The Greek Library Catalogue

Anonymous

Fragmenta astrologica

Edition reference
Fragmenta astrologica, ed. K. O. Zuretti, Codices Hispanienses, CCAG 11.2 (1934): 124–125, 135–138, 139–144.
CTS identifier
urn:cts:greekLit:tlg0632.tlg007.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

11.2

138

<Τοξότου> οἱ ἔχοντες ζῴδιον τὸ μὲν σῶμά εἰσι τετράγωνοι,

εὔμηροι, διῃρημένοι, θρασεῖς, τραχεῖς, ἐφ' ὅλῳ τῷ σώματι ἐρυ-

θροί, εὔσωμοι, στρογγυλόψεις, μικρόφθαλμοι, μακροπώγωνες,

ἀναφαλάνδες, ἀλαζόνες, εὔμαλοι, παρόμοιοι τῷ τοξότῃ· τῇ δὲ

πράξει μεγάλοι, δοξαστικοί, μεγαλοφυεῖς, στρατιῶται, κτηνο-

τρόφοι.

<Αἰγοκέρω> οἱ ἔχοντες ζῴδιόν εἰσι δασεῖς καὶ λεπτοί, ὀστώ-

δεις, κατωφερεῖς τῷ προσώπῳ, ὀξυγένειοι, εὐόφθαλμοι, λεπτὰ

σκέλη ἔχοντες, μελανόφθαλμοι, μελανότριχες, εὐειδεῖς, παχύ-

χειλοι, ἱλαροί, ἐν κόπῳ τροφὴν εὑρίσκοντες, ταῖς δὲ πράξεσι

δοξαστικοί, πλούσιοι, φιλήδονοι, πραγματευταί, γεωργοί, ἐν

παρύγροις τόποις διάγοντες, οὐρανομύσται καὶ ἀποκρύφων

κηδεμόνες.

<Ὑδροχόου> οἱ ἔχοντες ζῴδιόν εἰσιν εἴδει καὶ ἕξει καλοί,

εὐόφθαλμοι, αἰσχυντικοί, νόσοις περιπίπτοντες, ἐρωτικοί, πάνυ

ὡραῖοι, εὔσωμοι, λευκόχροοι, λεπτακινοί, λειότριχες, σκοτωματι-

κοί. ὅσα ἂν ἐπικτήσωνται, ταῦτα ἀποβαλοῦνται, ἀλλὰ τὴν καθ'

ἡμέραν ζωὴν εὐκόπως εὑρήσωσι· μέθυσοι· εὐσεβεῖς δὲ αἱ πρά-

ξεις αὐτῶν, πλούσιοι, φειδωλοί, μικρολόγοι, ἐν παρύγροις τόποις

τὸν βίον ἔχοντες.

<Ἰχθύων> οἱ ἔχοντες ζῴδιόν εἰσιν ἐρυθροκέφαλοι, πυρρότριχες

βραχεῖς, λεπτακινοί, ἐν ἡλικίᾳ μέσοι, τοῖς δὲ ὤμοις εὔστερνοι,

ἔχουσι δὲ μακρὰς κνήμας, λεπτοσφόνδυλοι καὶ τὰ ἄρθρα αὐστηροί,

τῷ σώματι σύμμετροι. λαμπρόφωνοι, εὐήκοοι, εὔτριχες, λευκοί,

ἐνίοτε καὶ ὑπόχλωροι, ἰχθυόφθαλμοι, ἁπαλόχειρες· ταῖς δὲ πράξεσι

δοξαστικοί, φιλόσοφοι, πολλάκις γυναιξὶ προσομιλοῦντες, μεγα-

λοφυεῖς, πιστικοί, ναύαρχοι, ἐμπορικοί, κυνηγοί, θηρευταί, ἁλιεῖς,

ἰξευταί, ὀρνεοτρόφοι, πραγματευταί.

139

{Ποῖά εἰσι τὰ ἁπλᾶ καὶ διπλᾶ ζῴδια}

Ἁπλᾶ ζῴδιά εἰσι ταῦτα· Ὑδροχόος, Λέων, Σκορπίος.

