουέσθω θερμῷ· τῶν δὲ λιπαρῶν καὶ τῶν γλυκέων ἀπεχέσθω, ἕως ἂν ὑγιὴς γένηται.
Chapter 10
10. Ἢν αἱ μῆτραι φλεγμήνασαι πρησθῶσι, φῦσα ἐγγίνεται, καὶ τὰ ἐπιμήνια λευκὰ ἐπέρχεται φλεγματώδεα· ἔστι δ’ ὅτε καὶ αἷμα λεπτῶν ὑμένων ἔμπλεων· καὶ τῷ ἀνδρὶ ὑπὸ τῆς ὑγρότητος οὐκ ἐθέλει μίσγεσθαι, καὶ ὠχρὴ καὶ λεπτὴ γίνεται. Ἐρέσθαι οὖν χρὴ αὐτὴν τὸ ῥέον ἢν δάκνῃ τε καὶ ἐξελκοῖ· καὶ ἢν μὴ δάκνῃ, ἀπὸ τοῦ ἐγκεφάλου φάναι εἶναι τὸ ῥεῦμα· εἰ δ’ οὖν, ἀπὸ τῆς κοιλίης. Ἢν μὲν οὖν ἀπὸ τῆς κοιλίης ᾗ, ἐμείτω ἀπὸ τοῦ φακίου· ἔπειτα ἐλλεβόρῳ καθῆραι, ἔπειτα ἐς τὰς ῥῖνας ἐνεῖναι· ἐπὴν δέ σοι ἡ ἄνω κοιλίη κεκαθάρθαι δοκέῃ, φάρμακον πῖσαι κάτω· σιτίων δὲ ἀπεχέσθω λιπαρῶν καὶ γλυκέων· τὰ δὲ δριμέα προσφέρειν ὡς ξύμφορα, ἢν μὴ τὰ αἰδοῖα ἡλκωμένα ἔῃ· ψυχρὰ δὲ ἀμείνω· καὶ λουέσθω ὀλίγῳ, πλὴν μὴ θερμῷ, μηδὲ τὴν κεαλήν· πινέτω δὲ νῆστις ὑπερικὸν, λίνου σπέρμα, ἐλελίσφακον ἐν οἴνῳ ὑδαρεῖ· ἐπὴν δὲ παύσηται τὸ ῥεῦμα, κλύσαι τῷ χυλῷ τῶν ὀλύνθων, καὶ μετακλύζειν τοῖσι στρυφνοῖσιν. Ἡ δὲ νοῦσος χαλεπή.
Chapter 11
11. Ἢν αἱ μῆτραι φλεγμήνωσι, τὰ ἐμμήνια οὐ γίνεται παντάπασιν, ἢ πονηρὰ καὶ ὀλίγα· καὶ ὁκόταν νῆστις ᾖ, ἔμετος αὐτὴν λαμβάνει· ὁκόταν δέ τι φάγῃ, ἐμέει τὰ σιτία, καὶ ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας, καὶ λειποψυχίη ἴσχει· ἡ δὲ γαστὴρ ὁτὲ μὲν σκληρὴ, ὁτὲ δὲ μαλθακή ἐστι, καὶ φυσᾶται, καὶ μεγάλη γίνεται, καὶ δοκέει ἐν γαστρὶ ἔχειν· ἢν δὲ ἀφασσήσῃ, κενεὸν γίνεται τὸ πλήρωμα· ταύτῃ μέχρι μὲν δέκα μηνῶν τὸ οἴδημα κατ’ ὀλίγον αὔξεται, οἷόν περ τῇ ἐν γαστρὶ ἐχούσῃ· ἐπὴν δὲ οἱ δέκα μῆνες παρέλθωσιν, ἐμπίπλαται ἡ γαστὴρ καὶ ὕδατος, καὶ ὁ ὀμφαλὸς ἐξίσχει, καὶ ἢν ἐσαφάσσῃς τὸν δάκτυλον, εὑρήσεις τὰ στόμα ἰσχνὸν καὶ ξυμπεπτωκὸς τῆς μήτρης· καὶ ἐπ’ οὖν ἐφάνη τὰ ἐπιμήνια ὀλίγα καὶ πονηρὰ, καὶ τὰς κληἴδας καὶ τὸν τράχηλον λεπτύνεται, καὶ οἱ πόδες οἰδέουσιν. Ὁκόταν ὧδε ἔχῃ, φάρμακον πῖσαι κάτω, καὶ προστιθέναι πρὸς τὰς ὑστέρας ὁκόσα καθαίρει μὴ δάκνοντα, καὶ μετὰ τὴν πρόσθεσιν κλύζειν τὰς ὑστέρας, ἴσον τὸ ὄξος μίσγων ὀξύτατον· καὶ τὴν λινόζωστιν ἐσθιέτω, καὶ τὸν χυλὸν, ἐπιβάλλουσα ἄλητον, ὁκόταν ἑφθὸν ᾖ, ῥοφεέτω. Ἡ δὲ νοῦσος ἐπικίνδυνός ἐστιν.
Chapter 12
12. Ἐρυσίπελας ἢν ἐν τῇσι μήτρῃσιν ἐγγένηται, οἴδημα γίνεται ἀπὸ τῶν ποδῶν ἀρξάμενον ἐς τὰ σκέλεα καὶ τὴν ὀσφύν· ὅσῳ δ’ ἂν πλείων χρόνος γένηται, οἰδέει καὶ ἡ γαστὴρ, καὶ ῥῖγος καὶ πυρετὸς λαμβάνει καὶ ἀσθένεια· ὑπὸ δὲ τῆς ὀδύνης οὐ δύναται ἡσυχάζειν, ἀλλὰ ῥίπτει ἑωυτήν. Ἡ δὲ ὀδύνη ἀνέρχεται ἐκ τῆς νειαίρης γαστρὸς ἐς τὰς ἰξύας· ἔπειτα ἄνω ἔρχεται ἐπὶ τὰ ὑποχόνδρια καὶ τὰ στήθεα καὶ τὴν κεφαλὴν, καὶ δοκέει ἀποθανεῖσθαι· ὁκόταν δὲ ἀνῇ, νάρκη λαμβάνει τὰς χεῖρας· ἔστι δ’ ὅτε καὶ τοὺς βουβῶνας καὶ τὰ σκέλεα καὶ τὰς ἰγνύας· καὶ πελία γίνεται, καὶ ὀλίγον ποτὲ χρόνον ῥᾴων δοκέει εἶναι, ἔπειτα αὖθις τὰ αὐτὰ πάσχει, καὶ ὁ χρὼς φλυκταινῶν καταπίμπλαται, καὶ τὸ πρόσωπον ἐρυθήματα φύει, καὶ δίψα ἔχει ἰσχυρὴ, καὶ ὁ φάρυγξ ξηρός. Αὕτη ἡ νοῦσος ἢν μὲν κυούσῃ ἐπιγένηται, ἀποθνήσκει· ἢν δὲ μὴ, μελεδώνῃ ἐκφυγγάνει. Ὁκόταν ὧδε ἔχῃ, προσφέρειν δεῖ, ἢν ὁ πόνος ἔχῃ, ψύγματα, καὶ τὴν γαστέρα ταράσσειν. Καὶ ἢν μὲν ἐν γαστρὶ ἔχῃ, σιτίοισι καὶ ποτοῖσι χρῆσθαι, ὅκως τὸ ἔμβρυον μὴ διαφθείρηται, ἢν δὲ μὴ ὑποχωρέῃ, κλύζειν· ἢν δὲ μὴ ἔχῃ ἐν γαστρὶ, φάρμακον δοῦναι πιεῖν, καὶ ὡς ἐλαχίστοισι σιτίοισι χρῆσθαι καὶ ὡς μαλθακωτάτοισι καὶ ψυχροῖσι, καὶ τὴν λινόζωστιν ἐσθιέτω καὶ τὴν ἀκτὴν, καὶ μήτε ἁλυκὰ μήτε λιπαρὰ μήτε δριμέα, οἷον ὀρίγανσν ἢ θύμον ἢ πήγανον. Ἐπὴν δὲ τὸ πῦρ ἀφῇ καὶ τὸ πνίγμα, καὶ μὴ καταστῇ τὸ οἰδημα, φάρμακον ἰσχυρότερον μεταπῖσαι κάτω. Τὴν δὲ νοῦσον ὀλίγαι διαφεύγουσιν.
