The Greek Library Author

Anonymous

De septimestri partu

Authority group
Hippocrates (catalogue association; authorship remains anonymous)
Edition reference
De septimestri partu, ed. Littré, op. cit., vol. 7, 436–452.
CTS identifier
urn:cts:greekLit:tlg0627.tlg034.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3

τοῦ ἐννάτου· ὧδε γὰρ ἀνάγκη γίνεσθαι, ὅκως ἂν τύχῃ ἡ γυνὴ ἐν

γαστρὶ λαβοῦσα, τοῦ μηνός τε καὶ τοῦ χρόνου. Ὁ δὲ δὴ ὄγδοος

ἀναμφισβήτητός ἐστι, κατὰ τοῦτον γὰρ γίνεται, ὥστε δυσκρίτως

ἔχειν, καὶ ἓν δὲ μέρος ἐν τοῖς δέκα μησὶν ὁ μήν ἐστιν, ὥστε τοῦ-

τον εὐμέριστον εἶναι.

4

Χρὴ δὲ οὐκ ἀπιστέειν τῇσι γυναιξὶ περὶ τῶν τόκων· λέγουσι

γὰρ πάντα καὶ αἰεὶ λέγουσι καὶ αἰεὶ ἐρέουσιν· οὐ γὰρ ἂν πεισθείη-

σαν οὔτ' ἔργῳ οὔτε λόγῳ, ἀλλ' ὅτι γνῶναι τὸ ἐν τοῖσι σώμασιν αὐ-

τέων γινόμενον. Τὰς δὲ βουλομένας ἄλλο λέγειν ἔξεστιν, αἱ δὲ κρί-

νουσαι καὶ τὰ νικητήρια διδοῦσαι περὶ τουτέου τοῦ λόγου, αἰεὶ

ἐρέουσι καὶ φήσουσι τίκτειν καὶ ἑπτάμηνα καὶ ὀκτάμηνα καὶ ἐννεά-

μηνα καὶ δεκάμηνα, καὶ τουτέων τὰ ὀκτάμηνα οὐ περιγενέσθαι.

