Dissertationum a Lucio digestarum reliquiae
- Scientific editors
- Otto Hense
- Edition reference
- C. Musonii Rufi reliquiae · Leipzig · Teubner · 1905
- CTS identifier
urn:cts:greekLit:tlg0628.tlg001.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΟΤΙ ΟΥ ΔΕΙ ΠΟΛΛΑΙΣ ΑΠΟΔΕΙΞΕΣΙ ΠΡΟΣ ΕΝ ΠΡΑΓΜΑ ΧΡΗΣΑΣΘΑΙ.
Λόγου δέ ποτε γενομένου περὶ ἀποδείξεων, ἃς χρὴ ἀκούειν τοὺς νέους παρὰ τῶν φιλοσόφων πρὸς κατάληψιν ὧν μανθάνουσιν, ἔφη ὁ Μουσώνιος οῦχὶ πολλὰς ἐφ’ ἑκάστου πρἀγματος ζητεῖν ἀποδείφεις προσήκειν, ἀλλ’ ἀνυσίμους καὶ ἐωαργεῖς. οὔτε γὰρ ἰατρὸς ἐκεῖνος, ἔφη, ἐπαινετὸς ὁ πράγμακα πολλὰ προσφέρων τοῖς νοσοῦσιν, ἀλλ’ ὁ δι’ ὀλίγον ὧν προσφέρει λόγου ἀξίως ὠφελῶν· οὔτε φιλόσοφος ὁ διὰ πολλῶν ἀποδείξων διδάσκων τοὺς ἀκούοντας, ἀλλ’ ὁ δι’ ὀλίγων ἐπάγων αὐτοὺς ἐφ’ ὃ μέντοι βούλεται· καὶ ὁ ἀκουστὴς ὅσῳπερ ἃν ᾖ συνετώτερος, τοσούτῳ θᾶττον συναινέσι τῷ κεφαλαίῳ τοῦ λόγου, ὄντι γε ὑγιεῖ. ὅστις δὲ πανταχοῦ δεῖται ἀποδείξεως καὶ ὅπου σαφῆ τὰ πράγματά ἐστιν, ἢ διὰ πολλῶν ἀποδείκνυσθαι βούλεται αὑτῷ τὰ δι’ ὀλίγων δυνάμενα, παντάπασιν ἄτοπος καὶ δυσμαθής. θεοὺς μὲν οὖν [οὐκ] εἰκὸς οὐδεμιᾶς ἀποδείξενς δεῖσθαι πρὸς μηδέν, ὅτι μήτε ἀσαφὲς μήτε ἄδηλόν ἐστιν αὐτοῖς μηδέν, πρὸς 〈οἷα〉μόνα δεῖ τῶν ἀποδείξεων· τοὺς δὲ ἀνθρώπους ἀνάγκη τὰ μὴ φανερὰ μηδ’ αὐτόθεν γνώριμα διὰ τῶν φανερῶν καὶ προδήλων ζητεῖν ἀνευρίσκειν, ὅπερ ἔργον ἀποδείξεώς ἐστιν. οἷον, ὅτι ἡδονὴ οὐκ ἔστιν ἀγαθόν, αὐτόθεν μὲν οὐ δοκεῖ εἶναι γνώριμον, έπείπερ ἔργῳ προσκαλείται ἡμᾶς ὡς ἀγαθὸν οὖσα ἡ ἡδονή· λαβόντος δέ τινος λῆμμα γνώριμον τὸ πᾶν άγαθὸν αἱρετὸν εἶναι, καὶ προσλαβόντος ἕτερον γνῶριμον τούτῳ τὸ τινὰς ἡδονὰς οὐχ αἱρετὰς εἶναι, ἀποδεικνύομεν τὸ μὴ ἀγαθὸν εἶναι τὴν ἡδονήν, διὰ τῶν γνωρίμων τὸ μὴ γνώριμον. πάλιν ὡς ὁ πόνος οὐκ ἔστι κακόν, αὐτόθεν μὲν οὐ φαίνεται πιθανόν· τοὐναντίον γὰρ τούτου δοκεῖ πιθανώτερον, τὸ κακὸν εἶναι τὸν πόνον· τεθέντος δὲ φανεροῦ λήμματος, τοῦ πᾶν τὸ κακὸν φευκτὸν εἶναι, καὶ προστεθέντος αὐτῷ φανερωτέρου τοῦ πόνους πολλοὺς οὐκ εἶναι φευκτούς, περαίνεται τὸ μὴ κακὸν γήνους τοῦ τῆς ἀποδείξεως, ἐπειδὴ τῶν ἀνθρώπων οἱ μὲν ὀξύτεροι οἱ δ’ ἀμβλύτεροί εἰσι καὶ οἱ μὲν ἐω ἔθεσι κρείττοσιν, οἱ δὲ ἐν χείροσι τεθραμμένοι, οἱ μὲν ἤθους ἢ φύσεως ὄντες χείρονος, πλειόνων δέοιντ’ ἂν ἀποδείξεων καὶ πραγματείας μείζονος, ὥστε δέξασθαι ταυτὶ τὰ δόγματα καὶ τυπωθῆωαι κατὰ ταῦτα, καθάπερ οἶμαι καὶ τὰ πονηρὰ τῶν σωμάτων, ὁπὀταν μέλλῃ καλῶς ἕξειν, πάνυ πολλῆς ἐπιμελείας δεῖται· ὅσοι δὲ τῶν νέων εὐφυέτεροι καὶ ἀγωγῆς μετεσχηκότες κρείττονος, οὗτοι ῥᾷόν τε καὶ θᾶττον καὶ δι’ ὀλίγων ἀποδείξεων συναινοῖεν ἂν τοῖς λεγομένοις ὀρθῶς καὶ ἀκολουθοῖεν. ὅτι δ’ οὕτως ἔχει ταῦτα, γνοίμεν ἂν ῥᾳδίως, εἰ νοήσαιμεν μειράκιον ἢ νεανίαν, τὸν μὲν ἐν τρυφῇ πάσῃ τεθραμμένον καὶ τό τε σῶμα τεθηλυμμένον καὶ τὴν ψυχὴν ἐκλελυμένον ὑπὸ ἔθῶν ἀγόντων εἰς μαλακίαν, ἔτι δὲ νωθῆ παρεχόμενον καὶ δυσμαθῆ τὴν φύσιν· τὸν δ’ αὖ Λακωνικῶς πως ἠγμένον καὶ τρυφᾶν οὐκ εἰθισμένον καὶ καρτερεῖν μεμελετηκότα καὶ τῶν λεγομένων ὀρθῶς εὐήκοον ὄντα· εἶτα τοὺς δύο τούτους νεανίας εἰ θείημεν ἀκούοντας φιλοσόφου λέγοντος περὶ θανάτου, περὶ πόνου, περὶ πενίας, περὶ τῶν ὁμοίων, ὠς οὐ κακῶν ὄντων, πάλιν δ’ αὖ περὶ ζωῆς, περὶ ἡδονῆς, περὶ πλούτου, περὶ τῶν παραπλησίων τούτοις, ὡς οὐκ ἀγαθὰ ἐστιν, ἆρά γε ὅμοίως ἄμφω προσήσονται 〈ἂν〉 πίθοιτο τοῖς λεγομένοις; οὐκ ἔστιν εἰπεῖν. ἀλλ’ ὁ μὲν μόγις καὶ βραδέως καῖ ὥσπερ μοχλευόμενος ὑπὸ μυρίων λόγων τάχ’ ἂν ἐπιωεύσειεν ὁ νωθέστερος· ὁ δ’ αὖ ταχέως καῖ ἑτοίμως δέξεται τὰ λεγόμενα ὡς οίκεῖα καῖ προσήκοντα αὑτῷ, μήτε ἀποδείξεων δεόμενος πολλῶν μήτε πραγματείας μείζονος. ἢ οὐ τοιούτος παῖς ἐκεῖνος ὁ Λάκων, ὃς Κλεάνθην τὸν φιλόσοφον ἠρώτησεν, εἰ ἀγαθὸν ὁ πόνος έστιν; οὕτω γὰρ ἐκεῖνος φαίνεται φύσει πεφυκὼς καλῶς καὶ τεθραμμένος εὖ πρὸς ἀρετήν, ὥστε ἐγγύτερον εἶναι νομίζειν τὸν πόνον τῆς τἀγαθοῦ φύσεως ἢ τῆς τοῦ κακοῦ· ὅς γε ὡς ὁμολογουμένου τοῦ μὴ κακὸν ὑπάρχειν αὐτόν, εἰ άγαθὸν τυγχάνει ὤν, ἐπυνθάνετο. ὅθεν καὶ ὁ Κλεάνθης ἀγασθεὶς τοῦ παιδὸς εἶπεν ἄρα πρὸς αὐτόν· αἵματος εἶς ἀγαυοῖο, φίλον τέκος, οἷ’ ἀγορεύεις. πῶς οὖν τοιοῦτος οὐ ῥᾳδίως ἐπείσθη ἂν μήτε πενίαν μήτε θάνατον δεδιέναι μήτ’ ἄλλο μηδὲν τῶν δοκούντων φοβερῶν, μηδ’ αὖ διώκειν πλοῦτον ἢ ζωὴν ἢ ἡδονην;
Ἵνα δὲ ἐπὶ τὴν ἀρχὴν ἐπανέλθω τοῦ λόγου, φημὶ δεῖν τὸν διδάσκαλον τοῦ φιλοσόφου μὴ λόγων πλῆθος μηδ’ ἀποδείξεων ζητεῖν διεξιέναι πρὸς τοὺς μανθάνοντας, ἀλλὰ καιρίως περὶ ἑκάστου λέγειν καὶ καθικνεῖσθαι τῆς διανοίας τοῦ ἀκούοντος, καὶ 〈ἃ . . . . πει〉στικὰ εἶναι λέγειν καὶ ἀνατραπῆναι μὴ ῥᾷδια, καὶ μάλιστά γε τῷ παρέχειν αὑτὸν περί τε τῶν πράττοντα, τούτῳ μεταχειριζόμενον τοὺς ἀκούοντας· τὸν δὲ μαθητὴν ἐντετἀσθαι πρὸς τὰ λεγόμενα καὶ σκοπεῖν μὲν ὅπως μὴ λάθῃ ψεῦδός τι παραδεξάμενος· τῶν δὲ ἀληθῶν μὴ μὰ Δία πολλὰς χητεῖν ἀποδείξεις ἀκούειν, ἀλλ’ ἐναργεῖς· καὶ ἅπερ ἂν πεισθῇ τῶν παραινουμένων ἑαυτῷ εἶναι καὶ ἀληθῆ τούτοις ἐπακολουθεῖν ἐν τῷ βίῳ. οὕτω γὰρ μόνος ἔσταί τις ἐκ φιλοσοφίας ὠφελημένος, ἂν οἷς παραδέδεκται λόγοις οὖσιν ὑγιέσι τὰ ἔργα παρέχηται συνῳδά.