Chapter 13
13. Ἢν αἱ μῆτραι παρὰ φύσιν χάνωσι, τὰ ἐπιμήνια πλέω τοῦ δέοντος ἔρχεται καὶ γλισχρότερα καὶ πυκνὰ, καὶ ἡ γονὴ οὐκ ἐμμένει, καὶ ἢν ἅψῃ τῷ δακτύλῳ, εὑρήσεις κεχηνὸς τὸ στόμα, καὶ πῦρ, καὶ ῥῖγος, καὶ ὀδύνη λαμβάνει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας. Αὕτη ἡ νοῦσος λαμβάνει ἐκ ῥόου αἱματώδεος· γίνεται δὲ ὁκόταν τὰ καταμήνια ἐξαπίνης ἱστάμενα ῥαγῇ. Κἂν ἡ ὀδύνη μάλιστα ἔχῃ, χλιάσματα προστιθέναι, καὶ πυριῇν τὰς ὑστέρας, καὶ πῖσαι φάρμακον κάτω, καὶ προστιθέναι ὁκόσα μὴ δήξεται, καὶ κλύζειν μετὰ τὰ προσθετὰ στρυφνοῖσι, καὶ λούεσθαι ὡς ἥκιστα· σιτίοισι δὲ ὡς ξηροτάτοισι χρέεσθαι· ἢν δὲ ταῦτα ποιέουσα ὑγιὴς μὴ γένηται, φάρμακον πῖσαι, ὑφ’ οὗ ἄνω καὶ κάτω καθαρεῖται· ὁκόταν τὰ ἐπιμήνια κινέηται, καὶ ὁκόταν παύηται, διαιτᾷν τὸν αὐτὸν τρόπον. Ἡ δὲ νοῦσος θανατώδης.
Chapter 14
14. Ἢν αἱ μῆτραι ἐς τὸ μέσον τῶν ἰξύων ὦσιν, ὀδύνη ἴσχει τὴν νειαίρην γαστέρα καὶ τὰ σκέλεα ὕστερον, καὶ ὁκόταν ἀποπατήσῃ, ὀδύναι ἐγγίνονται ὀξύτεραι, καὶ ὁ ἀπόπατος προέρχεται ὑπὸ βίης, καὶ τὸ οὖρον στάζει, καὶ λειποψυχέει. Ὁκόταν ὧδε ἔχῃ, αὐλίσκον προσδήσας πρὸς κύστιν, φυσῆσαι τὰς ὑστέρας, καὶ πυριῆσαι ἢ λοῦσαι πολλῷ θερμῷ, καὶ ὑποθυμιῇν ὑπὸ τὰ αἰδοῖα κακώδεα, ὑπὸ δὲ τὰς ῥῖνας εὐώδεα· ὁκόταν δὲ ἡ ὀδύνη παύσηται, φάκιον προπίσας, φάρμακον πῖσαι ἄνω, ὑφ’ οὗ ἡ κοιλίη οὐ κινηθήσεται. Ἐπὴν δὲ αἱ ὑστέραι καταστῶσιν ἐς χώρην, φάρμακον πῖσαι κάτω καὶ γάλα μεταπῖσαι· ἔπειτα πυριήσας τὰς ὑστέρας οἴνῳ, τὰ σὺν τῇ δάφνῃ ἐμβάλλειν, καὶ προστιθέναι ἃ μὴ δήξεται, ξυμμίσγων τὸ ὄξος· ἔπειτα ὑποθυμιῇν τοῖσιν ἀρώμασιν. Ἄτοκοι δὲ καὶ χωλαὶ ἐκ ταύτης τῆς νούσου γίνονται.
Chapter 15
15. Ὁκόταν δὲ ῥόος λευκὸς ἐγγένηται, οἷον ὄνου οὖρον φαίνεται, καὶ ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα καὶ τἆς ἰξύας καὶ τοὺς κενεῶνας, καὶ οἰκδήματα τῶν τε σκελέων καὶ τῶν χειρῶν, καὶ τὰ κύλα αἴρεται, καὶ οἱ ὀφθαλμοὶ ὑγροὶ, καὶ ἡ χροιὴ ἰκτερώδης καὶ λευκὴ γίνεται, καὶ ὁκόταν πορεύηται, ἀσθμαίνει. Ἡ δὲ νοῦσος γίνεται, ἢν φύσει ἐοῦσα φλεγματώδης πυρεταίνῃ, καὶ χολὴ κινηθεῖσα μὴ καθαρθῇ· ἢν μὲν οὖν ἡ κοιλίη ᾖ ὀξέη, διάῤῥοιαι γίνονται· ἢν δὲ ἐπὶ τὰς ὑστέρας τράπηται, ῥόος γίνεται. Ταύτην ἐπὴν ῥόος ἔχῃ, τρίβων μήκωνος λευκῆς τὸ λέπυρον, τὸ ἴσον τῆς πυῤῥᾶς, ἀκάνθης τὸν καρπὸν τρίβων ἐν οἴνῳ κεκρημένῳ, ἄλφιτα ἐπιβαλὼν ποταίνια πινέτω· ἢν δὲ θέλῃς, σίδην ἐς σποδὸν ἐγκρύψασα, ἐν οἴνῳ πινέτω, ἄλφιτον ἴσον καὶ ἄλητον ἐπιβαλών· ὡς ἥκιστα δὲ λουέσθω· σιτίοισι δὲ χρήσθω ὡς ξηροτάτοισι καὶ ψυχροῖσιν· ἐπὴν δὲ παύσηται τὸ ῥεῦμα, φάρμακον πῖσαι, ὑφ’ οὗ τὰ ἄνω καθαίρεται, καὶ γάλα ὄνειον πινέτω· ἐπὴν δὲ τὰ κάτω καθαρθῇ, βόειον γάλα πινέτω ἐπὶ τεσσαράκοντα ἡμέρας, ἢν δύνηται, καὶ ἐξαιθριάσασα ἄκρητον, μίσγουσα ὕδατι τὸ τέταρτον μέρος· ἑσπέρης δὲ ἐπὴν ἐκπίῃ, ῥοφείτω χόνδρον· ἐπὴν δὲ γένηται δεκαταίη, ἀφαιρέειν τοῦ γάλακτος τὴν δεκάτην μοίρην καὶ τοῦ ὕδατος· ὅσον δ’ ἂν ἀφέλῃς, τοσοῦτον χλιεροῦ ἄρτι ἠμελγμένου πινέτω τὴν μοίρην, τὴν δὲ αὔριον δύο μοίρας, ὡς ἐν τῇσι δέκα μοίρῃσιν εἶναι ἀντὶ κεκρημένου ἄκρητον, καὶ ἐπὶ δέκα ἡμέρας πίνειν ἀφαιρέων τὸ δέκατον μέρος, καὶ τοῦ ῥοφήματος προστιθέσθω πλεῖον· ἐπὴν δὲ γένηται εἰκοσταίη, [ἀφαιρέειν τοῦ ἀκρήτου μοίρην ἐπὶ δέκα ἡμέρας· ἐπὴν δὲ γένηται τριακοσταίη,] πίνουσα τὴν δεκάτην μοίρην τοῦ γάλακτος, ὑποχέων τρίτην ὕδατος μοίρην, πινέτω δέκα ἡμέρας, καὶ σιτίοισι χρήσθω· καὶ οὕτω γίνονται αἱ ξύμπασαι ἡμέραι τεσσαράκοντα.