Διπλᾶ ζῴδιά εἰσι ταῦτα· Δίδυμοι, Παρθένος, Ζυγός, Ἰχθύες.·

Τετράποδα ζῴδιά εἰσι ταῦτα· Ταῦρος, Λέων, Κριός, Τοξότης.

Θηριώδη ζῴδιά εἰσι ταῦτα· Ταῦρος, Λέων, Σκορπίος.

Ἀνθρωπόμορφα ζῴδιά εἰσι ταῦτα· Δίδυμοι, Παρθένος, τὰ πρῶτα

Ὑδροχόου.

{Πυθαγόρας Τηλαύγῃ χαίρειν}

Πολλὰ παθὼν καὶ πολλὰ πειράσας ἐπέσταλκά σοι τόδε βιβλίον

ἔχον ἐν ἑαυτῷ πλινθίδα πάνυ χαριεστάτην· ἐντυχὼν γὰρ εἰς αὐτὴν

140

διὰ τῶν ὑποκειμένων γραμμάτων εἴσεται τά τε ἐνεστῶτα καὶ

τὰ προγεγονότα καὶ 〈τὰ〉 αὖθις ἐσόμενα. ὑπέταξα οὖν πλινθίδα

ἐννεάδος δοκιμαζομένην τρόπῳ τοιῷδε· λάβε δύο ὀνόματα ἐκ

γενετῆς, μὴ ὄντα ἐπίθετα, ἤτοι ἀντιδίκων ἢ μονομάχων ἢ οἱ-

ωνδήποτε καθόλου δικαζομένων πρὸς ἀλλήλους εἴτε ὑπὲρ πόλεως

ἢ ὑπὲρ πραγμάτων ἢ στεφάνου ἢ ἑτέρου πράγματος. ψήφισον δέ

κατὰ τὸν ἀριθμὸν τῶν στοιχείων οὕτως·

Τὸ μὲν αʹ ἀπὸ ιρʹ ͵ααʹʹ Τὸ δὲ βʹ ἀπὸ κςʹ ͵ββʹʹ

Τὸ γʹ ἀπὸ λτʹ ͵γγʹʹ Τὸ δʹ ἀπὸ μυʹ ͵δδʹʹ

Τὸ εʹ ἀπὸ νφʹ ͵εεʹʹ Τὸ Ϛ ʹ ἀπὸ ξχʹ ͵ϚϚʹʹ

Τὸ ζʹ ἀπὸ οψʹ ͵ζζʹʹ Τὸ ηʹ ἀπὸ πωʹ ͵ηηʹʹ

Καὶ οὕτως πάντων τῶν στοιχείων τὴν γνῶσιν λάμβανε. καὶ μετὰ

τὸ ψηφίσαι τὸν τῶν ἑκατέρων συναγόμενον ἀριθμὸν ὕφειλον ἐννεά-

δας, ὅσας ἐνδέχεται ὑφαιρεθῆναι παρ' ἰδίᾳ ἑκάστου, ἕως ἂν κατα-

λειφθῇ ἀριθμὸς ἑκάτερος, ἤτοι ἔλαττον τῆς ἐννεάδος ἢ ἴσον (μεῖζον

γὰρ οὐκ ἐνδέχεται), καὶ τὰ λοιπὰ σημειωσάμενος ἑκατέρους τοὺς

ἀριθμοὺς σκόπει ἐν τῇ ὑποκειμένῃ πλινθίδι, καὶ γνώσῃ τὸν μέλ-

λοντα νικᾶν ἢ ἡττᾶσθαι.

Ὑποδείξεως χάριν· <Ἕκτωρ,> εʹβʹγʹηʹαʹ γίνονται ιθʹ. καὶ

πάλιν τὸ ἕτερον· Πάτροκλε, ηʹαʹγʹ 〈αʹ〉 ζʹβʹγʹεʹ· γίνονται λʹ.