ΜΟΥΣΩΝΙΟΥ.
Πάντες, ἔφη, φύσει πεφύκαμεν οὕτως, ὥστε ζῆν ἀναμαρτήτως καὶ καλῶς, οὐχ ὁ μὲν ἡμῶν ὁ δ’ οὔ· καὶ τούτου μέγα τεκμήριον ὅτι πᾶσιν ὁμοίως οἱ νομοθέται καὶ προστάττουσιν ἃ χρὴ ποιεῖν καὶ ἀπαγορεύουσιν ἃ μὴ χρή, οὐχ ὑπεξαιρούμενοι οὐδένα τῶν ἀπειθούντων ἢ τῶν ἁμαρτανόντων, ὥστε ἀτιμώρητον εἶναι, οὐ νέον, οὐ πρεσβύτην, οὐκ ἰσχυρόν, οὐκ ἀσθενῆ, οὐχ ὁντιναοῦν. καίτοι ἐχρῆν, εἰ ὅλον ἐπείσακτον τὸ τῆς ἀρετῆς ἦν, καὶ μηδὲν αὐτοῦ φύσει ἡμῖν μετῆν, ὥσπερ οὐδ’ ἐν τοῖς ὑπὸ τὰς ἄλλας τέχνας οὖσιν ἔργοις οὐδεὶς ἀπαιτεῖται εἶναι ἀναμάρτητος, μὴ μεμαθηκὼς τὴν τέχνην, οὕτως μηδ’ ἐν τοῖς κατὰ τὸν βίον μηδένα ἀπαιτεῖσθαι εἶναι ἀναμάρτητον, ὅστις ἀρετὴν μὴ ἐξέμαθεν, ἐπείπερ ἀρετὴ μόνη ποιεῖ μὴ ἁμαρτάνειν ἐν βίῳ. νῦν δὲ ἐν μὲν θεραπείᾳ καμνόντων οὐδεὶς ἀναμάρτητον ἀξιοῖ εἶναι ἄλλον ἢ τὸν ἰατρὸν καὶ ἐν χρήσει λύρας οὐδένα ἄλλον ἢ τὸν μουσικὸν 〈καὶ〉 ἐν χρήσει πηδαλίων οὐδένα ἄλλον ἢ τὸν κυβερνήτην· ἐν δὲ τῷ βίῳ οὐκέτι μόνον ἀναμάρτητον εἶναι τὸν φιλόσοφον ἀξιοῦσιν, ὃς δοκεῖ μόνος ἐπιμελεῖσθαι ἀρετῆς, ἀλλ’ ὁμοίως ἅπαντας καὶ τοὺς μηδεμίαν ἐπιμέλειαν ταύτης πεποιημένους. δῆλον οὖν, ὡς οὐδὲν ἕτερον τούτου αἴτιον ἢ τὸ πρὸς ἀρετὴν γεγονέναι τὸν ἄνθρωπον. καὶ μὴν κἀκεῖνο μέγα τεκμήριον τοῦ μετεῖναι ἀρετῆς φύσει ἡμῖν, τὸ πάντας οὕτως διαλέγεσθαι περὶ ἑαυτῶν, ὡς ἐχόντων ἀρετὴν καὶ ὄντων ἀγαθῶν. οὐδεὶς γάρ ἐστι τῶν πολλῶν, ὃς ἐρωτώμενος πότερον ἄφρων ἢ φρόνιμος τυγχάνει ὤν, ἄφρων ὁμολογήσει εἶναι· οὐδ’ αὖ ἐρωτώμενος πότερον ἄδικος ἢ δίκαιος τυγχάνει ὤν, φήσει ὅτι ἄδικος. ὁμοίως δὲ κἂν ἐρωτᾷ τις πότερα σώφρων ἢ ἀκόλαστος, † ἢθ’ οὕτως ἀποκρίνεται ἐρωτηθείς, ὅτι σώφρων· καὶ ἁπλῶς ἂν ἐρῳτᾶταί τις πότερον ἀγαθὸς εἴη ἢ φαῦλος, φαίη ἂν ἀγαθός, καὶ ταῦτ’ οὐκ ἂν ἔχων εἰπεῖν οὔτε διδάσκαλον αὑτοῦ καλοκἀγαθίας, οὔτε μάθησιν ἀρετῆς ἢ ἄσκησιν τίνα τυγχάνει πεποιημένος. τοῦτ’ οὖν τίνος ἄλλου τεκμήριόν ἐστιν ἢ τοῦ φυσικὴν εἶναι ὑποβολὴν τῇ τοῦ ἀνθρώπου ψυχῇ πρὸς καλοκἀγαθίαν καὶ σπέρμα ἀρετῆς ἑκάστῳ ἡμῶν ἐνεῖναι. διὰ δὲ τὸ πάντως ἀγαθοὺς ὑπάρχειν προσήκειν ἡμῖν, οἱ μὲν ἀπατώμεθα ὡς καὶ δὴ ὄντες ἀγαθοί, οἱ δὲ αἰσχυνόμεθα ὁμολογεῖν 〈ὅτι〉 οὐκ ἐσμέν. ἐπεὶ διὰ τί, πρὸς θεῶν, γράμματα μὲν ἢ μουσικὴν ἢ παλαιστρικὴν οὐδεὶς μὴ μαθὼν εἰδέναι φησίν, οὐδὲ ἔχειν τὰς τέχνας ταύτας προσποιεῖται, μὴ καὶ διδάσκαλον παρ’ ὃν ἐφοίτα ἔχων εἰπεῖν, ἀρετὴν δὲ ἔχειν πᾶς ὑπισχνεῖται; ὅτι ἐκείνων μὲν οὐδενὸς φύσει τῷ ἀνθρώπῳ μέτεστιν, οὐδὲ ἥκει 〈τις〉 εἰς τὸν βίον ἔχων ὑποβολὰς * * *
ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΟΤΙ ΚΑΙ ΓΥΝΑΙΞΙ ΦΙΛΟΣΟΦΗΤΕΟΝ.
Ἐπεὶ δ’ ἐπύθετό τις αὐτοῦ, εἰ καὶ γυναιξὶ φιλο σοφητέον, οὕτω πως ἤρξατο διδάσκειν ὡς φιλοσοφητέον αὐταῖς. Λόγον μέν, ἔφη, τὸν αὐτὸν εἰλήφασι παρὰ θεῶν αἱ γυναῖκες τοῖς ἀνδράσιν, ᾧ τε χρώμεθα πρὸς ἀλλήλους καὶ καθ’ ὃν διανοούμεθα περὶ ἑκάστου πράγματος, 〈εἰ〉 ἀγαθὸν ἢ κακόν ἐστι, καὶ καλὸν ἢ αἰσχρόν. ὁμοίως δὲ καὶ αἰσθήσεις τὰς αὐτὰς ἔχει τὸ θῆλυ τῷ ἄρρενι, ὁρᾶν, ἀκούειν, ὀσφραίνεσθαι καὶ τὰ ἄλλα. ὁμοίως δὲ καὶ μέρη σώματος τὰ αὐτὰ ὑπάρχει ἑκατέρῳ, καὶ οὐδὲν θατέρῳ πλέον. ἔτι δὲ ὄρεξις καὶ οἰκείωσις φύσει πρὸς ἀρετὴν οὐ μόνον γίνεται τοῖς ἀνδράσιν, ἀλλὰ καὶ γυναιξίν· οὐδὲν γὰρ ἧττον αὗταί γε τῶν ἀνδρῶν τοῖς μὲν καλοῖς καὶ δικαίοις ἔργοις ἀρέσκεσθαι πεφύκασι, τὰ δ’ ἐναντία τούτων προβάλλεσθαι. τούτων δὲ ταύτῃ ἐχόντων, διὰ τί ποτ’ οὖν τοῖς μὲν ἀνδράσι προσήκοι ἂν ζητεῖν καὶ σκοπεῖν ὅπως βιώσονται καλῶς, ὅπερ τὸ φιλοσοφεῖν ἐστι, γυναιξὶ δὲ οὔ; πότερον ὅτι ἄνδρας μὲν προσήκει ἀγαθοὺς εἶναι, γυναῖκας δὲ οὔ; σκοπῶμεν δὲ καὶ καθ’ ἓν ἕκαστον τῶν προσηκόντων γυναικὶ τῇ ἐσομένῃ ἀγαθῇ· φανεῖται γὰρ ἀπὸ φιλοσοφίας τούτων ἕκαστον μάλιστ’ ἂν αὐτῇ περιγινόμενον. αὐτίκα δεῖ οἰκονομικὴν εἶναι τὴν γυναῖκα καὶ ἐκλογιστικὴν τῶν οἴκῳ συμφερόντων καὶ ἀρχικὴν τῶν οἰκετῶν. ταῦτα δ’ ἐγὼ φημὶ τῇ φιλοσοφούσῃ ὑπάρξαι ἂν μάλιστα· εἴ γε ἕκαστον μὲν τούτων μέρος τοῦ βίου ἐστίν, ἐπιστήμη δὲ περὶ βίον οὐχ ἑτέρα τις ἢ φιλοσοφία ἐστί, καὶ ὁ φιλόσοφος, ὥσπερ ἔλεγε Σωκράτης, τοῦτο διατελεῖ σκοπῶν, ὅττι τοι ἐν μεγάροισι κακόν τ’ ἀγαθόν τε τέτυκται. ἀλλὰ δεῖ δὴ καὶ σώφρονα εἶναι τὴν γυναῖκα· οἵαν καθαρεύειν μὲν ἀφροδισίων παρανόμων, καθαρεύειν δὲ τῆς περὶ τὰς ἄλλας ἡδονὰς ἀκρασίας, μὴ δουλεύειν ἐπιθυμίαις, μηδὲ φιλόνεικον εἶναι, μὴ πολυτελῆ, μὴ καλλωπίστριαν. ταῦτα μὲν ἔργα τῆς σώφρονός ἐστι· καὶ ἔτι πρὸς τούτοις ἐκεῖνα· κρατεῖν μὲν ὀργῆς, μὴ κρατεῖσθαι δ’ ὑπὸ λύπης, κρείττονα δὲ πάθους παντὸς εἶναι. ταῦτα δ’ ὁ φιλόσοφος παρεγγυᾷ λόγος· ὁ δὲ μαθὼν αὐτὰ καὶ ἀσκήσας ἐμοὶ μὲν δοκεῖ γενέσθαι ἂν κοσμιώτατος, εἴτ’ [αν] ἀνὴρ εἴη εἴτε γυνή. τί οὖν; ταῦτα μὲν ταύτῃ ἔχει· δικαία δ’ οὐκ ἂν εἴη γυνὴ φιλοσοφοῦσα, οὐδ’ ἄμεμπτος βίου κοινωνός, οὐδ’ ὁμονοίας ἀγαθὴ συνεργός, οὐδ’ ἀνδρός γε καὶ τέκνων ἐπιμελὴς κηδεμών, οὐδὲ φιλοκερδείας ἢ πλεονεξίας πάντῃ καθαρά; καὶ τίς ἂν μᾶλλον τῆς φιλοσόφου τοιαύτη γένοιτο, ἥν γε ἀνάγκη πᾶσα, εἴπερ εἴη τῷ ὄντι φιλόσοφος, τὸ μὲν ἀδικεῖν τοῦ ἀδικεῖσθαι χεῖρον νομίζειν, ὅσῳπερ αἴσχιον, τὸ δὲ ἐλαττοῦσθαι τοῦ πλεονεκτεῖν κρεῖττον ὑπολαμβάνειν, ἔτι δὲ καὶ τέκνα μᾶλλον ἀγαπᾶν ἢ τὸ ζῆν; τῆς δ’ ἐχούσης οὕτω τίς ἂν εἴη γυνὴ δικαιοτέρα; καὶ μὴν καὶ ἀνδρειοτέραν εἶναι προσήκει γυναῖκα τῆς ἀπαιδεύτου τὴν πεπαιδευμένην καὶ τὴν φιλόσοφον τῆς ἰδιώτιδος· ὡς μήτε θανάτου φόβῳ μήτε ὄκνῳ τῷ πρὸς πόνον ὑπομεῖναί τι αἰσχρόν, μηδ’ ὑποπτῆξαι μηδενὶ ὅτι εὐγενὴς ἢ ὅτι δυνατὸς ἢ ὅτι πλούσιος ἢ καὶ νὴ Δία ὅτι τύραννος. ὑπάρχει γὰρ αὐτῇ μεμελετηκέναι μέγα φρονεῖν, καὶ τὸν μὲν θάνατον ἡγεῖσθαι μὴ κακόν, τὴν δὲ ζωὴν μὴ ἀγαθόν· ὡσαύτως δὲ καὶ τὸν μὲν πόνον μὴ ἐκτρέπεσθαι, τὴν δὲ ἀπονίαν μὴ διώκειν ἐξ ἅπαντος. ὅθεν εἰκὸς εἶναι τὴν γυναῖκα ταύτην καὶ αὐτουργικὴν καὶ κακόπαθον, οἵαν ἃ μὲν ἂν τέκῃ τρέφειν μαστῷ τῷ ἑαυτῆς, τῷ δὲ ἀνδρὶ ὑπηρετεῖν χερσὶ ταῖς ἑαυτῆς· ἃ δὲ δουλικὰ νομίζουσιν ἔνιοι, ταῦτα ἀόκνως ποιεῖν. ἆρ’ οὐκ ἂν ἡ τοιαύτη γυνὴ μέγα μὲν ὄφελος εἴη τῷ γεγαμηκότι, κόσμος δὲ τοῖς προσήκουσι γένει, παράδειγμα δὲ χρηστὸν ταῖς ἐπισταμέναις αὐτήν; ἀλλὰ νὴ Δία, φασί τινες, ὅτι αὐθάδεις ὡς ἐπὶ πολὺ καὶ θρασείας εἶναι ἀνάγκη τὰς προσιούσας τοῖς φιλοσόφοις γυναῖκας, ὅταν ἀφέμεναι τοῦ οἰκουρεῖν ἐν μέσοις ἀναστρέφωνται τοῖς ἀνδράσι καὶ μελετῶσι λόγους καὶ σοφίζωνται καὶ ἀναλύωσι συλλογισμούς, δέον οἴκοι καθημένας ταλασιουργεῖν. ἐγὼ δὲ οὐχ ὅπως τὰς γυναῖκας τὰς φιλοσοφούσας ἀλλ’ οὐδὲ τοὺς ἄνδρας ἀξιώσαιμ’ ἂν ἀφεμένους τῶν προσηκόντων ἔργων εἶναι περὶ λόγους μόνον· ἀλλὰ καὶ ὅσους μεταχειρίζονται λόγους, τῶν ἔργων φημὶ δεῖν ἕνεκα μεταχειρίζεσθαι αὐτούς. ὥσπερ γὰρ ἰατρικοῦ λόγου ὄφελος οὐδέν ἐὰν μὴ πρὸς ὑγίειαν φέρῃ σώματος ἀνθρωπίνου, οὕτως οὐδ’ εἴ τινα φιλόσοφος ἔχει ἢ διδάσκει λόγον, οὐδὲν ὄφελος αὐτοῦ, ἐὰν μὴ φέρῃ πρὸς ἀρετὴν ψυχῆς ἀνθρωπίνης. πρὸ παντὸς δὲ σκοπεῖν τὸν λόγον χρή, ᾧ ἕπεσθαι τὰς φιλοσοφούσας ἀξιοῦμεν, εἰ δύναται θρασείας ποιεῖν ὁ τὴν αἰδῶ μέγιστον ἀποφαίνων ἀγαθόν· εἰ ζῆν ἰταμώτερον ἐθίζει ὁ καταστολὴν πλείστην ὑφηγούμενος· εἰ μὴ διδάσκει σωφρονεῖν ὁ κακὸν ἀποδεικνὺς ἔσχατον τὴν ἀκολασίαν· εἰ μὴ προτρέπει οἰκονομεῖν ὁ παριστὰς ἀρετὴν εἶναι τὴν οἰκονομικήν. καὶ στέργειν δὲ . . . καὶ αὐτουργεῖν ὁ τῶν φιλοσόφων λόγος παρακαλεῖ τὴν γυναῖκα.
ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΕΙ ΠΑΡΑΠΛΗΣΙΩΣ ΠΑΙΔΕΥΤΕΟΝ ΤΑΣ ΘΥΓΑΤΕΡΑΣ ΤΟΙΣ ΥΙΟΙΣ
Λόγου δέ ποτέ τινος ἐμπεσόντος, εἰ τὴν αὐτὴν παιδείαν παιδευτέον τοὺς υἱέας καὶ τὰς θυγατέρας, ἵππους μέν, ἔφη, καὶ κύνας ὁμοῦ οὐδὲν διαφερόντως παιδεύουσιν οἵ τε ἱππικοὶ καὶ οἱ κυνηγετικοὶ τοὺς ἄρρενας τῶν θηλειῶν· ἀλλ’ αἵ τε κύνες αἱ θήλειαι παραπλησίως τοῖς ἄρρεσι διδάσκονται θηρᾶν· ἵππους τε θηλείας ἄν τις θέλῃ τὰ ἵππων ἔργα ἀποτελεῖν καλῶς, οὐ διάφορον τῶν ἀρρένων διδασκαλίαν διδασκομένας ἰδεῖν ἔστιν· ἀνθρώπους δὲ τοὺς ἄρρενας ἐξαίρετόν τι ἄρα δεήσει ἔχειν ἐν τῇ παιδείᾳ καὶ τροφῇ παρὰ τὰς θηλείας, ὥσπερ οὐχὶ τὰς αὐτὰς παραγίνεσθαι δέον ἀρετὰς ἀμφοῖν ὁμοίως ἀνδρὶ καὶ γυναικί, ἢ ἐπὶ τὰς αὐτὰς ἀρετὰς μὴ διὰ τῶν αὐτῶν παιδευμάτων ἀλλὰ δι’ ἑτέρων οἷόν τε ὂν ἐλθεῖν. ὅτι δὲ οὐκ ἄλλαι ἀρεταὶ ἀνδρός, ἄλλαι δὲ γυναικός, ῥᾴδιον μαθεῖν. αὐτίκα, φρονεῖν δεῖ μὲν τὸν ἄνδρα, δεῖ δὲ καὶ τὴν γυναῖκα· ἢ τί ὄφελος εἴη ἂν ἄφρονος ἀνδρὸς ἢ γυναικός; εἶτα 〈δεῖ⟩ δικαίως βιοῦν οὐδέτερον ἧττον θατέρου· ἀλλ’ ὅ τε ἀνὴρ οὐκ ἂν εἴη πολίτης ἀγαθὸς ἄδικος ὤν, ἥ τε γυνὴ οὐκ ἂν οἰκονομοίη χρηστῶς, εἰ μὴ δικαίως· ἀλλ’ ἄδικος οὖσα περὶ αὐτὸν ἀδικήσει τὸν ἄνδρα, ὥσπερ τὴν Ἐριφύλην φασί. σωφρονεῖν μὲν αὖ καλὸν τὴν γυναῖκα, καλὸν δ’ ὁμοίως καὶ τὸν ἄνδρα· τὸ γοῦν μοιχεύειν τῷ μοιχεύεσθαι ἐπ’ ἴσης κολάζουσιν οἱ νόμοι. καὶ λιχνεῖαι καὶ οἰνοφλυγίαι καὶ ἄλλα παραπλήσια κακά, ἀκολαστήματα ὄντα καὶ καταισχύνοντα μεγάλως τοὺς ἐνεχομένους αὐτοῖς, ἀποφαίνει τὴν σωφροσύνην ἀναγκαιοτάτην οὖσαν ἀνθρώπῳ παντί, τῷ τε θήλει καὶ τῷ ἄρρενι· διὰ γὰρ σωφροσύνης μόνης ἐκφεύγομεν ἀκολασίαν, ἄλλως δ’ οὐδαμῶς. τὴν ἀνδρείαν φαίη τις ἂν ἴσως μόνοις προσήκειν τοῖς ἀνδράσιν. ἔχει δὲ οὐδὲ τοῦτο ταύτῃ. δεῖ γὰρ ἀνδρίζεσθαι καὶ τὴν γυναῖκα 〈καὶ〉 καθαρεύειν δειλίας τήν γε ἀρίστην, ὡς μήθ’ ὑπὸ πόνου μήθ’ ὑπὸ φόβου κάμπτεσθαι· εἰ δὲ μή, πῶς ἔτι σωφρονήσει, ἐάν τις ἢ φοβῶν ἢ προσάγων πόνους βιάσασθαι