The Greek Library Author

Philostratus

Ἡρωικός

Author namesPhilostrate · Flavius Philostrate · Flavius Philostratus

Scientific editors
Carl Ludwig Kayser
Edition reference
Flavii Philostrati Opera · Lipsiae · Teubner · 1871
CTS identifier
urn:cts:greekLit:tlg0638.tlg004.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Ἀμπελουργός

Ἴων εἶ, ξένε, ἢ πόθεν;

Φοῖνιξ

Φοῖνιξ, ἀμπελουργέ, τῶν περὶ Σιδῶνα καὶ Τύρον. τὸ δὲ Ἰωνικὸν τῆς στολῆς ἐπιχώριον ἤδη καὶ ἡμῖν τοῖς ἐκ Φοινίκης.

Ἀμπελουργός

πόθεν οὖν μετεσκεύασθε;

Φοῖνιξ

Σύβαρις Ἰωνικὴ τὴν Φοινίκην κατέσχεν ὁμοῦ πᾶσαν, καὶ γραφὴν ἐκεῖ ἄν τις, οἶμαι, φύγοι μὴ τρυφῶν.

Ἀμπελουργός

βαδίζεις δὲ ποῖ μετέωρός τε καὶ ὑπὲρ πάντα τὰ ἐν ποσίν;

Φοῖνιξ

συμβόλου καὶ φήμης, ἀμπελουργέ, δέομαι περὶ εὐπλοίας, φασὶ γὰρ ἡμᾶς ἀφήσειν ἐς τὸν Αἰγαῖον αὐτόν· δεινὴ δέ, οἶμαι, ἡ θάλαττα καὶ οὐ ῥᾳδία πλεῦσαι. βαδίζω δὲ τὴν ἐναντίαν ὁδὸν τῷ ἀνέμῳ· καὶ γὰρ ὑπὲρ εὐπλοίας πρὸς τουτονὶ τὸν σκοπὸν θεωροῦσι Φοίνικες.

Ἀμπελουργός

σοφοί γε, ὦ ξένε, τὰ ναυτικὰ ὄντες· ὑμεῖς γάρ που καὶ τὴν ἑτέραν ἄρκτον ἐνεσημήνασθε τῷ οὐρανῷ καὶ πρὸς αὐτὴν πλεῖτε. ὥσπερ δὲ τὰς ναυτιλίας τιλίας ἐπαινεῖσθε, οὕτω τὰς ἐμπορίας διαβέβλησθε ὡς φιλοχρήματοί τε καὶ τρῶκται.

Φοῖνιξ

σὺ δὲ οὐ φιλοχρήματος, ἀμπελουργέ, ζῶν ἐν ταύταις ταῖς ἀμπέλοις καὶ ζητῶν ἴσως ὅστις μὲν ὀπωριεῖ καταβαλών σοι δραχμὴν τῶν βοτρύων,

Φοῖνιξ

ὅτῳ δὲ ἀποδώσῃ τὸ γλεῦκος ἢ ὅτῳ τὸν ἀνθοσμίαν; ὅν, οἶμαι, καὶ κατορωρυγμένον φῂς ἔχειν ὥσπερ ὁ Μάρων.

