The Greek Library Author

Xenocrates Of Chalcedon

Fragmenta

Scientific editors
Friedrich Wilhelm August Mullach
Edition reference
Fragmenta Philosophorum Graecorum · Paris · Firmin-Didot · 1881
CTS identifier
urn:cts:greekLit:tlg0634.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

1. Ξενοκράτης, Ἀγαθήνορος, Χαλκηδόνιος ᵃ, τὴν μονάδα καὶ τὴν δυάδα θεούς, τὴν μὲν ὡς ἄῤῥενα πατρὸς ἔχουσαν τάξιν, ἐν οὐρανῷ βασιλεύουσαν, ἥντινα προσαγορεύει καὶ Ζῆνα καὶ περιττὸν καὶ νοῦν, ὅστις ἐστὶν αὐτῷ πρῶτος θεός· τὴν δὲ ὡς θήλειαν, μητρὸς θεῶν δίκην, τῆς ὑπὸ τὸν οὐρανὸν λήξεως ᵇ ἡγουμένην, ἥτις ἐστὶν αὐτῷ ψυχὴ τοῦ παντός.

2. Ξενοκράτης δὲ ὁ Χαλκηδόνιος τὸν μὲν ὕπατον Δία, τὸν δὲ νέατον καλῶν, ἔμφασιν πατρὸς ἀπολείπει καὶ υἱοῦ.

3. Ξενοκράτης Δία τὸν ἐν μὲν τοῖς κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσιν ὕπατον καλεῖ, νέατον δὲ τὸν ὑπὸ σελήνην.

4. Ξενοκράτης, Καρχηδόνιος οὗτος, ἑπτὰ μὲν θεοὺς τοὺς πλάνητας, ὄγδοον δὲ τὸν ἐκ πάντων αὐτῶν συνεστῶτα κόσμον αἰνίττεται.

5. Ἐλήρει δ’ Ἀριστοτέλης, ἐλήρει δὲ Ξενοκράτης, ὠφελεῖσθαι μὲν ἀνθρώπους ὑπὸ θεῶν, ὠφελεῖσθαι δὲ ὑπὸ γονέων, ὠφελεῖσθαι δὲ ὑπὸ καθηγητῶν ἀποφαινόμενοι· τὴν δὲ θαυμαστὴν ἀγνοοῦντες ὠφέλειαν, ἣν οἱ σοφοὶ κινουμένων κατ’ ἀρετὴν ἀλλήλων ὠφελοῦνται, κᾂν μὴ συνῶσι, μηδὲ γινώσκοντες τυγχάνωσιν.

6. Καθόλου γ’ οὖν τὴν περὶ τοῦ θείου ἔννοιαν Ξενοκράτης ὁ Χαλκηδόνιος οὐκ ἀπελπίζει καὶ ἐν τοῖς ἀλόγοις ζῴοις.

7. Θεὸν ᵃ δὲ εἶναι καὶ τὸν οὐρανὸν καὶ τοὺς ἀστέρας πυρώδεις ὀλυμπίους θεούς, καὶ ἑτέρους ὑποσελήνους δαίμονας ἀοράτους ᵇ. Ἀρέσκει δὲ καὶ αὐτῷ πλὴν τούτων φύσεις τινὰς ὑπάρχειν ἐν τῷ περιέχοντι καὶ ἐνδιοικεῖν ᶜ τοῖς ὑλικοῖς στοιχείοις. Τούτων δὲ τὴν μὲν δι’ ἀέρος διήκουσαν Ἥραν προσαγορεύει ᵈ, τὴν δὲ διὰ τοῦ ὑγροῦ Ποσειδῶνα, τὴν δὲ διὰ τῆς γῆς φυτοσπόρον Δήμητρα ᵉ.

8. οὖν οἱ τὰ περὶ τὸν Τυφῶνα καὶ Ὄσιριν καὶ Ἶσιν ἱστορούμενα, μήτε θεῶν παθήματα, μήτ’ ἀνθρώπων, ἀλλὰ δαιμόνων μεγάλων εἶναι νομίζοντες, οὓς ᵃ καὶ Πλάτων καὶ Πυθαγόρας καὶ Ξενοκράτης καὶ Χρύσιππος, ἑπόμενοι τοῖς πάλαι θεολόγοις, ἐῤῥωμενεστέρους μὲν ἀνθρώπων γεγονέναι λέγουσι, καὶ πολλῇ τῇ δυνάμει τὴν φύσιν ὑπερφέροντας ἡμῶν, τὸ δὲ θεῖον. οὐκ ἀμιγές, οὐδ’ ἄκρατον ἔχοντας, ἀλλὰ καὶ ψυχῆς φύσει καὶ σώματος αἰσθήσει συνειληχός ᵇ, ἡδονὴν δεχομένῃ καὶ πόνον, καὶ ὅσα ταύταις ἐγγενόμενα ταῖς μεταβολαῖς πάθη, τοὺς μὲν μᾶλλον, τοὺς δὲ ἧττον ἐπιταράττει. Γίνονται γὰρ ὡς ἐν ἀνθρώποις, καὶ δαίμοσιν, ἀρετῆς διαφοραὶ καὶ κακίας.

9. Ὁμοίως δὲ καὶ εὐδαίμονα, οὗ ἂν ὁ δαίμων ᾖ σπουδαῖος, καθάπερ Ξενοκράτης φησὶν εὐδαίμονα εἶναι τὸν τὴν ψυχὴν ἔχοντα σπουδαίαν· ταύτην γὰρ ἑκάστου εἶναι δαίμονα.

10. Παράδειγμα δὲ τῷ λόγῳ Ξενοκράτης μέν, ὁ Πλάτωνος ἑταῖρος, ἐποιήσατο τὸ τῶν τριγώνων, θείῳ μὲν ἀπεικάσας τὸ ἰσόπλευρον, θνητῷ δὲ τὸ σκαληνόν, τὸ δ’ ἰσοσκελὲς δαιμονίῳ· τὸ μὲν γάρ, ἴσον πάντη· τὸ δ’, ἄνισον πάντῃ· τὸ δέ, πὴ μὲν ἴσον, πὴ δ’ ἄνισον, ὥσπερ ἡ δαιμόνων φύσις ἔχουσα καὶ πάθος θνητοῦ καὶ θεοῦ δύναμιν.

11. Ἀλλὰ φαύλους μὲν (ἔφη) δαίμονας οὐκ Ἐμπεδοκλῆς μόνον, ὦ Ἡρακλέων, ἀπέλιπεν, ἀλλὰ καὶ Πλάτων καὶ Ξενοκράτης καὶ Χρύσιππος.

12. Ὁ δὲ Ξενοκράτης καὶ τῶν ἡμερῶν τὰς ἀποφράδας, καὶ τῶν ἑορτῶν ὅσαι πληγάς τινας, ἢ κοπετούς, ἢ νηστείας, ἢ δυσφημίας, ἢ αἰσχρολογίαν ἔχουσιν, οὔτε θεῶν τιμαῖς, οὔτε δαιμόνων οἴεται προσήκειν χρηστῶν, ἀλλὰ εἶναι φύσεις ἐν τῷ περιέχοντι μεγάλας μὲν καὶ ἰσχυράς, δυστρόπους δὲ καὶ σκυθρωπάς, αἳ χαίρουσι τοῖς τοιούτοις καὶ τυγχάνουσαι πρὸς οὐθὲν ἄλλο χεῖρον τρέπονται.

13. Ὁ δὲ Ξενοκράτης τὰ μὲν ἄστρα καὶ τὸν ἥλιον ἐκ πυρός φησι καὶ τοῦ πρώτου πυκνοῦ συγκεῖσθαι, τὴν δὲ σελήνην ἐκ τοῦ δευτέρου πυκνοῦ καὶ τοῦ ἰδίου ἀέρος, τὴν δὲ γῆν ἐξ ὕδατος καὶ πυρὸς καὶ τοῦ τρίτου τῶν πυκνῶν· ὅλως δὲ μήτε τὸ πυκνὸν αὐτὸ καθ’ αὑτό, μήτε τὸ μανόν, εἶναι ψυχῆς δεκτικόν.

14. Ξενοκράτης κατὰ μίαν ἐπιφάνειαν οἴεται κεῖσθαι σθαι τοὺς ἀστέρας· οἱ δὲ ἄλλοι Στωϊκοὶ πρὸ τῶν ἑτέρων ρων τοὺς ἑτέρους ἐν ὕψει καὶ βάθει.