δύνηται αὐτὴν ὑπομεῖναί ⟨τι⟩ τῶν αἰσχρῶν. δεῖ δὲ δὴ καὶ ἀμυντικῶς ἔχειν τὰς γυναῖκας, εἰ μὴ νὴ Δία φαίνεσθαι μέλλουσι κακίους ἀλεκτορίδων καὶ ἄλλων ὀρνίθων θηλειῶν, αἳ πολὺ μείζοσι ζῴοις ἑαυτῶν ὑπὲρ τῶν νεοττῶν διαμάχονται. πῶς οὖν οὐκ ἂν ἀνδρείας αἱ γυναῖκες δέοιντο; ὅτι δὲ καὶ ἀλκῆς τῆς δι’ ὅπλων μέτεστιν αὐταῖς, ἐδήλωσε τὸ Ἀμαζόνων γένος ἔθνη πολλὰ δι’ ὅπλων καταστρεψάμενον· ὥστ’ εἴ τι ἐνδεῖ πρὸς τοῦτο ταῖς ἄλλαις γυναιξίν, ἀνασκησία μᾶλλον ἢ τὸ μὴ πεφυκέναι . . . ἀρετὰς ἀνδρὸς καὶ γυναικός, ἀνάγκη πᾶσα καὶ τροφὴν καὶ παιδείαν τὴν αὐτὴν προσήκειν ἀμφοῖν. παντὶ γὰρ δὴ ζῴῳ καὶ φυτῷ τὴν ἐπιμέλειαν τὴν προσαγομένην ὀρθῶς ἐμποιεῖν χρὴ τὴν ἐκείνῳ προσήκουσαν ἀρετήν. ἢ εἰ μὲν ἔδει αὐλεῖν δύνασθαι παραπλησίως ἄνδρα καὶ γυναῖκα, καὶ εἰ τοῦθ’ ἑκατέρῳ αὐτοῖν ἀναγκαῖον ἦν πρὸς τὸν βίον, ἀμφοτέρους ἂν ἐπ’ ἴσον τὴν αὐλητικὴν τέχνην ἐξεδιδάσκομεν, καὶ εἰ κιθαρίζειν ἔδει ἑκάτερον, . . . · ἀμφοτέρους δὲ εἰ δεῖ γενέσθαι ἀγαθοὺς τὴν ἀνθρώπῳ προσήκουσαν ἀρετὴν καὶ φρονεῖν ὁμοίως δύνασθαι καὶ σωφρονεῖν καὶ ἀνδρείας μετέχειν καὶ δικαιοσύνης μηδὲν ἧττον θατέρου θάτερον, οὐκ ἄρ’ ὁμοίως ἑκάτερον παιδεύσομεν οὐδὲ τὴν τέχνην, ἀφ’ ἧς γένοιτ’ ἂν ἄνθρωπος ἀγαθός, ἐπ’ ἴσον ἀμφοτέρους διδάξομεν; ἀλλὰ χρὴ οὕτω ποιεῖν καὶ οὐχ ἑτέρως. ’τί οὖν; καὶ ταλασίαν’ φησί τις ἴσως ἀξιοῖς σὺ παραπλησίως ἐκμανθάνειν ταῖς γυναιξὶν τοὺς ἄνδρας καὶ γυμναστικὴν μετέρχεσθαι τοῖς ἀνδράσιν ὁμοίως τὰς γυναῖκας;’ τοῦτο μὲν οὐκέτι ἀξιώσω ἐγώ· φημὶ δὲ ὅτι οὔσης ἐν τῷ γένει ⟨τῷ⟩ ἀνθρωπίνῳ τῆς μὲν ἰσχυροτέρας φύσεως τῆς τῶν ἀρρένων, τῆς δ’ ἀσθενεστέρας τῆς τῶν θηλειῶν, ἑκατέρᾳ φύσει τῶν ἔργων ἀπονεμητέον τὰ προσφορώτατα, καὶ τὰ μὲν βαρύτερα τοῖς ἰσχυροτέροις ἀποδοτέον, τὰ δὲ ἐλαφρότερα τοῖς ἀσθενεστέροις· διὰ τοῦτο ταλασία μὲν ταῖς γυναιξὶ μᾶλλον πρέποι ἂν ἤπερ ἀνδράσιν, ὥσπερ ⟨καὶ⟩ οἰκουρία· γυμναστικὴ δὲ ἀνδράσι μᾶλλον ἢ γυναιξίν, ὥσπερ καὶ θυραυλία· ἐνίοτε μέντοι καὶ ἄνδρες τινὲς τῶν ἐλαφροτέρων ἔργων ἔνια καὶ δοκούντων γυναικείων μεταχειρίσαιντ’ ἂν εἰκότως, καὶ γυναῖκες αὖ τῶν σκληροτέρων καὶ δοκούντων μᾶλλον προσήκειν ἀνδράσιν ἐργάσαιντ’ ἄν, ὅταν ἢ τὰ τοῦ σώματος οὕτως ὑφηγῆται ἢ τὰ τῆς χρείας ἢ τὰ τοῦ καιροῦ. πάντα μὲν γὰρ ἴσως ἐν κοινῷ κεῖται τὰ ἀνθρώπεια ἔργα καὶ ἔστι κοινὰ ἀνδρῶν καὶ γυναικῶν, καὶ οὐδὲν ἀποτακτὸν ἐξ ἀνάγκης τῷ ἑτέρῳ· ἔνια δὲ δὴ ἐπιτηδειότερα τὰ μὲν τῇδε τῇ φύσει, τὰ δὲ τῇδε· δι’ ὃ τὰ μὲν ἀνδρεῖα καλεῖται, τὰ δὲ γυναικεῖα· ὅσα μέντοι τὴν ἀναφορὰν ἔχει εἰς ἀρετήν, ταῦτα φαίη τις ἂν ὀρθῶς ἐπ’ ἴσον ἑκατέρᾳ προσήκειν φύσει, εἴ γε καὶ τὰς ἀρετὰς προσήκειν φαμὲν οὐδὲν τοῖς ἑτέροις μᾶλλον ἢ τοῖς ἑτέροις. ὅθεν εἰκότως οἶμαι καὶ παιδευτέον ὅσα πρὸς ἀρετὴν παραπλησίως τό τε θῆλυ καὶ τὸ ἄρρεν· καὶ ἀρξαμένους ἀπὸ νηπίων εὐθὺς διδακτέον, ὅτι τοῦτο μὲν ἀγαθόν, τοῦτο δὲ κακὸν † κακὸν ταὐτὸν ἀμφοῖν, καὶ τοῦτο μὲν ὠφέλιμον, τοῦτο δὲ βλαβερόν, καὶ τόδε μὲν πρακτέον, τόδε δὲ οὔ· ἐξ ὧν περιγίνεται φρόνησις τοῖς μανθάνουσιν ὁμοίως κόραις καὶ κόροις, καὶ οὐδὲν διαφορώτερον τοῖς ἑτέροις· εἶτα δὲ ἐμποιητέον αἰδῶ πρὸς ἅπαν αἰσχρόν· ὧν ἐγγενομένων ἀνάγκη σώφρονας εἶναι καὶ ἄνδρα καὶ γυναῖκα. καὶ μὴν τὸν παιδευόμενον ὀρθῶς, ὅστις ἂν ᾖ, εἴτε ἄρρην εἴτε θήλεια, ἐθιστέον μὲν ἀνέχεσθαι πόνου, ἐθιστέον δὲ μὴ φοβεῖσθαι θάνατον, ἐθιστέον δὲ μὴ ταπεινοῦσθαι πρὸς συμφορὰν μηδεμίαν· δι’ ὅσων ἄν τις εἴη ἀνδρεῖος. ἀνδρείας δὲ μικρῷ πρότερον ἐδείχθη δεῖν μετεῖναι καὶ γυναιξίν. ἔτι τοίνυν πλεονεξίαν μὲν φεύγειν, ἰσότητα δὲ τιμᾶν, καὶ εὐποιεῖν μὲν θέλειν, κακοποιεῖν δὲ μὴ θέλειν ἄνθρωπον ὄντα ἀνθρώπους, ἔστι μὲν δίδαγμα κάλλιστον καὶ δικαίους ἐπιτελεῖ τοὺς μανθάνοντας· τί δὲ μᾶλλον ἄνδρα μεμαθηκέναι χρὴ ταῦτα; εἰ γὰρ νὴ Δία πρέπει δικαίας εἶναι γυναῖκας, καὶ ταὐτὰ δεῖ μεμαθηκέναι ἄμφω τά γε κυριώτατα καὶ μέγιστα. εἰ γάρ τί που καὶ μικρὸν ὁ μὲν εἴσεται, ἡ δὲ οὔ, ἢ ἀνάπαλιν ἡ μὲν εἴσεται, ὁ δὲ οὔ, τεχνίτου τινὸς ἐχόμενον, οὔπω τοῦτο διάφορον ἀποφαίνει τὴν ἑκατέρου παιδείαν· μόνον περὶ μηδενὸς τῶν μεγίστων ἕτερος ἕτερα μεμαθηκέτω, ἀλλὰ ταὐτά. ἂν δέ τις ἐρωτᾷ με, τίς ἐπιστήμη τῆς παιδείας ταύτης ἐπιστατεῖ, λέξω πρὸς αὐτὸν ὅτι φιλοσοφίας ἄνευ ὥσπερ ἀνὴρ οὐκ ἂν οὐδείς, οὕτως οὐδ’ ἂν γυνὴ παιδευθείη ὀρθῶς. καὶ οὐ τοῦτο βούλομαι λέγειν, ὅτι τρανότητα περὶ λόγους καὶ δεινότητά τινα περιττὴν χρὴ προσεῖναι ταῖς γυναιξίν, εἴπερ φιλοσοφήσουσιν ὡς γυναῖκες· οὐδὲ γὰρ ἐπ’ ἀνδρῶν ἐγὼ πάνυ τι τοῦτο ἐπαινῶ· ἀλλ’ ὅτι ἤθους χρηστότητα καὶ καλοκἀγαθίαν τρόπου κτητέον ταῖς γυναιξίν· ἐπειδὴ καὶ φιλοσοφία καλοκἀγαθίας ἐστὶν ἐπιτήδευσις καὶ οὐδὲν ἕτερον.
