The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. H. Thesleff, The Pythagorean texts of the Hellenistic period, Åbo: Åbo Akademi, 1965: 157–159, 162–165, 168– 174, 185–186.
CTS identifier
urn:cts:greekLit:tlg0632.tlg002.local002
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

164

Πυθαγόρα τῶ Μνημάρχω, τὸν ἐξέμαθον ὀργιασθεὶς ἐν Λιβήθροις τοῖς

Θρᾳκίοις, Ἀγλαοφάμω τελεστᾶ μεταδόντος, ὡς ἄρα Ὀρφεὺς ὁ Καλλι-

όπας κατὰ τὸ Πάγγαιον ὄρος ὑπὸ τᾶς ματρὸς πινυσθεὶς ἔφα, τὰν

ἀριθμῶ οὐσίαν ἀίδιον εἶμεν ἀρχὰν προμαθεστάταν τῶ παντὸς ὠρανῶ

καὶ γᾶς καὶ τᾶς μεταξὺ φύσιος, ἔτι δὲ καὶ θείων καὶ θεῶν καὶ δαιμόνων

διαμονᾶς ῥίζαν.

Syrian. CAG 6.1 p.123 Kroll πῶς δ' ἂν αὐτὸς μὲν Πυθαγόρας ἐν

τῷ Ἱερῷ λόγῳ διαρρήδην μορφῶν καὶ ἰδεῶν κράντορα τὸν ἀριθμὸν ἔλεγεν

εἶναι καὶ θεῶν 〈καὶ〉 δαιμόνων αἴτιον καὶ τῷ πρεσβίστῳ καὶ κρατισ-

τεύοντι τεχνίτᾳ θεῷ κανόνα καὶ λόγον τεχνικόν, νοῦν τε καὶ στάθμαν

ἀκλινεστάταν τὸν ἀριθμὸν ὑπεῖμεν συστάσιός τε καὶ γενέσιος τῶν

πάντων.

165

Iambl. in Nicom. arithm. introd. p.10 Pistelli Πυθαγόρας δὲ

(sc. φησὶν τὸν ἀριθμὸν εἶναι) ἔκτασιν καὶ ἐνέργειαν τῶν ἐν μονάδι

σπερματικῶν λόγων, ἢ ἑτέρως τὸ πρὸ πάντων ὑποστὰν ἐν θείῳ νῷ

ἀφ' οὗ καὶ ἐξ οὗ πάντα συντέτακται καὶ μένει τάξιν ἄλυτον διηριθμημένα.

Ps.—Iambl. Theol. arithm. p.21 De F. εἰ δὲ τῶν ὄντων εἶδος ὁ

ἀριθμός, ἀριθμοῦ δὲ τὰ ῥιζώματα καὶ οἱονεὶ στοιχεῖα οἱ μέχρι τετράδος ὅροι,

εἴη ἂν ἐν τούτοις τὰ προλεχθέντα ἰδιώματα καὶ αἱ τῶν τεσσάρων ἐπιστημῶν

ἐμφάσεις ... καθὼς ἐν τῷ δηλουμένῳ περὶ θεῶν συγγράμματι ὁ Πυθαγόρας

οὕτω διορίζεται· τέσσαρες μὲν καὶ ταὶ σοφίας ἐπιβάθραι, ἀριθμητικὰ

μωσικὰ γεωμετρία σφαιρικά, αʹ βʹ γʹ δʹ τεταγμέναι. καὶ Κλεινίας κτἑ.

Joh. Lydus De mens. 2.9 αὐτῷ (sc. τῷ Ἑρμῇ) τοίνυν τὴν τετράδα

οἱ φιλοσοφοῦντες ἀνέθεντο ὡς ἐφόρῳ τῶν μιγάδων ψυχῶν· τὰ γὰρ τῆς ψυχῆς

στηρίγματα τέσσαρά ἐστι, νοῦς ἐπιστήμη δόξα αἴσθησις. ψυχὰ γὰρ ἀνθρώ-

που, φησὶν ὁ Πυθαγόρας, ἔστι τετράγωνον εὐθυγώνιον.

168

{<Καθαρμοί>}

{<Κατάβασις εἰς Ἅιδου>}

{<Κοπίδες>}

Diog. L. 8.8 αὐτοῦ (sc. τοῦ Πυθαγόρου) λέγουσι καὶ τὰς Κοπίδας, οὗ ἡ

ἀρχή· Μὴ ἀναδίδευ μηδενί.