Ἀμπελουργός

ξένε Φοῖνιξ, εἰ μὲν εἰσί που τῆς γῆς Κύκλωπες, οὓς λέγεται ἡ γῆ ἀργοὺς βόσκειν φυτεύοντας οὐδέν, οὐδὲ σπείροντας, ἀφύλακτα μὲν τὰ φυόμενα εἴη ἄν, καίτοι Δήμητρός γε καὶ Διονύσου ὄντα, πωλοῖτο δʼ ἂν οὐδὲν ἐκ τῆς γῆς, ἀλλʼ ἄτιμά τε καὶ κοινὰ φύοιτʼ ἄν, ὥσπερ ἐν Συῶν ἀγορᾷ· σπείρειν δὲ ὅπου χρὴ καὶ ἀροῦν καὶ φυτεύειν καὶ ἄλλο ἐπʼ ἄλλῳ ποιεῖν προσκείμενον τῇ γῇ ὑποκείμενον ταῖς ὥραις, ἐνταῦθα πωλεῖν τε χρὴ καὶ ὠνεῖσθαι. δεῖ γὰρ καὶ γεωργίᾳ χρημάτων, καὶ ἄνευ τούτων οὔτε ἀρότην θρέψεις οὔτε ἀμπελουργὸν οὔτε βουκόλον οὔτε αἰπόλον, οὐδὲ κρατὴρ ἔσται σοι πιεῖν ἢ σπεῖσαι, καὶ γὰρ τὸ ἥδιστον τῶν ἐν γεωργίᾳ, τὸ τρυγᾶν ἀμπέλους, μισθοῦ χρὴ πράττειν, εἰ δὲ μή, ἄοινοί τε καὶ ἀργοὶ ἑστήξουσιν, ὥσπερ γεγραμμέναι. ταυτὶ μὲν οὖν, ὦ ξένε, ὑπὲρ παντὸς εἴρηκα τοῦ τῶν γεωργῶν κύκλου, τοὐμὸν δὲ πολλῷ ἐπιεικέστερον· οὐ γὰρ ξυμβάλλω ἐμπόροις, οὐδὲ τὴν δραχμὴν ὅ τι ἐστί, γιγνώσκω, ἀλλὰ βοῦν σίτου καὶ οἴνου τράγον καὶ τοιαῦτα τοιούτων ἢ ὠνοῦμαι ἢ αὐτὸς ἀποδίδομαι σμικρὰ εἰπών τε καὶ ἀκούσας.

Φοῖνιξ

χρυσῆν ἀγορὰν λέγεις, ἀμπελουργέ, καὶ ἡρώων μᾶλλον ἢ ἀνθρώπων. ἀλλὰ καὶ ὁ κύων οὗτος τί ἐθέλει; περίεισι γὰρ με προσκνυζόμενος τοῖς ποσὶ καὶ παρέχων τὸ οὖς ἁπαλόν τε καὶ πρᾷον.

Ἀμπελουργός

τοὐμὸν ἦθος ἑρμηνεύει σοι, ξένε, καὶ ὅτι πρὸς τοὺς δεῦρο ἀφικνουμένους οὕτω μετρίως καὶ χρηστῶς ἔχομεν, ὡς μηδὲ τῷ κυνὶ ξυγχωρεῖν ὑλακτεῖν αὐτούς, ἀλλὰ προσδέχεσθαί τε καὶ ὑποπίπτειν ἥκοντας.

Φοῖνιξ

ἔξεστιν οὖν ἀμπέλῳ προσβαλεῖν;

Ἀμπελουργός

φθόνος οὐδείς· εἰσὶ γὰρ ἡμῖν ἱκανοί γε βότρυς.

Φοῖνιξ

τί δέ; καὶ συκάσαι;

Ἀμπελουργός

καὶ τούτου ἄδεια, περίεστι γὰρ καὶ σύκων· καὶ κάρυα δοίην καὶ μῆλα δοίην καὶ μυρία ἀγαθὰ ἕτερα, φυτεύω δὲ αὐτὰ οἷον παροψήματα τῶν ἀμπέλων.

Φοῖνιξ

τί ἂν οὖν καταβάλοιμι;

Ἀμπελουργός

τί δʼ ἄλλο γʼ, ὦ Φοῖνιξ, ἢ φαγεῖν τε ἡδέως καὶ ἐπισιτίσασθαι καὶ ἀπελθεῖν χαίρων;

Φοῖνιξ

Ἀλλʼ ἦ φιλοσοφεῖς, ἀμπελουργέ;

Ἀμπελουργός

καὶ σύν γε τῷ καλῷ Πρωτεσίλεῳ.

Φοῖνιξ

σοὶ δὲ τί καὶ τῷ Πρωτεσίλεῳ κοινόν, εἰ τὸν ἐκ Θετταλίας λέγεις;

Ἀμπελουργός

ἐκεῖνον λέγω τὸν τῆς Λαοδαμείας, τουτὶ γὰρ χαίρει ἀκούων.

