De purgantibus
- Authority group
- Hippocrates (catalogue association; authorship remains anonymous)
- Edition reference
- De purgantibus (= De remediis), ed. H. Schöne, "Hippokrates. Περὶ φαρμάκων," Rheinisches Museum 73 (1924) 440–443.
- CTS identifier
urn:cts:greekLit:tlg0627.tlg054.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
ἀλλ' ἤν τινα δέῃ, ὑποκλύζεινχρή, ὁποσάκις ἂν βούλῃ, ἀκιν-δυνότερον γάρ. κατὰ δὲ τὸναὐτὸν λόγον καὶ ἐν τῇ θερινῇὥρῃ ἀπὸ κυνὸς ἀνατολῆς ἡμέ-ρας πεντήκοντα φυλάσσεσθαιχρὴ μὴ διδόναι φάρμακον, ἀλλὰκλυσμοῖσι χρέεσθαι. ὁ γὰραὐτὸς κίνδυνος. {ΕΠΙΣΤΟΛΑΙ. ΔΟΓΜΑ. ΕΠΙΒΩΜΙΟΣ. ΠΡΕΣΒΕΥΤΙΚΟΣ.}<Βασιλεὺς βασιλέων μέγας Ἀρταξέρξης Παίτῳχαίρειν.> Νοῦσος προσεπέλασεν ἡ καλεομένη λοιμικὴ τοῖς στρατεύμασινἡμῶν, καὶ πολλὰ ποιησάντων ἡμῶν, ἔνδοσιν οὐκ ἔδωκεν. Ὅθενἀξιῶ παντοίως καὶ πάσαις ταῖς παρ' ἐμοῦ διδομέναις δωρεαῖς, ἤτι τῶν ἐκ φύσεώς σου ἐπινοημάτων, ἤ τι τῶν ἐκ τῆς τέχνης πρή-ξεων, ἤ τινος ἑτέρου ἀνδρὸς ἑρμηνείην δυναμένου ἰήσασθαι, πέμπετάχος· μάστιξον, ἀξιῶ, τὸ πάθος· ἀλύκη γὰρ κατὰ τὸν ὄχλον καὶπολὺς ἄλυς πνεῦμα μέγα καὶ πυκνὸν ἔχων. Οὐ πολεμοῦντες πολε-μούμεθα, ἐχθρὸν ἔχοντες τὸν θῆρα λυμαινόμενον τὰ ποίμνια· τέ-τρωκε πολλοὺς, δυσιάτους ἐποίησε, πικρὰ βέλη βελῶν καταπέμπει·οὐ φέρω· γνώμην οὐκ ἔτι ἔχω μετ' ἀνδρῶν γονίμων βουλεύσασθαι.Λῦε ταῦτα πάντα μὴ διαλείψας ἀγαθῇ συνειδήσει. Ἔῤῥωσο. <Παῖτος βασιλεῖ βασιλέων τῷ μεγάλῳ Ἀρταξέρξῃχαίρειν.> Τὰ φυσικὰ βοηθήματα οὐ λύει τὴν ἐπιδημίην λοιμικοῦ πάθους·ἃ δὲ ἐκ φύσιος γίγνεται νοσήματα, αὐτὴ ἡ φύσις ἰᾶται κρίνουσα·ὅσα δὲ ἐξ ἐπιδημίης, τέχνη τεχνικῶς κρίνουσα τὴν τροπὴν τῶν σω-μάτων. Ἱπποκράτης δὲ ἰητρὸς ἰῆται τοῦτο τὸ πάθος· τῷ γένει μὲνοὖν ἐστὶ Δωριεὺς, πόλιος δὲ Κῶ, πατρὸς δὲ Ἡρακλείδα τοῦ Ἱπ-ποκράτους τοῦ Γνωσιδίκου τοῦ Νέβρου τοῦ Σωστράτου τοῦ Θεοδώ-ρου τοῦ Κλεομυττάδα τοῦ Κρισάμιδος. Οὗτος θείᾳ φύσει κέχρηται,καὶ ἐκ μικρῶν καὶ ἰδιωτικῶν ἐς μεγάλα καὶ τεχνικὰ προήγαγε τὴνἰητρικήν. Γίνεται μὲν οὖν ὁ θεῖος Ἱπποκράτης, ἔνατος μὲν ἀπὸΚρισάμιδος τοῦ βασιλέως, ὀκτωκαιδέκατος δὲ ἀπὸ Ἀσκληπιοῦ, εἰκο-στὸς δὲ ἀπὸ Διὸς, μητρὸς δὲ Πραξιθέας τῆς Φαιναρέτης ἐκ τῆςοἰκίας τῶν Ἡρακλειδῶν· ὥστε κατ' ἀμφότερα τὰ σπέρματα θεῶνἀπόγονός ἐστιν ὁ θεῖος Ἱπποκράτης, πρὸς μὲν πατρὸς Ἀσκληπιάδηςὢν, πρὸς δὲ μητρὸς Ἡρακλείδης. Ἔμαθε δὲ τὴν τέχνην παρά τετῷ πατρὶ Ἡρακλείδῃ καὶ παρὰ τῷ πάππῳ Ἱπποκράτει. Ἀλλὰπαρὰ μὲν τούτοις, ὡς εἰκὸς, τὰ πρῶτα ἐμυήθη τῆς ἰητρικῆς ὅσαπιθανὸν ἦν καὶ τούτους εἰδέναι, τὴν δὲ σύμπασαν τέχνην αὐτὸςἑωυτὸν ἐδιδάξατο, θείᾳ φύσει κεχρημένος, καὶ τοσοῦτον ὑπερβεβη-κὼς τῇ τῆς ψυχῆς εὐφυΐᾳ τοὺς προγόνους, ὅσον διενήνοχεν αὐτῶνκαὶ τῇ τῆς τέχνης ἀρετῇ. Καθαίρει δὲ οὐ θηρίων μὲν γένος, θη-ριωδῶν δὲ νοσημάτων καὶ ἀγρίων πολλὴν γῆν καὶ θάλασσαν, δια-σπείρων πανταχόθεν, ὥσπερ ὁ Τριπτόλεμος τὰ τῆς Δήμητρος σπέρ-ματα, τὰ τοῦ Ἀσκληπιοῦ βοηθήματα. Τοιγαροῦν ἐνδικώτατα καὶαὐτὸς ἀνιέρωται πολλαχοῦ τῆς γῆς, ἠξίωταί τε τῶν αὐτῶνἩρακλεῖ τε καὶ Ἀσκληπιῷ ὑπὸ Ἀθηναίων δωρεῶν. Αὐτὸν μετά-πεμψαι κελεύων ἀργύριον καὶ χρυσίον ὅσον ἂν βούληται δώσειναὐτῷ. Οὗτος γὰρ ἐπίσταται οὐχ ἕνα τρόπον τῆς ἰήσιος τοῦ πάθεος,οὗτος πατὴρ ὑγιείης, οὗτος σωτὴρ, οὗτος ἀκεσώδυνος, οὗτος ἁπλῶςἡγεμὼν τῆς θεοπρεποῦς ἐπιστήμης. Ἔῤῥωσο. <Βασιλεὺς βασιλέων μέγας Ἀρταξέρξης ὙστάνειἙλλησπόντου ὑπάρχῳ χαίρειν.