169

{<Κρότων>}

{<Λόγος πρὸς Ἄβαριν>}

170

{<Λύσις ψυχῆς>}

{<Μυστικὸς λόγος>}

{<Ὅρκος>}

Aet. 1.3.8 (Vors. 18 p.455) διὸ καὶ ἐπεφθέγγοντο οἱ Πυθαγόρειοι ὡς

μεγίστου ὅρκου ὄντος τῆς τετράδος·

οὐ μὰ τὸν ἁμετέρᾳ κεφαλᾷ παραδόντα τετρακτύν

παγὰν ἀενάου φύσεως ῥίζωμά τ' ἔχουσαν.

{<Παιδευτικόν, πολιτικόν, φυσικόν>}

Diog. L. 8.6 Ἡράκλειτος γοῦν ὁ φυσικὸς (Vors.B 129) μονονουχὶ

κέκραγε καί φησι· ‘Πυθαγόρης Μνησάρχου ἱστορίην ἤσκησεν ἀνθρώπων μάλιστα

171

πάντων. καὶ ἐκλεξάμενος ταύτας τὰς συγγραφὰς ἐποιήσατο ἑαυτοῦ σοφίην,

πολυμαθείην, κακοτεχνίην.’ οὕτω δ' εἶπεν, ἐπειδήπερ ἐναρχόμενος ὁ Πυθαγόρας

τοῦ Φυσικοῦ συγγράμματος λέγει ὧδε· οὐ μὰ τὸν ἀέρα, τὸν ἀναπνέω,

οὐ μὰ τὸ ὕδωρ, τὸ πίνω, οὔ κοτ' οἴσω ψόγον περὶ τοῦ λόγου τοῦδε.

γέγραπται δὲ τῷ Πυθαγόρᾳ συγγράμματα τρία, Παιδευτικόν, Πολιτικόν,

Φυσικόν.

Diog. L. 8.9 ἐν δὲ τοῖς τρισὶ συγγράμμασι τοῖς προειρημένοις φέρεται

Πυθαγόρου τάδε καθολικῶς. οὐκ ἐᾷ εὔχεσθαι ὑπὲρ αὑτῶν διὰ τὸ μὴ εἰδέναι

τὸ συμφέρον. τὴν μέθην ἓν ἀνθ' ἑνὸς βλάβην καλεῖ καὶ πλησμονὴν πᾶσαν ἀπο-

δοκιμάζει, λέγων μὴ παραβαίνειν μήτε τῶν πόνων μήτε τῶν σιτίων μηδένα τὴν

συμμετρίαν. καὶ περὶ ἀφροδισίων δέ φησιν οὕτως· ἀφροδίσια χειμῶνος

ποιέεσθαι, μὴ θέρεος· φθινοπώρου δὲ καὶ ἦρος κουφότερα, βαρέα δὲ

πᾶσαν ὥρην καὶ ἐς ὑγιείην οὐκ ἀγαθά. ἀλλὰ καί ποτε ἐρωτηθέντα πότε δεῖ

πλησιάζειν, εἰπεῖν· ὅταν βούλῃ γενέσθαι αὑτοῦ ἀσθενέστερος.

διαιρεῖται δὲ καὶ τὸν τοῦ ἀνθρώπου βίον οὕτως· παῖς εἴκοσι ἔτεα, νεηνίσκος

εἴκοσι, νεηνίης εἴκοσι, γέρων εἴκοσι. αἱ δὲ ἡλικίαι πρὸς τὰς ὥρας

ὧδε σύμμετροι· παῖς ἔαρ, νεηνίσκος θέρος, νεηνίης φθινόπωρον, γέρων

χειμών. ἔστι δ' αὐτῷ ὁ μὲν νεηνίσκος μειράκιον, ὁ δὲ νεηνίης ἀνήρ.

Diog. L. 8.14 ἀλλὰ καὶ αὐτὸς

(sc. ὁ Πυθαγόρας) ἐν τῇ γραφῇ φησι· δι' ἑκκαίδεκα καὶ διηκοσίων ἐτέων

ἐξ Ἀίδεω παραγεγενῆσθαι ἐς ἀνθρώπους.

172

Schol. E in Od. 1.371 τοῦτο κατὰ τὸν Πυθαγόρου λόγον· ἐκεῖνος γάρ

φησιν ὡς ἔξω γενόμενος τοῦ σώματος ἀκήκοα ἐμμελοῦς ἁρμονίας.