Φήσουσι δὲ καὶ τοὺς τρωσμοὺς πλείστους ἐν τῇ πρώτῃ τεσσαρα-

κοντάδι γίνεσθαι, καὶ τἄλλα τὰ καταγεγραμμένα ἐν τῇσι τεσσαρα-

κοντάσι καὶ ἐν τοῖσι μησὶν ἑκάστοισιν· ὅταν δὲ τῷ ἑβδόμῳ μηνὶ

περιῤῥαγέωσιν οἱ ὑμένες καὶ τὸ ἔμβρυον μεταχωρήσῃ, ὑπέλαβον

οἱ πόνοι οἱ περὶ τὸν μῆνα τὸν ὄγδοον γενεαλογούμενοι καὶ περὶ

τὴν ἕκτην τεσσαρακοντάδα· τουτέου δὲ τοῦ χρόνου παρελθόντος,

ὅσῃσι μέλλει εὖ εἶναι, αἱ φλεγμοναὶ ἐλύθησαν καὶ τοῦ ἐμβρύου

καὶ τῆς μητρὸς, ἥ τε γαστὴρ ἐμαλάχθη, καὶ ὁ ὄγκος ὑποκατέβη

ἀπὸ τῶν ὑποχονδρίων καὶ τῶν κενεώνων ἐς τὰ κάτω χωρία ἐς

εὐτρεπῆ τὴν ἐπὶ τοὺς τόκους τροπήν. Καὶ τὴν ἑβδόμην τεσσα-

ρακοντάδα ἐνταῦθ' ἐστὶ τὸ πλεῖστον τοῦ χρόνου τὰ ἔμβρυα·

τὰ γὰρ χωρία αὐτέοις μαλθακὰ, καὶ αἱ μετακινήσιες αὐτέοισιν

εὐπετέστεραι γίνονται καὶ πυκνότεραι· καὶ διὰ ταῦτα κατέστη πρὸς

τὸν τόκον εὐλυτώτερα. Καὶ τεσσαράκοντα ταύτας αἱ γυναῖκες φέ-

ρουσι τὰς τελευταίας ἡμέρας εὐπετέστερον τὰς γαστέρας, ἔστ' ἂν

ὁρμήσῃ τὸ ἔμβρυον στρέφεσθαι· μετὰ δὲ ταῦτα αἵ τε ὠδῖνες εἰσὶ

καὶ οἱ πόνοι ἐπίκεινται, ἔστ' ἂν ἐλευθερωθῇ τοῦ τε παιδίου καὶ τοῦ

ὑστέρου.

5

Ὅσαι δὲ τῶν γυναικῶν ἔτεκον πολλὰ παιδία καί τι αὐτέων

ἐξεγένετο χωλὸν ἢ τυφλὸν ἢ ἄλλο τι κακὸν ἔχον, φήσουσιν ἐπὶ του-

τέου τοῦ παιδίου τὸν ὄγδοον μῆνα χαλεπώτερον διαγαγεῖν ἢ ἐφ' ὧν

ἔτεκον οὐδὲν κακὸν ἐχόντων· τὸ γὰρ ἔμβρυον τὸ πηρωθὲν ἐν τῷ

ὀγδόῳ μηνὶ ἰσχυρῶς ἐνόσησεν, ὥστε καὶ ἀπόστασιν ἐποίησεν ἡ νοῦ-

σος, ὡς καὶ τοῖσιν ἀνδράσιν αἱ ἰσχυραὶ νοῦσοι ἐποίησαν. Ὅσα

δ' ἂν τῶν ἐμβρύων ἐν ἄλλῳ χρόνῳ ἰσχυρῶς νοσήσῃ, ἀπόλλυται

πρόσθεν ἢ αὐτέῳ ἀπόστασιν γενέσθαι· ὅσα δ' ἂν τῶν ὀκταμήνων

ἐμβρύων μὴ σφόδρα νοσήσῃ, ἀλλὰ κατὰ φύσιν ἐκ τῆς μεθόδου κα-

κοπαθήσῃ, τὰς μὲν τεσσαράκοντα ἡμέρας διετέλεσεν ἀσθενέοντα

τὸ πλεῖστον ἐν τῇ μήτρῃ διὰ τὰς ἀνάγκας τὰς προειρημένας, ἐγέ-

νετο δὲ ὑγιαίνοντα. Ὅ τι δ' ἂν γένηται ἐν τῇσι τεσσαράκοντα ἡμέ-

ρῃσι ταύτῃσιν, ἀδύνατον περιγενέσθαι· νοσέοντι γὰρ αὐτέῳ ἔτι ἐν τῇ

μήτρῃ ἐπιγίνονται αἱ μεταβολαὶ καὶ αἱ κακοπάθειαι αἱ μετὰ τὸν

τόκον.

6

Ὅ τι δ' ἂν ἀπονοσῆσαν ἐν τῇ μήτρῃ ἐς τὸν ἔννατον μῆνα ἔλθῃ

καὶ ἐν τουτέῳ τῷ μηνὶ γένηται, περιγίνεται· περιγίνεται μὲν οὐκ

ἔλασσον ἢ τὰ ἑπτάμηνα, ὀλίγα δὲ καὶ τουτέων ἐκτρέφεται· οὔτε

γὰρ τὴν παχύτητα ἴσχει ἥνπερ τὰ τελεώτατα ἔχουσιν, οὔτε οἱ πόνοι

οἱ ἐν τῇ μήτρῃ οὐ πάλαι πεπονημένοι εἰσὶν αὐτέοισιν, ὥστε λεπτὸν

γενέσθαι.