15. Καὶ γὰρ αὐτὸν οὕτω τὸν κόσμον ἐκ τῶν ἄνω καὶ τῶν κάτω φύσει φερομένων συνηρμοσμένον ἀπηλλάχθαι παντάπασι τῆς κατὰ τόπον κινήσεως. Ταῦτα δὲ καὶ Ξενοκράτης ἔοικεν ἐννοῆσαι θείῳ τινὶ λογισμῷ, τὴν ἀρχὴν λαβὼν παρὰ Πλάτωνος.

16. Ξενοκράτης μέτρον τῶν γεννητῶν καὶ κίνησιν ἀΐδιον (τὸν χρόνον ἔλεγε).

17. Δοκεῖ μὲν πρὸς Ξενοκράτην μάλιστα καὶ τοὺς Πλατωνικοὺς ὁ λόγος τείνειν, διότι ἐξ ἀτάκτου καὶ πλημμελοῦς γεγονέναι τὸν κόσμον φασί, τοῦ Πλάτωνος εἰπόντος παραλαβὼν γὰρ ὁ θεὸς πᾶν ὅσον ἦν ὁρατὸν οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας. Οὗτοι οὖν γενητὸν καὶ ἄφθαρτον λέγοντες τὸν κόσμον τὴν γένεσιν οὐχ ὡς ἀπὸ χρόνου φασὶ δεῖν ἀκούειν, ἀλλ’ ἐξ ὑποθέσεως εἰρημένην, διδασκαλίας χάριν τῆς τάξεως τῶν ἐν αὐτῷ προτέρων τε καὶ συνθετωτέρων.

18. Ἐμπεδοκλῆς καὶ Ξενοκράτης ἐκ μικροτέρων ὄγκων τὰ στοιχεῖα συγκρίνει, ἅπερ ἐστὶν ἐλάχιστα καὶ οἱονεὶ στοιχεῖα στοιχείων.

19. Ξενοκράτης καὶ Διόδωρος ἀμερῆ τὰ ἐλάχιστα ὡρίζοντο.

20. Τί οὖν; οὐχὶ καὶ Πλάτωνι συνέβαινε καὶ Ἀριστοτέλει καὶ Ξενοκράτει, χρυσὸν ἐκ μὴ χρυσοῦ, καὶ λίθον ἐκ μὴ λίθου, καὶ τἄλλα γεννᾷν ἐκ τεσσάρων ἁπλῶν καὶ πρώτων ἁπάντων; Πάνυ μὲν οὖν. Ἀλλ’ ἐκείνοις μὲν εὐθύς τε συνίασιν αἱ ἀρχαὶ πρὸς τὴν ἑκάστου γένεσιν, ὥσπερ συμβολὰς μεγάλας φέρουσαι τὰς ἐν αὑταῖς ποιότητας, καὶ ὅταν συνέλθωσιν εἰς τὸ αὐτὸ καὶ συμπέσωσι ξηροῖς ὑγρά, καὶ ψυχρὰ θερμοῖς, καὶ στερεὰ μαλθακοῖς, σώματα κινούμενα παθητικοῖς ἀπ’ ἀλλήλων, καὶ μεταβάλλοντα δι’ ὅλων, ἑτέραν ἀφ’ ἑτέρας κράσεως συναποτίκτει γένεσιν.

21. Οἱ δὲ περὶ Ξενοκράτην τὴν μὲν πρώτην ἀκολουθίαν ὑπεῖναι συνεχώρουν, τοῦτ’ ἔστιν ὅτι εἰ ἕν ἐστι τὸ ὄν, καὶ ἀδιαίρετον ἔσται· οὐ μὴν ἀδιαίρετον εἶναι τὸ ὄν· διὸ πάλιν μηδὲ ἓν μόνον τὸ ὄν, ἀλλὰ πλείω· διαιρετὸν μέντοι μὴ ἐπ’ ἄπειρον εἶναι, ἀλλ’ εἰς ἄτομά τινα καταλήγειν· ταῦτα μέντοι μὴ ἄτομα εἶναι ὡς ἀμερῆ καὶ ἐλάχιστα, ἀλλὰ τὸ ποσὸν καὶ τὴν ὕλην τμητὰ καὶ μέρη ἔχοντα· τῷ δὲ εἴδει ἄτομα καὶ πρῶτα πρώτας τινὰς ὑποτιθέμενος εἶναι γραμμὰς ἀτόμους καὶ τὰ ἐκ τούτων ἐπίπεδα καὶ στερεὰ πρῶτα. Τὴν οὖν ἐκ τῆς διχοτομίας καὶ ἁπλῶς τῆς ἐπ’ ἄπειρον τομῆς καὶ διαιρέσεως ὑπαντῶσαν ἀπορίαν ὁ Ξενοκράτης οἴεται διαλύεσθαι, τὰς ἀτόμους εἰσαγαγὼν γραμμάς, καὶ ἁπλῶς ἄτομα ποιήσας μεγέθη, φεύγων τὸ ὂν εἴπερ ἐστὶ διαιρετὸν εἰς τὸ μὴ ὂν ἀναλυθῆναι καὶ ἀναλωθῆναι, τῶν ἀτόμων γραμμῶν ἐξ ὧν ὑπίσταται τὰ ὄντα ἀτμήτων μενουσῶν καὶ ἀδιαιρέτων.

22. Ἐπεὶ δὲ καὶ Ξενοκράτης σοφὸς ἦν ἀνήρ, πῶς ἄρα τὰς ἀτόμους γραμμὰς ὑπετίθετο; Οὐδὲ γὰρ ἠγνόει τὴν φύσιν τοῦ μεγέθους, ἀλλ’ οὐδὲ τῷ εἴδει ἀδιαίρετον ἔλεγε· τοῦτο γὰρ οὐ μόνον αἱ ἐλάχισται γραμμαὶ ἔχουσιν, ἀλλὰ καὶ τὰ μέγιστα σώματα· μήποτε οὖν ου πρὸς τὴν ἐπ’ ἄπειρον τομὴν ἐνίστατο ὁ Ξενοκράτης· οὐ γὰρ ἂν γεωμετρικὴν ἀρχὴν ἀνεῖλεν, γεωμετρικὸς ὢν ἀνήρ, ἀλλὰ πρὸς τὸ εἰς ἄπειρα διῃρῆσθαι, ὄντων ἀεί τινων ἀτμήτων μεγεθῶν, ἅτινα οὐδὲ ὑπὸ φύσεως ἰσχύει καθ’ αὑτὰ διαιρεῖσθαι διὰ σμικρότητα, ἀλλ’ ἑνωθέντα πάλιν ἄλλοις σώμασιν, οὕτω, τοῦ ὅλου διαιρουμένου, ἐν ἑαυτοῖς ἐκείνην δέχεται τὴν διαίρεσιν, ἣν μόνα ὄντα οὐκ ἂν ὑπέμεινεν. Ὡς οὖν ὁ Πλᾶτων ἐπίπεδα εἶπεν εἶναι τὰ πρῶτα καὶ ἐλάχιστα σώματα, οὕτως ὁ Ξενοκράτης γραμμὰς ἀδιαιρέτους μὲν διὰ σμικρότητα, διαιρετὰς δὲ καὶ αὐτὰς οὔσας τῇ φύσει.