{<Περὶ τῆς Ἐρυθρᾶς θαλάττης>}

{<Περὶ εὐσεβείας>}

{<Περὶ τοῦ ὅλου>}

173

{<Περὶ Ὁμήρου>}

{<Περὶ ψυχῆς>}

{<Ὕμνος εἰς ἀριθμόν>}

Prokl. in Tim. 39e, 3 p.107 D., cf. 28c, 1 p.316 D. (Syrian. CAG

6.1.106 Kr.; Orph. fr. 315 Kern) ... πρόεισι γὰρ ὁ θεῖος ἀριθμός, ὥς

φησιν ὁ Πυθαγόρειος εἰς αὐτὸν ὕμνος,

μουνάδος ἐκ κευθμῶνος ἀκηράτου, ἔστ' ἂν ἵκηται

τετράδα ἐπὶ ζαθέην· ἣ δὴ τέκε μητέρα πάντων,

πανδοχέα, πρέσβειραν, ὅρον περὶ πᾶσι τιθεῖσαν,

ἄτροπον, ἀκαμάτην· δεκάδα κλείουσί μιν ἁγνήν.

Iambl. VP 162 (Orph. fr. 317 Kern) ... βραχυλογίᾳ τινὶ ...

οἷόνπερ καὶ ἐν τῷ·

ἀριθμῷ δέ τε παντ' ἐπέοικεν,

ὃ δὴ πυκνότατα πρὸς ἅπαντας ἀπεφθέγγετο (sc. ὁ Πυθαγόρας).

174

{<Epigram on Zeus' tomb>}

Porph. VP 17 εἰς δὲ τὸ Ἰδαῖον καλούμενον ἄντρον καταβὰς (sc. ὁ

Πυθαγόρας) ἔρια ἔχων μέλανα τὰς νομιζομένας τρὶς ἐννέα ἡμέρας ἐκεῖ διέτριψεν

καὶ καθήγισεν τῷ Διὶ τόν τε στορνύμενον αὐτῷ κατ' ἔτος θρόνον ἐθεάσατο,

ἐπίγραμμά τ' ἐνεχάραξεν ἐπὶ τῷ τάφῳ ἐπιγράψας ‘Πυθαγόρας τῷ Διί’, οὗ ἡ

ἀρχή·

ὧδε θανὼν κεῖται Ζάν, ὃν Δία κικλήσκουσιν.

{<Monotheistic poem>}

Justin. Mart. de monarch. 2, 2 p.134 Otto3 κοινωνεῖ δ' αὐτῷ (sc.

Ὀρφεῖ) καὶ Πυθαγόρας ἐν οἷς γράφει·

εἴ τις ἐρεῖ ‘Θεός εἰμι πάρεξ ἑνός’, οὗτος ὀφείλει

κόσμον ἴσον τούτῳ στήσας εἰπεῖν ‘Ἐμὸς οὗτος·’

κοὐχὶ μόνον στήσας εἰπεῖν ‘Ἐμός’, ἀλλὰ κατοικεῖν

αὐτὸς ἐν ᾧ πεποίηκε· πεποίηται δ' ὑπὸ τούτου.