Chapter 16
16. Ἕτερος ῥόος· ἐπὴν διαβάλῃ τοὺς τόκους φύσει εὔτοκος ἐοῦσα, τὸ μὲν πρῶτον ἐπιλείπει τὰ ἐμμήνια, ἢ γίνεται ἐλάσσω, καὶ τὸν χρόνον ὑπερβάλλει ἐν ᾧ ἐγίνετο πρόσθεν· ἔπειτα ἐξαπίνης ἐγένετο πολλὰ καὶ καθαρὰ καὶ ἰσχυρά· καὶ ἢν μέν οἱ ἅπαξ γενόμενα ἔῃ, τὸ λοιπὸν κατὰ λόγον ἐν γαστρὶ ἴσχει· ἢν δὲ μὴ, τὸ μὲν πρῶτον γίνεται καὶ δεύτερον καὶ τρίτον τοῦ μηνός· ἔπειτα τελευτήσει ἐξ ἑωυτοῦ ὁ ῥόος, καὶ ὠχρή τε καὶ λεπτὴ γίνεται. Ὅταν ὧδε γένηται, φάρμακον χρὴ πιπίσκειν καὶ ἄνω καὶ κάτω, καὶ γάλα μεταπιπίσκειν ὄνειον ἢ ὀῤῥόν· ἔπειτα μετὰ ταῦτα πυριήσαντα καθῆραι τὰς ὑστέρας φαρμάκῳ ὃ μὴ δήξεται, ἔπειτα κλύσαι τῷ σὺν τῷ ὄξει· ἔπειτα ὑποθυμιῆσαι τοῖσιν ἀρώμασι. Ποιέειν δὲ ταῦτα, ὅκως τῇ προτέρῃ τῶν ἐπιμηνίων ᾖ πεποιημένα· καὶ μὴ γένηται ἀλουτοῦσα καὶ ἀσιτοῦσα· κυκεῶνα ἄναλτον παχὺν πίνουσα ὑποθυμιήσθω τοῖσιν ἀρώμασι, νέτωπον περιχέασα καὶ μύρον ῥόδινον· ἔπειτα τῷ ἀνδρὶ ξυνίτω.
Chapter 17
17. Ἢν αἱ κοτυληδόνες φλέγματος περίπλεαι γένωνται, τὰ μὲν ἐπιμήνια γίνεται, καὶ ἐν γαστρὶ ἴσχει, διαφθείρει δὲ, ἐπὴν ἰσχυρότερον τὸ ἔμβρυον γένηται· οὐ γὰρ δύναται ἴσχειν, ἀλλ’ ἀποῤῥήγνυται. Γνοίης δὲ ὧδε· ὑγρὴ γίνεται, καὶ ἀποῤῥέει μυξῶδες καὶ γλίσχρον, καὶ οὐ δάκνει, καὶ τοῖσιν ἐμμηνίοισιν, ἐπὴν παύσηται τοῦ ῥεύματος, καὶ δύο ἡμερέων καὶ τριῶν μύξαι ἔρχονται ἀπὸ τῶν ὑστερέων. Ταύτην δεῖ κλύσαι τῷ ἀπὸ τῶν ὀλύνθων, καὶ δὶς ἢ τρὶς μετακλύσας στρυφνοῖσι τὸ λοιπὸν προστιθέναι, ὑφ’ οὗ καθαίρεται φλέγμα, καὶ τὰ μαλθακὰ πυριῇν, καὶ κλύζειν μετὰ τὰ προσθετὰ, ἴσον τὸ ὄξος μίσγων, καὶ ὑποθυμιῇν ἐν τοῖσιν ἐπιμηνίοισι τοῖσιν ἀρώμασι· ἔπειτα δὲ ἀσιτέουσα καὶ ἀλουτέουσα συνευναζέσθω τῷ ἀνδρί.
Chapter 18
18. Ὁκόταν τὰ ἐπιμήνια κρυφθῇ, ὀδύνη ἴσχει τὴν νειαίρην γαστέρα, καὶ δοκέει ἐπικεῖσθαί οἱ βάρος, καὶ τὰς ἰξύας πονέει καὶ τοὺς κενεῶνας· ὁκόταν δὲ πρὸς τὰ ὑποχόνδρια προσπέσωσι, πνίγουσι, καὶ ἐμεῖ πυκινὰ ὀξέα, καὶ ἐπὴν ἀπεμέσῃ, ῥήϊον ἴσχει ὀλίγον χρόνον· ἡ δὲ ὀδύνη καὶ ἐς τὴν κεφαλὴν καὶ ἐς τὸν τράχηλον φοιτᾷ. Ἐπὴν μὲν λίην προσεστήκῃ, χλιάσματα προστιθέναι, καὶ ὑποθυμιῇν κακώδεα, καὶ πίνειν διδόναι τὸν κάστορα καὶ τὴν κόνυζαν· ἐπὴν δὲ κάτω, ὑποθυμιῇν τὰ κακώδεα, ὑπὸ δὲ τὰς ῥῖνας τὰ εὐώδεα. Ἐπὴν δὲ παύσωνται αἱ ὀδύναι, φάρμακον δοῦναι πιεῖν, καὶ μεταπιπίσκειν γάλα ὄνου· ἔπειτα διδόναι χυμὸν, ἀφ’ οὗ ἐμεῖται, καὶ πρὸς τὰς ῥῖνας προστιθέναι· ἐπὴν δὲ καθήρῃς, πυριήσας τὰς ὑστέρας τοῖσι ξὺν τῇ δάφνῃ, προσθεῖναι τὸ ξὺν τῇ ναρκίσσῳ· τρὶς δὲ διαλιπὼν πυρίης, προσθεῖναι τὸ ξὺν τῇ κανθαρίδι· τῇ δὲ ὁστεραίῃ στέαρ χήνειον· ἔπειτα διαλιπὼν τρεῖς ἡμέρας, κλύσαι τῷ ξὺν τῷ ὄξει. Ἐν δὲ τοῖσι καθαρμοῖσιν ἐσθιέτω τὴν λινόζωστιν πρὸ τῶν σιτίων, καὶ σιτίοισι μαλθακωτάτοισι χρήσθω, καὶ τὰ δριμέα τρωγέτω, καὶ λουέσθω θερμῷ δὶς τῆς ἡμέρης. Ἢν δὲ μὴ γίνηται τὰ ἐπιμήνια, ταῦτα ποιήσαντα ἐν τῷ δέοντι χρόνῳ, πῖσαι κανθαρίδας, καὶ ἐπὴν γένηται, νηστεύσασα καὶ ἀλουτήσασα καὶ ὑποθυμιήσασα, πρὸς τὸν ἄνδρα ἴτω.
