De septimanis
- Authority group
- Hippocrates (catalogue association; authorship remains anonymous)
- Edition reference
- De septimanis (= De hebdomadibus), ed. W. H. Roscher, Die hippokratische Schrift von der Siebenzahl [Studien zur Geschichte und Kultur des Altertums 6. Paderborn: Schöningh, 1913]: 1–10, 20–23, 29–31, 36– 37, 42–43, 45, 48–50, 68–69, 72–73, 74–79.
- CTS identifier
urn:cts:greekLit:tlg0627.tlg044.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
19
ἰσχυροτέρως ἐκκαίει
τὸν πυρετὸν ῥηϊδίως
κρατέον τοῦ ἐν τῷ
σώματι ψυχροῦ, καὶ
<ἀποκτε〈ί〉νει> τὸ
θερμὸν τοίνυν [τοίνυν
τ. θ. Diels], ὅπερ
ἔφυσεν τὰ σώματα
[= Galen. VII 675],
ὁκόταν ἐκκαύσῃ τὸ ἐν
τῷ σώματι ὑγρὸν 〈καὶ
μηδεὶς τὸ θερμὸν κα-
τασβέσῃ, ὡς δεῖ man.
II〉. καίτοι τοῦτό τε
<αὔξει> τὰ σώματα τὸ
θερμόν, ἢν εὐαρμόστως
ἔχῃ πρὸς τὰ ἐν τῷ
σώματι μέρη, καὶ <ἰᾶ-
ται> τὸ θερμὸν τὰς
νόσους, ἢν ἐπάγηται
τὸ θερμὸν ἐφ' ἑωυτὸ
ὑγρὸν διάψυχρον καὶ
ὑγιηρὸν γενόμενον καὶ
μὴ διάθερμον μηδὲ
διάχολον.
20
Οὕτω μὲν οὖν τὸ
θερμὸν αὔξει τε τὰ
σώματα καὶ φθίνειν
ποιέει καὶ ἰῆται τὰς
νόσους καὶ πυρετοὺς
ποιέει καὶ τοῦ σώ-
ματος θανάτου αἴτιόν
ἐστιν.
23
Οἱ δὲ καῦσοι γίνον-
ται ἀπὸ ἡλίου τροπέων
θερινῶν . . . ., ὅτι ἡ
ἀκαθαρσίη τοῦ ὑγροῦ
τοῦ ἐν τῷ ἀνθρώπῳ
θερμή ἐστιν ἤδη σφό-
δρα διακεκαυμένη.
Οἱ δὲ καῦσοι διὰ τόδε
μάλιστα γίγνονται· ἀπὸ
ἡλίου τροπ〈έ〉ων τῶν
θερινῶν, ὅτι τὸ ἔνδον
ἐν τῷ σώματι τοῦ ἀν-
θρώπου ὑγρὸν ἐὸν ἐπὶ
τῆς ἀκαθαρσί〈η〉ς δια-
καυθὲν καὶ ζέον ἐν
τῇσι φλεψὶ καὶ τοῖσι
σπλάγχνοισι καυσώδεα
τροφὴν παρέχει τῷ
θερμῷ τῆς ψυχῆς.
24
Ἢν δὲ τὴν τροφὴν
ἀφέλῃ τοῦ πυρετοῦ τὴν
ἀπὸ τοῦ πόματος καὶ
τῶν ῥοφημάτων, ἢ διὰ
τὸν πυρετὸν [ἥδεα τ.
πυρετῶν Hs.] μὴ προσ-
ίξεται [?] αὐτοῖς ὁ
κάμνων, ἤδη ἀνάγκη
[ἡδεῖαν ὅλην cod.] ὅλην
ἕλκειν ἐφ' ἑωυτὸ 〈τὴν
Diels〉 τῆς σαρκὸς λιπα-
ρὴν ἰκμάδα. ὁκόταν δὲ
τοῦτο γένηται, πυρετός
ἐστι καυσώδης, ἅτε
ἔχων τροφὴν ἀπὸ τοῦ
λιπαροῦ [παραυτὸ ἐν
Hs.] τοῦ ἐν τῷ ἀν-
θρώπῳ, καὶ τὸ σῶμα
ἀνέλκεται ἀφαιρούμε-
νον τὸ ὑγρὸν τοῦ
ἀνθρώπου καὶ τῷ πυ-
ρετῷ ἀποκτείνει.