23. Ἀλλὰ μὴν δέδεικται ἐν τῇ Φυσικῇ Ἀκροάσει, ἐν τοῖς περὶ κικήσεως λόγοις, ἐν οἷς ἀντέλεγε πρὸς Ξενοκράτην γραμμὰς ἀτόμους λέγοντα, ὅτι οὐκ εἰσὶν ἀδιαίρετοι γραμμαί, τοῦτ’ ἔστιν ὅτι οὐδὲν μέρος γραμμῆς ἐστιν ἀδιαίρετον, ἀλλ’ εἰς ἄπειρόν ἐστι διαιρετόν· οὐκ ἄρα ἐκ σημείων ἐστὶ γραμμή, οὐδ’ ἐκ γραμμῶν τὸ ἐπίπεδον, οὐδ’ ἐξ ἐπιπέδων τὸ στερεόν ταῦτα μὲν τὰ Ἀριστοτέλους, ὅπερ ἀεὶ ἔφην, ἀπαντῶντος πρὸς τὸ τοῦ λόγου φαινόμενον. Ῥητέον δὲ ὅτι εἴπερ τὰ ἐπίπεδα ἔλεγον μαθηματικὰ εἶναι, ὡς μῆκος μόνον καὶ πλάτος ἔχειν, οἱ ἐξ ἐπιπέδων τὰ στερεὰ λέγοντες καὶ εἰς τὰ ἐπίπεδα αὐτὰ ἀναλύοντες, καλῶς ὁ Ἀριστοτέλης καὶ ταῦτα αὐτοῖς ἐπήγαγε τὰ ἄτοπα καὶ τὰ ἑξῆς ἐπάξει. Εἰ δὲ φυσικὰ τὰ ἐπίπεδα λέγουσιν, ὡς μὴ μόνον μῆκος καὶ πλάτος ἀλλὰ καὶ βάθος ἔχειν, ὅπερ ἀρχὴν ἐν τοῖς φυσικοῖς καθιστάναι δυνατόν, οὐκέτι τῆ θέσει αὐτῶν ἕπεται τὰ ἄτοπα τὰ ἐπαγόμενα πρὸς τὰ ἐπίπεδα, ὡς μὴ βεβαθυσμένα. Ὅτι δὲ φυσικὰ καὶ οὐ μαθηματικὰ τὰ ἐπίπεδα ὑποτίθενται, δῆλον ἐκ τοῦ ἔνυλα λέγειν αὐτά· διὸ καὶ τὴν ὕλην πρότερον παραδόντες διεσχηματίσθαι ταύτην εἴδεσί τε καὶ ἀριθμοῖς λέγουσι. Καὶ αὐτὸς δὲ ὁ Τίμαιος ἐν τῷ οἰκείῳ συγγράμματι τάδε γέγραφεν· ἀρχαὶ μὲν ὦν τῶν γεννωμένων κτλ.

24. Εἰ δ’ ἔστιν ἀδιαίρετα μεγέθη καὶ ἀπαθῆ καὶ χωρὶς ποιότητος, ὡς οἱ περὶ Δημόκριτον ἔλεγον, καὶ Ξενοκράτης ἀτόμους γραμμὰς ὑποτιθέμενος, ἐξ ἐναντίας τοῖς μαθηματικοῖς ἂν ἀφομοιοῖντο.

25. Ξενοκράτης μὲν πρὸς τὴν ἐπ’ ἄπειρον τομὴν τὰς ἀτόμους γραμμὰς [εἰσάγει], ἵνα φεύγῃ ταυτὸν ἕν τε καὶ πολλὰ λέγειν· ἣν ἀντίφασιν κακῶς ὑπολαμβάνων ἑτέρᾳ περιέπιπτεν ἀντιφάσει χαλεπωτέρᾳ, ταυτὸν ἅμα ποιῶν μέγεθός τε καὶ οὐ μέγεθος· καίτοι ταυτὸν μὲν ἕν τε καὶ πολλὰ λέγειν οὐκ ἔστιν ἀντικείμενα, εἰ διαιροῖτό τις τὸ δυνάμει καὶ ἐνεργείᾳ, ταυτὸν δὲ ποιεῖν γραμμήν τε καὶ ἀδιαίρετον ἄντικρύς ἐστι ποιοῦντος τὴν γραμμὴν οὐ γραμμήν.

26. Ἔνθεν ὁ Ξενοκράτης ἀνῄρει τὴν ἐπ’ ἄπειρον τῶν μεγεθῶν τομήν· αὐτὸς γοῦν πολλαχῶς συγχωρήσας τούτῳ ἀληθεῖ ὄντι, ὅμως ἐπελύσατο μοναχῶς τὴν ἀπορίαν, ἐν οἷς καὶ τοῦτό φησιν ὅτι τῶν μεγεθῶν ἡ τομὴ δυνάμει μέν ἐστιν ἐπ’ ἄπειρον, ἐνεργείᾳ δ’ οὔ, ἀδύνατον γὰρ ἐνεργείᾳ γενέσθαι τὸ ἄπειρον· ὥστε καὶ ἡ κίνησις δυνάμει μὲν δι’ ἀπείρων ἐλεύσεται, ἐνεργείᾳ δὲ διὰ πεπερασμένων· οὐδὲ γὰρ κατὰ σημεῖον γίνεται ἡ κίνησις, ἀλλὰ κατὰ μέγεθος ὡρισμένον. Διχοτομίαν δὲ ἐκάλεσε τὴν Ζήνωνος ἐπιχείρησιν, καὶ δῆλον διὰ τί· διότι τῷ ληφθὲν μέγεθος δίχα τέμνειν, οὕτως ἐποιεῖτο τὴν κατασκευήν.

27. Εἴπομεν δὲ καὶ ἐν τῷ πρώτῳ λόγῳ, ὅτι τινὲς τὸν Ξενοκράτην ὑπώπτευσαν τὰς ἀτόμους εἰσηγεῖσθαι γραμμάς, καὶ ἐδείξαμεν ὡς ψευδὴς ἡ ὑπόνοια.

28. Ἐλέγχοιτο δ’ ἂν διὰ τοῦ προβλήματος τούτου καὶ ὁ Ξενοκράτειος λόγος ὁ τὰς ἀτόμους εἰσάγων γραμμάς. Ὅλως γὰρ εἰ ἔστι γραμμή, ἢ εὐθεῖά ἐστι καὶ δυνατὸν αὐτὴν δίχα τεμεῖν, ἢ περιφερής, καὶ μείζων ἐστὶν εὐθείας τινός· (πᾶσα γὰρ περιφερὴς πάντως ἔχει τινὰ εὐθεῖαν ἐλάσσονα) ἢ μικτή, καὶ πολλῷ πλέον αὕτη διαιρετή ἐστιν, εἴπερ ἐξ ἁπλῶν ἐστι διαιρετῶν. Ἀλλὰ ταῦτα μὲν εἰς ἄλλην ἀναβεβλήσθω θεωρίαν.

29. Ψυχὴ ἀριθμὸς ἑαυτὸν κινῶν.

30. Ἐπεὶ δὲ τῶν δοκιμωτάτων ἀνδρῶν τοὺς μὲν Ξενοκράτης προσηγάγετο, τῆς ψυχῆς τὴν οὐσίαν ἀριθμὸν αὐτὸν ὑφ’ ἑαυτοῦ κινούμενον ἀποφηνάμενος. — Οἱ μὲν γὰρ οὐδὲν ἄλλο ἢ γένεσιν ἀριθμοῦ δηλοῦσθαι νομίζουσι τῇ μίξει τῆς ἀμερίστου καὶ μεριστῆς οὐσίας· ἀμέριστον μὲν γὰρ εἶναι τὸ ἕν, μεριστὸν δὲ τὸ πλῆθος, ἐκ δὲ τούτων γίνεσθαι τὸν ἀριθμόν, τοῦ ἑνὸς ὁρίζοντος τὸ πλῆθος, καὶ τῇ ἀπειρίᾳ πέρας ἐντιθέντος, ἣν καὶ δυάδα καλοῦσιν ἀόριστον. — Τοῦτον δὲ μήπω ψυχὴν τὸν ἀριθμὸν εἶναι, τὸ γὰρ κινητικὸν καὶ τὸ κινητὸν ἐνδεῖν αὐτῷ· τοῦ δὲ ταυτοῦ καὶ τοῦ ἑτέρου συμμιγέντων, ὧν τὸ μέν ἐστι κινήσεως ἀρχὴ καὶ μεταβολῆς, τὸ δὲ μονῆς, ψυχὴν γεγονέναι, μηδὲν ἧττον τοῦ ἱστάναι καὶ ἵστασθαι δύναμιν ἢ τοῦ κινεῖσθαι καὶ κινεῖν οὖσαν.

31. Πυθαγόρας [τὴν ψυχὴν ἀπεφήνατο] ἀριθμὸν αὑτὸν κινοῦντα, τὸν δ’ ἀριθμὸν ἀντὶ τοῦ νοῦ παραλαμβάνει. Ὁμοίως δὲ καὶ Ξενοκράτης ᵇ.

32. Ἦσαν δὲ ἕτεροι, οἱ καὶ τὰ δύο ἅμα συμπλέκοντες εἰς τὴν ἀπόδοσιν τῆς ψυχῆς, τό τε κινεῖν καὶ τὸ γιγνώσκειν· ὡς ὁ τὴν ψυχὴν ἀποφηνάμενος ἀριθμὸν κινοῦντα ἑαυτόν· διὰ μὲν τοῦ ἀριθμοῦ τὴν γνωστικὴν δύναμιν ἐνδεικνύμενος, διὰ δὲ τοῦ κινεῖν ἑαυτὸν τὴν κινητικήν.