> Ἱπποκράτους ἰητροῦ Κῴου ἀπὸ Ἀσκληπιοῦ γεγονότος καὶ ἐς ἐμὲκλέος ἀφῖκται τῆς τέχνης. Δὸς οὖν αὐτῷ χρυσὸν ὁκόσον ἂν βούλη-ται, καὶ τὰ ἄλλα χύδην ὧν σπανίζει, καὶ πέμπε ἐς ἡμέας. Ἔσταιγὰρ ἰσότιμος Περσέων τοῖς ἀρίστοις· καὶ εἴ τις ἐστὶν ἄλλος ἀνὴρκατ' Εὐρώπην ἀγαθὸς, φίλον οἴκῳ βασιλέως τίθεσο μὴ φειδόμενοςὄλβου· ἄνδρας γὰρ εὑρεῖν δυναμένους τι κατὰ συμβουλίην οὐ ῥηΐδιον.Ἔῤῥωσο. <Ὑστάνης ὕπαρχος Ἑλλησπόντου ἹπποκράτειἈσκληπιαδῶν ὄντι ἀπογόνῳ χαίρειν.> Βασιλεὺς μέγας Ἀρταξέρξης σοῦ χρῄζων ἔπεμψε πρὸς ἡμέαςὑπάρχους, κελεύων σοι ἀργύριον καὶ χρυσὸν καὶ τὰ ἄλλα χύδην ὧνσπανίζεις καὶ ὅσα βούλει διδόναι, καὶ πέμπειν πρὸς ἑωυτὸν ἐν τά-χει· ἔσεσθαι γὰρ Περσέων τοῖς ἀρίστοις ἰσότιμον. Σὺ οὖν παραγί-νου ξυντόμως. Ἔῤῥωσο. <Ἱπποκράτης ἰητρὸς Ὑστάνει Ἑλλησπόντου ὑπάρχῳχαίρειν.> Πρὸς τὴν ἐπιστολὴν, ἣν ἔπεμψας φάμενος παρὰ βασιλέως ἀφῖ-χθαι, πέμπε βασιλεῖ ἃ λέγω γράφων ὅτι τάχος, ὅτι καὶ προσφορῇκαὶ ἐσθῆτι καὶ οἰκήσει καὶ πάσῃ τῇ ἐς βίον ἀρκεούσῃ οὐσίῃ χρεό-μεθα. Περσέων δὲ ὄλβου οὔ μοι θέμις ἐπαύρασθαι, οὐδὲ βαρβάρουςἄνδρας νούσων παύειν, ἐχθροὺς ὑπάρχοντας Ἑλλήνων. Ἔῤῥωσο. <Ἱπποκράτης Δημητρίῳ ὑγιαίνειν.> Βασιλεὺς Περσέων ἡμέας μεταπέμπεται, οὐκ εἰδὼς ὅτι λόγοςἐμοὶ σοφίης χρυσοῦ πλέον δύναται. Ἔῤῥωσο. <Βασιλεῖ βασιλέων τῷ ἐμῷ μεγάλῳ δεσπότῃ Ἀρτα-ξέρξῃ Ὑστάνης Ἑλλησπόντου ὕπαρχος χαίρειν.> Ἣν ἔπεμψας ἐπιστολὴν, λέγων πέμψαι Ἱπποκράτει ἰητρῷ Κῴῳἀπὸ Ἀσκληπιαδῶν γεγονότι, ἔπεμψα, καὶ παρ' αὐτοῦ δὲ ἐκομισά-μην ἀπόκρισιν, ἣν γράψας ἔδωκε καὶ ἐκέλευσεν ἐς σὸν οἶκον πέμ-πειν. Φέροντα οὖν ἀπέστειλά σοι φάναι Γυμνάσβην Διευτύχη.Ἔῤῥωσο. <Βασιλεὺς βασιλέων μέγας Ἀρταξέρξης Κῴοιςτάδε λέγει.> Δότε ἐμοῖς ἀγγέλοις Ἱπποκράτην ἰητρὸν κακοὺς τρόπους ἔχοντακαὶ εἰς ἐμὲ καὶ εἰς Πέρσας ἀσελγαίνοντα. Εἰ δὲ μὴ, γνώσεσθε καὶτῆς πρώτης ἁμαρτίας τιμωρίην τίσοντες· δηϊώσας γὰρ τὴν ὑμε-τέρην πόλιν καὶ νῆσον κατασπάσας εἰς πέλαγος, ποιήσω μηδὲ ἐςτὸν ἐπίλοιπον χρόνον γνῶναι, εἰ ἦν ἐπὶ τούτῳ τῷ τόπῳ νῆσος ἢπόλις Κῶ. <Ἀπόκρισις Κῴων.