ΛΥΚΙΟΥ ΕΚἘΚ ΤΩΝ ΜΟΥΣΩΝΙΟΥ ΠΟΤΕΡΟΝ ΙΣΧΥΡΟΤΕΡΟΝ ΕΩΟΣ Η ΛΟΓΟΣ.
Αὖθις ἐνέπεσεν ἡμῖν ζήτησις πότερον ἀνυσιμώτερον πρὸς κτῆσιν ἀρετῆς ἔθος ἢ λόγος ⟨εἴη⟩, εἰ ὁ μὲν λόγος διδάσκοι ὀρθῶς τί εἴη ποιητέον, τὸ δὲ ἔθος γίνοιτο κατὰ τοιοῦτον λόγον πράττειν ἐθιζομένων. τῷ δὲ Μουσωνίῳ τὸ ἔθος ἐδόκει εἶναι ἀνυσιμώτερον, καὶ συνηγορῶν τῇ ἑαυτοῦ δόξῃ ἤρετο τῶν παρόντων τινὰ οὕτως· Δυοῖν ὄντοιν ἰατροῖν, τοῦ μὲν ἱκανοῦ λέγειν καὶ περὶ τῶν ἰατρικῶν ὡς ὅτι ἐμπειρότατα, περὶ δὲ θεραπείαν τῶν καμνόντων μηδὲν τετριμμένου, τοῦ δ’ εἰπεῖν μὲν ἀδυνάτου, θεραπεύειν δ’ εἰθισμένου κατὰ τὸν λόγον τὸν ἰατρικόν, πότερον, ἔφη, μᾶλλον ἕλοιο ἂν παρεῖναί σοι νοσοῦντι; Ὁ δὲ ἀπεκρίνατο, ⟨ὅτι⟩ τὸν θεραπεύειν εἰθισμένον. Καὶ ὁ Μουσώνιος· Τί δέ; δυοῖν ἀνδροῖν τοῦ μὲν πεπλευκότος πολλάκις καὶ κυβερνήσαντος ἤδη πλοῖα ἱκανά, τοῦ δὲ ὀλιγάκις μὲν πεπλευκότος, κυβερνήσαντος δὲ μηδέποτε· ἐὰν οὗτος ὁ μὴ κυβερνήσας ἱκανώτατα λέγῃ ὃν τρόπον χρὴ κυβερνᾶν, ὁ δ’ ἕτερος ἐνδεῶς καὶ παντάπασιν ἀσθενῶς, ποτέρῳ ἂν πλέων χρήσαιο κυβερνήτῃ; Καὶ ὃς εἶπεν, ὅτι τῷ κυβερνήσαντι πολλάκις. Πάλιν ὁ Μουσώνιος· Μουσικοῖν δὲ δυοῖν, τοῦ μὲν τοὺς λόγους ἐπισταμένου τοὺς μουσικοὺς καὶ λέγοντος αὐτοὺς πιθανώτατα, ᾄδειν δὲ ἢ κιθαρίζειν ἢ λυρίζειν ἀδυνατοῦντος, τοῦ δὲ περὶ μὲν τοὺς λόγους ὄντος ἥττονος, κιθαρίζοντος δὲ καλῶς καὶ λυρίζοντος, ἔτι δὲ ᾄδοντος· ποτέρῳ ἂν ἐπιτρέψαις ἔργον μουσικόν, ἢ πότερον ἂν ἐθέλοις γενέσθαι διδάσκαλον τῶν μουσικῶν παιδὸς οὐκ εἰδότος; Ὁ δὲ ἀπεκρίνατο, ὅτι τὸν ἐν τοῖς ⟨ἔργοις⟩ ἱκανόν. Τί οὖν, εἶπεν ὁ Μουσώνιος, ταῦτα μὲν ταύτῃ ἔχει· περὶ δὲ σωφροσύνης ἢ ἐγκρατείας τοῦ ἃ χρὴ δύνασθαι λέγειν οὐ πολὺ κρεῖττον τὸ ἐγκρατῆ γενέσθαι καὶ σώφρονα περὶ τὰ πραττόμενα πάντα; Συνεχώρει κἀνταῦθα ὁ νεανίσκος, ἧττον καὶ φαυλότερον εἶναι τοῦ σωφρονεῖν ἔργῳ τὸ λέγειν περὶ σωφροσύνης ἱκανῶς. Ὅθεν ὁ Μουσώνιος συνάπτων τοῖς προειρημένοις, πῶς οὖν ἐπὶ τούτοις, ἔφη, τὸ τὸν ἑκάστου λόγον ἐπίστασθαι πράγματος κρεῖττον ἂν εἴη τοῦ ἐθίζεσθαι καὶ πράττειν τὰ πράγματα κατὰ τὴν ὑφήγησιν τοῦ λόγου; ἐπείπερ τὸ μὲν ἔθος πρὸς τὸ δύνασθαι πράττειν ἄγει, τὸ δ’ ἐπίστασθαι λόγον τοῦ πράγματος πρὸς τὸ δύνασθαι λέγειν. συνεργεῖ μὲν γὰρ καὶ τῇ πράξει ὁ λόγος διδάσκων ὅπως πρακτέον καὶ ἔστι τῇ τάξει πρότερος τοῦ ἔθους· οὐ γὰρ ἐθισθῆναί τι καλὸν οἷόν τε μὴ κατὰ λόγον ἐθιζόμενον· δυνάμει μέντοι τὸ ἔθος προτερεῖ τοῦ λόγου, ὅτι ἐστὶ κυριώτερον ἐπὶ τὰς πράξεις ἄγειν τὸν ἄνθρωπον ἤπερ ὁ λόγος.
ΜΟΥΣΩΝΙΟΥ ΠΕΡΙ ΑΣΚΗΣΒΩΣ.
Παρώρμα δὲ πρὸς ἄσκησιν τοὺς συνόντας ἐντεταμένως ἀεὶ τοιοῖσδέ τισι λόγοις χρώμενος. Ἡ ἀρετή, ἔφη, ἐπιστήμη ἐστὶν οὐ θεωρητικὴ μόνον, ἀλλὰ καὶ πρακτικὴ καθάπερ ἥ τε ἰατρικὴ καὶ ἡ μουσική. δεῖ οὖν ὥσπερ τὸν ἰατρὸν καὶ τὸν μουσικὸν μὴ μόνον ἀνειληφέναι τὰ θεωρήματα τῆς αὑτοῦ τέχνης ἑκάτερον, ἀλλὰ καὶ γεγυμνάσθαι πράττειν κατὰ τὰ θεωρήματα, οὕτω καὶ τὸν ἐσόμενον ἀγαθὸν ἄνδρα μὴ μόνον ἐκμανθάνειν ὅσα μαθήματα φέρει πρὸς ἀρετήν, ἀλλὰ καὶ γυμνάζεσθαι κατὰ ταῦτα φιλοτίμως καὶ φιλοπόνως. ἐπεὶ πῶς μὲν ἂν εὐθὺς γένοιτό τις σώφρων, εἰ μόνον εἰδείη ὅτι οὐ χρὴ ἡττᾶσθαι ἡδονῶν, ἀγύμναστος δ’ εἴη ἀντέχειν ταῖς ἡδοναῖς; πῶς δ’ ἂν δίκαιός τις γένοιτο, μεμαθηκὼς μὲν ὅτι χρὴ τὸ ἴσον ἀγαπᾶν, μὴ μεμελετηκὼς δὲ φεύγειν τὸ πλεονεκτεῖν; πῶς δ’ ἂν ἀνδρείαν κτησαίμεθα, τὸ μὲν ὅτι μὴ φοβερὰ τὰ δοκοῦντα τοῖς πολλοῖς δεινὰ κατανενοηκότες, ἄφοβοι δ’ εἶναι εἰς αὐτὰ μὴ μεμελετηκότες; πῶς δ’ ἂν φρόνιμοι γενοίμεθα, τὰ μὲν ὡς ἀληθῶς ἀγαθὰ καὶ κακὰ τίνα ἐστὶν ἐγνωκότες, μὴ γεγυμνασμένοι δὲ καταφρονεῖν τῶν δοκούντων ἀγαθῶν; διὸ χρὴ τῇ μαθήσει τῶν προσηκόντων ἀρετῇ ἑκάστῃ μαθημάτων καὶ τὴν ἄσκησιν ἐπακολουθεῖν πάντως, εἴ γε μέλλει καὶ αὐτῆς τῆς μαθήσεως ὄφελός τι γενήσεσθαι ἡμῖν. καὶ τοσούτῳ γε χρὴ μᾶλλον ἀσκεῖν τὸν φιλοσοφεῖν ἀξιοῦντα ἤπερ τὸν ἰατρικῆς· ἤ τινος τέχνης ὁμοίας ἐφιέμενον, ὅσῳ μεῖζον καὶ δυσκατεργαστότερον φιλοσοφία παντὸς ἐπιτηδεύματος ἑτέρου. καὶ γὰρ οὖν ἐπὶ μὲν τὰς ἄλλας τέχνας † εἶναι οἱ ἐφιέμενοι αὐτῶν, οὐ προδιεφθαρμένοι τὰς ψυχὰς οὐδ’ ἐναντία μεμαθηκότες οἷς μαθήσεσθαι μέλλουσιν· οἱ δὲ φιλοσοφεῖν ἐπιχειροῦντες, ἐν διαφθορᾷ γεγενημένοι πρότερον πολλῇ καὶ ἐμπεπλησμένοι κακίας, οὕτω μετίασι τὴν ἀρετήν, ὥστε καὶ ταύτῃ πλείονος δεηθῆναι τῆς