33. Πυθαγόρας δὲ συμβολικῶς εἰκάζειν ἀεὶ καὶ τὸν θεὸν καὶ πάντα τοῖς ἀριθμοῖς εἰωθώς, ὡρίσατο καὶ τὴν ψυχὴν ἀριθμὸν ἑαυτὸν κινοῦντα, ᾧ καὶ Ξενοκράτης ἠκολούθησεν· οὐχ ὅτι ἀριθμός ἐστιν ἡ ψυχή, ἀλλ’ ὅτι ἐν τοῖς ἀριθμητοῖς ἐστι καὶ ἐν τοῖς πεπληθυσμένοις, καὶ ὅτι ἡ ψυχή ἐστιν ἡ διακρίνουσα τὰ πράγματα τῷ μορφὰς καὶ τύπους ἑκάστοις ἐπιβάλλειν· αὕτη γάρ ἐστιν ἡ τὰ εἴδη ἀπὸ τῶν εἰδῶν χωρίζουσα καὶ διάφορα αὐτὰ ἀποφαίνουσα τῇ τε ἑτερότητι τῶν εἰδῶν καὶ τῷ πλήθει τοῦ ἀριθμοῦ, καὶ διὰ τοῦτο ἀριθμητὰ ποιοῦσα τὰ πράγματα· ὅθεν οὐ παντάπασιν ἀπήλλακται τῆς κατὰ τοὺς ἀριθμοὺς κοινωνίας.

34. Ξενοκράτης ἀριθμὸν αὐτὴν [τὴν ψυχὴν] θέμενος ἐν ποσῷ δοκεῖ.

35. Ξενοκράτους ὁ τῆς ψυχῆς οὗτος λόγος, βουλομένου τὴν μεσότητα αὐτῆς τῶν τε εἰδῶν καὶ τῶν εἰδοποιουμένων, ἅμα καὶ τὸ ἴδιον αὐτῆς ἐνδείξασθαι· ὁ γὰρ ἀριθμὸς τὸ εἶδος, τὸ δὲ κινητὸν τοῖς εἰδοποιουμένοις προσήκει, ἐκ μὲν σὖν τῶν ἄκρων μόνον οὐ δηλοῖ τὸ, οὔτε ἀριθμὸς ἁπλῶς ἔσται, οὔτε κινητός· τοῦ μὲν γὰρ ὑφεῖται ᾗ τοῦ ἀμερίστου ἐκβέβληται· τοῦ δέ ἐστι κρείσσων, ᾗ τοῦ μεριστοῦ ὑπερέχει· τὸ συναμφότερον οὖν ἄν πως εἴη, ὡς ἀμφοτέροις κοινωνοῦσα, ἀριθμὸς κινητός· κατὰ δὲ τὸ οἰκεῖον τῆς μεσότητος ὑφ’ ἑαυτοῦ κινητὸς λέγεται. Ὅτι οὐχ ὡς διαστατική ἐστι μέση ἡ ψυχή, οἷος ὁ φυσικὸς λόγος, καὶ πρὸ τούτου κατὰ τοὺς ἄνδρας ἡ μαθηματικὴ οὐσία, οὐδὲ οἵα κατὰ τὸ προϊὸν ἀπὸ νοῦ φῶς οὐσία, νοερὰ ᵃ μὲν ἔτι μένουσα, τῷ δὲ εἰς τὸ φανὸν καὶ σύμμετρον τοῖς ὑπὸ νοῦ καταλαμπομένοις προέρχεσθαι, διαγγέλλουσα τὸ μόνιμον καὶ κρύφιον τῆς νοερᾶς ᵇ φύσεως, ἀλλὰ κατ’ αὐτὴν τὴν ζωτικὴν ἰδιότητα ἔγερσιν καὶ ζέσιν τινὰ πάσης δηλούσης ζωῆς, ἀμέριστον μὲν καὶ ἐν ἑαυτῇ μένουσαν τῆς νοερᾶς ᶜ· περὶ δὲ τὰ σώματα μεριζομένην, καὶ ἑτέρωθεν εἰς ἕτερα ὑφιζάνουσαν τῆς σωματοειδοῦς· τῆς δὲ ψυχῆς τὴν ἀφ’ ἑαυτῆς εἰς ἀνέλιξιν καὶ εἰς διάστασιν ἅμα συναγωγήν. Διὰ ταῦτα μὲν οὖν ὁ Ξενοκράτης ἀριθμὸν αὐτὸν ἑαυτὸν κινοῦντα τὴν ψυχὴν ἀπεφήνατο· ὁ δὲ Ἀριστοτέλης τὸν ἀριθμὸν ὁριστικὸν προειπὼν καὶ τῶν γνωστῶν καὶ τῶν γνωστικῶν, ἐπὶ τῆς ψυχῆς εὐλόγως ὡς γνωστικὸν εἰρῆσθαι ἀκούει, καὶ διὰ τοῦτο τοὺς εἰπόντας τὴν ψυχὴν ἀριθμὸν αὐτὸν ἑαυτὸν κινοῦντα, συμπλέξαι ἔφη τὸ κινητικὸν καὶ τὸ γνωστικόν.

36. Οἱ δὲ ὑπὸ τὸ ποσόν· ὧν ἐστι καὶ Ξενοκράτης· ἀριθμὸς γάρ φησι κινῶν ἑαυτόν ἐστιν ἡ ψυχή· ὁ δὲ ἀριθμὸς ὑπὸ τὸ ποσόν· εἰ δὴ τοῦτο ἔλεγεν ἐκεῖνος, καὶ μὴ ἄλλο τι διὰ τούτου ᾐνίττετο.

37. Ἐπὶ ταὐτὸ δὲ φέρονται καὶ ὅσοι λέγουσι τὴν ψυχὴν τὸ αὑτὸ κινοῦν· ἐοίκασι γὰρ οὗτοι πάντες ὑπειληφέναι τὴν κίνησιν οἰκειότατον εἶναι τῇ ψυχῇ· καὶ τὰ μὲν ἄλλα πάντα κινεῖσθαι διὰ τὴν ψυχήν· ταύτην δ’ ὑφ’ ἑαυτῆς, διὰ τὸ μηθὲν ὁρᾶν κινοῦν, ὃ μὴ καὶ αὐτὸ κινεῖται.

38. Ξενοκράτης ὁ τούτου διάδοχος ἀπ’ ἀμφοτέρων ὁρίζεται τὴν ψυχήν, εἰπὼν αὐτὴν ἀριθμὸν κινοῦντα ἑαυτόν· διὰ μὲν τὸ γνωστικὴν εἶναι αὐτὴν τῶν ὄντων, ἀριθμὸν εἰπὼν ὡς Πυθαγόρας· ἀρχὴ γὰρ πάντων ἀριθμὸς κατὰ αὐτούς· διὰ δὲ τὸ κινητικὴν εἶναι τὸ αὐτοκίνητον ἀναθεὶς αὐτῇ· ἀρχὴ γὰρ καὶ πηγὴ πάσης κινήσεως κατ’ αὐτοὺς τὸ αὐτοκίνητον.

39. [Ξενοκράτης] ἔλεγεν οὖν ἀριθμὸν μὲν τὴν ψυχὴν διὰ τὸ πλήρωμα εἰδῶν εἶναι τὴν ψυχὴν καὶ λόγον, ἐκ τῶν λόγων πάντων γὰρ ἐν ἑαυτῇ τοὺς λόγους ἔχει ὡς εἴπομεν· ἀριθμοὺς δὲ τὰ εἴδη ἐκάλουν ὡς εἴρηται, καὶ αὐτὸς γοῦν ἐν τοῖς ἑξῆς φησιν· καὶ εὖ δὴ οἱ λέγοντες τὴν ψυχὴν τόπον εἰδῶν, ἀριθμὸν μὲν οὖν διὰ τοῦτο· κινοῦντα δὲ αὑτὸν διὰ τὸ αὐτόζων αὐτῆς· οὐ γὰρ ὑφ’ ἑτέρου αὐτῇ τὸ ζῆν, αὐτοζωὴ γάρ ἐστιν.

40. Τοιοῦτος δὲ καὶ ὁ τῆς ψυχῆς ὅρος, εἰ ἀριθμὸς αὐτὸς αὑτὸν κινῶν ἐστι· καὶ γὰρ τὸ αὐτὸ αὑτὸ κινοῦν ψυχή, καθάπερ Πλάτων ὥρισται.