185

{<Letters>}

Correspondence with Anaximenes. Diog. L. 2.5 Ἀναξιμένης

Πυθαγόρῃ. Εὐβουλότατος ἦς ἡμέων, μεταναστὰς ἐκ Σάμου ἐς Κρότωνα, ἐνθάδε

εἰρηνεῖς. οἱ δὲ Αἰακέος παῖδες ἄλαστα κακὰ ἔρδουσι καὶ Μιλησίους οὐκ ἐπιλεί-

πουσι αἰσυμνῆται. δεινὸς δὲ ἡμῖν καὶ ὁ Μήδων βασιλεύς, οὐκ ἤν γε ἐθέλωμεν

δασμοφορέειν· ἀλλὰ μέλλουσι δὴ ἀμφὶ τῆς ἐλευθερίης ἁπάντων Ἴωνες Μήδοις

κατίστασθαι ἐς πόλεμον· καταστᾶσι δὲ οὐκέτι ἐλπὶς ἡμῖν σωτηρίης. κῶς ἂν

οὖν Ἀναξιμένης ἐν θυμῷ ἔτι ἔχοι αἰθερολογέειν, ἐν δείματι ἐὼν ὀλέθρου ἢ δου-

λοσύνης; σὺ δὲ εἶ καταθύμιος μὲν Κροτωνιήτῃσι, καταθύμιος δὲ καὶ τοῖσι

ἄλλοισι Ἰταλιώτῃσι· φοιτέουσι δέ τοι λεσχηνῶται καὶ ἐκ Σικελίης. Diog. L. 8.49

(Hercher, Epistol. Gr. p.601) Πυθαγόρας Ἀναξιμένει. Καὶ σύ, ὦ λῷστε,

εἰ μηδὲν ἀμείνων ἦς Πυθαγόρεω γενεήν τε καὶ κλέος, μεταναστὰς ἂν

οἴχεο ἐκ Μιλήτου· νῦν δὲ κατερύκει σε ἡ πατρόθεν εὔκλεια, καὶ ἐμέ τε

ἂν κατείρυκεν Ἀναξιμένει ἐοικότα. εἰ δὲ ὑμεῖς οἱ ὀνήιστοι τὰς πόλιας

ἐκλείψητε, ἀπὸ μὲν αὐτέων ὁ κόσμος αἱρεθήσεται, ἐπικινδυνότερα

δ' αὐτῇσι τὰ ἐκ Μήδων. οὔτε δὲ αἰεὶ καλὸν αἰθερολογεῖν, μελεδωνόν

τε εἶναι τῇ πατρίδι κάλλιον. καὶ ἐγὼ δὲ οὐ πάντα περὶ τοὺς ἐμεωυτοῦ

μύθους, ἀλλὰ καὶ ἐν πολέμοις, οὓς διαφέρουσιν εἰς ἀλλήλους Ἰταλιῶται.

To Hieron. Hercher, Epistologr. Gr. p.601 Πυθαγόρας Ἱέρωνι.

Ἀσφαλὴς ὁ ἐμὸς βίος καὶ ἡσύχιος, ὁ δὲ σὸς κατ' οὐδὲν ἐμοὶ

προσπελάζει. μέτριος ἀνὴρ καὶ λιποδεὴς Σικελικῆς τραπέζης οὐδὲν

προσδεῖται. πάντ' ἔχει Πυθαγόρας ἱκανὰ τὰ καθ' ἡμέραν, οὗ ἂν ἔλθῃ·

θεραπεία δὲ δυνάστου βαρὺ καὶ ἐπαχθὲς τῷ μὴ εἰθισμένῳ. μέγα καὶ

ἀσφαλὲς αὐτάρκεια· οὔτε γὰρ ἔχει τὸν φθονήσοντα οὔτε τὸν ἐπιβουλεύ-

σοντα. διὸ καὶ δοκεῖ εἶναι ἐγγυτάτω θεοῦ ἡ διαγωγή. διάθεσις ἀγαθὴ

οὐ γεννᾶται ὑπὸ ἀφροδισίων οὐδὲ ὑπὸ ἐδεσμάτων, ἀλλ' ὑπὸ ἐνδείας

ἀγούσης πρὸς ἀνδρὸς ἀρετήν· ἡδοναὶ δὲ ποικίλαι καὶ ἀκρατεῖς δουλοῦνται

ψυχὰς ἀσθενῶν ἀνθρώπων, πολὺ δὲ μάλιστα ὧν νῦν σὺ ἀπολαύεις.

διὸ καὶ ἐπιδοὺς σεαυτὸν εἰς τὰ τοιαῦτα αἰωρῇ [γὰρ] καὶ οὐ δύνασαι

186

σώζεσθαι· λόγος γὰρ ὁ παρὰ σοῦ οὐκ ἐναντιοῦται τοῖς ἀσυμφόροις.

μὴ οὖν κάλει Πυθαγόραν συμβιώσοντά σοι· οὐδὲ γὰρ ἰατροὶ αἱροῦνται

τοῖς νοσοῦσι συγκάμνειν.