26
Ὅταν δὲ τούτους τοὺς ἀριθμοὺς
ὑπερβάλλῃ, χρονίη ἤδη γίνεται ἡ
κατάστασις τῶν πυρετῶν.
28
Πρῶτον μὲν τῷ τε-
ταρταίῳ πυρετῷ δὶς
ωὑτὸς ἄνθρωπος οὔτε
ἁλίσκεται, οὔτε ἑάλω-
κέ που, οὔτε ἁλώσεται
τοῦ λοιποῦ, ἢν ἅπαξ
ὑγιὴς γίνηται· διὰ τοῦτο
δὲ κατὰ τὴν ἰδίαν ἑκά-
στου τῶν ἀνθρώπων
φύσιν καὶ τὴν ἡλικίαν
τὴν ἀκμαστικὴν γίνεται.
ἀνάγκη γὰρ ἀκμάζου-
σαν τὴν φύσιν τοῦ ἀν-
θρώπου ἐν τούτῳ
τῷ χρόνῳ τεταρταίῳ
ἁλίσκεσθαι πυρετῷ,
παρελθούσης δὲ τῆς
ἀκμῆς ἀπολελύσθαι καὶ
τοῦ τεταρταίου τῆς
λήψιος.
Ὁκόταν τὸ τῆς ψυχῆς
θερμὸν τῆς τοῦ ἀν-
θρώπου ἐν τοῖσι
σπλάγχνοισι καὶ τῇσι
φλεψὶ γένηται πλέον
τοῦ ἐν τούτοισι τοῖσι
χωρίοισιν συγγενέος
θερμοῦ τὸν ἰχῶρα τὸν
ἔξω τοῦ σώματος τὸ〈ν〉
ὑγρὸν καὶ ψυχρὸν συν-
άγον ἐφ' ἑωυτὸ εἴσω,
〈ἠπί〉αλον ποιεῖ τότε
ἔξω τοῦ σώματος ἅτε
ἐκκενουμένου τοῦ θερ-
μοῦ μετὰ τοῦ ἰχῶρος
εἴσω ἰόντος. ἐν του-
τέοισι τοῖσι καιροῖσι
καὶ χολὰς πλείους ἕλκει
ἐκ τῶν πιμελῶν, ἀφ'
ὧν οἵ τε πυρετοὶ καὶ αἱ
δίψαι αἴρονται. γίγνον-
ται μὲν οὖν διὰ ταῦτα.
ἐν δὲ ταῖς μεταβολαῖς
παύονται διὰ τόδε· ὑπὸ
τῆς τοῦ θερμοῦ βίης
τε καὶ ἀκμῆς ἔνδον
αὐτὸ τὸ θερμὸν διὰ
τῆς ἀναπνοῆς ἐξατμίζον
ἀναπνέει καὶ ἐξωθέεται
τὸ ὑγρόν, ὃ προσήγαγεν
τὸ θερμόν. ἀναπνέει
δὲ καὶ διὰ τῶν ῥινῶν
ὥσπερ καὶ τοῦ στόμα-
τος πλέον 〈ἢ〉 ὁκόσον
ὑγιαίνων ἑκάστοτε· οὕ-
τως ἀποψύχεται πᾶν
τὸ σῶμα. ἐν δὲ τοῖς διαι-
τήμασι πάλιν ὁμοίως
συλλέγει τοὺς ἰχῶρας.
γίγνονται μὲν οὖν
οὕτως οἱ τεταρταῖοι
καὶ ἄλλοι πυρετοί.
46
Μέγιστον τοίνυν ση-
μεῖον τοῖσι μέλλουσι
τῶν καμνόντων βιώ-
σασθαι, ἐὰν μὴ παρὰ
φύσιν ᾖ ὁ καῦσος· καὶ
τἄλλα δὲ νουσήματα
ὡσαύτως· οὐδὲν γὰρ
δεινὸν τῶν κατὰ φύσιν
γίνεται οὐδὲ θανατῶ-
δες· δεύτερον δὲ, ἐὰν
μὴ αὐτή γε ἡ ὥρη τῷ
νουσήματι ξυμμαχήσῃ·
ὡς γὰρ ἐπὶ τὸ πουλὺ
οὐ νικᾷ ἡ τοῦ ἀνθρώ-
που φύσις τὴν τοῦ
ὅλου δύναμιν. Ἔπειτα
δὲ, ἢν τὰ περὶ τὸ
πρόσωπον ἰσχναίνηται,
καὶ αἱ φλέβες αἱ ἐν
τῇσι χερσὶ καὶ ἐν τοῖσι
κανθοῖσι καὶ ἐπὶ τῇσιν
ὀφρύῃσιν ἡσυχίην ἔχω-
σι, πρότερον μὴ ἡσυχά-
ζουσαι. Τοῦτο δὲ, ἢν ἡ
φωνὴ ᾖ ἀσθενεστέρη καὶ
λειοτέρη γίνηται, καὶ τὸ
πνεῦμα μανότερον καὶ
λεπτότερον, ἐς τὴν
ἐπιοῦσαν ἡμέρην ἄνεσις
τῆς νούσου. Ταῦτα
οὖν χρὴ σκοπεῖν πρὸς
τὰς κρίσιας, καὶ εἰ τὸ
παρὰ δικροῦν τῆς
γλώσσης ὥσπερ σιάλῳ
λευκῷ ἐπαλείφεται· καὶ
ἐν ἄκρῃ τῇ γλώσσῃ ταὐτὸ
τοῦτο γεγένηται, ἧσσον
δὲ· εἰ μὲν οὖν σμικρὰ
ταῦτα εἴη, ἐς τὴν
<τρίτην> ἄνεσις τῆς
νούσου· ἢν δ' ἔτι πα-
χύτερον, αὔριον· ἤν δ'
ἔτι παχύτερον, αὐθημε-
ρόν. Τοῦτο δὲ, τῶν
ὀφθαλμῶν τὰ λευκὰ
ἐν ἀρχῇ μὲν τῆς νούσου
ἀνάγκη μελαίνεσθαι,
ἐὰν ἰσχύῃ ἡ νοῦσος·
ταῦτα οὖν καθαρὰ
γινόμενα τελείην ὑγείην
δηλοῖ· ἀτρέμα μὲν,
βραδύτερον· σφόδρα δὲ
γινόμενον, θᾶσσον.
50
τὰ δὲ παρὰ φύσιν γι-
γνόμενα κατὰ καῦσον
πάντα μὲν ἰσχυρὰ, τὰ
δὲ καὶ θανατώδεα·
δεύτερον δὲ, ἢν αὐτὴ ἡ
ὥρη ξυμμαχῇ τῇ νούσῳ,
οἷον καύσῳ θέρος,
ὑδρωπικῷ χειμών·
ὑπερνικᾷ γὰρ τὸ φυσι-
κόν· φοβερώτερον δὲ
σπληνί.
51
Γλῶσσα κατ' ἀρχὰς
μὲν πεφρικυῖα, τῷ δὲ
χρώματι διαμένουσα,
προιόντος δὲ τοῦ χρό-
νου τρηχυνομένη καὶ
πελαινομένη καὶ ῥηγνυ-
μένη θανάσιμον· σφό-
δρα δὲ μελαινομένη
ἐν τῇ
τεσσαρεσκαιδεκάτῃ
κρίσιν γενέσθαι δηλοῖ·
χαλεπωτάτη δέ ἐστιν
ἡ μέλαινα καὶ χλωρή·
ὅτι ἄν τουτέων ἀπῇ
τῶν σημείων καὶ τὸ
πάθος ἀσθενέστερον
δηλοῖ. ταῦτα μὲν οὖν
ἐν τοῖσι πυρετοῖσι τοῖ-
σιν ὀξέσι σημειοῦσθαι
χρή, ὁπότε μέλλει ἀπο-
θνήσκειν καὶ ὁπότε
σωθήσεσθαι.
Ὄρχις δεξιὸς ψυχρὸς καὶ
ἀνασπώμενος θανατῶ-
δες.