Chapter 19
19. Ὁκόταν ἐν γαστρὶ ἔχουσα διαφθείρῃ τὸ ἔμβρυον μηνιαῖον καὶ διμηνιαῖον, καὶ ἐκφέρειν μὴ δύνηται, καὶ λεπτὴ παρὰ φύσιν γίνηται, ταύτην χρὴ καθήραντα καὶ τὰς ὑστέρας τὸ σῶμα παχῦναι· οὐ γὰρ δυνήσεται πρότερον διενέγκαι, ἔστ’ ἂν αὐτῆς παχεῖαι γένωνται αἱ ὑστέραι καὶ ἰσχύσωσιν.
Chapter 20
20. Ἢν δὲ παχυνθῇ παρὰ φύσιν, οὐκ ἴσχει ἐν γαστρί· τὸ γὰρ ἐπίπλοον ἐπικείμενον πουλὺ καὶ παχὺ ἀποπιέζει τὰς ὑστέρας, καὶ τὴν γονὴν οὐκ εἰσδέχεται. Ταύτην χρὴ λεπτύναντα φάρμακον πῖσαι κάτω, καὶ πρὸς τὰς ὑστέρας προσθεῖναι, ὅ τι καθαίρει αὐτὰς καὶ φύσας οὐκ ἐμποιεῖ.
Chapter 21
21. Ἢν δὲ τὸ στόμα τῶν ὑστερέων σκληρὸν γένηται ἢ ὁ αὐχὴν, τὸν δάκτυλον παρεισάγων, γνώσῃ, καὶ ἐπὴν πρὸς τὸ ἰσχίον ἔωσιν ἀπεστραμμέναι. Ὅταν ὧδε ἔχῃ, μηδὲν προσφέρειν δεινόν· ἢν γὰρ ἐξελκώσῃς τὸ στόμα, ἐπὴν φλεγμήνῃ, κίνδυνος τὸ πάμπαν ἄτοκον γενέσθαι· ἀλλὰ προστιθέναι ἃ μὴ δάκνει, ὑφ’ ὧν καθαίρεται.
Chapter 22
22. Ἢν γυναῖκα μὴ δυναμένην τεκεῖν ἐθέλῃς καθῆραι, καὶ ᾖ χολώδης ἢ φλεγματώδης, γνώσῃ τῷδε ὁκότερον ἂν ᾖ μᾶλλον· ψάμμον ὑποβάλλων, ἐπὴν τὰ ἐπιμήνια γένηται, ἐν τῷ ἡλίῳ ἐπιχέας τὸ αἷμα, ἐᾷν ξηρανθῆναι· καὶ ἢν μὲν χολώδης ᾖ, ἐπάνω τῆς ψάμμου ἔσται τὸ αἷμα ὠχρὸν, ἢν δὲ φλεγματώδης, οἷον μύξα· καὶ δὴ ὑκότερον ἂν ἔῃ καθήρας κάτω, πρὸς τὰς ὑστέρας προσθεῖναι προσθετά.
Chapter 23
23. Ἢν τὰ ἐπιμήνια παντάπασι μὴ γίνηται, ἢν μὲν ὑπὸ πόνου ᾖ, πρῶτον μὲν τὴν κοιλίην καθῆραι κάτω, ἔπειτα προσθεῖναι, ὑφ’ οὗ αἷμα καθαίρεται ἐκ τῶν ὑστερέων· ἔπειτα διαλιπὼν ἡμέρην μίην ἢ δύο, ὑφ’ οὗ αἷμα καθαίρεται προσθεῖναι· τὸν δὲ ἄλλον χρόνον τὸν φλοιὸν πινέτω τοῦ κρήθμου ἐν οἴνῳ τρίψασα.
Chapter 24
24. Ἢν ὑγρότερον τοῦ καιροῦ τὸ στόμα τῶν ὑστερέων ᾖ, προστιθέναι τὰ δριμέα, ὅκως δηχθῇ, καὶ φλεγμῆναν σκληρὸν γένηται. Ἢν δὲ σκιῤῥωθῇ, τὰ δριμέα προσφέρειν· δάκνοντα γὰρ διαχεῖ τὸν ἰχῶρα· ἔπειτα μαλθακὰ προστιθέναι· ἐς δὲ τἄλλα νουσήματα ὡς ἥκιστα προστιθέναι.
Chapter 25
25. Ἢν ἐς τὸ ἰσχίον λεχοῖ καταστηρίξωσιν αἱ ὑστέραι ἢ ἐς τὸν κενεῶνα, προστίθεσθαι χρὴ πρὸς τὸ ὑγιὲς ἰσχίον ἔλαιον Αἰγύπτιον λευκὸν ἢ βακκάριον, καὶ ἐπὶ τὸ ὑγιὲς ἰσχίον κατακείσθω, καὶ πενέτω γλυκυσίδης κόκκους πέντε τοὺς μέλανας, καὶ ἀκτῆς καρπὸν ὅσον χηραμίδα, καὶ κάστορος ὅσον κύαμον ἐν οἴνῳ· ἔπειτα λουσαμένη θυμιήσθω, καὶ τοῖσι πότοισι καὶ σιτίοισι χρήσθω μαλθακοῖσι, καὶ λινοζώστει, καὶ τοῖσι δριμέσι πᾶσι χωρὶς ῥαφάνου καὶ κρομμύων.
Chapter 26
26. Ὁκόταν πνίγωσιν αἱ ὑστέραι, ὑποθυμιῇν χρὴ τὰ κακώδεα πάντα ὑπὸ τὰς ῥῖνας, ἄσφαλτον, θεῖον, κέρας, ἐλλύχνιον, φώκης ἔλαιον, καστόριον· ὑπὸ δὲ τὰ αἰδοῖα τὰ εὐώδεα.
Chapter 27
27. Ἢν δὲ λεχοῖ αἱ ὑστέραι φλεγμήνωσι, πίμπραται καὶ πνὶξ ἔχει. Ὁκόταν ὧδε ἔχῃ, παρατείνας ὀθόνιον βρύα θαλάσσια λεπτὰ καταπλάσσειν· ἔπειτα ὠμήλυσιν καὶ σποδὸν κληματίνην καὶ λίνου σπέρμα, ὄξος καὶ ἔλαιον ἐπιχέας, ἑψεῖν ἕως ἂν οἷόν περ σταῖς γένηται· ἔπειτα καταπλάσαι, ἢν θερμοτέρῳ δύνηται ἀνέχεσθαι, τὴν νείαιραν γαστέρα.