Φοῖνιξ

τί δὲ δὴ δεῦρο πράττει;

Ἀμπελουργός

ζῇ καὶ γεωργοῦμεν.

Φοῖνιξ

Ἀναβεβιωκὼς ἢ τί;

Ἀμπελουργός

οὐδὲ αὐτὸς λέγει, ὦ ξένε, τὰ ἑαυτοῦ πάθη, πλήν γε δὴ ὅτι ἀποθάνοι μὲν διʼ Ἑλένην ἐν Τροίᾳ, ἀναβιῴη δὲ ἐν Φθίᾳ Λαοδαμείας ἐρῶν.

Φοῖνιξ

καὶ μὴν ἀποθανεῖν γε μετὰ τὸ ἀναβιῶναι λέγεται, ἀναπεῖσαί τε τὴν γυναῖκα ἐπισπέσθαι οἱ.

Ἀμπελουργός

λέγει καὶ αὐτὸς ταῦτα, ἀλλʼ ὅπως καὶ μετὰ τοῦτο ἀνῆλθε πάλαι μοι βουλομένῳ μαθεῖν οὐ λέγει, Μοιρῶν τι ἀπόρρητον, ὥς φησι, κρύπτων. καὶ οἱ συστρατιῶται δὲ αὐτοῦ οἱ ἐν τῇδε τῇ Τροίᾳ ἔτι ἐν τῷ πεδίῳ φαίνονται μάχιμοι τὸ σχῆμα καὶ σείοντες τοὺς λόφους.

Φοῖνιξ

ἀπιστῶ, νὴ τὴν Ἀθηνᾶν, ἀμπελουργέ, καίτοι οὕτω βουλόμενος ταῦτα ἔχειν. εἰ δὲ μὴ πρὸς τοῖς φυτοῖς εἶ, μηδὲ ὀχετηγεῖς, ἤδη δίελθέ μοι ταῦτά τε καὶ ὅσα τοῦ Πρωτεσίλεω γιγνώσκεις· καὶ γὰρ ἂν χαρίζοιο τοῖς ἥρωσιν, εἰ πιστεύων ἀπέλθοιμι.

Ἀμπελουργός

Οὐκέτʼ, ὦ ξένε, κατὰ μεσημβρίαν τὰ φυτὰ πίνει, μετόπωρον γὰρ ἤδη καὶ ἄρδει αὐτὰ ἡ ὥρα· σχολὴ οὖν μοι διελθεῖν πάντα. μηδὲ γὰρ λανθάνοι τοὺς χαρίεντας τῶν ἀνθρώπων θεῖα οὕτω καὶ μεγάλα ὄντα. βέλτιον δὲ καὶ ἐν καλῷ τοῦ χωρίου ἱζῆσαι.

Φοῖνιξ

ἡγοῦ δή, ὡς ἑψομένου καὶ ὑπὲρ τὰ μέσα τῆς Θρᾴκης.

Ἀμπελουργός

παρέλθωμεν ἐς τὸν ἀμπελῶνα, ὦ Φοῖνιξ, καὶ γὰρ ἂν καὶ εὐφροσύνης τι ἐν αὐτῷ εὕροις.

Φοῖνιξ

παρέλθωμεν, ἡδὺ γάρ που ἀναπνεῖ τῶν

Ἀμπελουργός

τί λέγεις ἡδύ; θεῖον· τῶν μὲν γὰρ ἀγρίων δένδρων αἱ ἄνθαι εὔοσμοι, τῶν δὲ ἡμέρων οἱ καρποί. εἰ δὲ ἐντύχοις ποτὲ φυτῷ ἡμέρῳ παρὰ τὴν ἄνθην εὐώδει, δρέπου τῶν φύλλων μᾶλλον, ἐκείνων γὰρ τὸ ὀδωδέναι.

