Fragmenta minora
- Scientific editors
- Otto Hense
- Edition reference
- C. Musonii Rufi reliquiae · Leipzig · Teubner · 1905
- CTS identifier
urn:cts:greekLit:tlg0628.tlg002.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Μουσωνίου.
Οὐκ ἔστι τὴν ἐνεστηκυῖαν ἡμέραν καλῶς βιῶναι μὴ προθέμενον αὐτὴν ὡς ἐσχάτην βιῶσαι.
Μουσωνίου.
Τί προβαλλόμεθα τοὺς τυράννους μακρῷ χείρονες αὐτῶν καθεστῶτες; τὰς γὰρ ὁμοίας αὐτοῖς ἔχομεν ὁρμὰς ἐν ταῖς οὐχ ὁμοίαις τύχαις.
Μουσωνίου.
Κἂν ἡδονῇ κανονιστέον ᾖ τὰ ἀρεστά, οὐδὲν τῆς σωφροσύνης ἥδιον· κἂν πόνῳ κανονιστέον ᾖ τὰ φευκτά, οὐδὲν τῆς ἀκρασίας ἐπιπονώτερον.
Μουσωνίου.
Μουσώνιος ἔλεγεν ὑπερβολὴν ἀναισχυντίας εἶναι τὸ πρὸς μὲν τὰς τῶν πόνων ὑπομονὰς μεμνῆσθαι τῆς τοῦ σώματος ἀσθενείας, πρὸς δὲ τὰς τῶν ἡδονῶν ἐκλανθάνεσθαι.
Μουσωνίου.
Ἀρχὴ τοῦ μὴ κατοκνεῖν τὰ ἀσχήμονα πράττειν τὸ μὴ κατοκνεῖν τὰ ἀσχήμονα λέγειν.
Μουσωνίου.
Καὶ ἂν τοῦ συμφέροντος μάλιστα προαιρῇ ἔχεσθαι, μὴ δυσχέραινε ταῖς περιστάσεσιν, ἐνθυμούμενος πόσα ἤδη σοι τῶν ἐν βίῳ οὐχ ὡς σύ ἐβούλου συνέπεσεν, ἀλλʼ ὡς συνέφερεν.
Μουσωνίου.
Ἅρπαζε τὸ καλῶς ἀποθνῄσκειν, ὅτε ἔξεστι, μὴ μετὰ μικρὸν τὸ μὲν ἀποθνῄσκειν σοι παρῇ, τὸ δὲ καλῶς μηκέτι ἐξῇ.
Τοῦ αὐτοῦ.
Oὐκ ἔστιν ἐπὶ πολλῶν συμφέροντι ζῶντα καθηκόντως ἀποθανεῖν, μὴ ἐπὶ πλειόνων ἀποθνῄσκοντα συμφέροντι.
Μουσωνίου.
Αἰδοῦς παρὰ πᾶσιν ἄξιος ἔσῃ, ἐὰν πρῶτον ἄρξῃ σαυτὸν αἰδεῖσθαι.
Μουσωνίου.
Οὐ πολύν διάγουσι χρόνον οἱ πρὸς τοὺς ὑπηκόους ὑπὲρ ὧν ἂν πράττωσι μὴ τὸ καθήκει μοι λέγειν μεμελετηκότες, ἀλλὰ τὸ ἔξεστί μοι.
Τοῦ αὐτοῦ.
Mὴ θέλε ἐπιτάσσειν τὰ καθήκοντα τοῖς συγγιγνώσκουσί σοι τὰ μὴ καθήκοντα πράττοντι.
Τοῦ αὐτοῦ.
Πειρατέον καταπληκτικὸν μᾶλλον τοῖς ὑπηκόοις ἢ φοβερὸν θεωρεῖσθαι· τῷ μὲν γὰρ σεμνότης, τῷ δὲ ἀπήνεια παρακολουθεῖ.
Μυσωνίου.
Τῶν μὲν Κροίσου καὶ Κινύρου θησαυρῶν πενίαν ἐσχάτην καταψηφιούμεθα, ἕνα δὲ καὶ μόνον πιστεύσομεν εἶναι πλούσιον ἢ σοφὸν τὸν δυνάμενον κτήσασθαι τὸ ἀνενδεὲς πανταχοῦ.