Ἆρον τῶν μὲν ιθʹ δύο ἐννεάδας, καὶ μένει αʹ, τῶν δὲ λʹ τρεῖς

ἐννεάδας, καὶ μένουσι γʹ. ἐλθὲ οὖν ἐπὶ τὴν πλινθίδα, καὶ εὑρήσεις

141

τὴν μίαν νικῶσαν τὰς γʹ. ἐὰν δὲ οἱ δικαζόμενοι ἰσόψηφοι γί-

νωνται καὶ καταλειφθῇ αʹαʹ, ὁ ἐγκαλῶν νικᾷ, ἐπὶ δὲ τῶν ἀρτίων ὁ

ἐγκαλούμενος.

ααʹ ὁ ἐγκαλῶν νικᾷ καὶ ὁ νεώτερος.

αβʹ αἱ βʹ νικῶσιν.

αγʹ ἡ αʹ νικᾷ.

αδʹ αἱ δʹ νικῶσιν.

αεʹ ἡ αʹ νικᾷ.

αϚʹ αἱ Ϛʹ νικῶσιν.

αζʹ ἡ αʹ νικᾷ

αηʹ αἱ ηʹ νικῶσιν

αθʹ ἡ αʹ νικᾷ.

ββʹ ὁ ἐγκαλῶν νικᾷ καὶ ὁ πράττων.

βγʹ αἱ γʹ νικῶσιν.

βδʹ αἱ βʹ νικῶσιν.

βεʹ αἱ εʹ νικῶσιν.

βϚʹ αἱ βʹ νικῶσιν.

βζʹ αἱ ζʹ νικῶσιν.

βηʹ αἱ βʹ νικῶσιν.

βθʹ αἱ θʹ νικῶσιν.

γγʹ ὁ ἐγκαλῶν νικᾷ καὶ ὁ νεώτερος.

γδʹ αἱ δʹ νικῶσιν.

γεʹ αἱ γʹ νικῶσιν.

γϚʹ αἱ Ϛʹ νικῶσιν.

γζʹ αἱ γʹ νικῶσιν.

γηʹ αἱ ηʹ νικῶσιν.

γθʹ αἱ γʹ νικῶσιν.

δδʹ ὁ ἐγκαλούμενος νικᾷ καὶ ὁ πράττων.

δεʹ αἱ εʹ νικῶσιν.

δϚʹ αἱ Ϛʹ νικῶσιν.

δζʹ αἱ ζʹ νικῶσιν.

δηʹ αἱ δʹ νικῶσιν.

δθʹ αἱ θʹ νικῶσιν.

εεʹ ὁ ἐγκαλῶν νικᾷ καὶ ὁ νεώτερος.

εϚʹ αἱ Ϛʹ νικῶσιν.

142

εζʹ αἱ εʹ νικῶσιν.

εηʹ αἱ ηʹ νικῶσιν.

εθʹ αἱ εʹ νικῶσιν.

ϚϚʹ ὁ ἐγκαλούμενος νικᾷ καὶ ὁ νεώτερος.

Ϛζʹ αἱ ζʹ νικῶσιν.

Ϛηʹ αἱ Ϛʹ νικῶσιν.

Ϛθʹ αἱ θʹ νικῶσιν.

ζζʹ ὁ ἐγκαλῶν νικᾷ καὶ ὁ νεώτερος.

ζηʹ αἱ ηʹ νικῶσιν.

ζθʹ αἱ ζʹ νικῶσιν.

ηηʹ ὁ ἐγκαλούμενος νικᾷ καὶ ὁ πράττων.

ηθʹ αἱ θʹ νικῶσιν.

θθʹ ὁ ἐγκαλῶν νικᾷ καὶ ὁ νεώτερος.

[In margine superiore manu Constantini Lascaris: Ψήφισον τὰ ὀνόματα τῶν ἀνδρογύνων, καὶ εἰ μὲν ὦσι ζυγά, ἡ

γυνὴ τελευτᾷ, εἰ δὲ μονά, ὁ ἀνήρ.]