Φοῖνιξ

ὡς ποικίλη σοι ἡ ὥρα τοῦ χωρίου, καὶ ὡς ἐκδεδώκασιν ἱλαροὶ οἱ βότρυς, τὰ δένδρα τε ὡς διάκειται πάντα καὶ ὡς ἀμβροσία ἡ ὀσμὴ τοῦ χωρίου. τοὺς δρόμους δέ, οὓς ἀνῆκας, χαρίεντας μὲν ἡγοῦμαι, τρυφᾶν δέ μοι δοκεῖς, ἀμπελουργέ, τοσαύτῃ γῇ ἀργῷ χρώμενος.

Ἀμπελουργός

ἱεροί, ξένε, οἱ δρόμοι, γυμνάζεται γὰρ ἐν αὐτοῖς ὁ ἥρως.

Φοῖνιξ

ἐρεῖς ταῦτα, ἐπειδὰν ἱζήσωμεν οὗ ἄγεις. νυνὶ δέ μοι ἐκεῖνο εἰπέ· οἰκεῖα γεωργεῖς ταῦτα ἢ δεσπότης μὲν αὐτῶν ἕτερος, σὺ δὲ τρέφοντα τοῦτον τρέφεις, ὥσπερ τὸν τοῦ εὐριπίδου Οἰνέα;

Ἀμπελουργός

ἓν τοῦτο ἐκ πολλῶν γήδιον λείπεταί μοι τρέφον οὔκ ἀνελευθέρως, τοὺς δὲ ἄλλους ἀγροὺς ἀφείλοντό με οἱ δυνατοὶ κομιδῇ ὀρφανόν. καὶ τουτὶ δὲ τὸ χωρίδιον ὑπὸ Ξείνιδος ἤδη τοῦ Χερρονησίτου κατεχόμενον ἐξείλετο ὁ Πρωτεσίλεως προσβαλών τι αὐτῷ ἑαυτοῦ φάμα, ὑφʼ οὗ τὰς ὄψεις ἀνακοπεὶς ἀπῆλθε τυφλός.

Φοῖνιξ

ἀγαθόν γε τοῦ ἀγροῦ φύλακα ἐκτήσω, καὶ οὐδὲ λύκου τινὸς ἔφοδον, οἶμαι, δέδιας ἐγρηγορότος οὑτωσὶ τοῦ φίλου.

Ἀμπελουργός

ἀληθῆ λέγεις· οὐδὲ γὰρ θηρίῳ συγχωρεῖ ἐσφοιτᾶν οὐδενί, οὐδὲ ὄφις ἐνταῦθα, οὐδὲ φαλάγγιον, οὐδὲ συκοφάντης ἡμῖν περὶ τοῦ ἀγροῦ ἐπιτίθεται. τὸ δὲ θηρίον τοῦτο δεινῶς ἀναιδές, ἀπόλλυσι γοῦν ἐν ἀγορᾷ.

Φοῖνιξ

τὴν δὲ φωνήν, ἀμπελουργέ, πῶς ἐπαιδεύθης; οὐ γάρ μοι τῶν ἀπαιδεύτων φαίνῃ.