7

Σωθείη δ' ἂν μάλιστα εἰ τοῦ ἐννάτου μηνὸς γένοιτο ἐν ἐξόδῳ·

ἰσχυρότερόν τε γὰρ γένοιτο καὶ πλεῖστον ἀπέχον τῶν νούσων τῶν τοῖ-

σιν ὀκταμήνοισι γενομένων. Καὶ γὰρ τὰ ἐν ἑπτὰ τεσσαρακοντάσι

τικτόμενα, τὰ δεκάμηνα καλεόμενα, διὰ ταῦτα μάλιστα ἐκτρέφεται,

ὅτι ἰσχυρότατά ἐστι καὶ πλεῖστον ἀπέχει τῶν γονίμων παιδίων τοῦ

χρόνου ἐν ᾧ ἐκακοπάθησε τὰς τεσσαράκοντα ἡμέρας τὰς νοσουμένας

περὶ τὸν μῆνα τὸν ὄγδοον.

8

Σαφηνίζει δὲ περὶ τῶν νοσημάτων καὶ παθημάτων τῶν τοῖ-

σιν ὀκταμήνοισι γινομένων καὶ τὰ ἐννεάμηνα λεπτὰ τικτόμενα κατὰ

τὸ πλῆθος τοῦ χρόνου οὗ γέγονε καὶ τὸ μέγεθος τοῦ σώματος, ἐκ

νούσων κακοπαθείης ἀφιγμένης, οὐχ ὥσπερ τὰ ἑπτάμηνα τίκτεται

σεσαρκωμένα καὶ τὸ πάχος ἔχοντα εὐτραφέως, ἄνοσα διατετελεκότα

ὃν χρόνον ἐν τῇ μήτρῃ διεφέρετο.