41. Ὥσπερ ψυχῆς ὁρισμός, τὸ ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν, τὸ γὰρ ἀριθμὸς ἐκ περιττοῦ κεῖται· καὶ γὰρ τὸ αὐτὸ ἑαυτὸ κινοῦν, χωρὶς τοῦ ἀριθμοῦ, τήν ψυχὴν δηλοῖ, καθάπερ Πλάτων ἐν τῷ Φαίδρῳ φησὶ λέγων· ἀθανάτου δὲ πεφασμένου τοῦ ὑφ’ ἑαυτοῦ κινουμένου ψυχῆς οὐσίαν τε καὶ λόγον τοῦτό τις λέγων οὐκ αἰσχυνεῖται. Ἄλλως τε καὶ ὁ ἀριθμὸς οὐκ ἔστι γένος τῆς ψυχῆς· ὥσπερ δή τινος ἐνισταμένου καὶ λέγοντος, πῶς φὴς ὅτι ἀφαιρεθέντος τοῦ ἀριθμοῦ, οὐ λυμαίνεται ὁ ὁρισμός; γένος γάρ ἐστι τῆς ψυχῆς ὁ ἀριθμὸς κατὰ Ξενοκράτην καὶ Πλάτωνα, καὶ δεῖ τῆς προσθήκης τοῦ ἀριθμοῦ ὡς γένους ἐν τῷ ὁρισμῷ, φησίν· ὅτι εἰ δώσομεν ὅτι ὁ ἀριθμὸς γένος ἐστὶ τῆς ψυχῆς, ἀφαιρεθέντος τούτου, τὸ καταλειφθὲν οὐκ ἔσται ὅρος ἀλλ’ ἴδιον· οὐ μὴν δὲ καὶ τὴν οὐσίαν δηλώσει τοῦ πράγματος· πᾶς μὲν γὰρ ὅρος ἴδιον· οὐ μὴν καὶ τὸ ἀνάπαλιν ὁποτέρως μὲν οὖν ἔχει ὅμως χαλεπόν ἐστι διασαφηνίσαι, ὁπότερον γένος ψυχῆς ὁ ἀριθμός, ἢ οὔ· καὶ πότερον, ἀφαιρεθέντος τοῦ ἀριθμοῦ, τὸ καταλειπόμενον ὁρισμός ἐστι τῆς ψυχῆς, ἢ ἴδιον, ἢ οὔ· μείζονος γὰρ σκέψεως ἡ περὶ τοῦτο ζήτησις ἢ τῆς διαλεκτικῆς.

42. Εἰπὲ οὖν εἰ ὁ ἀριθμός, ὦ Ξενόκρατες, ἢ περιττός ἐστιν, ἢ ἄρτιος· ἡ ψυχὴ ἢ ἄρτιός ἐστιν, ἢ περιττός· καὶ εἰ ἄρτιος, ἢ τέτταρές ἐστιν, ἢ ϛ′· εἰ δὲ περιττός ᵃ, ἢ ε′, ἢ ζ′· ἡ οὖν ψυχὴ τί ἐστι, δ’ ἢ ε′, καὶ ἐπεὶ ἐκ παντὸς ἀριθμοῦ ἐκβαλλομένης μονάδος, ἕτερος ἀριθμὸς καταλείπεται, οἷον ἀπὸ τοῦ ϛ′ ὁ ε′, καὶ ἀπὸ ᵇ τοῦ ζ′ πάλιν ὁ ϛ′, τίνα ἀριθμὸν ἀπὸ τῆς ψυχῆς ἐκβληθῆναι ᶜ δεῖ καὶ ποιῆσαι ᵈ ἕτερον. Καὶ οὕτως ἀνασκευάσεις, καίτοι τοῦ ὁριζομένου τὴν ψυχὴν οὕτω κατὰ τοὺς Πυθαγορείους ὁριζομένου.

43. Τοιοῦτός ἐστι καὶ ὁ ὑπὸ Ξενοκράτους τῆς ψυχῆς ἀποδοθεὶς ὁρισμός· ἀριθμὸς γάρ φησίν ἐστι κινῶν ἑαυτόν· ὁ γὰρ τοῦτον ἀκούσας οὐδὲν εἰκάσαι καὶ λαβεῖν ἐξ αὐτοῦ τῶν τῇ ψυχῇ ἢ τῷ ζῴῳ ὑπαρχόντων δυνήσεται.

44. Πολὺ δὲ τῶν εἰρημένων ἀλογώτερον, τὸ λέγειν ἀριθμὸν εἶναι τὴν ψυχὴν κινοῦνθ’ ἑαυτόν· ὑπάρχει γὰρ αὐτοῖς ἀδύνατα, πρῶτα μὲν τὰ ἐκ τοῦ κινεῖσθαι συμβαίνοντα, ἰδίᾳ δὲ ἐκ τοῦ λέγειν αὐτὴν ἀριθμόν.

45. Μετὰ δὲ ταῦτα διελέγχει τὸν Ξενοκράτους ὁρισμὸν τῆς ψυχῆς, οὐ πρὸς τοὔνομα τοῦ ἀριθμοῦ μαχόμενος, ὥς φησιν Ἀνδρόνικος καὶ Πορφύριος, ἀλλὰ καὶ πάνυ τὴν διάνοιαν ἐπιζητῶν τὴν Ξενοκράτους, ὡς δῆλόν ἐστιν ἐκ τῶν περὶ Φύσεως αὐτῷ γεγραμμένων· ἐν οἷς ἂν δόξειε, μοναδικὸν ποιεῖν ἀριθμὸν τὴν ψυχὴν ὁ Ξενοκράτης· τοῦτον γὰρ τὸν λόγον φησὶ πολὺ τῶν εἰρημένων ἀλογώτατον εἶναι.

46. Τὸ προκείμενον ἐλέγξαι τὴν Ξενοκράτους τοῦ Πλάτωνος διαδόχου περὶ ψυχῆς δόξαν· ὃς ἔλεγε τὴν ψυχὴν ἀριθμὸν εἶναι κινοῦντα ἑαυτόν. Καὶ δῆλον ὅτι εἰ οὕτως ἔλεγε κατὰ τὸ φαινόμενον εὐέλεγκτος ὁ λόγος, ἀλλ’, ὅπερ καὶ ἐν τοῖς ἔμπροσθεν εἶπον, οὐκ ἄν τις οὐδ’ ἄκρῳ δακτύλῳ τῶν μαθημάτων γευσάμενος τοιαῦτα ἂν εἴποι· ὁ δὲ Ἀριστοτέλης ὡς εἴωθεν ἐλέγχει τὸ φαινόμενον τοῦ λόγου· τὰ μὲν οὖν κοινά φησιν εἶναι καὶ ταύτῃ τῇ δόξῃ πρὸς τὰς ἐληλεγμένας, ὅσα γὰρ εἵπετο τοῖς κινεῖσθαι λέγουσι τὴν ψυχὴν ἄτοπα, ταῦτα καὶ τούτῳ ἕψεται λέγοντι ἀριθμὸν εἶναι κινοῦντα ἑαυτόν· τὰ δὲ ἴδια, καθό φησιν ἀριθμὸν εἶναι τὴν ψυχήν, πρὸς ὃ νῦν ἐνίσταται.