Μυσωνίου.
Τοῦ ἀποθανεῖν ὁμοίως ἐπικεκλωσμένου πᾶσιν, οὐ τὸ βραδέως ἀλλὰ τὸ ἐμφανῶς ἀποθανεῖν μακάριον.
Καὶ μὴν ὧν γε μεμνήμεθα Μουσωνίου καλῶν ἕν ἐστιν, Σύλλα, τὸ δεῖν ἀεὶ θεραπευομένους βιοῦν τοὺς σῴζεσθαι μέλλοντας. οὐ γὰρ ὡς ἐλλέβορον, οἶμαι, δεῖ θεραπεύσαντα συνεκφέρειν τῷ νοσήματι τὸν λόγον, ἀλλʼ ἐᾶν ἐμμένοντα τῇ ψυχῇ συνέχειν τὰς κρίσεις καὶ φυλάσσειν. φαρμάκοις γὰρ οὐκ ἔοικεν ἀλλὰ σιτίοις ὑγιεινοῖς ἡ δύναμις αὐτοῦ, μεθ᾽ ὑγιείας ἕξιν ἐμποιοῦσα χρηστὴν οἷς ἂν γένηται συνήθης· αἱ δὲ πρὸς ἀκμάζοντα τὰ πάθη καὶ οἰδοῦντα παραινέσεις καὶ νουθεσίαι σχολῇ μὲν ἀνύτουσι καὶ μόλις, οὐδὲν δὲ τῶν ὀσφραντῶν διαφέρουσιν, ἃ τοὺς ἐπιληπτικοὺς ἐγείροντα καταπίπτοντας οὐκ ἀπαλλάττει τοῦ νοσήματος.
Ὁ Ῥουτίλιος ἐκεῖνος ἐν Ῥώμῃ τῷ Μουσωνίῳ προσελθών Μουσώνιε εἶπεν ὁ Ζεὺς ὁ Σωτήρ, ὃν σὺ μιμῇ καὶ ζηλοῖς, οὐ δανείζεται. καὶ ὁ Μουσώνιος μειδιάσας εἶπεν οὐδὲ δανείζει. ὁ γὰρ Ῥουτίλιος δανείζων αὐτὸς ὠνείδιζεν ἐκείνῳ δανειζομένῳ.
Ῥούφου ἐκ τῶν Ἐπικτήτου Περὶ φιλίας.
Τῶν ὄντων τὰ μὲν ἐφʼ ἡμῖν ἔθετο ὁ θεός, τὰ δʼ οὐκ ἐφʼ ἡμῖν. ἐφʼ ἡμῖν μὲν τὸ κάλλιστον καὶ σπουδαιότατον, ᾧ δὴ καὶ αὐτὸς εὐδαίμων ἐστί, τὴν χρῆσιν τῶν φαντασιῶν. τοῦτο γὰρ ὀρθῶς γιγνόμενον ἐλευθερία ἐστίν, εὔροια, εὐθυμία, εὐστάθεια, τοῦτο δὲ καὶ δίκη ἐστὶ καὶ νόμος καὶ σωφροσύνη καὶ ξύμπασα ἀρετή. τὰ δʼ ἄλλα πάντα οὐκ ἐφʼ ἡμῖν ἐποιήσατο. οὐκοῦν καὶ ἡμᾶς συμψήφους χρὴ τῷ θεῷ γενέσθαι καὶ ταύτῃ διελόντας τὰ πράγματα τῶν μὲν ἐφʼ ἡμῖν πάντα τρόπον ἀντιποιεῖσθαι, τὰ δὲ μὴ ἐφ᾽ ἡμῖν ἐπιτρέψαι τῷ κόσμῳ καί, εἴτε τῶν παίδων δέοιτο εἴτε τῆς πατρίδος εἴτε τοῦ σώματος εἴτε ὁτουοῦν, ἀσμένους παραχωρεῖν.
Ῥούφου ἐκ τοῦ Ἐπικτήτου Περὶ φιλίας.