{Indeterminable:}

Ps.—Justin. Mart. Cohort. ad gentes 19, 2 p.68—70 Otto3 ὁ δὲ

τοῦ Μνησάρχου Πυθαγόρας, ὁ τὰ δόγματα τῆς ἑαυτοῦ φιλοσοφίας διὰ συμβόλων

μυστικῶς ἐκθέμενος, ὡς δηλοῦσιν οἱ τὸν βίον αὐτοῦ γεγραφότες, ἄξια καὶ αὐτὸς

τῆς εἰς Αἴγυπτον ἀποδημίας περὶ ἑνὸς θεοῦ φρονῶν φαίνεται. τὴν γὰρ μονάδα

ἀρχὴν ἁπάντων λέγων καὶ ταύτην τῶν ἀγαθῶν ἁπάντων αἰτίαν εἶναι, δι' ἀλληγο-

ρίας ἕνα τε καὶ μόνον διδάσκει θεὸν εἶναι. ὅτι δὲ τοῦθ' οὕτως ἔχει, δῆλον ἀφ'

ὧν μονάδα καὶ ἓν πολλῷ διαφέρειν ἀλλήλων ἔφη. τὴν μὲν γὰρ μονάδα ἐν τοῖς

νοητοῖς εἶναι λέγει, τὸ δὲ ἓν ἐν τοῖς ἀριθμοῖς. εἰ δὲ καὶ σαφεστέραν ἀπόδειξιν

περὶ ἑνὸς θεοῦ τῆς Πυθαγόρου δόξης ποθεῖτε γνῶναι, ἀκούσατε καὶ τῆς αὐτοῦ

δόξης. οὕτω γὰρ ἔφη· ὁ μὲν θεὸς εἷς, αὐτὸς δὲ οὐχ, ὥς τινες ὑπονοοῦσιν,

ἐκτὸς τᾶς διακοσμήσιος, ἀλλ' ἐν ἑαυτῷ ὅλος ἐν ὅλῳ τῷ κύκλῳ ἐπισκοπῶν

πάσας τὰς γενέσιάς ἐστι, κρᾶσις ἐὼν τῶν ὅλων αἰώνων καὶ ἐργάτας

τῶν αὐτοῦ δυνάμιων καὶ ἔργων, ἀρχὰ πάντων, ἐν οὐρανῷ φωστὴρ

καὶ πάντων πατήρ, νοῦς καὶ ψύχωσις τῶν ὅλων, κύκλων ἁπάντων

κίνασις. οὕτω μὲν οὖν ὁ Πυθαγόρας.