Chapter 28
28. Ἢν δὲ πεπήγωσι, φακοὺς ἑψήσας ἐν ὄξει καὶ ἡδυόσμῳ πολλῷ, ἕλκειν τὴν ἀτμίδα ἐς τὸ στόμα καὶ τὰς ῥῖνας προσίσχειν, καὶ τὰ κακώδεα ὑποθυμιῇν, καὶ λινόζωστιν ἐσθίειν· καὶ ἐν τῷ χυλῷ ἄλητον ἑφθὸν ῥοφείτω· ὅτι τάχιστά τε καὶ πρὶν ἢ τὴν ὀδύνην ἔχειν, πρότερον χρὴ διδόναι τῶν φαρμάκων ὅσα τὰς ὑστέρας παύει τῆς ὀδύνης· καὶ σιτία διαχωρητικὰ προσφερέσθω· ἢν δὲ ἡ γαστὴρ θερμαίνηται, ὑποκλύσαι.
Chapter 29
29. Ἢν ἐκ τόκου φλεγμήνωσιν αἱ μῆτραι, στρύχνου χυλὸν ἐγχέαι ἐς τὰ αἰδοῖα, καὶ ἐπὴν οὗτος θερμὸς γένηται, ἕτερον ἐγχεῖν· ἢν δὲ μὴ ᾖ, σχίνου ἢ ῥάμνου ἢ τεύτλου. Ἕτερον· κολοκύντης χυλὸν ἐκπιέσας ἔγχεον, καὶ αὐτῆς τὸ ἐν μέσῳ τὸ ἁπαλώτατον περιξύσας μακρὸν ἔνθες. Ὕστερον ὕδατι ψιμύθιον τρίβων, ἐν εἰρίῳ ἀνασπογγίζων, πρόσθες· ἢν δὲ φρίσσῃ, ἀφαιρέειν. Ἢν γυνὴ ἀσθενέῃ ἀπὸ ὑστερέων, καὶ χολαὶ αὐτὴν πνίγωσι, καὶ δέῃ αὐτὴν καθῆραι κούφως καὶ τῆς ὀδύνης παῦσαι, πευκεδάνου ὀπὸν ὅσον τρεῖς κυάθους δίδου πίνειν.
Chapter 30
30. Ἢν ἐν τῇ ὀσφύϊ αἱ ὑστέραι ἔωσιν ἢ ἐν τῷ κενεῶνι, ἢν θέλῃς μετακινῆσαι, τρίψας θεῖον καὶ ἄσφαλτον, μέλι ἑφθὸν παραχέας, καὶ ποιήσας βάλανον παχείην, ἐς τὴν ἕδρην ἔνθες· καὶ ἐκ τῶν ὑστερέων ἢν ξηραὶ γένωνται, τὰ αὐτὰ προσθεῖναι ὡς τάχιστα.
Chapter 31
31. Γυναικὶ ὅταν αἱ ὑστέραι σκληραὶ γένωνται καὶ ἐς τὰ αἰδοῖα ἐξίσχωσι καὶ οἱ βουβῶνες σκληροὶ γένωνται, καὶ καῦμα ἐν τοῖσιν αἰδοίοισιν ἐνῇ, καρκινοῦσθαι ἄρχεται. Ὅταν οὕτως ἔχῃ, σικύης χρὴ τὸ ἔσω τρῖψαι καὶ κηρίον, ὕδατος κοτύλην ἐπιχέας, ἐνιεὶς ἐς τὴν ἕδρην, ἔα καθαίρεσθαι.
Chapter 32
32. Ὁκόταν δὲ γυναικὶ διδῷς φάρμακον, παράμισγε τῷ φαρμάκῳ ὅσα ὑστέρας καθαίρει καὶ ὅσα ἐλαύνει. Ἕτερα ποτὰ καὶ προσθετὰ, δυνάμενα χόριον ἐξάγειν καὶ ἐπιμήνια κατασπάσαι· κανθαρίδας πέντε ἀποτίλας τὰ πτερὰ καὶ τοὺς πόδας καὶ τὴν κεφαλήν· ἔπειτα τριβόλους παραθαλασσίους σὺν τῇ ῥίζῃ τρίψας ὅσον κόγχην, καὶ τοῦ ἀνθέμου τοῦ χλωροῦ τὸ ἴσον τρίψας, σελίνου σπέρμα ἴσον, καὶ σηπίης ὠὰ πεντεκαίδεκα, ἐν οἴνῳ γλυκεῖ κεκρημένῳ δίδου πιεῖν. Καὶ ἐπὴν ὀδύνη ἔχῃ, ἐν ὕδατι θερμῷ καθήσθω, καὶ μελίκρητα ὑδαρέα πινέτω. Ἕτερον· βατραχίου τῶν φύλλων καὶ τοῦ ἄνθεος τετριμμένου ὅσον στατῆρα Αἰγιναῖον ἐν οἵνῳ γλυκεῖ πιεῖν· ἐπὴν δὲ ἡ ὀδύνη ἔχῃ, λευκοὺς ἐρεβίνθους καὶ ἀσταφίδας ἑψήσας ἐν ὕδατι καὶ ψύξας διδόναι πιεῖν, καὶ ὁκόταν ἡ στραγγουρίη ἔχῃ, ἐν ὕδατι χλιερῷ καθεζέσθω. Ἕτερον· ἀδιάντου ὅσον στατῆρα Αἰγιναῖον ἐν οἴνῳ λευκῷ ἴσον ἴσῳ κεράσας δίδου πίνειν. Ἕτερον· λευκοΐου καρπὸν ὅσον τοῖσι τρισὶ δακτύλοις λαβὼν, ἐν οἴνῳ λευκῷ τὸν αὐτὸν τρόπον κεράσας, δοῦναι πίνειν. Ἕτερον· λευκοΐου ῥίζαν τοῦ μέλανος ἐν οἴνῳ τὸν αὐτὸν τρόπον χρήσθω. Ἕτερον· κρινάνθεμον τὸ ἐπὶ τῶν οἰκιῶν φυόμενον τὸν αὐτὸν τρόπον πῖσαι. Ἕτερον· τῆς ἀγχούσης τὰ φύλλα ὅσον δύο δραχμίδας ἐν οἴνῳ ἑφθῷ κεράσας ὕδατι ἴσῳ πῖσαι. Ἕτερον· χαμαιλέοντος τὴν ῥίζαν ξύσας ὅσον ἐλλεβόρου πόσιν ἐν οἴνῳ ἑφθῷ κεράσας ὕδατι πῖσαι. Ἕτερον· κράμβης καὶ πράσου χυλὸν ἑκατέρου μίξας, ὀπὸν σιλφίου ὅσον τρία ἡμιωβόλια, οἴνῳ ἴσῳ μίξας λευκῷ πῖσαι. Ἕτερον· ἐλαίας λευκὰς πρόσθεν ἢ ἔλαιον εἶναι κατακνήσας ξήρανον· ἔπειτα κόψας καὶ σήσας ἐν οἴνῳ ἐπιβαλὼν διδόναι πίνειν. Τοῦτο καὶ ἐπιμήνια κατασπᾷ καὶ χόριον ἐξελάσει. Δικτάμνου κρητικοῦ ὅσον ὀβολὸν, ἐν ὕδατι πιεῖν. Χόριον ἢν μὴ δύνασαι ἐκβαλεῖν πιπίσκων, προπυριήσας τῇ ἀκτῇ, χυλῷ ἑφθῷ πυρίην ἐμβαλὼν, τὴν κανθαρίδα προστιθέναι· τοῦτο καὶ τὸ ἔμβρουν ἐξελαύνει· ὁκόταν