Τὸ δὲ Λυκούργου τοῦ Λακεδαιμονίου τίς ἡμῶν οὐ θαυμάζει; πηρωθεὶς γὰρ ὑπό τινος τῶν πολιτῶν τῶν ὀφθαλμῶν τὸν ἕτερον καὶ παραλαβὼν τὸν νεανίσκον παρὰ τοῦ δήμου, ἵνα τιμωρήσαιτο ὅπως αὐτὸς βούλεται, τούτου μὲν ἀπέσχετο, παιδεύσας δὲ αὐτὸν καὶ ἀποφήνας ἄνδρα ἀγαθὸν παρήγαγεν εἰς τὸ θέατρον. θαυμαζόντων δὲ τῶν Λακεδαιμονίων τοῦτον μέν τοι λαβών ἔφη παρʼ ὑμῶν ὑβριστὴν καὶ βίαιον ἀποδίδωμι ὑμῖν ἐπιεικῆ καὶ δημοτικόν.
Ῥούφου ἐκ τοῦ Ἐπικτήτου Περὶ φιλίας.
Ἀλλὰ παντὸς μᾶλλον τῆς μὲν φύσεως ἐκεῖνο τὸ ἔργον, συνδῆσαι καὶ συναρμόσαι τὴν ὁρμὴν τῇ τοῦ προσήκοντος καὶ ὠφελίμου φαντασίᾳ.
Τοῦ αὐτοῦ.
Τὸ δὲ οἴεσθαι εὐκαταφρονήτους τοῖς ἄλλοις ἔσεσθαι, ἐὰν μὴ τοὺς πρώτους ἐχθροὺς παντὶ τρόπῳ βλάψωμεν, σφόδρα ἀγεννῶν καὶ ἀνοήτων ἀνθρώπων. φαμὲν γὰρ τὸν εὐκαταφρόνητον νοεῖσθαι μὲν καὶ κατὰ τὸ ἀδύνατον εἶναι βλάψαι· ἀλλὰ πολὺ μᾶλλον νοεῖται κατὰ τὸ ἀδύνατον εἶναι ὠφελεῖν.
Ῥούφου ἐκ τοῦ Ἐπικτήτου Περὶ φιλίας.
Ὅτι τοιαύτη ἡ τοῦ κόσμου φύσις καὶ ἦν καὶ ἔστι καὶ ἔσται καὶ οὐχ οἷόν τε ἄλλως γίγνεσθαι τὰ γιγνόμενα ἢ ὡς νῦν ἔχει· καὶ ὅτι ταύτης τῆς τροπῆς καὶ τῆς μεταβολῆς οὐ μόνον οἱ ἄνθρωποι μετειλήφασι καὶ τἄλλα ζῷα τὰ ἐπὶ γῆς, ἀλλὰ καὶ τὰ θεῖα, καὶ νὴ Δίʼ αὐτὰ τὰ τέτταρα στοιχεῖα ἄνω καὶ κάτω τρέπεται καὶ μεταβάλλει καὶ γῆ τε ὕδωρ γίνεται καὶ ὕδωρ ἀήρ, οὗτος δὲ πάλιν εἰς αἰθέρα μεταβάλλει, καὶ ὁ αὐτὸς τρόπος τῆς μεταβολῆς ἄνωθεν κάτω. ἐὰν πρὸς ταῦτά τις ἐπιχειρῇ ῥέπειν τὸν νοῦν καὶ πείθειν ἑαυτὸν ἑκόντα δέχεσθαι τὰ ἀναγκαῖα, πάνυ μετρίως καὶ μουσικῶς διαβιώσεται τὸν βίον.