ἀσκήσεως. πῶς οὖν καὶ τίνα τρόπον τούτοις ἀσκητέον; ἐπεὶ τὸν ἄνθρωπον οὔτε ψυχὴν μόνον εἶναι συμβέβηκεν οὔτε σῶμα μόνον, ἀλλά τι σύνθετον ἐκ τοῖν δυοῖν τούτοιν, ἀνάγκη τὸν ἀσκοῦντα ἀμφοῖν ἐπιμελεῖσθαι, τοῦ μὲν κρείττονος μᾶλλον, ὥσπερ ἄξιον, τουτέστι τῆς ψυχῆς· καὶ θατέρου δέ, εἴ γε μέλλει μηδὲν ἐνδεῶς ἔχειν τοῦ ἀνθρώπου μέρος. δεῖ γὰρ δὴ καὶ τὸ σῶμα παρεσκευάσθαι καλῶς πρὸς τὰ σώματος ἔργα τὸ τοῦ φιλοσοφοῦντος, ὅτι πολλάκις αἱ ἀρεταὶ καταχρῶνται τούτῳ ὄντι ὀργάνῳ ἀναγκαίῳ πρὸς τὰς τοῦ βίου πράξεις. τῆς οὖν ἀσκήσεως ἡ μέν τις ἰδία τῆς ψυχῆς μόνης γίνοιτ’ ἂν ὀρθῶς, ἡ δέ τις κοινὴ ταύτης τε καὶ τοῦ σώματος. κοινὴ μὲν οὖν ἄσκησις ἀμφοῖν γενήσεται, συνεθιζομένων ἡμῶν ῥίγει θάλπει, δίψει λιμῷ, τροφῆς λιτότητι κοίτης σκληρότητι, ἀποχῇ τῶν ἡδέων ὑπομονῇ τῶν ἐπιπόνων. διὰ γὰρ τούτων καὶ τῶν τοιούτων ῥώννυται μὲν τὸ σῶμα καὶ γίνεται δυσπαθές τε καὶ στερεὸν καὶ χρήσιμον πρὸς ἅπαν ἔργον, ῥώννυται δὲ ἡ ψυχὴ γυμναζομένη διὰ μὲν τῆς ὑπομονῆς τῶν ἐπιπόνων πρὸς ἀνδρείαν, διὰ δὲ τῆς ἀποχῆς τῶν ἡδέων πρὸς σωφροσύνην. ἰδία δὲ τῆς ψυχῆς ἄσκησίς ἐστι πρῶτον μὲν τὰς ἀποδείξεις προχείρους ποιεῖσθαι τάς τε περὶ τῶν ἀγαθῶν τῶν δοκούντων ὡς οὐκ ἀγαθά, καὶ τὰς περὶ τῶν κακῶν τῶν δοκούντων ὡς οὐ κακά, καὶ τὰ ἀληθῶς ἀγαθὰ γνωρίζειν τε καὶ διακρίνειν ἀπὸ τῶν μὴ ἀληθῶς ἐθίζεσθαι· εἶτα δὲ μελετᾶν μήτε φεύγειν μηδὲν τῶν δοκούντων κακῶν μήτε διώκειν μηδὲν τῶν δοκούντων ἀγαθῶν, καὶ τὰ μὲν ἀληθῶς κακὰ πάσῃ μηχανῇ ἐκτρέπεσθαι, τὰ δὲ ἀληθῶς ἀγαθὰ παντὶ τρόπῳ μετέρχεσθαι.
Ἐν κεφαλαίῳ μὲν οὖν σχεδὸν εἴρηται, ὁποῖος ἑκάτερος τρόπος ἀσκήσεως· οὐ μὴν ἀλλὰ καὶ κατὰ μέρος ὡς ποιητέον ἕκαστα, πειράσομαι εἰπεῖν, οὐ διακρίνων οὐδὲ χωρίζων οὐκέτι τά τε κοινὰ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀσκήματα καὶ τὰ ἴδια τῆς ψυχῆς, ἀλλὰ ἀναμὶξ τὰ ἑκατέρου μέρους διεξιών. οὐκοῦν ἐπειδὴ ταῦτα μὲν τυγχάνομεν ἀκηκοότες τε καὶ ὑπειληφότες, ὅσοι γε φιλοσόφου διατριβῆς μετεσχήκαμεν, ὡς οὔτε πόνος οὔτε θάνατος οὔτε πενία κακὸν οὐδαμῶς ἐστιν οὐδ’ ἄλλο τι τῶν κακίας ἀπηλλαγμένων, οὐδ’ αὖ πάλιν ἀγαθὸν πλοῦτος ζωὴ ἡδονὴ ἤ τι ἕτερον τῶν μὴ μετεχόντων ἀρετῆς· ὅμως δὲ καὶ ταῦθ’ ὑπειληφότες διὰ τὴν ἀπὸ παίδων εὐθὺς γεγονυῖαν ἡμῖν διαφθορὰν καὶ τὴν ὑπὸ τῆς διαφθορᾶς συνήθειαν πονηρὰν πόνου μὲν προσερχομένου κακὸν ἡγούμεθα προσέρχεσθαι ἑαυτοῖς, ἡδονῆς δὲ παραγινομένης ἀγαθὸν ἡγούμεθα παραγίνεσθαι ἡμῖν, καὶ τὸν μὲν θάνατον ὡς ἐσχάτην συμφορὰν πεφρίκαμεν, τὴν δὲ ζωὴν ὡς τῶν ἀγαθῶν μέγιστον ἀσπαζόμεθα, καὶ διδόντες μὲν ἀργύριον ὡς βλαπτόμενοι λυπούμεθα, λαμβάνοντες δὲ ὡς ὠφελούμενοι χαίρομεν, παραπλησίως δὲ καὶ ἐπὶ πλειόνων ἄλλων οὐκ ἀκολούθως ταῖς ὀρθαῖς ὑπολήψεσι τοῖς πράγμασι χρώμεθα, τῷ δὲ φαύλῳ ἔθει μᾶλλον ἀκολουθοῦμεν. ἐπεὶ οὖν ταῦτα φημὶ ταύτῃ ἔχειν, δεῖ τὸν ἀσκοῦντα ζητεῖν περιγίγνεσθαι ἑαυτῷ τῇ μὲν ἡδονῇ μὴ ἀσμενίζειν, τὸν πόνον δὲ μὴ ἐκτρέπεσθαι, καὶ τῷ μὲν ζῆν μὴ φιληδεῖν, τὸν δὲ θάνατον μὴ δεδιέναι, καὶ ἐπὶ χρημάτων μὴ προτιμᾶν τοῦ προΐεσθαι τὸ λαμβάνειν.
ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΟΤΙ ΠΟΝΟΥ ΚΑΤΑΦΡΟΝΗΤΕΟΝ.
Πρὸς δὲ τὸ ῥᾷον καὶ προθυμότερον ὑφίστασθαι τῶν πόνων ἐκείνους, οὓς ἂν ὑπὲρ ἀρετῆς καὶ καλοκἀγαθίας μέλλωμεν πονεῖν, ταῦτα λελογίσθαι χρήσιμα· πόσα μὲν πονοῦσιν ἔνιοι δι’ ἐπιθυμίας κακάς, ὥσπερ οἱ ἐρῶντες ἀκολάστως, πόσα δ’ ὑπομένουσιν ἄλλοι τοῦ κερδαίνειν χάριν, πόσα δ’ αὖ κακοπαθοῦσιν ἔνιοι θηρώμενοι δόξαν. καίτοι οὗτοι πάντες ὑπομένουσιν αὐθαίρετοι πᾶσαν ταλαιπωρίαν. ἆρ’ οὖν οὐχὶ δεινὸν ἐκείνους μὲν ὑπὲρ οὐδενὸς τῶν καλῶν ἀνέχεσθαι ταῦτα πάσχοντας, ἡμᾶς δ’ ὑπὲρ καλοκἀγαθίας καὶ τοῦ κακίαν μὲν ἐκφυγεῖν τὴν λυμαινομένην ἡμῶν τὸν βίον, κτήσασθαι δὲ ἀρετήν, ἥ τις ἁπάντων τῶν ἀγαθῶν ἐστι χορηγός, μὴ πάντα πόνον ἑτοίμως ὑφίστασθαι; καίτοι οὐδ’ ἂν εἴποι τις ὅσῳ κρεῖττον ἀντὶ μὲν τοῦ πονεῖν, ἵνα τύχῃ τις γυναικὸς ἀλλοτρίας, τὸ πονεῖν, ἵνα παιδαγωγήσῃ τὰς ἐπιθυμίας τὰς ἑαυτοῦ· ἀντὶ δὲ τοῦ περὶ χρημάτων ταλαιπωρεῖν τὸ ἀσκεῖν ὥστε ὀλίγων δεῖσθαι· πρὸ δὲ τοῦ πράγματα ἔχειν ὑπὲρ δόξης τὸ πραγματεύεσθαι ὅπως μὴ δοξοκόπος ᾖ· πρὸ δέ γε τοῦ ζητεῖν, ὅπως ᾧ φθονεῖ τις κακοποιήσῃ τοῦτον, τὸ σκοπεῖν ὅπως μηδὲν φθονήσῃ μηδενί· καὶ πρό γε τοῦ δουλεύειν τισὶ καλουμένοις φίλοις, ὥσπερ οἱ κόλακες, τὸ κακοπαθεῖν ἵνα κτήσηται φίλους ἀληθινούς· καθόλου δὲ τοῦ πονεῖν πᾶσιν ἀνθρώποις ἀναγκαίου ὄντος, τοῖς τε τῶν κρειττόνων ὀρεγομένοις καὶ τοῖς τῶν χειρόνων, τὸ μὴ πολλῷ εἶναι προθυμοτέρους πονεῖν τοὺς τὰ κρείττω μετιόντας ⟨ἢ⟩ οἷς ἐλπίδες μικραὶ τῶν πόνων εἰσίν, ἀτοπώτατον. ἀλλ’ οἱ μὲν ἄρα θαυματοποιοὶ δύσκολα οὕτως ὑφίστανται πράγματα καὶ τὴν ζωὴν παραβάλλονται τὴν ἑαυτῶν, οἱ μὲν εἰς μαχαίρας κυβιστῶντες, οἱ δ’ ἐπὶ κάλων μετέωροι βαδίζοντες, οἱ δ’ ὥσπερ ὄρνεα πετόμενοι διὰ τοῦ ἀέρος, ὧν τὸ σφάλμα θάνατός ἐστιν. καὶ ταῦτα πάντα δρῶσι μικροῦ χάριν μισθοῦ· ἡμεῖς δ’ οὐκ ἀνεξόμεθα ταλαιπωρεῖν ὑπὲρ εὐδαιμονίας ὅλης; οὐ γὰρ ἄλλο τί γε τέλος ἐστὶ τοῦ γενέσθαι ἀγαθὸν ἢ τὸ εὐδαιμονεῖν καὶ ζῆν μακαρίως εἰς τὸ λοιπόν. εἰκότως δ’ ἄν τις λογίζοιτο καὶ τὸ τῶν ζῴων ἐνίων ὁποῖόν ἐστι, πάνυ δὴ δυνάμενον ἐντρέπειν ἡμᾶς φιλοπόνους εἶναι. οἱ γοῦν ὄρτυγες καὶ ἀλεκτρυόνες οὔτ’ ἀρετῆς ἐπαΐοντες οὐδὲν ὥσπερ ὁ ἄνθρωπος οὔτε τὸ καλὸν καὶ δίκαιον εἰδότες οὐδ’ ὑπὲρ τοιούτου πονοῦντες οὐθενός, ὅμως μαχόμενοι πρὸς ἀλλήλους καὶ πηρούμενοι ἀνέχονται καὶ μέχρι θανάτου καρτεροῦσιν, ὥστε μὴ ἡττᾶσθαι θατέρου ὁ ἕτερος. πόσῳ δὴ μᾶλλον εἰκὸς ἡμᾶς ἀνέχεσθαί τε καὶ καρτερεῖν, ὅταν ἐπιστώμεθα διά τι τῶν καλῶν κακοπαθοῦντες, ἢ ἵνα φίλοις βοηθήσωμεν ἢ πόλιν ὠφελήσωμεν ἢ ἵνα γυναικῶν ἢ τέκνων ὑπερμαχήσωμεν, τὸ δὲ μέγιστον καὶ κυριώτατον, ἵνα ἀγαθοὶ ὧμεν καὶ δίκαιοι καὶ σώφρονες, ὃ δίχα πόνων οὐ παραγίνεται οὐδενί. ὅθεν ἔπεισί μοι λέγειν, ὡς ὁ μὴ θέλων πονεῖν σχεδὸν καταδικάζει αὐτὸς αὑτοῦ μηδενὸς εἶναι ἀγαθοῦ ἄξιος, ὅτι τὰ ἀγαθὰ πόνῳ πάντα κτώμεθα. Ταῦτα μὲν καὶ τοιαῦθ’ ἕτερα εἶπε τότε, ἐπεγείρων καὶ παρορμῶν τοὺς παρόντας πόνου καταφρονεῖν.
ΜΟΥΣΩΝΟΥ ΕΚ ΤΟΥ ΟΤΙ ΦΙΛΟΣΟΦΗΤΕΟΝ ΚΑΙ ΤΟΙΣ ΒΑΣΙΛΕΥΣΙΝ.
Εἰσελθόντος δέ ποτε ὡς αὐτὸν τῶν βασιλέων τινὸς τῶν ἀπὸ τῆς Συρίας, ἦσαν γὰρ ἔτι τότε ἐν Συρίᾳ βασιλεῖς Ῥωμαίων ὑπήκοοι, ἄλλα τε πολλὰ εἶπε πρὸς τὸν ἄνδρα καὶ δὴ καὶ ταῦτα. Μὴ οἴου, ἔφη, ἄλλῳ τινὶ μᾶλλον προσήκειν φιλοσοφεῖν ἢ σοί, μηδ’ ἄλλου του χάριν μᾶλλον ἢ ὅτι βασιλεὺς τυγχάνεις ὤν. δεῖ μὲν γὰρ δήπου δύνασθαι τὸν βασιλέα σῴζειν ἀνθρώπους καὶ εὐεργετεῖν· τὸν δέ γε σώσοντα καὶ εὐεργετήσοντα χρὴ ἐπίστασθαι, τί μὲν ἀγαθὸν ἀνθρώπῳ τί δὲ κακόν, καὶ τί μὲν ὠφέλιμον τί δὲ βλαβερόν, καὶ συμφέρον γε καὶ ἀσύμφορον· εἴ γε ἀπόλλυνται μὲν οἱ περιπίπτοντες τοῖς κακοῖς, σῴζονται δὲ οἱ τυγχάνοντες τῶν ἀγαθῶν, καὶ εὐεργετοῦνται μὲν οἱ ἀξιούμενοι τῶν ὠφελίμων καὶ συμφερόντων, κακοποιοῦνται δὲ οἱ ἐμβαλλόμενοι τοῖς ἀσυμφόροις καὶ βλαβεροῖς. ἀγαθὸν μέντοι καὶ κακὸν ἢ συμφέρον καὶ ἀσύμφορον ἢ ὠφέλιμον καὶ βλαβερὸν οὐκ ἄλλου του διαγινώσκειν ἢ τοῦ φιλοσόφου ἐστίν, ὃς αὐτὸ τοῦτο διατελεῖ πραγματευόμενος, ὅπως μηδὲ ἓν τούτων ἀγνοήσει, καὶ τέχνην πεποίηται ταύτην εἰδέναι τί φέρει πρὸς ἀνθρώπου εὐδαιμονίαν ἢ κακοδαιμονίαν. διὸ φαίνεται δεῖν τὸν βασιλέα φιλοσοφεῖν. καὶ μὴν προσήκει μὲν τῷ βασιλεῖ, μᾶλλον δ’ ἀνάγκη ἐστὶν αὐτῷ, τὰ δίκαια βραβεύειν τοῖς ὑπηκόοις, ὡς μήτε πλέον ἔχειν μήτε ἐλαττοῦσθαι μηδένα παρὰ τὴν ἀξίαν, ἀλλὰ καὶ τιμῆς καὶ τιμωρίας τυγχάνειν τοὺς ἀξίους. ταῦτα δὲ πῶς ποτε δυνηθείη ἄν τις δίκαιος οὐκ ὤν; δίκαιος δὲ πῶς ἂν εἴη τις μὴ ἐπιστάμενος δικαιοσύνην, ὁποῖόν τι ἐστίν; πάλιν οὖν καὶ ταύτῃ φιλοσοφητέον τῷ βασιλεῖ, ὅτι δικαιοσύνην καὶ τὸ δίκαιον οὐκ ἂν ἄλλως φαίνοιτο γνούς, εἰ μὴ φιλοσοφήσειεν. οὐ γὰρ οὔθ’ ὡς οὐχ ὁ μαθὼν μᾶλλον εἰδήσει τὰ δίκαία τοῦ μὴ μαθόντος ἔστιν εἰπεῖν, οὔθ’ ὡς οὐκ ἀμαθεῖς εἰσι τῶν τοιούτων πάντες οἱ μὴ φιλοσοφήσαντες. στασιάζουσι γοῦν καὶ πολεμοῦσι περὶ τῶν δικαίων πρὸς ἀλλήλους, οἱ μὲν ταῦτα φάσκοντες οἱ δὲ ἐκεῖνα δικαιότερα εἶναι. καίτοι περί γε ὧν ἐπίστανται ἄνθρωποι, περὶ τούτων οὐ διαφέρονται· οὔτε περὶ λευκῶν ἢ μελάνων, ἢ θερμῶν ἢ ψυχρῶν, οὔτε περὶ μαλακῶν ἢ σκληρῶν· ἀλλὰ κατὰ τὰ αὐτὰ περὶ τούτων ἅπαντες φρονοῦσί τε καὶ λέγουσιν· ὥστε καὶ περὶ τῶν δικαίων ὡμονόουν ἂν παραπλησίως, εἴπερ ᾔδεσαν ἅ τινα ἐστίν· ἐν ὦ δ’ οὐχ ὁμονοοῦσιν, ἀγνοοῦντες φαίνονται. καὶ οὐδὲ σὺ ταύτης ἐκτὸς εἶ τῆς ἀγνοίας, ὡς ἐγὼ δοκῶ· ὅθεν ἐπιμελητέον σοι τῆς γνώσεως μᾶλλον ἢ ἄλλῳ ὁτῳοῦν, καὶ τοσούτῳ γε μᾶλλον ⟨ὅσῳ περ⟩ αἴσχιον ἀνδρὶ βασιλεῖ ἢ ἰδιώτῃ εἶναι ἐν ἀγνοίᾳ δικαιοσύνης.