Ἀμπελουργός

ἐν ἄστει, ξένε, τὸ πρῶτον ἐτρίβομεν τοῦ βίου διδασκάλοις χρώμενοι καὶ φιλοσοφοῦντες. πονήρως οὖν τὰ ἐμὰ εἶχεν, ἐπὶ δούλοις γὰρ ἦν τὰ γεωργούμενα, οἱ δʼ ἀπέφερον ἡμῖν οὐδέν, ὅθεν δανείζεσθαί τε ἐπὶ τῷ ἀγρῷ ἔδει καὶ πεινῆν, καὶ δῆτʼ ἀφικόμενος ἐνταῦθα ξύμβουλον ἐποιούμην τὸν Πρωτεσίλεων, ὁ δʼ ὀργήν μοι δικαίαν ἔχων, ἐπειδὴ καταλιπὼν αὐτὸν ἐν ἄστει ἔζων, ἐσιώπα. λιπαροῦντος δέ μου καὶ ἀπολεῖσθαι φάσκοντος, εἰ ἀμεληθείην μεταμφίασαι ἔφη. τοῦτʼ ἐπʼ ἐκείνης μὲν τῆς ἡμέρας ἀργῶς ἤκουσα, μετὰ ταῦτα μέντοι βασανίζων αὐτὸ ξυνῆκα, ὅτι μεταβαλεῖν κελεύει με τὸ τοῦ βίου σχῆμα. ὅθεν διφθέραν τε ἐναρμοσάμενος καὶ σμινύην φέρων καὶ οὐδὲ τὴν ἐς ἄστυ ὁδὸν ἔτι γιγνώσκων βρύει μοι τὰ ἐν τῷ ἀγρῷ πάντα, κἂν νοσήσῃ προβάτιον ἢ σμῆνος ἢ δένδρον, ἰατρῷ χρῶμαι τῷ Πρωτεσίλεῳ ξυνών τε αὐτῷ καὶ τῇ γῇ προσκείμενος, σοφώτερός τε ἐμαυτοῦ γίγνομαι, περίεστι γὰρ καὶ σοφίας αὐτῷ.

Φοῖνιξ

μακάριε τῆς ξυνουσίας καὶ τοῦ ἀγροῦ, εἰ μὴ μόνον ἐλάας καὶ βότρυς ἐν αὐτῷ τρυγᾷς, ἀλλὰ καὶ σοφίαν δρέπῃ θείαν τε καὶ ἀκήρατον.

Φοῖνιξ

καὶ ἴσως ἀδικῶ τὴν ἐν σοὶ σοφίαν, καλῶν γε ἀμπελουργόν.

Ἀμπελουργός

οὕτω κάλει, καὶ γὰρ ἂν χαρίζοιο τῷ Πρωτεσίλεῳ γεωργόν τε ἐμὲ καὶ κηπουρὸν καὶ τὰ τοιαῦτα ὀνομάζων.

Φοῖνιξ

ἐνταῦθα οὖν, ἀμπελουργέ, ξύνεστε ἀλλήλοις;

Ἀμπελουργός

ἐνταῦθα, ξένε. πῶς δὲ ἐτεκμήρω;

Φοῖνιξ

ὅτι μοι δοκεῖ τὸ μέρος τοῦ ἀγροῦ τούτου ἥδιστόν τε εἶναι καὶ θεῖον, καὶ εἰ μὲν ἀναβιῴη ἄν τις ἐνταῦθα, οὐκ οἶδα, βιῴη δʼ ἂν ἥδιστά τε καὶ ἀλυπότατα ἐξελθὼν τοῦ ὁμίλου. δένδρα τε γὰρ ὑπερμήκη ταῦτα χρόνου αὐτὰ ἄραντος, ὕδωρ τε ἐκ πηγῶν τουτὶ ποικίλον, καὶ ἀρύεσθε, οἶμαι, αὐτὸ ὥσπερ ἄλλου καὶ ἄλλου ἀνθοσμίου πίνοντες. σὺ δὲ καὶ σκηνὰς φυτεύεις ξυμπλέκων τὰ δένδρα καὶ ξυναρμόττων, ὡς οὐδʼ ἂν στέφανόν τις ἐκ λειμῶνος ἀκηράτου ξυμβάλοι.

Ἀμπελουργός

καὶ οὔπω, ξένε, τῶν ἀηδόνων ἤκουσας, οἷον τῷ χωρίῳ ἐναττικίζουσιν, ἐπειδὰν δείλη τε ἥκῃ καὶ ἡμέρα ἄρχηται.

Φοῖνιξ

δοκῶ μοι ἀκηκοέναι ξυντίθεσθαί τε μηδὲ θρηνεῖν αὐτάς, ἀλλὰ ᾅδειν μόνον. πλὴν εἰπὲ τὰ τῶν ἡρώων, ἥδιον γὰρ ἂν τούτων ἀκούοιμι. ξυγχωρεῖς δέ που καὶ ἱζῆσαι;

Ἀμπελουργός

ξυγχωρεῖ ὁ ἥρως χρηστὸς ὢν ξενίζων τουτοισὶ τοῖς θάκοις.