> Ἔδοξε τῷ δάμῳ ἀποκρίνασθαι τοῖς παρὰ Ἀρταξέρξου ἀγγέλοις,ὅτι Κῷοι οὐδὲν ἀνάξιον πράξουσιν οὔτε Μέροπος οὔτε Ἡρακλέουςοὔτε Ἀσκληπιοῦ, ὧν ἕνεκεν πάντες οἱ πολῖται οὐ δώσουσιν Ἱππο-κράτεα, οὐδὲ εἰ μέλλοιεν ὀλέθρῳ τῷ κακίστῳ ἀπολεῖσθαι. Καὶ γὰρΔαρείου καὶ Ξέρξου ἀπὸ πατέρων ἐπιστολὰς γραψάντων γαῖαν καὶὕδωρ αἰτεόντων, οὐκ ἔδωκεν ὁ δᾶμος, ὁρέων αὐτοὺς ὁμοίως τοῖςἄλλοις ἀνθρώποις θνητοὺς ἐόντας· καὶ νῦν τὰν αὐτὰν ἀπόκρισινδιδοῖ. Ἀπὸ Κῴων ἀναχωρεῖτε, ὅτι Ἱπποκράτην οὐ δίδοντι ἔκδοτον.Ἀπαγγέλλετε οὖν αὐτῷ οἱ ἄγγελοι ὅτι οὐδ' οἱ θεοὶ ἀμελήσουσινἁμέων. <Ἀβδηριτῶν ἡ βουλὴ καὶ ὁ δῆμος Ἱπποκράτειχαίρειν.> Κινδυνεύεται τὰ μέγιστα τῇ πόλει νῦν, Ἱππόκρατες, ἀνὴρ τῶνἡμετέρων, ὃς καὶ τῷ παρόντι χρόνῳ καὶ τῷ μέλλοντι αἰεὶ κλέοςἠλπίζετο τῇ πόλει· μηδὲ νῦν ὅδε, πάντες θεοὶ, φθονηθείη· οὕτωςὑπὸ πολλῆς τῆς κατεχούσης αὐτὸν σοφίης νενόσηκεν, ὥστε φόβος οὐχὁ τυχὼν, ἂν φθαρῇ τὸν λογισμὸν Δημόκριτος, ὄντως δὴ τὴν πόλινἡμῶν Ἀβδηριτῶν καταλειφθήσεσθαι. Ἐκλαθόμενος γὰρ ἁπάντων καὶἑωυτοῦ πρότερον, ἐγρηγορὼς καὶ νύκτα καὶ ἡμέρην, γελῶν ἕκασταμικρὰ καὶ μεγάλα, καὶ μηδὲν οἰόμενος εἶναι τὸν βίον ὅλον διατελεῖ.Γαμεῖ τις, ὁ δὲ ἐμπορεύεται, ὁ δὲ δημηγορεῖ, ἄλλος ἄρχει, πρε-σβεύει, χειροτονεῖται, ἀποχειροτονεῖται, νοσεῖ, τιτρώσκεται,τέθνηκεν, ὁ δὲ γελᾷ πάντα, τοὺς μὲν κατηφεῖς τε καὶ σκυθρωποὺς,τοὺς δὲ χαίροντας ὁρῶν. Ζητεῖ δὲ ὁ ἀνὴρ καὶ περὶ τῶν ἐν Ἅ|δου,καὶ γράφει ταῦτα, καὶ εἰδώλων φησὶ πλήρη τὸν ἠέρα εἶναι, καὶὀρνέων φωνὰς ὠτακουστεῖ, καὶ πολλάκις νύκτωρ ἐξαναστὰς μοῦνοςἡσυχῇ ᾠδὰς ᾄδοντι ἔοικε, καὶ ἀποδημεῖν ἐνίοτε λέγει ἐς τὴν ἀπει-