47. Ὅτι μὲν τὸν Ξενοκράτους τῆς ψυχῆς ὁρισμὸν διακαθαίρει, ἵνα μὴ κατὰ τὴν συνήθη τῶν ὀνομάτων χρῆσιν ἀκούωμεν, φανερόν. Ὁ δὲ πραγματειώδης αὐτῷ τέταται σκοπός, παντὸς μερισμοῦ τὴν ψυχικὴν οὐσίαν ὑπερέχουσαν δεῖξαι, οὐ τοῦ κατὰ συνέχειαν μόνου· τοῦτο γὰρ ἤδη δέδειχεν, ἀκίνητον αὐτὴν τὰς σωματικὰς κινήσεις δεδειχώς, καὶ καθ’ ὅρους ἀεὶ βαίνουσαν, καὶ οὐ μέρεσι μέρη ἢ τὸ ὅλον γινώσκουσαν· δι’ ὧν οὐ μόνον ὅτι οὐ σῶμα, ἀλλ’ ὅτι οὐδὲ ἄλλο τι μέγεθος ἔχειν ἐδείκνυτο· ἀλλ’ ἐπειδὴ καὶ ὁ συνήθως ᵃ λεγόμενος ἀριθμός, ὅ τε ἐκ μονάδων, οἷος ὁ μαθηματικός, καὶ ὁ ἐκ σωμάτων ἀδιαιρέτων, ἢ ἐνεργείᾳ μόνον ἢ καὶ δυνάμει καὶ ἐνεργεία, ὡς οἱ περὶ Δημόκριτον ὑπετίθεντο, ἢ ὅλως τῇ θέσει ἀπ’ ἀλλήλων κεχωρισμένων ᵇ, μεριστός ἐστιν, αὐτός τε ἐν διαιρέσει θεωρούμενος, καὶ τὰ συμπληροῦντα ἔχων μερικὰ καὶ ἀπεστενωμένα, διὰ τῶν πρὸς Ξενοκράτην ἀντιῤῥήσεων, ὅτι οὐδὲ οὕτω μεριστὴ ἡ ψυχὴ δείκνυσιν, οὔτε ὡς ἀριθμός, οὔτε ὡς μονάδες ἢ στιγμαί, ἐξ ὧν ἀδιαιρέτων ὁ ἀριθμός. Ὁ γὰρ ἐκ σωμάτων τινῶν ἀριθμὸς ὁμολογουμένως ᶜ αὐτῇ οὐ προσήκει· εἴγε μηδὲν ἔχει μέγεθος. Ὁ μὲν οὖν Ξενοκράτης ἀριθμοὺς τὰ εἴδη καὶ αὐτὸς προσαγορεύων, καὶ πᾶν εἶδος ἀμέριστον εἰδώς, τὸ δὲ κινούμενον μεριστόν, καὶ πάντως μετὰ τὰ εἴδη τὴν μεσότητα τῆς ψυχῆς διὰ τῶν ἄκρων ἀμφοτέρων δηλοῖ, ἀριθμὸν κινούμενον αὐτὴν εἰπών, ὡς οὐχ ἁπλῶς οὖσαν εἶδος, ἀλλὰ τὸ ὅλον τοῦτο εἰς μερισμὸν ὑποβάν, οὐ μερισθὲν τελέως, ἀλλ’ οὐδὲ μεῖναν εἶδος, τῷ χαλάσαι καὶ ἐκλῦσαί πως τὴν ἀμέριστον ἕνωσιν μεταξὺ γενόμενον, καὶ διὰ τοῦτο οὐδὲ κινούμενον ἁπλῶς, ἀλλ’ ἑαυτὸν ἔφη κινοῦντα· ἵνα καὶ τὸ ἴδιον ἐμφήνῃ τῆς μεσότητος, κεχαλασμένης μέν, ὅπερ ἡ κίνησις σημαίνει, οὐχ οὕτω δὲ ὡς τοῦ αὐτοῦ ἀποσπασθείσης. Ὁ δὲ Ἀριστοτέλης ἀριθμόν τε τὸ μεριστὸν ἀκούων πλῆθος, καὶ κίνησιν τὴν κατὰ συνέχειαν προϊοῦσαν, ἀναγκαίως ἄμφω τῆς ψυχῆς ἀποφάσκει, ὡς διὰ τὴ μεσότητα παντὸς ὑπερέχουσαν μερισμοῦ.

48. Πῶς γὰρ χρὴ νοῆσαι μονάδα κινουμένην, καὶ ὑπὸ τίνος, καὶ πῶς, ἀμερῆ καὶ ἀδιάφορον οὖσαν; Εἰ γάρ ἐστι κινητικὴ καὶ κινητή, διαφέρειν δεῖ. Ἔτι δ’ ἐπεί φασι κινηθεῖσαν γραμμὴν ἐπίπεδον ποιεῖν, στιγμὴν δὲ γραμμήν, καὶ αἱ τῶν μονάδων κινήσεις γραμμαὶ ἔσονται· ἡ γὰρ στιγμὴ μονάς ἐστι θέσιν ἔχουσα· ὁ δ’ ἀριθμὸς τῆς ψυχῆς ἤδη πού ἐστι καὶ θέσιν ἔχει. Ἔτι δ’ ἀριθμοῦ μὲν ἐὰν ἀφέλῃ τις ἀριθμὸν ἢ μονάδα, λείπεται ἄλλος ἀριθμός· τὰ δὲ φυτὰ καὶ τῶν ζῴων πολλὰ διαιρούμενα ζῇ, καὶ δοκεῖ τὴν αὐτὴν ψυχὴν ἔχειν τῷ εἴδει. Δόξειε δ’ ἂν οὐθὲν διαφέρειν μονάδας λέγειν ἢ σωμάτια μικρά· καὶ γὰρ ἐκ τῶν Δημοκρίτου σφαιρίων ἐὰν γένωνται στιγμαί, μόνον δὲ μένῃ τὸ ποσόν, ἔσται τι ἐν αὐτῷ τὸ μὲν κινοῦν τὸ δὲ κινούμενον, ὥσπερ ἐν τῷ μεγέθει· οὐ γὰρ διὰ τὸ μεγέθει διαφέρειν ἢ μικρότητι συμβαίνει τὸ λεχθέν, ἀλλ’ ὅτι ποσόν. Διὸ ἀναγκαῖον εἶναί τι τὸ κινῆσαν τὰς μονάδας. Εἰ δ’ ἐν τῷ ζῴῳ τὸ κινοῦν ἡ ψυχή, καὶ ἐν τῷ ἀριθμῷ, ὥστε οὐ τὸ κινοῦν καὶ τὸ κινούμενον ἡ ψυχή, ἀλλὰ τὸ κινοῦν μόνον.

49. Ἔτι δὲ πῶς οἷόν τε χωρίζεσθαι τὰς ψυχὰς καὶ ἀπολύεσθαι τῶν σωμάτων, εἴ γε μὴ διαιροῦνται αἱ γραμμαὶ εἰς στιγμάς.

50. Πυθαγόρας, Ἀναξαγόρας, Πλάτων, Ξενοκράτης, Κλεάνθης θύραθεν εἰσκρίνεσθαι τὸν νοῦν.

51. Οἱ δ’ ἀπὸ Πλάτωνος καὶ Πυθαγόρου παρεῖναι μὲν καὶ ἐν τοῖς ἀρτιγενέσι τὸν λόγον φασίν, ἐπισκοτεῖσθαί γε μὴν ἐν τοῖς ἔξωθεν, καὶ μὴ ἐνεργεῖν τὴν οἰκείαν ἐνέργειαν, ἀλλ’ ἡσυχάζειν.

52. Εἰ δὲ ψυχὴ μὴ τρέφεται, πᾶν δὲ σῶμα ζῴου τρέφεται, οὐ σῶμα ἡ ψυχή.

53. Ἐν τῷ τρίτῳ περὶ τῆς διαλεκτικῆς (ὁ Χρύσιππος) ὑπειπών, ὅτι Πλάτων ἐσπούδασε περὶ τὴν διαλεκτικήν, καὶ Ἀριστοτέλης, καὶ ἀπὸ τούτων οἱ ἄχρι Πολέμωνος καὶ Στράτωνος, μάλιστα δὲ Σωκράτης· καὶ ἐπιφωνήσας ὅτι καὶ συνεξαμαρτάνειν ἄν τις θελήσειε τούτοις τοσούτοις καὶ τοιούτοις οὖσιν, ἐπιφέρει κατὰ λέξιν· Εἰ μὲν γὰρ ἐκ παρέργου περὶ αὐτῶν εἰρήκεσαν, τάχ’ ἄν τις διέσυρε τὸν τόπον τοῦτον· οὕτω δ’ αὐτῶν ἐπιμελῶς εἰρηκότων ὡς ἐν ταῖς μεγίσταις δυνάμεσι καὶ ἀναγκαιοτάταις αὐτῆς οὔσης, οὐ πιθανὸν ἐπὶ τοσοῦτον διαμαρτάνειν αὐτοὺς ἐν τοῖς ὅλοις ὄντας, οἵους ὑπονοοῦμεν.