Φοῖνιξ

ἰδοὺ ἀναπαύομαι, τὸ γὰρ ξένιον ἡδὺ τῷ γε ἀκροασομένῳ λόγου σπουδαιοτέρου.

Ἀμπελουργός

ἐρώτα ξένε, ὅ τι βούλει, καὶ οὐ μάτην ἀφῖχθαι φήσεις. Ὀδυσσεῖ μὲν γάρ, ὁπότε πόρρω τῆς νεὼς ἤλυεν, ἐντυχὼν ὁ Ἑρμῆς ἤ τις τῶν παρʼ Ἑρμοῦ σοφῶν ἐς κοινωνίαν λόγου τε καὶ σπουδῆς ἀφίκετο, τουτὶ γὰρ ἡγεῖσθαι προσήκει τὸ μῶλυ, σὲ δὲ ὁ Πρωτεσίλεως ἱστορίας τε διʼ ἐμοῦ ἐμπλήσει καὶ ἡδίω ἀποφανεῖ καὶ σοφώτερον. τὸ γὰρ πολλὰ γιγνώσκειν πολλοῦ ἄξιον.

Φοῖνιξ

Ἀλλʼ οὐκ ἀλύω, βέλτιστε, κατὰ δὲ θεόν, νὴ τὴν Ἀθηνᾶν, ἥκω. ξυνίημι γὰρ λοιπὸν τοῦ ἐνυπνίου.

Ἀμπελουργός

καὶ πῶς ἔχει σοι τὸ ἐνύπνιον; θεῖον γάρ τι ὑποδηλώσεις.

Φοῖνιξ

πλέω μὲν ἐξ Αἰγύπτου καὶ Φοινίκης πέμπτην καὶ τριακοστὴν ἤδη που ταύτην ἡμέραν, κατασχούσης δὲ τῆς νεὼς ἐς Ἐλεοῦντα τοῦτον ἔδοξα τὰ Ὁμήρου ἔπη ἀναγιγνώσκειν, ἐν οἷς τὸν κατάλογον τῶν Ἀχαιῶν φράζει, καὶ ξυνεκάλουν τοὺς Ἀχαιοὺς ἐμβῆναι τὴν ναῦν ὡς ἀποχρῶσαν ὁμοῦ πᾶσιν. ἐπεὶ δὲ ἐξέθορον τοῦ ἐνυπνίου, καὶ γάρ με καὶ φρίκης τι ὑπεληλύθει, ξυνεβαλόμην μὲν αὐτὸ ἐς βραδυτῆτα τοῦ πλοῦ καὶ μῆκος, αἱ γὰρ τῶν ἀποθανόντων ὄψεις ἀργοὶ τοῖς ἐσπουδακόσι, βουληθεὶς δὲ ξυμβόλῳ περὶ τοῦ ἐνυπνίου χρήσασθαι, οὐδὲ γὰρ τὸ πνεῦμα πω ξυνεχώρει πλεῖν, ἐξαλλάττω δεῦρο ἀπὸ τῆς νεώς, βαδίζων δέ, ὡς εἶδες, πρώτῳ ἐντετύχηκα σοὶ καὶ περὶ τοῦ Πρωτεσίλεω διαλεγόμεθα, διαλεξόμεθα δὲ καὶ περὶ τοῦ καταλόγου τῶν ἡρώων, φῂς γὰρ οὕτω ποιήσειν. καὶ τὸ καταλέγειν σφᾶς ἐς τὴν ναῦν εἴη ἂν τὸ συλλεξάμενον τὸν περὶ αὐτῶν λόγον εἶτα ἐμβῆναι.

Ἀμπελουργός

κατὰ θεὸν ἥκεις ἀληθῶς, ξένε, καὶ ὑγιῶς ἐξηγῇ τὴν ὄψιν. περαίνωμεν οὖν τὸν λόγον, μὴ καὶ θρύπτεσθαι με φῇς διάγοντά σε ἀπʼ αὐτοῦ.