<Περὶ ἀνδρογύνων, ἵνα γνῶς τὸν προτελευ-

τῶντα αὐτῶν.> Ψήφισον τὸ ὄνομα τοῦ ἀνδρὸς καὶ ἴδε τὴν

ποσότητα τοῦ ἀριθμοῦ, καὶ ὅσον ἀναβῇ, ὕφειλον αὐτὰ διὰ τῶν θʹ,

καὶ τὰ μένοντα ἐπάνω τῆς ἐννεάδος κράτει. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ

ὀνόματος τῆς γυναικός· καὶ σμῖξον τὰ περισσότερα τῆς ἐννεάδος

ἀμφότερων τῶν ὀνομάτων καὶ εἰ μέν εἰσι διπλᾶ, ἄνδρα προτελευ-

τᾶν ἴσθι, εἰ δὲ ἁπλᾶ, τὴν γυναῖκα.

<Περὶ τοῦ μέλλοντος νικᾶν ἢ ἡττᾶσθαι.> Ἀ-

ρίθμησον τὰ ὀνόματα τῶν δύο μαχομένων· καὶ ἐὰν εὐρήσῃς τὸ

ὄνομά σου νικῶν, νικήσεις τὴν μάχην· εἰ δὲ τοῦ μαχομένου σε,

ἡττᾶσαι.

<Περὶ παραμονῆς.> Ψήφισον τὸ ὄνομά σου καὶ τὸ ὄνομα

τοῦ ἄρχοντος, οὗ μέλλεις παραμεῖναι, καὶ ἐὰν εὑρήσῃς τὸ ὄνομά

143

σου νικῶν, συμφέρει σοι παραμένειν, εἰ δὲ ἄρχοντος, οὐ συμφέρει

σοι· μὴ παραμείνῃς.

<Περὶ πράξεώς τινος.> Ὡσαύτως τὸ ὄνομά σου καὶ

τὸ ὄνομα τοῦ ἄρχοντος ψήφισον, καὶ ἐὰν νικήσῃ τὸ ὄνομά σου,

συμφέρει, εἰ δὲ τοῦ ἄρχοντος, μόνον ζημιοῦσαι.

<Περὶ ὁδευόντων, ὁδοιπορούντων καὶ συμ-

πορευομένων.> Ψήφισον τὸ ὄνομά σου καὶ τοῦ συνοδεύον-

τός σοι, καὶ ἐὰν νικήσῃ τὸ ὄνομά σου, συμφέρει· εἰ δὲ μή, μὴ

ὁδεύῃς μετ' αὐτοῦ.

<Περὶ κοινωνίας.> Τὸ ὄνομά σου καὶ τοῦ κοινωνοῦντός

σοι ψήφισον, καὶ ἐὰν νικήσῃ τὸ ὄνομά σου, συμφέρει· εἰ δὲ τοῦ

κοινωνοῦντός σοι, οὐ συμφέρει.

<Περὶ ἀποδημίας ἐκ πόλεως εἰς ἑτέραν πό-

λιν.> Ἀρίθμησον τὸ ὄνομά σου καὶ τῆς πόλεως, καὶ ἐὰν τὸ ὄνομά

σου νικήσῃ, συμφέρει· εἰ δὲ τῆς πόλεως, οὐ συμφέρει.

[In ima pagina manu Constantini Lascaris: <Περὶ γαμούντων.> Ἀρίθμησον τὸ ὄνομα τοῦ ἀνδρὸς

καὶ τῆς γυναικός, καὶ εἰ εἶεν ἀμφότερα ιβʹ ἢ ιδʹ, γίνεται τὸ συν-

άλλαγμα καὶ τέξεται πρωτοτόκον κόρην καὶ ἡ γυνὴ προτελευτᾷ·

ἐὰν δὲ ἄνισα ἔλθωσι, βιαίως γίνεται τὸ συνάλλαγμα, καὶ τέξεται

πρωτοτόκον υἱὸν καὶ ὁ ἀνὴρ προτελευτᾷ. οἷον Νικηφόρος, Μα-

ρία· ἄρτια ιδʹ. ἡ γυνὴ προτελευτᾷ. πάλιν Θεόδωρος καὶ Εἰρήνη·

ιγʹ, ὁ ἀνὴρ προτελευτᾷ.]

<Περὶ ἀπωλείας.> Ψήφισον τὸ ὄνομα τοῦ ἀπολέσαντος

καὶ τοῦ ἀπολουμένου, καὶ ἐὰν νικᾷ ὁ ἀπολέσας, τὸ ἀπολεσθὲν

εὑρεθήσεται· εἰ δὲ τοῦ ἀπολεσθέντος ὄνομα νικήσῃ, οὐχ εὑρεθή-

σεται.