δὲ δάκνῃ, ἀφαιρευμένη, ἐς ῥόδινον μύρον ἐμβάπτουσα, προστιθέσθω, ἔστ’ ἂν ἀποφύγῃ. Ἕτερον αἰγεἴρου κρητικῆς κόκκους ἐννέα τρίψας ἐν οἴνῳ διδόναι πίνειν τουτέῳ καὶ ἀπολύσασθαι, ἢν δυστοκέῃ. Ἕτερον κονύζης ὅσον χεῖρα πλείην διεῖναι πράσου χυλῷ, καὶ νέτωπον ξυμμίξας ὅσον χηραμίδα, ταῦτα ἐν οἴνῳ δίδου πίνειν. Ἐπιμήνια κατασπᾷ. Πευκέδανον καὶ πάνακες καὶ γλυκυσίδης ῥίζαν ἐν οἴνῳ δίδου πίνειν. Ἔμβρυον ἐκβάλλει τεθνεὸς καὶ τὰ ὕστερα. Τοῦ ἴου καὶ τῆς ἀνδράχνης τὸν καρπὸν, ταῦτα μίξας, λεῖα κόψας, δίδου ἐν οἴνῳ λευκῷ παλαιῷ. Ἐπιμήνια κατασπᾷ. Λευκοΐου τὸν καρπὸν ὅσον τρισὶ δακτύλοισι, καὶ αἰγὸς σπυράθους ὅσον πέντε ἢ ἓξ ξυμμίξας οἴνῳ εὐωδεστάτῳ, προπυριήσας, ἐς ὕδωρ καὶ ἔλαιον τὴν πυρίην ἐμβαλὼν, πυριῇν δὲ ἐπὶ δίφρου· ἐπὴν δὲ πυριήσῃς, δοῦναι πιεῖν, καὶ ὡς τάχιστα λούσαντα κατακλῖναι· δοῦναι δὲ φαγεῖν κράμβην, καὶ τοῦ χυλοῦ ῥοφῇν. Ἕτερον· λευκοΐου τὸν καρπὸν ὅσον τοῖς τρισὶ δακτύλοισιν ἐν οἴνῳ δοῦναι πιεῖν, καὶ καθήσθω ἐν ὕδατι θερμῷ ἢν δὲ μὴ ἔχῃ, μαράθρου ῥίζας κλάσας, ἐν μελικρήτῳ χλιερῷ ἀποβρέχων, δίδου. Ἕτερον· μελίης ὅσον, κόκκους δέκα ἐν οἴνῳ δοῦναι πιεῖν. Τοῦτο ἀγαθὸν ἐπὶ παντὸς ἀλγήματος ὑστερέων, καὶ σφόδρα διουρητικόν. Ἕτερον· ὀπὸν σιλφίου ὅσον ὄροβον, καὶ καρδάμου καρπὸν τρίψας λεῖα καὶ ξυμμίξας ἐν οἴνῳ, ἢ ἐν κυνὸς γάλακτι, δίδου πιεῖν. Τοῦτο καὶ ἔμβρυον ἐξελαύνει. Ἐκβόλιον· βατράχιον καὶ ἐλατηρίου μικρὸν μίξας ἐν ὄξει εὔκρατον πῖσαι. Ἐπὶ τοῦ αὐτοῦ· κράμβης καυλὸν ἁπαλὸν, τὸ ἄκρον χρίσας νετώπῳ, τύψαι. Ἢν τὰ ἐπιμήνια μὴ γίνηται· τερμίνθου καρπὸν τρίψας ἐν οἴνῳ καὶ ὕδατι διεὶς καὶ διηθήσας διδόναι νήστει πιεῖν, καὶ θερμῷ λουέσθω. Ἐμμήνια κινεῖν· φοινικικοὺς κόκκους ἐν οἴνῳ νήστει διδόναι πίνειν. Λοχεῖα καθαίρειν· μαράθρου καρπὸν καὶ κρηθμοῦ τὸν φλοιὸν καὶ λιβανωτὸν ἐν οἴνῳ διδόναι πίνειν. Ἕτερον· δᾷδα ὡς πιοτάτην ἐν οἴνῳ ἑψήσας, καὶ γλυκυσίδης κόκκους πέντε τρίψας ἐν οἴνῳ, ὅσον τεταρτημόριον κοτύλης δοῦναι πιεῖν. Ἕτερον· λινοζώστιος τὸν καρπὸν καὶ τὰ φύλλα ἐν οἴνῳ δοῦναι πιεῖν. Ἕτερον· γλυκυσίδης τοὺς μέλανας κόκκους ὅσον πέντε καὶ ὠὰ σηπίης δοῦναι πίνειν ἐν οἴνῳ. Λεχοῖ πάσῃ· ἐρύσιμον καὶ ἄλφιτον, ἔλαιον παραχέας, ὅταν ᾖ ἑφθὸν, ῥοφείτω, καὶ σιτίοισιν ὡς μαλακωτάτοισι χρήσθω. Ἕτερον· σκαμμωνίην τρίψας ἐν γάλακτι γυναικείῳ ἐν εἰρίῳ ἀνασπογγίσας προσθεῖναι. Ἕτερον· λινοζώστιος φύλλα τρίψας, ἐν ῥάκει προσθεῖναι. Ἕτερον· τὴν ποίην τὴν ἀρτεμισίην τρίψας καὶ μύρῳ ῥοδίνῳ δεύσας προσθεῖναι. Ἕτερον· τὴν λευκὴν ῥίζαν λείην κόψας ῥοδίνῳ μύρῳ δεύσας προσθεῖναι. Ἕτερον· τῆς γλυκυσίδης μέλιτι δεύσας καὶ μύρῳ ῥοδίνῳ καὶ Αἰγυπτίῳ ἐν ἐρίῳ προσθεῖναι. Ἕτερον· ἄλητον ἄπλυτον τὸν αὐτὸν τρόπον προστιθέναι. Ἕτερον· αἰρῶν ἄλευρον καὶ πύρινα ἅμα μέλιτι φυρήσας ἐν εἰρίῳ προστιθέναι. Καθαρτήριον ἐπιμηνίων λαὶ λοχείων, καὶ ὕδορ ἄγει· στρουθίου ῥίζης λείου κεκομμένου ὅσον τοῖσι τρισὶ δακτύλοισι μέλιτι δεύσας προσθεῖναι· φύεται δὲ ἐν Ἅνδρῳ έν τοῖσιν αἰγιαλοῖσιν. Ἕτερον· ὑστέρας ἀποκαθῆραι· λινοζώστιος κεκομμένης καὶ σικύης ὀλίγον τρίψας, ἐν οἴνῳ καὶ μέλιτι δεύσας προστιθέναι. Ἕτερον· λαγωοῦ τρίχας κατακαύσας καὶ τρίψας ἐν οἴνῳ καὶ μέλιτι δεύσας ἑφτῷ καὶ ὕδατι δοῦναι πιεῖν, καὶ τῷ θερμῷ λουέσθω. Τόκου καθαρτήριον· κρίθην ἐρείξας, ὅσον ἥμισυ ἡμιχοινικίου, ἑψεῖν ἐν ὕδατος κοτύλαις τέσσαρσιν· ὁκόταν δὲ ζέσῃ, δοῦναι δὶς ἢ τρὶς ῥοφῆσαι. Λοχεῖα καθῆραι· τῆς ἀκτῆς τὰ φύλλα ἑψήσας, ἐπιχέας