Ὄνυχες μελαινόμενοι
καὶ
δάκτυλοι ποδῶν ψυχροὶ
καὶ μέλανες καὶ ἐγκύπ-
τοντες ἐγγὺς τὸν θάνα-
τον δηλοῦσιν· καὶ τὰ
ἄκρα τῶν δακτύλων
πελιδνὰ καὶ
χείλη πελιδνά, ἀπολε-
λυμένα καὶ ἐξεστραμ-
μένα καὶ ψυχρὰ θανα-
τώδεα.
Καὶ σκοτοδινιῶν καὶ
ἀνθρώπους ἀποστρεφό-
μενος τῇ τε ἠρεμίᾳ
ἡδόμενος καὶ ὕπνῳ καὶ
καύματι πολλῷ κατεχό-
μενος ἀνέλπιστος.
Καὶ ὑπολυσσέων ἄτ-
ρεμα καὶ ἀγνοέων καὶ
μὴ ἀκούων μηδὲ ξυνιεὶς
θανατῶδες.
Ἐν τοῖσι τετάνοισι
καὶ ὀπισθοτόνοισι γένυ-
ες λυόμεναι θανάσιμον·
θανάσιμον δὲ καὶ ἱδροῦν
ἐν ὀπισθοτόνῳ καὶ τὸ
σῶμα διαλύεσθαι
καὶ ἀνεμεῖν ὀπισθο-
τόνῳ διὰ ῥινῶν ἤ ἐξ
ἀρχῆς ἄφωνον ἐόντα
βοᾶν ἠ φλυηρεῖν· ἐς
γὰρ τὴν ὑστεραίην θά-
νατον σημαίνει.
Μέλλουσι δὲ ἀπο-
θνήσκειν ταῦτα σαφέ-
στερα γίγνεται, καὶ αἱ
κοιλίαι ἐπαίρονται καὶ
φυσῶνται.
Ἀναφέρουσιν ὥσπερ
τὰ παιδία τὰ πεπαυμένα
κλαίοντά τε καὶ εἰς τὰς
ῥῖνας ἀνέλκοντα τὸ
πνεῦμα.
52
Ὅρος δὲ θανάτου,
ἐὰν τὸ τῆς ψυχῆς θερ-
μὸν ἐπανέλθῃ ὑπὲρ
τοῦ <ὀμφαλοῦ> εἰς τὸν
<ἄνω τῶν φρενῶν>
τόπον καὶ συγκαυθῇ
τὸ ὑγρὸν ἅπαν· ἐπειδὰν
ὁ πλεύμων καὶ ἡ καρδία
τὴν ἰκμάδα ἀποβάλωσι,
τοῦ θερμοῦ ἀθροοῦντος
ἐν τοῖσι θανατώδεσι τό-
ποις, ἀποπνέει ἀθρόον
τὸ πνεῦμα τοῦ θερμοῦ,
ὅθεν περ ξυνέστη τὸ
ὅλον, εἰς τὸ ὅλον πάλιν,
τὸ μὲν διὰ τῶν σαρκῶν,
τὸ δὲ διὰ τῶν ἐν κεφαλῇ
ἀναπνοῶν, ὅθεν τὸ ζῆν
καλοῦμεν· ἀπολείπουσα
δὲ ἡ ψυχὴ τὸ τοῦ σώμα-
τος σκῆνος, τὸ ψυχρὸν
καὶ τὸ θνητὸν εἴδωλον
ἅμα [αἷμα C.] καὶ χολῇ
[—ὴν C.] καὶ αἵματι
[om. C.] καὶ φλέγματι
[—μα C.] καὶ σαρκὶ [—ας C.]
παρέδωκεν [—om. C.]
{ΠΕΡΙ ΚΑΡΔΙΗΣ.} Καρδίη σχῆμα μὲν ὁκοίη πυραμὶς, χροιὴν δὲ κατακορὴςφοινικέα. Καὶ περιβεβλέαται χιτῶνα λεῖον· καὶ ἔστιν ἐν αὐτέῳὑγρὸν σμικρὸν ὁποῖον οὖρον, ὥστε δόξεις ἐν κύστει τὴν καρ-δίην ἀναστρέφεσθαι· γεγένηται δὲ τούτου ἕνεκα, ὅκως ἅλληται