54. Ξενοκράτης δὲ τρεῖς φησιν οὐσίας εἶναι, τὴν μὲν αἰσθητήν, τὴν δὲ νοητήν, τὴν δὲ σύνθετον καὶ δοξαστήν, ὧν αἰσθητὴν μὲν εἶναι τὴν ἐντὸς οὐρανοῦ, νοητὴν δὲ πάντων τῶν ἐκτὸς οὐρανοῦ, δοξαστὴν δὲ καὶ σύνθετον τὴν αὐτοῦ τοῦ οὐρανοῦ· ὁρατὴ μὲν γάρ ἐστι τῇ αἰσθήσει, νοητὴ δὲ δι’ ἀστρολογίας. Τούτων μέντοι τοῦτον ἐχόντων τὸν τρόπον, τῆς μὲν ἐκτὸς οὐρανοῦ καὶ νοητῆς οὐσίας κριτήριον ἀπεφαίνετο τὴν ἐπιστήμην, τῆς δὲ ἐντὸς οὐρανοῦ καὶ αἰσθητῆς τὴν αἴσθησιν, τῆς δὲ μικτῆς τὴν δόξαν· καὶ τούτων κοινῶς τὸ μὲν διὰ τοῦ ἐπιστημονικοῦ λόγου κριτήριον βέβαιόν τε ὑπάρχειν καὶ ἀληθές, τὸ δὲ διὰ τῆς αἰσθήσεως ἀληθὲς μέν, οὐχ οὕτω δὲ ὡς τὸ διὰ τοῦ ἐπιστημονικοῦ λόγου, τὸ δὲ σύνθετον κοινὸν ἀληθοῦς τε καὶ ψευδοῦς ὑπάρχειν· τῆς γὰρ δόξης τὴν μέν τινα ἀληθῆ εἶναι, τὴν δὲ ψευδῆ. Ὅθεν καὶ τρεῖς Μοίρας παραδεδόσθαι, Ἄτροπον μὲν τὴν τῶν νοητῶν, ἀμετάθετον οὖσαν, Κλωθὼ δὲ τὴν τῶν αἰσθητῶν, Λάχεσιν δὲ τὴν τῶν δοξαστῶν.

55. Ἰδιαίτερον δὲ παρὰ τοὺς ἄλλους ὁ Ξενοκράτης καὶ ταῖς ἑνικαῖς πτώσεσι χρώμενος ἔφασκε πᾶν τὸ ὂν ἢ ἀγαθόν ἐστιν ἢ κακόν ἐστιν, ἢ οὔτε ἀγαθόν ἐστιν οὔτε κακόν ἐστιν. Καὶ τῶν λοιπῶν φιλοσόφων χωρὶς ἀποδείξεως τὴν τοιαύτην διαίρεσιν προσιεμένων αὐτὸς ἐδόκει καὶ ἀπόδειξιν συμπαραλαμβάνειν. Εἰ γὰρ ἔστι τι κεχωρισμένον πρᾶγμα τῶν ἀγαθῶν καὶ κακῶν καὶ τῶν μήτε ἀγαθῶν μήτε κακῶν, ἐκεῖνο ἤτοι ἀγαθόν ἐστιν ἢ οὐκ ἔστιν ἀγαθόν. Καὶ εἰ μὲν ἀγαθόν ἐστιν, ἓν τῶν τριῶν γενήσεται· εἰ δ’ οὐκ ἔστιν ἀγαθόν, ἤτοι κακόν ἐστιν ἢ οὔτε κακόν ἐστιν οὔτε ἀγαθόν ἐστιν· εἴτε δὲ κακόν ἐστιν, ἓν τῶν τριῶν ὑπάρξει, εἴτε οὔτε ἀγαθόν ἐστιν οὔτε κακόν ἐστι, πάλιν ἓν τῶν τριῶν καταστήσεται. Πᾶν ἄρα τὸ ὂν ἤτοι ἀγαθόν ἐστιν ἢ κακόν ἐστιν, ἢ οὔτε ἀγαθόν ἐστιν οὔτε κακόν ἔστιν. Δυνάμει δὲ καὶ οὗτος χωρὶς ἀποδείξεως προσήκατο τὴν διαίρεσιν, ἐπείπερ ὁ εἰς κατασκευὴν αὐτῆς παραληφθεὶς λόγος οὐχ ἕτερός ἐστιν αὐτῆς· ὅθεν εἰ ἐν ἑαυτῇ περιέσχηκε τὴν πίστιν ἡ ἀπόδειξις, ἔσται καὶ ἡ διαίρεσις ἐξ ἑαυτῆς πιστὴ μὴ διαφέρουσα τῆς ἀποδείξεως.

56. Ἐκεῖνοι μὲν γὰρ ὅταν φῶσιν ἑτέρως λέγεσθαι ἀγαθὸν τὴν ἰδέαν, καὶ ἑτέρως τὸ μετέχον τῆς ἰδέας, σημαινόμενα ἐκτίθενται καὶ κατὰ πολὺ ἀλλήλων διεστῶτα, καὶ μηδεμίαν ἔχοντα κοινωνίαν.

57. Ἄξιον δ’ ἀναλαβεῖν τὸ δόγμα ταῖς ἐκείνου λέξεσιν, ἵνα καὶ μάθῃς, οἱ τοῦ Ξενοκράτους καὶ Σπευσίππου κατηγοροῦντες ἐπὶ τῷ μὴ τὴν ὑγείαν ἀδιάφορον ἡγεῖσθαι, μηδὲ τὸν πλοῦτον ἀνωφελές, ἐν τίνι τόπῳ τὴν κακίαν αὐτοὶ τίθενται, καὶ τίνας λόγους περὶ αὐτῆς διεξίασιν.

58. Δοκεῖ δὲ Ξενοκράτης ἰδίᾳ πραγματευόμενος περὶ τῆς ἀπὸ τῶν ζῴων Τροφῆς καὶ Πολέμων ἐν τοῖς περὶ τοῦ κατὰ φύσιν βίου συντάγμασι σαφῶς λέγειν, ὡς ἀσύμφορόν ἐστιν ἡ διὰ τῶν σαρκῶν τροφή, εἰργασμένη ἤδη καὶ ἐξομοιουμένη ταῖς τῶν ἀλόγων ψυχαῖς.

59. Ἐμνήσθην δὲ τρίτην ἡμέραν διαλεγόμενος τὸ τοῦ Ξενοκράτους, καὶ ὅτι Ἀθηναῖοι τῷ ζῶντα τὸν κριὸν ἐκδείραντι δίκην ἐπέθηκαν.

60. Ξενοκράτης τὸν εὐδαίμονα βίον καὶ τὸν σπουδαῖον ἀποδείκνυσι τὸν αὐτόν, ἐπειδὴ πάντων τῶν βίων αἱρετώτατος ὁ σπουδαῖος καὶ ὁ εὐδαίμων· ἓν γὰρ τὸ αἱρετώτατον καὶ τὸ μέγιστον.

61. Διὸ καὶ Ξενοκράτης οὐκ ἀποδείκνυσιν· οὐ γὰρ εἷς ἀριθμῷ ὁ εὐδαίμων οὐδ’ ὁ σπουδαῖος βίος, ὥστ’ οὐκ ἀναγκαῖον τὸν αὐτὸν εἶναι, διότι ἄμφω αἱρετώτατοι, ἀλλὰ τὸν ἕτερον ὑπὸ τὸν ἕτερον.

62. Ὁμοίως δὲ καὶ εὐδαίμονα, οὗ ἂν ὁ δαίμων ᾖ σπουδαῖος, καθάπερ Ξενοκράτης φησὶν εὐδαίμονα εἶναι τὸν τὴν ψυχὴν ἔχοντα σπουδαίαν· ταύτην γὰρ ἑκάστου εἶναι δαίμονα.

63. Ξενοκράτης δὲ ὁ Χαλκηδόνιος τὴν εὐδαιμονίαν ἀποδίδωσι κτῆσιν τῆς οἰκείας ἀρετῆς καὶ τῆς ὑπηρετικῆς αὐτῇ δυνάμεως· εἶτα ὡς μὲν ἐν ᾧ γίνεται, φαίνεται λέγων τὴν ψυχήν· ὡς δὲ ὑφ’ ὧν, τὰς ἀρετάς· ὡς δὲ ἐξ ὧν, ὡς μερῶν, τὰς καλὰς πράξεις, καὶ τὰς σπουδαίας ἕξεις τε καὶ διαθέσεις, καὶ κινήσεις καὶ σχέσεις· ὡς τούτων οὐκ ἄνευ τὰ σωματικὰ καὶ τὰ ἐκτός.

64. Ἐπεὶ καὶ Ξενοκράτης ἐν τῷ περὶ φρονήσεως, τὴν σοφίαν ἐπιστήμην τῶν πρώτων αἰτίων καὶ τῆς νοητῆς οὐσίας εἶναί φησι· τὴν φρόνησιν ἡγούμενος διττήν· τὴν μὲν πρακτικήν· τὴν δὲ θεωρητικήν· ἣν δὴ σοφίαν ὑπάρχειν ἀνθρωπίνην· διόπερ ἡ μὲν σοφία φρόνησις· οὐ μὴν πᾶσα φρόνησις σοφία.

65. Οὐκ ἔστι δὲ τὸ δὶς φθέγξασθαι ταὐτὸν ὄνομα τῶν ἀτόπων, ἀλλὰ τὸ πλεονάκις περί τινος τὸ αὐτὸ κατηγορεῖν, οἷον ὡς Ξενοκράτης τὴν φρόνησιν ὁριστικὴν καὶ θεωρητικὴν τῶν ὄντων φησὶν εἶναι. Ἡ γὰρ ὁριστικὴ θεωρητική τίς ἐστιν, ὥστε δὶς τὸ αὐτὸ λέγει προσθεὶς πάλιν καὶ θεωρητικήν.