Φοῖνιξ

ἃ ποθῶ μαθεῖν, ξυνίης δή γε· αὐτὴν γὰρ τὴν ξυνουσίαν, ἥτις ἐστί σοι πρὸς τὸν Πρωτεσίλεων, καὶ ὁποῖος ἥκει καὶ εἴ τι παραπλήσιον τοῖς ποιηταῖς ἢ διηγνοημένον αὐτοῖς περὶ τῶν Τρωικῶν οἶδεν, ἀκοῦσαι δέομαι. Τρωικὰ δὲ λέγῳ τὰ τοιαῦτα· τήν τε ἐν Αὐλίδι ξυλλογὴν τοῦ στρατοῦ καὶ καθʼ ἕνα τοὺς ἥρως εἰ καλοί τε, ὡς ᾅδονται, καὶ ἀνδρεῖοι καὶ σοφοὶ ἦσαν. τὸν γὰρ πόλεμον, ὃς περὶ τῇ Τροίᾳ ἐγένετο, πῶς ἂν διηγοῖτο μήτε διαπολεμήσας αὐτὸν ἀποθανών τε πρῶτος τοῦ Ἑλληνικοῦ παντὸς ἐν αὐτῇ, φασί, τῇ ἀποβάσει;

Ἀμπελουργός

εὔηθες τουτί σοι, ξένε, ψυχαῖς γὰρ θείαις οὕτω καὶ μακαρίαις ἀρχὴ βίου τὸ καθαρεῦσαι τοῦ σώματος· θεούς τε γάρ, ὧν ὀπαδοί εἰσι, γιγνώσκουσι τότε οὐκ ἀγάλματα θεραπεύουσαι καὶ ὑπονοίας, ἀλλὰ ξυνουσίας φανερὰς πρὸς αὐτοὺς ποιούμεναι, τά τε τῶν ἀνθρώπων ὁρῶσιν ἐλεύθεραι νόσων τε καὶ σώματος, ὅτε δὴ καὶ μαντικῆς σοφίας ἐμφοροῦνται καὶ τὸ χρησμῶδες αὐταῖς ἐμβακχεύει.

Ἀμπελουργός

τὰ γοῦν Ὁμήρου ποιήματα τίνα φήσεις οὕτως ἀνεγνωκέναι τῶν σφόδρα βασανιζόντων ὅμηρον, ὡς ἀνέγνωκέ τε ὁ Πρωτεσίλεως καὶ διορᾷ αὐτά; καίτοι, ξένε, πρὸ Πριάμου καὶ Τροίας οὐδὲ ῥαψῳδία τις ἦν, οὐδὲ ᾔδετο τὰ μήπω πραχθέντα, ποιητικὴ μὲν γὰρ ἦν περί τε τὰ μαντεῖα περί τε τὸν Ἀλκμήνης Ἡρακλέα, καθισταμένη τε ἄρτι καὶ οὔπω ἡβάσκουσα, Ὅμηρος δὲ οὔπω ᾖδεν, ἀλλʼ οἱ μὲν Τροίας ἁλούσης, οἱ δὲ ὀλίγαις, οἱ δʼ ὀκτὼ γενεαῖς ὕστερον ἐπιθέσθαι αὐτὸν τῇ ποιήσει λέγουσιν. ἀλλʼ ὅμως οἶδεν ὁ Πρωτεσίλεως τὰ Ὁμήρου πάντα, καὶ πολλὰ μὲν ᾅδει Τρωικὰ μεθʼ ἑαυτὸν γενόμενα, πολλὰ δὲ Ἑλληνικά τε καὶ Μηδικά, τήν τε γοῦν στρατείαν τὴν Ξέρξου τρίτην ὀνομάζει φθορὰν ἀνθρώπων μετὰ τὴν ἐπὶ Δευκαλίωνός τε καὶ Φαέθοντος ξυμβᾶσαν, ἐπειδὴ πλεῖστα ἔθνη ἐν αὐτῇ ἐφθάρη.