{Περὶ τοῦ τί δηλοῖ ἡ ἐρώτησις λέγει ὁ <Πυθαγόρας.>} Εἰ μὲν εὑρίσκεις τοὺς ἀστέρας τοὺς ἔχοντας πλείονας δυνάμεις εἰςτὴν ἐρώτησιν καὶ τὴν Σελήνην καὶ τὸν κύριον αὐτοῦ πίπτοντα ἀπὸ τῶνκέντρων, γίνωσκε ὅτι τὸ ζήτημα ἐκεῖνο διὰ φυγήν ἐστιν ἢ ἐξέλευσιντῶν ἀπὸ κάστρων.{[ΠΥΘΑΓΟΡΟΥ]}Ὧδε μέγας κεῖται Ζάν, ὃν Δία κικλήσκουσιν. HEROD. II 123 πρῶτοι δὲ καὶ τόνδε τὸν λόγον Αἰγύπτιοί εἰσι οἱ εἰπόντεςὡς ἀνθρώπου ψυχὴ ἀθάνατός ἐστι, τοῦ σώματος δὲ καταφθίνοντος ἐς ἄλλο ζῶιοναἰεὶ γινόμενον ἐσδύεται, ἐπεὰν δὲ πάντα περιέλθηι τὰ χερσαῖα καὶ τὰ θαλάσσιακαὶ τὰ πετεινά, αὖτις ἐς ἀνθρώπου σῶμα γινόμενον ἐσδύνειν, τὴν περιήλυσιν δὲαὐτῆι γίνεσθαι ἐν τρισχιλίοισι ἔτεσι. τούτωι τῶι λόγωι εἰσὶ οἳ Ἑλλήνων ἐχρήσαντο,οἱ μὲν πρότερον οἱ δὲ ὕστερον, ὡς ἰδίωι ἑωυτῶν ἐόντι· τῶν ἐγὼ εἰδὼς τὰ οὐνό-ματα οὐ γράφω. II 81 οὐ μέντοι ἔς γε τὰ ἱρὰ ἐσφέρεται εἰρίνεαοὐδὲ συγκαταθάπτεταί σφι· οὐ γὰρ ὅσιον· ὁμολογέουσι δὲ ταῦτα τοῖσι Ὀρφι-κοῖσι καλεομένοισι καὶ Βακχικοῖσι, ἐοῦσι δὲ Αἰγυπτίοισι, καὶ Πυθα-γορείοισι· οὐδὲ γὰρ τούτων τῶν ὀργίων μετέχοντα ὅσιόν ἐστι ἐν εἰρινέοισι εἵμασιθαφθῆναι. ἔστι δὲ περὶ αὐτῶν ἱρὸς λόγος λεγόμενος. —IV 95 ὡς δὲ ἐγὼ πυνθάνομαι τῶν τὸν Ἑλλήσποντον οἰκεόντων Ἑλλή-νων καὶ Πόντον, τὸν Σάλμοξιν τοῦτον ἐόντα ἄνθρωπον δουλεῦσαι ἐν Σάμωι, δου-λεῦσαι δὲ Πυθαγόρηι τῶι Μνησάρχου. ἐνθεῦτεν δὲ αὐτὸν γενόμενον ἐλεύθερονχρήματα κτήσασθαι συχνά, κτησάμενον δὲ ἀπελθεῖν ἐς τὴν ἑωυτοῦ. ἅτε δὲ κα-κοβίων τε ἐόντων τῶν Θρηίκων καὶ ὑπαφρονεστέρων, τὸν Σάλμοξιν τοῦτον ἐπιστά-μενον δίαιτάν τε Ἰάδα καὶ ἤθεα βαθύτερα ἢ κατὰ Θρήικας, οἷα Ἕλλησί τε ὁμιλή-σαντα καὶ Ἑλλήνων οὐ τῶι ἀσθενεστάτωι σοφιστῆι Πυθαγόρηι, κατασκευάσασθαιἀνδρεῶνα, ἐς τὸν πανδοκεύοντα τῶν ἀστῶν τοῦς πρώτους καὶ εὐωχέοντα ἀναδι-δάσκειν, ὡς οὔτε αὐτὸς οὔτε οἱ συμπόται αὐτοῦ οὔτε οἱ ἐκ τούτων αἰεὶ γινόμενοιἀποθανέονται, ἀλλ' ἥξουσι ἐς χῶρον τοῦτον, ἵνα αἰεὶ περιεόντες ἕξουσι [τὰ] πάνταἀγαθά. ἐν ὧι δὲ ἐποίει τὰ καταλεχθέντα καὶ ἔλεγε ταῦτα, ἐν τούτωι κατάγεονοἴκημα ἐποιεῖτο. ὡς δὲ οἱ παντελέως εἶχε τὸ οἴκημα, ἐκ μὲν τῶν Θρηίκων ἠφα-νίσθη, καταβὰς δὲ κάτω ἐς τὸ κατάγεον οἴκημα διαιτᾶτο ἐπ' ἔτεα τρία· οἱ δέ μινἐπόθεόν τε καὶ ἐπένθεον ὡς τεθνεῶτα. τετάρτωι δὲ ἔτει ἐφάνη τοῖσι Θρήιξι καὶοὕτω πιθανά σφι ἐγένετο, τὰ ἔλεγε ὁ Σάλμοξις. ταῦτά φασί μιν ποιῆσαι. ἐγὼδὲ περὶ μὲν τούτου καὶ τοῦ καταγέου οἰκήματος οὔτε ἀπιστέω οὔτ' ὦν πιστεύωτι λίην, δοκέω δὲ πολλοῖσι ἔτεσι πρότερον τὸν