Θρασέας εἰώθει λέγειν σήμερον ἀναιρεθῆναι θέλω μᾶλλον ἢ αὔριον φυγαδευθῆναι. τί οὖν αὐτῷ Ῥοῦφος εἶπεν; εἰ μὲν ὡς βαρύτερον ἐκλέγῃ, τίς ἡ μωρία τῆς ἐκλογῆς; εἰ δʼ ὡς κουφότερον, τίς σοι δέδωκεν; οὐ θέλεις μελετᾶν ἀρκεῖσθαι τῷ δεδομένῳ;
Τί ἔτι ἀργοὶ καὶ ῥᾴθυμοι καὶ νωθροί ἐσμεν καὶ προφάσεις ζητοῦμεν, καθ᾽ ἃς οὐ πονήσομεν οὐδʼ ἀγρυπνήσομεν ἐξεργαζόμενοι τὸν αὐτῶν λόγον; — Ἄν οὖν ἐν τούτοις πλανηθῶ, μή τι τὸν πατέρα ἀπέκτεινα; — Ἀνδράποδον, ποῦ γὰρ ἐνθάδε πατὴρ ἦν, ἵν᾽ αὐτὸν ἀποκτείνῃς; τί οὖν ἐποίησας; ὃ μόνον ἦν κατὰ τὸν τόπον ἁμάρτημα, τοῦτο ἡμάρτηκας. ἐπεί τοι τοῦτʼ αὐτὸ καὶ ἐγὼ Ῥούφῳ εἶπον ἐπιτιμῶντί μοι ὅτι τὸ παραλειπόμενον ἓν ἐν συλλογισμῷ τινι οὐχ εὕρισκον. οὐχ οἷον μέν φημι εἰ τὸ Καπιτώλιον κατέκαυσα, ὁ δʼ ἀνδράποδον, ἔφη, ἐνθάδε τὸ παραλειπόμενον Καπιτώλιόν ἐστιν. ἢ ταῦτα μόνα ἁμαρτήματά ἐστι τὸ Καπιτώλιον ἐμπρῆσαι καὶ τὸν πατέρα ἀποκτεῖναι, τὸ δʼ εἰκῇ καὶ μάτην καὶ ὡς ἔτυχεν χρῆσθαι ταῖς φαντασίαις ταῖς αὐτοῦ καὶ μὴ παρακολουθεῖν λόγῳ μηδʼ ἀποδείξει μηδὲ σοφίσματι μηδʼ ἀπλῶς βλέπειν τὸ καθ᾽ αὑτὸν καὶ οὐ καθ᾽ αὑτὸν ἐν ἐρωτήσει καὶ ἀποκρίσει, τούτων δʼ οὐδέν ἐστιν ἁμάρτημα;
οὕτως καὶ Ῥοῦφος πειράζων με εἰώθει λέγειν συμβήσεταί σοι τοῦτο καὶ τοῦτο ὑπὸ τοῦ δεσπότου. κἀμοῦ πρὸς αὐτὸν ἀποκριναμένου ὅτι ἀνθρώπινα, τί οὖν ἔφη ἐκεῖνον παρακαλῶ παρὰ σοῦ αὐτὰ λαβεῖν δυνάμενος; τῷ γὰρ ὄντι, ὃ ἐξ αὐτοῦ τις ἔχει, περισσὸς καὶ μάταιος παρʼ ἄλλου λαμβάνων.
Τῶν νέων τοὺς μαλακοὺς οὐκ ἔστι προτρέψαι ῥᾴδιον· οὐδὲ γὰρ τυρὸν ἀγκίστρῳ λαβεῖν· οἱ δʼ εὐφυεῖς, κἂν ἀποτρέπῃς, ἔτι μᾶλλον ἔχονται τοῦ λόγου. διὸ καὶ ὁ Ῥοῦφος τὰ πολλὰ ἀπέτρεπεν τούτῳ δοκιμαστηρίῳ χρώμενος τῶν εὐφυῶν καὶ ἀφυῶν. ἔλεγε γὰρ ὅτι ὡς ὁ λίθος, κἂν ἀναβάλῃς, ἐνεχθήσεται κάτω ἐπὶ τὴν αὑτοῦ κατασκευήν, οὕτω καὶ ὁ εὐφυής, ὅσῳ μᾶλλον ἀποκρούεταί τις αὐτόν, τοσούτῳ μᾶλλον νεύει ἐφʼ ὃ πέφυκεν.
Ῥούφῳ τις ἔλεγεν Γάλβα σφαγέντος ὅτι νῦν προνοίᾳ ὁ κόσμος διοικεῖται; ὁ δὲ μὴ παρέργως ποτ’ ἔφη ἀπὸ Γάλβα κατεσκεύασα, ὅτι προνοίᾳ ὁ κόσμος διοικεῖται;
Εἴωθε λέγειν ὁ Ῥοῦφος εἰ εὐσχολεῖτε ἐπαινέσαι με, ἐγᾦδʼ οὐδὲν λέγων. τοιγαροῦν οὕτως ἔλεγεν, ὥσθ’ ἕκαστον ἡμῶν καθήμενον οἴεσθαι, ὅτι τίς ποτε αὐτὸν διαβέβληκεν· οὕτως ἥπτετο τῶν γινομένων, οὕτω πρὸ ὀφθαλμῶν ἐτίθει τὰ ἑκάστου κακά.
