De septimestri partu
- Authority group
- Hippocrates (catalogue association; authorship remains anonymous)
- Edition reference
- De septimestri partu [Sp.], ed. H. Grensemann, Hippokrates. Über Achtmonatskinder. Über das Siebenmonatskind [Corpus medicorum Graecorum 1.2.1. Berlin: Akademie-Verlag, 1968]: 122–124.
- CTS identifier
urn:cts:greekLit:tlg0627.tlg056.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
124
κως τὸν ῥυσμὸν ὑπερβάλλοντα δεῖ εἶναι οὔτ' αὖ[τα] πάλιν ἐλλιπέα, ἀλλ'
εἶναι μέσον ῥυσμὸν ἐν πρήγματι μεγάλῳ. εἰ μὲν οὖν μέλλει ἐς ἀνθρώπου[ς]
ῥυσμοὺς ἐσαφίξεσθαί τι[ς], ἀεί οἱ παρεῖναι δεῖ ἃ κατ' ἄνθρωπον ἐπιτήδεια.
καὶ προηβῶσι καὶ προγηρῶσί τινες ὅκως καὶ οἱ προϋγιανθέντες κατὰ
νόμον, οἷα ῥυσμὸς κα[τα]τήκει καὶ ἐς τὰ ἐπιτήδεια ὀστέων τε καὶ ἰνέων καὶ
φλεβῶν καὶ νεύρων καὶ σπλάγχνων καὶ νηδύος καὶ τῶν λοιπῶν καὶ ἐς
συντελείην. ἀλλὰ ἴσως ἐρέουσί τινες διὰ τί ὀκτάμηνα οὐ ζῇ, οὐ μὴν οὐδὲ
τρίμηνα, φλέδονες ἐόντες καὶ νήπιοι· ἅττα γὰρ τὸν αἰῶνα οὕτω μεμοίρη-
ται, καὶ φιλέει κατὰ τὰ ὅμοια ῥυσμοῦσθαι καὶ συγκρίνεσθαι ὅκωσπερ καὶ
τῶν ἐς οὖδας ἐσσπειρομένων ἢ φυτευομένων τὰ μὲν 〈ἐν〉 πλείοσιν ἡμέρῃσι,
τὰ δὲ ἐν ἐλαχίστῃσιν, οὐ κατὰ χρόνον—χρόνος γὰρ ἕπεται κατὰ ἡλίου
περίοδον καὶ σελήνης ὁριζόμενος—. οὐδὲ μὲν γὰρ καὶ ἑνδεκάμηνον καὶ
δωδεκάμηνον κατὰ τὸν τούτων λόγον ἔστ' ὃ ἂν ζῇ παιδίον, οὔτ' οὐδὲν
ὑπὲρ τὸ ἱκνεύ|μενον γίγνεται καταρρυθμιζόμενον, ἀλλὰ ἑκάστου
ῥυσμὸς ὁ κραίνων κατὰ νόμον· πάντα γὰρ ἡ μηχάνευσις 〈μηχανᾶται〉
ἐπί τε τοὺς ὀφθαλμοὺς ἢ τὰ ὦτα ἢ τὴν ῥῖνα ἢ τὸ στόμα, ἐν τοῖσι ῥυσμοῖς
συνεχομένη, ἢ κατὰ τὰς ἄλλας συγκρίσιας. ὅκωσπερ νῦν ἀίδριες ἐόντες
κατὰ πάσας τὰς ῥυθμῶν προλήμψιας 〈...〉 [ταῦτα οὖν πρότερον
ἐννοούμενος ...]
Αὐτὸν ἐν ἀχράντοισι μέγαν θεὸν αἰὲν ἐόντα (ὄμνυμι)·οὔτε τινὰ ξείνων δηλήσομαι ἀνέρα νούσῳοὔτε τιν' ἐνδήμων ὀλοφώια ἔργα τελείων,οὔτε τις ἂν δώροις με παραιβασίην ἀλεγεινὴνἐκτελέειν πείσειε καὶ ἀνέρι φάρμακα δοῦναιλυργά, τάπερ κακότητα θυμοφθόρον οἶδεν ὀπάζειν,[οὔτε χάριν φιλίης ἑτέρῳ κατανεῖμαι ὑποστῶ]ἀλλ' ὁσίας μὲν χεῖρας ἐς αἰθέρα λαμπρὸν ἀείρωνκαὶ κακίης ἀμόλυντον ἔχων κατὰ πάντα λογισμὸνμήσομαι ἔρδειν κεῖνα, τάπερ σόον ἀνέρα θήσει,πορσύνων πάντεσσι φίλην βιόδωρον ὑγείην.