Ἔτι τοίνυν δεῖ μὲν τὸν βασιλέα σωφρονεῖν αὐτόν, δεῖ δὲ τοὺς ὑπηκόους σωφρονίζειν, ἵν’ ὁ μὲν ἄρχῃ σωφρόνως, οἱ δ’ ἄρχωνται κοσμίως, μηδέτεροι δὲ τρυφῶσι· λυμαντικὸν γὰρ ἄρχοντός τε καὶ ἰδιώτου παντὸς ἡ τρυφή. πῶς δ’ ἂν ἢ αὐτὸς σωφρονήσειέ τις μὴ μελετήσας κρατεῖν τῶν ἐπιθυμιῶν, ἢ ἀκόλαστος ὢν ἄλλους ποιήσειε σώφρονας; τίς μέντοι ἐπιστήμη πρὸς σωφροσύνην ἄγει πλὴν φιλοσοφίας, οὐκ ἔστιν εἰπεῖν· αὕτη γὰρ διδάσκει μὲν ἐπάνω ἡδονῆς εἶναι, διδάσκει δ’ ἐπάνω πλεονεξίας, διδάσκει δὲ ἀγαπᾶν εὐτέλειαν, διδάσκει δὲ φεύγειν πολυτέλειαν, ἐθίζει δ’ αἰδῶ ἔχειν, ἐθίζει δὲ γλώττης κρατεῖν, τάξιν δὲ καὶ κόσμον καὶ εὐσχημοσύνην περιποιεῖ καὶ ὅλως τὸ ἐν κινήσει καὶ σχέσει πρέπον. ταῦτα δὲ ἀνθρώπῳ προσόντα παρέχεται σεμνὸν καὶ σώφρονα αὐτόν. καὶ δὴ καὶ βασιλεύς, ὅτῳ ὑπάρχει ταῦτα, μάλιστα ἂν εἴη θεοπρεπής τε καὶ αἰδοῦς ἄξιος. τό γε μὴν ἄφοβον καὶ ἀνέκπληκτον καὶ θαρσαλέον ἔστι μὲν ἀνδρείας ἔργον, πῶς δ’ ἂν ἄλλως μᾶλλον ἀνθρώπῳ ὑπάρξειεν ἢ εἴ τις περὶ θανάτου καὶ πόνου λάβοι πίστιν ἰσχυρὰν ὡς οὐ κακοῖν ὄντοιν αὐτοῖν; ταῦτα γὰρ δὴ τὰ ἐξιστάντα καὶ φοβοῦντα τοὺς ἀνθρώπους ἐστίν, ὅ τε θάνατος καὶ ὁ πόνος, ὅταν ὡς περὶ κακῶν πεπεισμένοι ὦσιν αὐτῶν· μὴ κακὰ δ’ εἶναι ταῦτα φιλοσοφία διδάσκει μόνη. ὥστ’ εἴπερ ἀνδρείαν κτητέον τοῖς βασιλεῦσι, κτητέον δὲ παντὸς ⟨ὁτου〉οῦν ἑτέρου μᾶλλον, ἐπιμελητέον τοῦ φιλοσοφεῖν αὐτοῖς, ὡς οὐκ ἂν ἑτέρως ἀνδρείοις γενομένοις. καὶ δὴ βασιλικὸν μέν, εἴ τι ἄλλο, καὶ τὸ ἀήττητον ἐν λόγῳ εἶναι καὶ δύνασθαι κρατεῖν ὥσπερ ὅπλοις τῶν μαχομένων, οὕτω λόγοις 〈τῶν〉 διαλεγομένων· ὡς ἄν γε ταύτῃ ἀσθενήσωσιν οἱ βασιλεῖς, ἀνάγκη πολλάκις περιάγεσθαι αὐτοὺς καὶ βιάζεσθαι τὰ ψευδῆ ὡς ἀληθῆ προσίεσθαι, ὅπερ ἀφροσύνης ἔργον καὶ ἀμαθίας τῆς ἐσχάτης. φιλοσοφία δ’ οὐκ οἶδ’ εἴ τι 〈ἄλλο〉 μᾶλλον ἢ τοῦτο παρέχειν τοῖς μετιοῦσιν αὐτὴν πέφυκεν, ὥστε περιεῖναι λόγῳ τῶν πλησίον καὶ τὰ ψευδῆ διακρίνειν ἀπὸ τῶν ἀληθῶν καὶ τὰ μὲν ἐλέγχειν τὰ δὲ βεβαιοῦν. οἱ γοῦν ῥήτορες ὁπόταν ἔλθωσιν εἰς ταὐτὸ τοῖς φιλοσόφοις καὶ διδῶσι καὶ λαμβάνωσι λόγον, ἔστιν ὁρᾶν αὐτοὺς συγκρουομένους ἀπορουμένους, ἐναντία λέγειν αὑτοῖς ἀναγκαζομένους· καίτοι ὁπόταν οἱ ῥήτορες, οἱ τοῦτο πεποιημένοι ἔργον λόγους μελετᾶν, ἀσθενέστεροι περὶ λόγους ἁλίσκωνται τῶν φιλοσόφων ὄντες, τί χρὴ τοὺς ἄλλους ἀνθρώπους ὑπολαμβάνειν; ὅθεν εἴ τινι ὄντι βασιλεῖ ἔστιν ἐπιθυμία τοῦ ἐν λόγῳ κράτους, φιλοσοφητέον αὐτῷ, ἵνα μὴ δεδίῃ μηδὲ ταύτῃ μηδένα ὡς περιγενησόμενον αὐτοῦ, δέον ἁπανταχοῦ ἀδεῆ εἶναι τὸν βασιλέα καὶ θαρραλέον καὶ ἀήττητον.
Καθόλου δὲ τὸν μὲν βασιλέα τὸν ἀγαθὸν ἀνάγκη πᾶσα καὶ λόγῳ καὶ ἔργῳ εἶναι ἀναμάρτητον καὶ τέλειον· εἴ περ δεῖ αὐτόν, ὥσπερ ἐδόκει τοῖς παλαιοῖς, νόμον ἔμψυχον εἶναι, εὐνομίαν μὲν καὶ ὁμόνοιαν μηχανώμενον, ἀνομίαν δὲ καὶ στάσιν ἀπείργοντα, ζηλωτὴν δὲ τοῦ Διὸς ὄντα καὶ πατέρα τῶν ἀρχομένων ὥσπερ ἐκεῖνον. τοιοῦτος δὲ πῶς ἂν εἴη τις μὴ φύσει τε διαφερούσῃ κεχρημένος παιδείαν τε τὴν ἀρίστην πεπαιδευμένος ἀρετάς τε ἁπάσας ἔχων, ὅσαι περ ἀνθρώπῳ προσήκουσιν; εἰ μὲν οὖν καὶ ἑτέρα ἐπιστήμη ἐστὶν ἡ ποδηγοῦσα πρὸς ἀρετὴν ἀνθρώπου φύσιν καὶ ἀσκεῖν καὶ μετιέναι τὰ καλὰ διδάσκουσα, παραβλητέον ἂν εἴη καὶ συγκριτέον, εἴτε ἐκείνη εἴτε φιλοσοφία κρείττων καὶ ἀποχρῶσα μᾶλλον ἀγαθὸν ἀποδεῖξαι βασιλέα· καὶ τῇ κρείττονι χρῷτ’ ἂν εἰκότως ὁ βασιλεὺς βουλόμενός γε δὴ εἶναι ἀγαθός. εἰ δ’ ἄλλη μὲν οὖν οὐδ’ ὑπισχνεῖται τέχνη οὐδεμία παράδοσιν καὶ διδασκαλίαν ἀρετῆς, 〈ἀλλ’ εἰσὶν〉 αἱ μὲν περὶ τὸ σῶμα τὸ ἀνθρώπινον καὶ τὰ τούτῳ χρήσιμα πραγματευόμεναι μόνον, ὅσαι δὲ τῆς ψυχῆς ἐφάπτονται, πάντα σκοπούμεναι μᾶλλον, ἢ ὅθεν αὐτὴ σωφρονήσει· μόνη δὲ φιλοσοφία τοῦτο σκοπεῖται καὶ τοῦτο μηχανᾶται, πῶς ἂν ὁ ἄνθρωπος κακίαν μὲν ἐκφύγοι, κτήσαιτο δὲ ἀρετήν· εἰ ταῦτα ταύτῃ ἔχει, τί ἂν ἄλλο εἴη βασιλεῖ τῷ γε ἀγαθῷ εἶναι βουλομένῳ προυργιαίτερον τοῦ φιλοσοφεῖν; μᾶλλον δὲ πῶς καὶ τίνα τρόπον δύναιτο ἄν τις βασιλεῦσαι ἢ βιῶναι καλῶς, εἰ μὴ φιλοσοφήσειεν; ἐγὼ μὲν οἶμαι τὸν βασιλέα τὸν ἀγαθὸν εὐθὺς καὶ φιλόσοφον ἐξ ἀνάγκης εἶναι καὶ τόν γε φιλόσοφον εὐθὺς καὶ βασιλικὸν εἶναι.
Πρῶτον δὲ τὸ πρότερον θεασώμεθα. ἆρ’ ἔσθ’ ὅπως βασιλεὺς ἀγαθὸς εἴη τις ἂν μὴ ἄνθρωπος ἀγαθὸς ὤν; οὐκ ἔστιν εἰπεῖν. ἀγαθὸς δέ τις ἀνὴρ ὢν οὐ καὶ φιλόσοφος εἴη ἄν; νὴ Δία, εἴ γε τὸ φιλοσοφεῖν καλοκἀγαθίας ἐπιτήδευσίς ἐστιν. ὥσθ’ ὁ βασιλεὺς ὁ ἀγαθὸς ἐξ ἀνάγκης εὐθὺς καὶ φιλόσοφος εὑρίσκεται ὤν. καὶ μὴν ὅ γε φιλόσοφος ὅτι πάντως καὶ βασιλικός, οὕτως ἂν μάθοις. τοῦ γὰρ βασιλικοῦ δήπου ἐστὶ τὸ δύνασθαι καλῶς ἐπιτροπεύειν ἔθνη καὶ πόλεις καὶ εἶναι ἄξιον ἀνθρώπων ἄρχειν. τίς δ’ ἂν ἢ ἱκανώτερος εἴη πόλεως προστάτης ἢ ἀξιώτερος ἀνθρώπων ἄρχειν τοῦ φιλοσόφου; ᾧ γε προσήκει (ἄν περ ᾖ ἀληθῶς φιλόσοφος) εἶναι φρονίμῳ, σώφρονι, μεγαλόφρονι, τῶν δικαίων κριτικῷ καὶ τῶν πρεπόντων, καταπρακτικῷ τῶν νοηθέντων, καρτερικῷ τῶν ἐπιπόνων· πρὸς δὲ τούτοις θαρραλέος ἀδεὴς ὑποστατικὸς τῶν δοκούντων δεινῶν εἴη ἄν, ἔτι δὲ εὐεργετικὸς χρηστὸς φιλάνθρωπος. τοῦ δὲ τοιούτου τίς ἂν εὑρεθείη ἄρχειν ἐπιτηδειότερος ἢ δυνατώτερος; οὐδείς. ἂν δὲ μὴ ἔχῃ πολλοὺς τοὺς ὑπακούοντας καὶ πειθομένους αὐτῷ, οὔπω διὰ τοῦτο τοῦ βασιλικὸς εἶναι…
ΜΟΥΣΩΝΙΟΥ ΕΚ ΤΟΥ ΟΤΙ ΟΥ ΚΑΚΟΝ Η ΦΥΓΗ.
Φυγάδος…
Ἀλ…
The complete text is available when the reading interface loads.