Musonium philosophum solitum accepimus. Cum philosophus inquit hortatur, monet, suadet, obiurgat aliudve quid disciplinarum disserit, tum, qui audiunt, si de summo et soluto pectore obvias vulgatasque laudes effutiunt, si clamitant etiam, si gestiunt, si vocum eius festivitatibus, si modulis verborum, si quibusdam quasi frequentamentis orationis moventur, exagitantur et gestiunt, tum scias et qui dicit et qui audiunt frustra esse, neque illi philosophum loqui, sed tibicinem canere. animus inquit audientis philosophum, dum quae dicuntur utilia ac salubria sunt et errorum atque vitiorum medicinas ferunt, laxamentum atque otium prolixe profuseque laudandi non habet. quisquis ille est, qui audit, nisi ille est plane deperditus, inter ipsam philosophi orationem et perhorrescat necesse est et pudeat tacitus et paeniteat et gaudeat et admiretur, varios adeo vultus disparilesque sensus gerat, proinde ut eum conscientiamque eius adfecerit utrarumque animi partium, aut sincerarum aut aegrarum, philosophi pertractatio.
Praeterea dicebat magnam laudem non abesse ab admiratione, admirationem autem, quae maxima est, non verba parere, sed silentium. idcirco inquit poetarum sapientissimus auditores illos Ulixi labores suos inlustrissime narrantis, ubi loquendi finis factus, non exultare nec strepere nec vociferari facit, sed consiluisse universos dicit quasi attonitos et obstupidos delenimentis aurium ad origines usque vocis permanantibus: ὣς φάτο· τοὶ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ, κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
Musonius inquit Herodes aeruscanti cuipiam id genus et philosophum sese ostentanti dari iussit mille nummum, et cum plerique dicerent nebulonem esse hominem malum et malitiosum et nulla re bona dignum, tum Musonium subridentem dixisse aiunt: ἄξιος οὖν ἐστιν ἀργυρίου.
Adulescentuli cum etiamtum in scholis essemus, ἐνθυμημάτιον hoc Graecum quod adposui, dictum esse a Musonio philosopho audiebamus et, quoniam vere atque luculente dictum verbisque est brevibus et rotundis vinctum, perquam libenter memineramus: Ἄν τι πράξῃς καλὸν μετὰ πόνου, ὁ μὲν πόνος οἴχεται, τὸ δὲ καλὸν μένει· ἄν τι ποιήσῃς αἰσχρὸν μετὰ ἡδονῆς, τὸ μὲν ἡδὺ οἴχεται, τὸ δὲ αἰσχρὸν μένει.
Postea istam ipsam sententiam in Catonis oratione, quam dixit Numantiae apud equites, positam legimus. quae etsi laxioribus paulo longioribusque verbis comprehensa est praequam illud Graecum, quod diximus, quoniam tamen prior tempore antiquiorque est, venerabilior videri debet. verba ex oratione haec sunt: Cogitate cum animis vestris: si quid vos per laborem recte feceritis, labor ille a vobis cito recedet, bene factum a vobis, dum vivitis, non abscedet; sed si qua per voluptatem nequiter feceritis, voluptas cito abibit. nequiter factum illud apud vos semper manebit.
remittere inquit Musonius animum quasi amittere est.
προτρέπων μέ τις θαρρῆσαι Μουσωνίου διῄει λόγον· ἐκεῖνος ἔφη βουλόμενός τινα ἀναστῆσαι κάμνοντα καὶ ἀπειρηκότα οὑτωσί πως εἶπεν καθαπτόμενος· τί μένεις; ποῖ βλέπεις; ἢ μέχρι ἂν αὐτὸς ὁ θεὸς παραστάς σοι φωνὴν ἀφιῇ; ἔκκοψον τὸ τεθνηκὸς τῆς ψυχῆς, καὶ γνώσῃ τὸν θεόν. τοιαῦτʼ ἔφη τὸν Μουσώνιον εἰπεῖν.