9

Τῇσι δὲ γυναιξὶν αἱ συλλήψιες τῶν ἐμβρύων καὶ οἱ τρωσμοί

τε καὶ οἱ τόκοι κρίνονται ἐν οἷσί περ αἵ τε νοῦσοι καὶ αἱ ὑγίειαι καὶ

οἱ θάνατοι τοῖσι σύμπασιν ἀνθρώποισιν. Ταῦτα γὰρ πάντα τὰ μὲν

καθ' ἡμέρας, τὰ δὲ κατὰ μῆνας ἐπισημαίνει, τὰ δὲ κατὰ τεσσαρα-

κοντάδας ἡμερέων, τὰ δὲ κατ' ἐνιαυτόν· ἐν πᾶσι γὰρ τοῖς χρόνοισι

τουτέοισιν ἔνεστι πρὸς ἕκαστον πολλὰ μὲν ξυμφέροντα, πολλὰ δὲ

πολέμια· ἐκ μὲν οὖν τῶν συμφερόντων αἵ τε ὑγίειαι γίνονται καὶ

αἱ αὐξήσιες· ἐκ δὲ τῶν ἐναντίων αἵ τε νοῦσοι καὶ οἱ θάνατοι. Αἱ μὲν

οὖν ἡμέραι ἐπιστημόταταί εἰσιν ἐν τοῖσι πλείστοισιν αἵ τε πρῶται

καὶ αἱ ἕβδομαι, πολλαὶ μὲν περὶ νούσων, πολλαὶ δὲ καὶ τοῖσιν

ἐμβρύοισιν· τρωσμοί τε γὰρ γίνονται καὶ οἱ πλεῖστοι ταύτῃσι τῇσιν

ἡμέρῃσιν· ὀνομάζεται δὲ τὰ τηλικαῦτα ἐκρύσιες, ἀλλ' οὐ τρωσμοί·

αἱ δὲ ἄλλαι ἡμέραι ὅσαι ἐντὸς τῶν τεσσαράκοντα, ἐπίσημοι μὲν

ἧσσον, πολλαὶ δὲ κρίνουσιν. Ἐν δὲ τοῖσι μησὶ ταῦτά τε καὶ ἐν τῇ-

σιν ἡμέρῃσι γινόμενα ἔνεστι κατὰ λόγον. Καὶ τὰ καταμήνια τῇσι

γυναιξὶ τῇσιν ὑγιαινούσῃσι φαίνεται καθ' ἕκαστον τῶν μηνῶν, ὡς

ἔχοντος τοῦ μηνὸς ἰδίην δύναμιν ἐν τοῖσι σώμασιν. Ἐξ ὧν δὴ καὶ

οἱ ἕβδομοι μῆνες τῇσιν ἐν γαστρὶ ἐχούσῃσι τὰ ἔμβρυα ἐς τὴν ἀρχὴν

καθιστᾶσι τῆς τελειώσιος, τοῖσι δὲ παιδίοισιν ἑπταμήνοισιν ἐοῦσι

καὶ ἄλλα διαφέροντα γίνονται ἐν τοῖσι σώμασι· καὶ οἱ ὀδόντες φαί-

νεσθαι ἄρχονται ἐν τουτέῳ τῷ χρόνῳ. Ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ

κρισίμων, ἤν περ ἴσως καὶ τοῖσδέ τις συγχρέοιτο, ὁκοῖα ἔλεξα ἱστο-

ρίης τε ἕνεκα εἰρήσω· σκοπεῖν γὰρ χρὴ τὸν μέλλοντα ἰητρὸν ὀρθῶς

στοχάζεσθαι τῆς τῶν καμνόντων σωτηρίης, θεωροῦντα μὲν περίττας

πάσας, τῶν δὲ ἀρτίων τὴν τεσσαρεσκαιδεκάτην καὶ τὴν ὀγδόην εἰ-

κοστὴν καὶ τεσσαρακοστὴν καὶ δευτέρην. Οὗτος γὰρ ὁ ὅρος τίθεται

τῷ τῆς ἁρμονίης λόγῳ πρός τινων καὶ ὁ ἀρτιφυής τε καὶ τέλειος

ἀριθμός· δι' ἣν δὲ αἰτίην, μακρότερον ἂν εἴη ἐπὶ τοῦ παρόντος

διεξελθεῖν· θεωρεῖν δὲ χρὴ οὕτως τριάσι τε καὶ τετράσι· ταῖς μὲν

τριάσι συνημμέναις ἁπάσαις, ταῖς δὲ τετράσι δύο μὲν παρὰ δύο

συνημμέναις, δύο δὲ παρὰ δύο συνεζευγμέναις. Αἱ δὲ τεσσαρακον-

τάδες πρῶτον μὲν κρίνουσιν ἐπὶ τῶν ἐμβρύων· ὅ τι δ' ἂν ὑπερβάλλῃ

τὰς τεσσαράκοντα ἡμέρας τὰς πρώτας, ἐκφεύγει τοὺς τρωσμοὺς ἐπὶ

παντὸς γινομένους· πλέονες δὲ γίνονται ἐν τῇ πρώτῃ τεσσαρακον-

τάδι τρωσμοὶ ἢ ἐν ταῖς ἄλλαις ἐούσαις. Τοῦδε τοῦ χρόνου παρελ-

θόντος ἰσχυρότερά ἐστι τὰ ἔμβρυα, καὶ διακρίνεται καθ' ἕκαστα τῶν

μελέων τὸ σῶμα· καὶ τῶν μὲν ἀρσένων σφόδρα διάδηλα γίνεται

πάντα· τὰ δὲ θήλεα, ἐς τοῦτον τὸν χρόνον σάρκες φαίνονται ἀποφύ-

σιας μοῦνον ἔχουσαι· πλείονα γὰρ χρόνον τὰ ὅμοια ἐν τῷ ὁμοίῳ

ὅμοιόν ἐστι, καὶ κρίνεται βραδύτερον, διὰ τὴν συνήθειάν τε καὶ

φιλότητα· καίτοι τά γε ἄλλα, ὅταν χωρισθῶσιν τῆς μητρὸς αἱ θυ-

γατέρες, τῶν κούρων θᾶσσον ἡβῶσι καὶ φρονέουσι καὶ γηράσκουσι

διὰ τὴν ἀσθενείην τε τῶν σωμάτων καὶ τὴν δίαιταν. Ἄλλη δὴ

τεσσαρακοντὰς, ἐν ᾗ περὶ τὸν ὄγδοον μῆνα τὰ ἔμβρυα ἐν τῇ μήτρῃ

νοσέει, περὶ ὧν ὁ λόγος λέγεται ὧδε σύμπας. Τρίτη δὲ ἐν ᾗ τὰ παιδία

ὅταν γένηται καὶ κακοπαθήσαντα, ἢν περιφύγῃ τὰς τεσσαράκοντα

ἡμέρας, ἐφάνη ἰσχύοντα δῆτα μᾶλλον καὶ φρονέοντα· καὶ γὰρ τὰς

αὐγὰς ὁρᾷ σαφέστερον, καὶ τὸν ψόφον ἀκούει πρόσθεν μὴ δυνάμενα,

ὡς ἐπίδοσιν ἔχοντος τοῦ χρόνου τούτου κατὰ τὰ ἄλλα καὶ κατὰ τὴν

φρόνησιν τὴν διὰ τοῦ σώματος. Τὸ μὲν γὰρ ἴδιον φρόνημα δῆλόν

ἐστιν ἐνὸν ἐν τῷ σώματι ἔν γε τῇ πρώτῃ ἡμέρῃ· ἔν τε γὰρ τοῖς

ὕπνοισιν ἐοῦσιν, εὐθέως ἐπὴν γένωνται, γελῶντα φαίνεται τὰ παιδία

καὶ κλαίοντα· ἐγρηγορότα τε αὐτόματα εὐθέως γελᾷ τε καὶ κλαίει

πρόσθεν ἢ τεσσαράκοντα ἡμέραι γενοίατο· οὐδὲ γελᾷ ψαυόμενά τε

καὶ ἐρεθιζόμενα πρόσθεν ἢ αὐτὸς ὁ χρόνος οὗτος γένηται· ἀμβλύνον-

ται γὰρ αἱ δυνάμεις ἐν ταῖς μύξῃσι. Καί γε ὁ θάνατος διὰ τὴν μοίρην

ἔλαχεν. Ὥστε παράδειγμα τοῖς πᾶσιν εἶναι, ὅτι πάντα φύσιν ἔχει,

ἐκ τῶν αὐτέων ἐόντα, μεταβολὰς ἔχειν διὰ χρόνων τῶν ἱκνουμένων.

Σαφηνίζεται δὲ ἐν ἑκάστοισι ἄλλο τι τῶν γινομένων καὶ ἀπογινομέ-

νων· ἐν δὲ τῷ ἐνιαυτῷ τελουμένῳ πολλαὶ μὲν νοῦσοι γίνονται, πολλαὶ

δὲ ὑγεῖαι κατὰ λόγον τοῦ χρόνου, πρὸς τοὺς μῆνάς τε καὶ τὰς ἡμέρας

ἑκάστας τοῖς ἑβδόμοις· καὶ τἄλλα πολλὰ γίνεται διαφέροντα τοῖς

σώμασι· τοῖσι δὲ παιδίοισιν οἱ ὀδόντες ἐκπίπτουσι καὶ ἕτεροι φύονται.

Τὰ γὰρ ἐπὶ σώμασι, τάδε γράψω.