<Περὶ φυγάδος.> Τὸ ὄνομα τοῦ φυγόντος ψήφισον καὶ τοῦ

κυρίου αὐτοῦ, καὶ ἐὰν τὸ ὄνομα τοῦ κυρίου νικήσῃ, εὑρεθήσεται ὁ

φυγών· εἰ δὲ τὸ τοῦ φυγάδος νικᾷ, οὐχ εὑρεθήσεται.

<Περὶ ἐλευθερώσεως.> Τὸ ὄνομα τοῦ δούλου καὶ τοῦ

δεσπότου ψήφισον, καὶ ἐὰν τοῦ δούλου νικᾷ, ἐλευθεροῦται, εἰ δὲ

τοῦ δεσπότου, οὐκ ἐλευθεροῦται.

<Περὶ πράσεως δούλου.> Ψήφισον τὸ ὄνομα τοῦ

144

δούλου καὶ τοῦ δεσπότου, καὶ ἐὰν τοῦ δούλου νικήσῃ, οὐ πραθή-

σεται.

<Περὶ γάμου, εἰ συμφέρει.> Τὸ τοῦ ἀνδρὸς καὶ

τῆς γυναικὸς ὄνομα ψηφίσας σκόπει· εἰ τὸ τοῦ ἀνδρὸς ὄνομα νικᾷ,

συμφέρει, εἰ δὲ τῆς γυναικός, οὐ συμφέρει.

<Περὶ τοῦ γνῶναι τὸν κλέπτην ἐκ πολλῶν

ὑπονοουμένων.> Πάντων τῶν ὑπονοουμένων τὰ ὀνόματα

ψήφισον, καὶ τῶν ἡττωμένων ἀνάπεμπε τοὺς νικῶντας καὶ πάλιν

ζεῦξον, ἕως ** ὁ εἷς πάντα νικήσας, ἐκεῖνος ἐστὶν ὁ κλέπτης.

<Περὶ νοσοῦντος εἰ ζήσεται.> Ψήφισον τὸ ὄνομα

τοῦ ἀνθρώπου τοῦ νοσοῦντος, καὶ τὸ ὄνομα τοῦ θεοῦ τοῦ κυ-

ριεύοντος τὴν ἡμέραν ἐν ᾗ ὑπέθετο ἢ ἐν ᾗ κατεκλίθη, καὶ ἐὰν νικᾷ

τὸ ὄνομα τοῦ νοσοῦντος [καὶ] τὸ ἄοτρον τῆς ἡμέρας, ζήσεται· εἰ

δὲ καὶ τὸ τοῦ θεοῦ ὄνομα νικήσει, τεθνήξεται. εἰ δὲ καὶ ἰσόψηφα

καταντήσωσι τὰ δύο ὀνόματα, ταχέως ὑγιανεῖ, ἐὰν δὲ ἄζυγα,

βραδέως.

<Περὶ τελευτῆς ἀδελφῶν.> Ἀμφοτέρων τὰ ὀνόματα

ψήφισον, ἑνὸς ἑκάστου παρ' ἰδίαν, καὶ σύμβαλλε αὐτὰ ἐπὶ τὴν

πλινθίδα καὶ εὑρήσεις προτελευτῶντα τὸν νικῶντα.

<Περὶ ξενιτεύοντος εἰ ἐρωτηθῇς.> Ἴδε τὸ ζῴ-

διον τὸ ἐπιπολεῦον τῷ μηνὶ τῆς ἐρωτήσεως καὶ τὸν πλανήτην τὸν

ἐπιπολεύοντα τὴν ἡμέραν, καὶ ἐάν ἐστιν ὁ θεὸς αὐτῶν ἐν τῷ

οἴκῳ αὐτοῦ, ὁ ἀπόδημος ταχέως ἔρχεται, εἰ δε ἔξωθεν ἐπὶ δυσ-

μάς, ὁ ξένος ἢ ἀσθενεῖ ἢ ἐτελεύτησεν.