Σάλμοξιν τοῦτον γενέσθαι Πυθα-γόρεω. DIOG. VIII 8 φησὶ δὲ καὶ Ἀριστόξενος [fr. 2 FHG II 272] τὰ πλεῖστα τῶνἠθικῶν δογμάτων λαβεῖν τὸν Πυθαγόραν παρὰ Θεμιστοκλείας τῆς ἐν Δελφοῖς. ISOCR. Bus. 28 Πυθαγόρας ὁ Σάμιος .. ἀφικόμενοσ εἰς Αἴγυπτον καὶ μαθη-τὴς ἐκείνων γενόμενος τήν τ' ἄλλην φιλοσοφίαν πρῶτος εἰς τοὺςἝλληνας ἐκόμισε καὶ τὰ περὶ τὰς θυσίας καὶ τὰς ἁγιστείας τὰς ἐν τοῖς ἱεροῖς ἐπι-φανέστερον τῶν ἄλλων ἐσπούδασεν ἡγούμενος, εἰ καὶ μηδὲν αὐτῶι διὰ ταῦταπλέον γίγνοιτο παρὰ τῶν θεῶν, ἀλλ' οὖν παρά γε τοῖς ἀνθρώποις ἐκ τούτωνμάλιστ' εὐδοκιμήσειν. 29 ὅπερ αὐτῶι καὶ συνέβη. τοσοῦτον γὰρ εὐδοξίαι τοὺςἄλλους ὑπερέβαλεν, ὥστε καὶ τοὺς νεωτέρους ἅπαντας ἐπιθυμεῖν αὐτοῦ μαθητὰςεἶναι, καὶ τοὺς πρεσβυτέρους ἥδιον ὁρᾶν τοὺς παῖδας τοὺς αὑτῶν ἐκείνωι συγγι-γνομένους ἢ τῶν οἰκείων ἐπιμελουμένους. καὶ τούτοις οὐχ οἷόν τ' ἀπιστεῖν· ἔτιγὰρ καὶ νῦν τοὺς προσποιουμένους ἐκείνου μαθητὰς εἶναι μᾶλλον σιγῶντας θαυ-μάζουσιν ἢ τοὺς ἐπὶ τῶι λέγειν μεγίστην δόξαν ἔχοντας. DIOG. VIII 56 [O. A. II 156b 6 Sauppe] Ἀλκιδάμας δ' ἐν τῶι Φυσικῶι [vgl.31 A 1, 56] φησι ... τὸν δὲ Ἀναξαγόρου διακοῦσαι καὶ Πυθαγόρουκαὶ τοῦ μὲν τὴν σεμνότητα ζηλῶσαι τοῦ τε βίου καὶ τοῦ σχήματος, τοῦ δὲ τὴνφυσιολογίαν. ARIST. Rhet. B 23. 1398b 9 καὶ ὡς Ἀλκιδάμας [O. A. II 155 fr. 5 S.],ὅτι πάντες τοὺς σοφοὺς τιμῶσιν. Πάριοι γοῦν Ἀρχίλοχον καίπερ βλάσφημονὄντα τετιμήκασι ... καὶ Ἰταλιῶται Πυθαγόραν καὶ Λαμψακηνοὶ Ἀναξαγόραν ξένονὄντα ἔθαψαν καὶ τιμῶσιν ἔτι καὶ νῦν. DIOG. IX 38 δοκεῖ δέ, φησὶν ὁ Θρασύλος, ζηλωτὴς γεγονέναιτῶν Πυθαγορικῶν· ἀλλὰ καὶ αὐτοῦ Πυθαγόρου μέμνηται θαυμάζων αὐτὸν ἐν τῶιὁμωνύμωι συγγράμματι. πάνταδὲ δοκεῖν παρὰ τούτου λαβεῖν καὶ αὐτοῦ δ' ἂν ἀκηκοέναι, εἰ μὴ τὰ τῶν χρόνωνἐμάχετο. πάντως μέντοι τῶν Πυθαγορικῶν τινος ἀκοῦσαί φησιν αὐτὸν Γλαῦκοςὁ Ῥηγῖνος κατὰ τοὺς αὐτοὺς χρόνους αὐτῶι γεγονώς. Porph. V. P. 3 Δοῦριςδ' ὁ Σάμιος ἐν δευτέρωι τῶν Ὥρων [F GrHist. 76 F 23 II 145] παῖδά τ' αὐτοῦἀναγράφει Ἀρίμνηστον καὶ διδάσκαλόν φησι γενέσθαι Δημο-κρίτου. τὸν δ' Ἀρίμνηστον κατελθόντ' ἀπὸ τῆς φυγῆς χαλκοῦν ἀνάθημα τῶιἱερῶι τῆς Ἥρας ἀναθεῖναι τὴν διάμετρον ἔχον ἐγγὺς δύο πήχεων, οὗ ἐπίγραμμαἦν ἐγγεγραμμένον τόδε· Πυθαγόρεω φίλος υἱὸς Ἀρίμνηστός μ' ἀνέθηκε πολλὰς ἐξευρὼν εἰνὶ λόγοις σοφίας.τοῦτο δ' ἀνελόντα Σῖμον τὸν ἁρμονικὸν καὶ τὸν κανόνα σφετερισάμενον ἐξενεγκεῖνὡς ἴδιον. εἶναι μὲν οὖν ἑπτὰ τὰς ἀναγεγραμμένας σοφίας, διὰ δὲ τὴν μίαν, ἣν Σῖμος