{ΠΕΡΙ ΟΚΤΑΜΗΝΟΥ.} Περὶ δὲ ὀκταμήνου γενέσιος φημὶ δισσὰς ἐφεξῆς κακοπαθείαςγενομένας ἀδυνάτους εἶναι ποιέειν φέρειν τὰ παιδία, καὶ διὰ τοῦτοοὐ περιγίνεσθαι τὰ ὀκτάμηνα· συγκυρεῖ γὰρ αὐτέοις ἐφεξῆς κακοπα-θεῖν τήν τε ἐν τῇ μήτρῃ γενομένην κακοπαθείην καὶ τὴν ὅταν ὁτόκος γένηται, καὶ διὰ τοῦτο τῶν ὀκταμήνων οὐδὲν περιγίνεται.Ἐπεὶ καὶ τὰ δεκάμηνα καλεόμενα λέγω ἐν ἑπτὰ τεσσαράκονθ' ἡμέ-ρῃσι μᾶλλον τίκτεσθαι· καὶ μάλιστα προσήκει ἐκτρέφεσθαι· καὶτελεώτατόν ἐστιν ἐν τῇσι ταύτῃσι τεσσαράκοντα ἡμέρῃσι. Ἐπὴν δὲγένηται, πλείω ἀπόλλυται· ἀναγκάζεται γὰρ πολλὰ μεταλαμβάνονταἐν ὀλίγῳ χρόνῳ πολλὰ νοσέειν, ἐξ ὧν οἱ θάνατοι γίνονται. Ἄρχεταιδὲ πονέειν τὸ παιδίον πρὸς τοῦ τόκου γινόμενον καὶ κινδυνεύεινἀπολέσθαι, ὅταν ἐν τῇ μήτρῃ στρέφηται· φύεται γὰρ πάντα ἄνωτὴν κεφαλὴν ἔχοντα· τίκτεται δὲ τὰ πολλὰ ἐπὶ κεφαλήν· καὶἀσφαλέστερον ἀπαλλάσσει τῶν ἐπὶ πόδας τικτομένων· τὰ γὰρ συγ-καμπτόμενα τοῦ σώματος ἐπὶ κεφαλὴν οὔπω κωλύει ἰόντος τοῦ παι-δίου· ἀλλὰ μᾶλλον, ὅταν ἐπὶ πόδας ὁρμήσῃ, τὰ ἐμφράγματα γίνε-ται. Αἱ γὰρ στροφαὶ ἐν τῇ γαστρὶ καὶ ἄλλος κίνδυνος· καὶ οἱ ὀμφαλοὶπολλάκις ἤδη τῶν παιδίων ἐφάνησαν περὶ τοὺς τραχήλους· ἢν γὰρκατὰ τὸ μόριον, ὁποτέρωθεν ἂν τύχῃ ὁ ὀμφαλὸς τῇ μήτρῃ μᾶλλονπαρατεταμένος, ταύτῃ τὸ παιδίον τῆς κεφαλῆς τὴν περιαγωγὴνποιήσηται, τοῦ ὀμφαλοῦ στρεφομένου ἢ περὶ τὸν αὐχένα ἢ καὶ κατὰτὸν ὦμον, τὴν περιβολὴν τοῦ ὀμφαλοῦ ἀντιτείνειν, τουτέου δὲγενομένου καὶ τὴν μητέρα ἀνάγκη πονῆσαι μᾶλλον καὶ τὸ παιδίον ἢἀπολέσθαι ἢ χαλεπώτερον ἐξελθεῖν. Ὥστε ἤδη καὶ πολλὰ ἔνδον τὴνἀρχὴν τῆς νούσου τῶν παιδίων ἦλθεν ἔχοντα, ἐξ ἧς τὰ μὲν ἀπώλετο,τὰ δὲ νοσήσαντα περιεγένετο. Ὁκόσα δ' ἂν εὐπορήσῃ καὶ ἀσφαλέως ἐς τοὐμφανὲς ἐξίῃ,ἀνεθέντα ἐξαίφνης ἐκ τῆς ἀνάγκης τῆς ἐν τῇ γαστρὶ, παχύτερα καὶμέζω παραυτίκα ἢ κατὰ λόγον ἐγένετο, οὐκ αὐξήματος, ἀλλ' οἰδή-ματος γενομένου, ἐξ ὧν δὴ πολλὰ ἀπώλετο· ἢν γὰρ μὴ συνίζῃ τὸοἴδημα θᾶσσον, ἢ τριταῖον ἢ ὀλίγῳ πολυχρονιώτερον, νοῦσοι γί-νονται ἀπ' αὐτέου. Αἵ τε τροφαὶ καὶ αἱ ἀναπνοαὶ σφαλεραὶ μεταλλασσόμεναι·ἤν τι γὰρ νοσηρὸν ἐσάγωνται, κατὰ τὸ στόμα καὶ κατὰ τὰς ῥῖναςἐσάγονται· καὶ ἀντὶ τοῦ τοσαῦτα εἶναι τὰ ἐσιόντα ὅσα ἐξαρκέει καὶμὴ περιγίνεσθαι, πολλῷ πλέω εἰσέρχεται, ὥστε ἀναγκάζεσθαι ὑπὸτοῦ πλήθεος τῶν ἐσιόντων καὶ ὑπὸ τῆς διαθέσιος ἧς διάκειται τὸσῶμα τοῦ παιδίου ἤδη τὰ μὲν κατὰ τὸ στόμα τε καὶ τὰς ῥῖναςπάλιν ἐξιέναι, τὰ δὲ κατὰ τὸ ἔντερον καὶ τὴν κύστιν κάτω πε-ραιοῦσθαι, πρόσθεν οὐδενὸς τουτέων οὕτω γενομένου. Καὶ ἀντὶ πνευ-μάτων τε καὶ χυμῶν οὕτω συγγενέων, ὅκως ἀεὶ ἀνάγκη ἐν τῇσιμήτρῃσι γίνεσθαι συνηθείην τε ἔχοντα καὶ εὐμενείην, πᾶσι ξένοισιχρῆται ὠμοτέροισι καὶ ξηροτέροισι καὶ ἧσσον ἐξηνθρωπισμένοισιν,ἐξ ὧν ἀνάγκη πόνους γίνεσθαι πολλοὺς, πολλοὺς δὲ καὶ θανάτους·ἐπεὶ καὶ τοῖσιν ἀνδράσι πολλάκις αἱ μεταλλαγαὶ τῶν χωρίων τε καὶτῶν διαιτημάτων τὰς νούσους ποιέουσιν. Ὁ δ' αὐτὸς λόγος ἐστὶ καὶπερὶ τῶν ἐσθημάτων· ἀντὶ γὰρ τοῦ σαρκὶ καὶ χυμοῖς ἠμφιέσθαιχλιεροῖς τε καὶ ὑγροῖς καὶ ξυγγενέσι, τοιαῦτα ἀμφιέννυται τὰ παιδίαοἷά περ οἱ ἄνδρες. Οἱ δὲ ὀμφαλοὶ ἔσοδοί εἰσι τοῖσι παιδίοισι μοῦνοντοῦ σώματος· τῇ μήτρῃ προσέχεται διὰ τουτέων, καὶ κοινωνεῖ τῶνἐσιόντων· τὰ δ' ἄλλα ξυμμύει· καὶ οὐκ ἀνεστομωμένα ἐστὶ πρόσθενἢ ἐν ἐξόδῳ ᾖ τὸ παιδίον ἐκ τῆς γαστρός· ὁκόταν δὲ ἐν ἐξόδῳ ᾖ, τὰμὲν ἄλλα ἀναστομοῦται, ὁ δὲ ὀμφαλὸς λεπτύνεταί τε καὶ ξυμμύεικαὶ ἀποξηραίνεται. Ὥσπερ δὲ τοῖσιν ἐκ τῆς γῆς φυομένοισιν οἱκαρποὶ ἁδρυνόμενοι ἀποκρίνονται καὶ ἀποπίπτουσι κατὰ τὴν διάφυ-σιν, οὕτω καὶ τοῖσι παιδίοισιν ἁδρυνομένοισί τε καὶ τελείοισι γινο-μένοισιν ὁ μὲν ὀμφαλὸς ξυνέμυσε, τὰ δὲ ἄλλα ἀνεστομώθη, ὥστεεἰσδέχεσθαί τε τὰ ἐσιόντα καὶ ἐξόδους ἔχειν κατὰ φύσιν, ᾗσινἀνάγκη τοὺς ζῶντας χρέεσθαι· ἕκαστα