66. Ξενοκράτης ὁ Πλάτωνος ἑταῖρος ἔλεγε, μηδὲν διαφέρειν, ἢ τοὺς πόδας ἢ τοὺς ὀφθαλμοὺς εἰς ἀλλοτρίαν τρίαν οἰκίαν τιθέναι. Ἐν ταὐτῷ γὰρ ἁμαρτάνειν τόν τε εἰς ἃ μὴ δεῖ χωρία βλέποντα, καὶ εἰς οὓς μὴ δεῖ τόπους παριόντα.

67. Ξενοκράτης ἔλεγεν, ὥσπερ τὸ κακοπρόσωπον αἴσχει προσώπου, καὶ μοχθηρίᾳ τινὶ μορφῆς τὸ δύσμορφον, οὕτω δαίμονος κακίᾳ τοὺς πονηροὺς κακοδαίμονας ὀνομάζομεν.

68. Διὸ καὶ Ξενοκράτης τοῖς παισὶ μᾶλλον, ἢ τοῖς ἀθληταῖς, ἐκέλευε περιάπτειν ἀμφώτιδας, ὡς ἐκείνων μὲν τὰ ὦτα ταῖς πληγαῖς, τούτων δὲ τοῖς λόγοις τὰ ἤθη διαστρεφομένων· οὐκ ἀνηκοΐαν, οὐδὲ κωφότητα προμνώμενος, ἀλλὰ τῶν λόγων τοὺς φαύλους φυλάττεσθαι παραινῶν, πρὶν ἑτέρους χρηστούς, ὥσπερ φύλακας ἐντραφέντας ὑπὸ φιλοσοφίας τῷ ἤθει, τὴν μάλιστα κινουμένην αὐτοῦ καὶ ἀναπειθομένην χώραν κατασχεῖν.

69. Φιλόσοφός τις ἔλεγε· μεγάλους δεῖ λαμβάνειν μισθοὺς μαθητῶν τοὺς διδασκάλους, παρὰ μὲν τῶν εὐφυῶν, ὅτι πολλὰ μανθάνουσι, παρὰ δὲ τῶν ἀφυῶν, ὅτι πολὺν κόπον παρέχουσιν.

70. Τὰ μὲν οὖν ζῷα οὕτω πάλιν διῃρεῖτο, εἰς ἰδέας τε καὶ μέρη, πάντα τρόπον διαιρῶν, ἕως εἰς τὰ πάντων δεῖ στοιχεῖα ἀφίκετο τῶν ζῴων, ἃ δὴ πέντε σχήματα καὶ σώματα ὠνόμαζεν, εἰς αἰθέρα καὶ πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα.

71. Παραιτητέοι γὰρ Ἐπιμενίδης καὶ Εὔδοξος καὶ Ξενοκράτης ὑπονοοῦντες τῇ Παρθενίδι τότε μιγῆναι τὸν Ἀπόλλω, καὶ κύουσαν αὐτὴν ἐκ μὴ οὕτως ἐχούσης καταστῆσαί τε καὶ προαγγεῖλαι διὰ τῆς προφήτιδος· τοῦτο μὲν οὖν οὐδαμῶς προσίεσθαι.

72. Φασὶ δὲ καὶ Τριπτόλεμον Ἀθηναίοις νομοθετῆσαι, καὶ τῶν νόμων αὐτοῦ τρεῖς ἔτι Ξενοκράτης ὁ φιλόσοφος λέγει διαμένειν Ἐλευσῖνι τούσδε· γονεῖς τιμᾶν, θεοὺς καρποῖς ἀγάλλειν, ζῷα μὴ σίνεσθαι. Τοὺς μὲν οὖν δύο καλῶς παραδοθῆναι· δεῖ γὰρ τοὺς μὲν γονεῖς εὐεργέτας ἡμῶν γεγενημένους ἀντευποιεῖν ἐφ’ ὅσον ἐνδέχεται, τοῖς θεοῖς δὲ ἀφ’ ὧν ἔδωκαν ἡμῖν ὠφελίμων εἰς τὸν βίον ἀπαρχὰς ποιεῖσθαι· περὶ δὲ τοῦ τρίτου διαπορεῖ, τί ποτε διανοηθεὶς ὁ Τριπτόλεμος παρήγγειλεν ἀπέχεσθαι τῶν ζῴων. Πότερον γάρ, φησίν, ὅλως οἰόμενος εἶναι δεινὸν τὸ ὁμογενὲς κτείνειν ἢ συνιδὼν ὅτι συνέβαινεν ὑπὸ τῶν ἀνθρώπων τὰ χρησιμώτατα τῶν ζῴων εἰς τροφὴν ἀναιρεῖσθαι· βουλόμενον οὖν ἥμερον ποιῆσαι τὸν βίον πειραθῆναι καὶ τὰ συνανθρωπεύοντα καὶ μάλιστα τῶν ζῴων ἥμερα διασώζειν· ζειν· εἰ μὴ ἄρα διὰ τὸ προστάξαι τοῖς καρποῖς τοὺς θεοὺς τιμᾶν ὑπολαβὼν μᾶλλον ἂν διαμεῖναι τὴν τιμὴν ταύτην, εἰ μὴ γίγνοιντο τοῖς θεοῖς διὰ τῶν ζῷων θυσίαι. Πολλὰς δὲ αἰτίας τοῦ Ξενοκράτους καὶ ἄλλας οὐ πάνυ ἀκριβεῖς ἀποδιδόντος ἡμῖν αὔταρκες τοσοῦτον ἐκ τῶν εἰρημένων, ὅτι τοῦτο νενομοθέτητο ἐκ τοῦ Τριπτολέμου.

73. Χρημάτων αὐτῷ κομισθέντων ἀπ’ Ἀλεξάνδρου, ἑστιάσας τοὺς κομίζοντας τὸν αὑτοῦ τρόπον, ἀπαγγείλατε, ἔφη, Ἀλεξάνδρῳ, ὅτι ἔστ’ ἂν οὕτω ζῶ, οὐ δέομαι ταλάντων πεντήκοτα. Τοσαῦτα γὰρ ἦν τὰ πεμφθέντα.

74. Ξενοκράτης εἴ ποτε σταμνίον οἴνου ἀνοίξειεν, οὐ ἔφθανεν ὁ οἶνος τρεπόμενος πρὶν ἀναλωθῆναι· καὶ τὰ ὄψα δὲ πολλάκις ἕωλα ἐξέῤῥιπτεν. Ἔνθεν καὶ ἡ παροιμία τὸ Ξενοκράτους τυρίον ἐπὶ τῶν ἐπὶ πολὺ παραμενόντων καὶ μὴ τάχιστα ἀναλισκομένων.

75. Ξενοκράτης διαιρῶν ἕκαστον μέρος τῆς ἡμέρας εἰς πρᾶξίν τινα καὶ τῇ σιωπῇ μέρος ἀπένεμε.

76. Ξενοκράτης νέον φιλοσοφεῖν βουλόμενον ἤρετο εἰ γεγεωμέτρηκε· τοῦ δ’ ἀποφήσαντος, ἀλλ’ εἰ ἠστρονόμηκε· καὶ τοῦτο ἀπειπόντος, ἀλλ’ εἰ τὰ τῶν ποιητῶν ἀνέγνωκεν· ὁ δὲ καὶ τοῦτο ἔξαρνος ἦν· ἄλλως δὲ εἰ γράμματα οἶδεν· οὐδὲ ταῦτα ᵃ ἔφη ἐκεῖνος εἰδέναι. Πόκος τοίνυν, εἶπεν ὁ Ξενοκράτης, ὑπὸ γναφέως ᵇ οὐ πλύνεται.

77. Ξενοκράτης, ὁπότε τις αὐτῷ σχολάζειν ἤθελεν οὐδενὸς τῶν ἐγκυκλίων μαθημάτων μετειληφώς, ἄπιθι, εἶπε, λαβὰς οὐκ ἔχεις πρὸς φιλοσοφίαν· δεῖ γὰρ προμεμαλάχθαι διὰ τούτων τὴν ψυχήν.

78. Ξενοκράτης δὲ ὁ Χαλκηδόνιος ἀέναον τὴν ὕλην, ἐξ ἧς ἅπαντα γεγονέναι, προσηγόρευσε.