ἔλαιον, δοῦναι πιεῖν· ἐσθιέτω δὲ καὶ κράμβας ἑφτὰς καὶ πράσα. Καθαρτήριον ὑστερέων· τοῦ ῥοῦ τὰ φύλλα καὶ τὸν καρπὸν ἐν οἴνῳ πιεῖν δοῦναι, καὶ ἐρύσιμον λεῖον ποιήσας ἐν οἴνῳ, ἄλφιτα ἐπιβαλὼν, δοῦναι πιεῖν. Ἕτερον· μίσυος ὅσον δύο ὀβολοὺς τρίψας ἐν οἴνῳ καὶ φυρήσας προσθεῖναι. Ἕτερον· λίνου καρπὸν τρίψας ἐν οἴνῳ φυρήασς προσθεῖναι. Ἕτερον· τριφύλλου τὸν καρπὸν ἐν οἴνῳ πιεῖν δοῦναι. Ἢν ἐς τὴν ὀσφῦν ὑστέραι καταστρηρίξωσιν, ἐσθιέτω πουλύποδας ἑφτοὺς καὶ ὀπτοὺς, καὶ οἶνον πινέτω μέλανα εὐώδεα ἄκρητον ὡς πλεῖστον. Ἕτερα ποτὰ καὶ προσθετὰ καθαρτήρια· ῥοῦν τὴν ἐρυθρὴν καὶ γίγαρτα ἑψήσας ἐν ὕδατι, τοῦ σιτανίου ἐμωαλὼν ἐπὶ τὸ ὕδορ δίδου πίνειν. Ἕτερον· ἄλητον ἐφ’ ὕδωρ ἐμβαλὼν, δίδου πιεῖν. Ἕτερον· μόρα τὰ ἀπὸ τοῦ βάτου ξηρήνας καὶ τρίψας λεῖα καὶ ἄλφιτα ποταίνια ἀναμίξας ὅσον ὀξύβαφον ἀμφοτέρων ἐν οἴνῳ εὐώδει καὶ ὑδαρεῖ πινέτω. Ἕτερον τὴν γῆν τὴν μέλαιναν τὴν Σαμίην ἐν ὕδατι τρίψας ὅσον ἀστράγαλον δίδου πιεῖν. Ἕτερον· ὑποκιστίδος ἐν οἴνῳ διδόναι πιεῖν. Ἕτερον· σίδας οἰνώδεας ἐκχυλώσας, ἄλφιτα φυρήσας τῷ χυλῷ, ξήρηνον· ἔπειτα τρίψας ἐν οἴνῳ λεῖον, δίδου πιεῖν. Ἕτερον· μύρτων μελαινῶν τὸν καρπὸν τρίψας, διεὶς ἐν ὕδατι, ἄλφιτα ἐπιβαλὼν, δίδου πίνειν. Ἕτερον· ῥοιὴν γλυκείην ὀπτήσας, ὁλκὴν τρίψας ἐν οἴνῳ δίδου πίνειν. Ἕτερον· πυροὺς καὶ κάγχρυας τρίψας, φρύξας τε καὶ ἄλητα ποιήσας, ἐν οἴνῳ μέλανι δίδου πιεῖν. Ἕτερον· ῥοιῆς γλυκείης τὰ εἴσω ξυμμίξας ἴσῳ ὕδατι, δίδου πίνειν. Ἕτερον· κώνειον ὅσον τοῖσι τρισὶ δακτύλοισιν ἐν ὕδατι δίδου πίνειν. Ἕτερον· ἀλήτου σιτανίου καὶ γύψου τὸ ἴσον μίξας ἐν ὕδατι δίδου πίνειν. Ἕτερον· ῥοιῆς γλυκείης τὸν φλοιὸν καὶ σίδια ἐν οἴνῳ δίδου πίνειν. Ἢν αἷμα ἐξ ὑστερέων ῥέῃ, ἄγνου φύλλα ἐν οἴνῳ μέλανι δίδου πιεῖν. Ῥόου καὶ ὀδύνης· κάχρυος ῥίζην ἐν οἴνῳ διδόναι πίνειν. Ἕτερα ποτὰ ὑστερέων· κεδρίδας, σέσελι, κύμινον Αἰθιοπικὸν, κασίης καρπὸν, ἀρκευθίδας, κεγχρίδας, ἐχινίδας, μελάνθιον, δαύκου ῥίζην καὶ τὸν καρπόν· ἀρώματα δὲ θύμον, θύμβρην, ἐρίκην, ὑπερικὸν, μήκωνα λευκὴν, κρήθμου ῥίζας καὶ τὸν καρπὸν, μαλάχης ῥίζας, λινοζώστιος καρπὸν καὶ τὰ φύλλα, κνίδης καρπὸν, ἐλελίσφακον, αἴγειρον, δίκταμνον, ψευδοδίκταμνον, ἄμωμον, καρδάμωμον, ἑλένιον, ἀριστολοχίαν, καστόριον, ἀδίαντον, δρακόντιον, πευκέδανον, πηγάνου φύλλα καὶ τὸν καρπὸν, σελίνου καρπὸν, μαράθρου καρπὸν, ἱπποσελίνου καὶ τὸν καρπὸν καὶ τὰς ῥίζας, ἱππομαράθρου καρπὸν καὶ τὰς ῥίζας, στρουθίου τὸν καρπὸν καὶ τὰς ῥίζας, ὕσσωπον Κιλίκιον, ἐρύσιμον, γλυκυσίδην, πάνακες· τουτέων ὅ τι ἂν βούλῃ, καὶ ξυμμίσγων καὶ αὐτὸ καθ’ ἑαυτὸ ἀφεψῶν ἐν ὕδατι ἢ ἐν οἴνῳ ὡς ἂν βούλῃ, δίδου πίνειν. Ἀγαθὰ καὶ καθαρτικὰ καὶ τὰς ὀδύνας παύοντα· τῆς μαλάχης δίδου ἐν ὕδατι τὴν ῥίζην. Ὑστερέων· γλυκυσίδης καρπὸν καὶ κέδριον ὀλίγον ξυμμίσγων, ἐν οἴνῳ δίδου πίνειν, καὶ παύσεις ὑστερέων ὀδύνας. Ὅταν αἱ ὑστέραι πνίγωσι· καστόριον καὶ κόνυζαν ἐν οἴνῳ λευκῷ δίδου πίνειν· ἢν δὲ προσεστήκῃ [πρὸς τῇ ῥινὶ], κόκκου τὸ εἴσω τὸ λευκὸν μέλιτι μίξας, ἀλείφειν τὴν ῥῖνα. Ἕτερον παῦον ὀδύνας· μαλάχης τὴν ῥίζαν καὶ μαράθρου φλοιὸν καὶ κρήθμου ἐν ὕδατι δοῦναι πιεῖν. Ἕτερον· ἀστέρας θαλασσίους τοὺς μέλανας καὶ κράμβην, μίξας ἐν οἴνῳ εὐώδει, δοῦναι πιεῖν. Ἕτερον· σμύρναν ὅσον τριώβολον, κόριον ὀλίγον, ῥητίνην, γλυκυσίδης ῥίζαν, κύμινον Αἰθιοπικόν· ταῦτα τρίψας λεῖα, οἴνῳ λευκῷ διεὶς, δίδου πίνειν, ἀκροχλίερον ποιήσας. Ὑστέρας ἐλαύνει· τοῦ κροτωνοειδέος