γὰρ χωρίζεται ῥέποντα κατὰτὰς συλλοχίας· κρατιστεύει δὲ τὰ τῷ ἡλίῳ ξυντροφώτατα. Οἱ δὲ δεκάμηνοι τῶν τόκων καὶ ἑνδεκάμηνοι ἐκ τῶν ἑπτὰτεσσαρακοντάδων τὸν αὐτὸν τρόπον γίνονται καὶ ἐκ τοῦ ἡμίσεοςτοῦ ἐνιαυτοῦ οἱ ἑπτάμηνοι· τῇσι γὰρ πλείστῃσι τῶν γυναικῶνἀναγκαῖόν ἐστιν ἐν γαστρὶ λαμβάνειν μετὰ τὰ καταμήνια, ἢν ἴῃ ἡλύσις· δεῖ τοίνυν τῇ γυναικὶ χρόνον δοῦναι τοῦ μηνὸς, ἐν ᾧ αὐτῇ ἡκάθαρσις ἔσται· καὶ ὁ χρόνος οὗτος ᾗσιν ἐλάχιστος γίνεται, τρεῖςἡμέραι, τῇσι δὲ πλείστῃσι καὶ πολὺ πλείονες. Ἔστι δὲ καὶ ἄλλαπολλὰ κωλύματα καὶ τῇσι γυναιξὶ καὶ τοῖσιν ἀνδράσιν ἐξ ὧν βρα-δύνεται ἡ ξύλληψις. Χρὴ δὲ ἐν τοῖσι μάλιστα καὶ τόδε λογίζεσθαι,ὅτι ἡ νουμηνίη ἡμέρη μία ἐοῦσα ἐγγύτατα τριηκοστημόριόν ἐστιτοῦ μηνός· αἱ δὲ δύο ἡμέραι σχεδὸν πεντεκαιδεκατημόριον τοῦ μη-νός· αἱ δὲ τρεῖς ἡμέραι δεκατημόριον τοῦ μηνὸς, καὶ τἄλλα κατὰλόγον τουτέων· καὶ οὐχ οἷόν τε ἐν τοῖσιν ἐλάσσοσί γε μορίοις γίνε-σθαι οὔτε τὴν λύσιν τῶν καταμηνίων οὔτε τὴν ξύλληψιν τῶν ἐμβρύων.Ἐκ τουτέων οὖν ἁπάντων ἀναγκαῖόν ἐστι τῇσι πλείστῃσι τῶν γυναι-κῶν περὶ διχομηνίην ἐν γαστρὶ λαβεῖν καὶ ποῤῥωτέρω, ὥστε πολ-λάκις δοκεῖν ἐπιλαμβάνειν τοῦ ἑνδεκάτου μηνὸς τὰς ὀγδοήκοντα καὶδιακοσίας· τοῦτο γάρ ἐστιν ἑπτὰ τεσσαρακοντάδες. Ὅ τι γὰρ ἂν ἔξωτῆς διχομηνίης ξυλλαμβάνῃ ἡ γυνὴ, τοῦτο πᾶν ἀναγκαῖόν ἐστι τοῦἑνδεκάτου μηνὸς ἐπιλαβεῖν, ἤν περ ἐς τελευταίην περίοδον καταστῇ. {ΓΥΝΑΙΚΕΙΩΝ ΠΡΩΤΟΝ.} Τὰ δὲ ἀμφὶ γυναικείων νούσων· φημὶ γυναῖκα ἄτοκονἐοῦσαν ἢ τετοκυῖαν χαλεπώτερον καὶ θᾶσσον ἀπὸ τῶν καταμηνίωννοσέειν· ὁκόταν γὰρ τέκῃ, εὐροώτερά οἱ τὰ φλέβιά ἐστιν ἐς τὰ κα-ταμήνια· εὔροα δέ σφιν ποιέει γίνεσθαι ἡ λοχίη κάθαρσις καὶ ἡκαταῤῥαγὴ τοῦ σώματος· τὰ πλησιάζοντα δὲ μάλιστα τῆς τε κοι-λίης καὶ τῶν μαζῶν καταῤῥήγνυται· καταῤῥήγνυται δὲ καὶ τὸ ἄλλοσῶμα· ὑφ' ὅτευ δὲ γίνεται, εἴρηταί μοι ἐν τῇ φύσει τοῦ παιδίου τοῦ