τὴν ῥίζαν δίδου πίνειν. Ἢν πρὸς τὴν καρδίην προσπεσοῦσαι αἱ ὑστέραι πνίγωσιν, ἄγνου τὸν καρπὸν καὶ γλυκυσίδης δίδου ἐν οἴνῳ πίνειν. Προσθετὰ δριμέα αἷμα ἄγοντα· κανθαρίδας πέντε ξυμμίξας τῷ λιβανωτῷ καὶ τῇ σμύρνῃ, τὸ μέγεθος ποίει ὅσον κηκίδα, πρόμακρον ποιήσας, καὶ περιθεὶς εἰρίῳ, περιελίξας τε ὀθονίῳ λεπτῷ, βρέξας μύρῳ Αἰγυπτίῳ λευκῷ ἢ ῥοδίνῳ, πρόσθες. Ἕτερον· βούπρηστιν, ἢν μὲν μικρὴ ᾖ, ὅλην, ἢν δὲ μεγάλη, τὸ ἥμισυ ξύμμισγε πρὸς τοῖς ῥηθεῖσι καὶ τὸν αὐτὸν τρόπον προστίθει. Ἢν δὲ μαλακωτέροισιν ἐθέλωσι χρῆσθαι, τὰς βουπρήστιας ἔμβαλλε ἐς οἶνον, κύμινον Αἰθιοπικὸν παρεμβαλὼν, καὶ σέσελι, καὶ ἄνισον, ἀναζέσαι, ἐς τὰς δέκα βουπρήστιας ξυμμίξας ὀξύβαφον ἐλαιηρὸν, τῶν ἄλλων ἁπάντων ἴσον ἑκάστου· μῖξαι δὲ σμύρναν, λιβανωτὸν ὀλίγον· τούτου λαβὼν ὅσον δραχμίδα, προσθεῖναι, ὥσπερ ἐν τῷ πρόσθεν προσθήματι. Ἕτερον· τοῦ μελανθίου τρίψας μέλιτι, δεύσας οἴνῳ, βάλανον ποιήσας πρὸς τῷ πτέρῳ προσθέσθω. Ἕτερον· φιλίστιον τὸν αὐτὸν τρόπον ποιέων προστίθει. Ἕτερον· τηλεφίου καρπὸν τὸν αὐτὸν τροπον ποιέων προστίθει. Ἕτερον· ἀνεμώνης φύλλα τρίψας, ἐνθεὶς ἐς ῥάκος, καὶ σμύρνης μικρὸν ξυμμίσγων, τὸν αὐτὸν τρόπον χρῆσθαι. Ἄγει αἷμα· βάλανον Αἰγυπτίην τρίψας καὶ Σούσινον [ὅ ἐστι γῆ Αἰγυπτίη], ὕδατι διεὶς, εἰρίῳ ἑλίξας, προστίθει. Ἕτερον χολὴν καθαῖρον· σικύης ἐντεριώνην λείην τρίψας, μέλιτι φυρήσας, βάλανον ποιέων, προστίθει. Ἕτερον· κολοκυνθίδος ἀγρίης τὸ εἴσω λεῖον ποιήσας, μέλιτι φυρήσας, τὸν αὐτὸν τρόπον προστίθει. Ἕτερον· ἐλατηρίου πόσιας τέσσαρας, ξυμμίσγων στέαρ χήνειον καὶ αἴγειον καὶ μίσυ, βάλανον ποιέων, προστίθει ἐν τῷ ῥάκει. Ἕτερον· θλάσπιν λείην ποιέων, μέλιτι φυρέων, προστίθει. Ἕτερον· σύκου παλαιοῦ τὸ πῖον ξύσας, καὶ ξυμμίξας πόσιας ἐλατηρίου δύο καὶ νίτρου ὅσον τὸ ἐλατήριον, μέλιτι δεύσας, προστίθει. Ἕτερον· ἢν φλεγμήνῃ· νίτρον ἐρυθρὸν, σύκου τὸ εἴσω τὸ πῖον, ἴσον ἑκάστου, τρίψας λεῖα, ὅσον κηκίδα ποιήσας, προστίθει. Ἕτερον· κυμίνου φύλλα ἐν οἴνῳ τρίψας, ἐν ῥᾴκει προστίθει. Ἕτερον· τὴν λευκὴν ῥίζαν τρίψας λείην, μέλι ἐπιχέας καὶ ἀναζέσας, βάλανον ποιήσας, προστίθει. Ἕτερον· ὀπὸν σιλφίου καὶ σῦκον μίξας, βάλανον ποιέων, προστίθει. Ἕτερον· σικύης σπέρμα τρίψας, τὸν αὐτὸν τρόπον προστίθει. Ἕτερον· χολὴν ταύρου, καὶ νίτρον ἐρυθρὸν, νέτωπον, κυκλάμινον, τρίψας τουτέων ὅσον κηκίδα, τοῦ κυκλαμίνου δὲ πλεῖστον, μέλιτι ξυμμίξας, προστίθει. Ἕτερον· τοῦ κρομμύου τὴν κεφαλὴν καθαίρειν, ἐν ὕδατι τρίψας, ἐς ῥάκος ἀποδήσας, προσθεῖναι. Ἕτερον· σμύρναν, ἅλας, κύμινον, χολὴν ταύρου, μέλιτι ταῦτα φυρήσας, ἐς ῥάκος ἔνθετα προσθεῖναι. Ἕτερον· κόκκους ἐκλέξας ὅσον τριήκοντα, καὶ τρίμματα μηδικοῦ φαρμάκου τοῦ τῶν ὀφθαλμῶν ὃ καλεῖται πέπερι, καὶ τοῦ στρογγύλου ὃ καλεῖται, ταῦτα τὰ τρία τρίβων ἐν οἴνῳ παλαιῷ, λεῖα διεὶς, γλυκεῖ ἐλαίῳ ἀναφυρέων, περὶ τὸ εἰρίον περιθεὶς, προσθέσθω, καὶ διανιζέσθω οὔρῳ. Ἕτερον· τιθυμάλου ὀπὸν μέλιτι φυρήσας, ἐς ῥάκος ἐνθεὶς, προστιθέναι. Ἕτερον· σκίλλης ῥίζαν ὅσον ἑξαδάκτυλον καθελίξας τοὺς δύο δακτύλους, ἐρίῳ πρόσθες. Ἕτερα μαλθακτικὰ, ὑφ’ ὧν καθαίρεται ὕδωρ καὶ αἷμα, ἐπιμήνιά τε ἄγονται, ἢν μὴ πουλυχρόνια ᾖ, καὶ τὸ στόμα μαλθάσσεται· ναρκίσσινον, κύμινον Αἰθιοπικὸν, λιβανωτὸν, ἀψίνθιον, κύπειρον, τῶν μὲν ἄλλων ἴσον ἑκάστου, τοῦ δὲ ναρκισσίνου μοίρας τέσσαρας, ἐπικτένιον…
Chapter 33
33.…
The complete text is available when the reading interface loads.