Φοῖνιξ

κέρας Ἀμαλθείας ἐμπλήσεις, ἀμπελουργέ, τοσαῦτα εἰδότος τοῦ ἑταίρου. ὑγιῶς γάρ που ἀπαγγελεῖς αὐτὰ καὶ ὡς ἤκουσας.

Ἀμπελουργός

νὴ Δίʼ, ἢ ἀδικοίην ʽἂνʼ φιλόσοφόν τε καὶ φιλαλήθη ἥρωα μὴ τιμῶν ἀλήθειαν, ἣν ἐκεῖνος μητέρα ἀρετῆς ὀνομάζειν εἴωθεν.

Φοῖνιξ

δοκῶ μοι καὶ κατʼ ἀρχὰς τῶν λόγων ὡμολογηκέναι πρὸς σὲ τὸ ἐμαυτοῦ πάθος· φημὶ γὰρ ἀπίστως διακεῖσθαι πρὸς τὰ μυθώδη. τὸ δὲ αἴτιον· οὐδενί πω ἑωρακότι αὐτὰ ξυγγέγονα, ἀλλʼ ὁ μὲν ἑτέρου ἀκηκοέναι φησίν, ὁ δὲ οἴεσθαι, τὸν δὲ ποιητὴς ἐπαίρει. καὶ τὰ λεγόμενα δὲ περὶ τοῦ μεγέθους τῶν ἡρώων, ὡς δεκαπήχεις ἦσαν, χαρίεντα μὲν κατὰ μυθολογίαν ἡγοῦμαι,

Φοῖνιξ

ψευδῆ δὲ καὶ ἀπίθανα τῷ γε θεωροῦντι αὐτὰ πρὸς τὴν φύσιν, ἧς μέτρα οἱ νῦν ἄνθρωποι.

Ἀμπελουργός

ταυτὶ δὲ ἡγεῖσθαι ἀπίθανα πότε ἤρξω;

Φοῖνιξ

πάλαι, ἀμπελουργέ, κἂν μειρακίῳ ἔτι. παῖς μὲν γὰρ ὢν ἔτι ἐπίστευον τοῖς τοιούτοις, καὶ κατεμυθολόγει με ἡ τίτθη χαριέντως αὐτὰ ἐπᾴδουσα καί τι καὶ κλαίουσα ἐπʼ ἐνίοις αὐτῶν, μειράκιον δὲ γενόμενος οὐκ ἀβασανίστως ᾠήθην χρῆναι προσδέχεσθαι ταῦτα.

Ἀμπελουργός

τὸ δὲ τοῦ Πρωτεσίλεω, καὶ ὅτι ἐνταῦθα φαίνοιτο, ἀκηκοώς ποτε ἔτυχες;

Φοῖνιξ

πῶς γε, ἀμπελουργέ; ὅς γε καὶ σοῦ τήμερον ἀκούων ἀπιστῶ;

Ἀμπελουργός

οὐκοῦν ἀρχὴ τοῦ λόγου σοι γιγνέσθω τὰ πάλαι σοι. ἀπιστούμενα· φῂς δέ που ἀπιστεῖν, εἰ δεκαπήχεις ἐγένοντο ἄνθρωποι. ἐπειδὰν δὲ τούτου ἱκανῶς ἔχῃς, ἀπαίτει λοιπὸν τὸν περὶ τοῦ Πρωτεσίλεω λόγον καὶ ὁπόσα βούλει τῶν Τρωικῶν, οὐδενὶ γὰρ αὐτῶν ἀπιστήσεις.

Φοῖνιξ

καλῶς λέγεις καὶ οὕτω ποιῶμεν.

Ἀμπελουργός

ἄκουε δή· πάππος ἦν μοι, ξένε, πολλὰ τῶν ἀπιστουμένων ὑπὸ σοῦ γιγνώσκων, ὃς ἔλεγε διαφθαρῆναι μέν ποτε τὸ τοῦ Αἴαντος σῆμα ὑπὸ τῆς θαλάσσης, πρὸς ᾗ κεῖται, ὀστᾶ δὲ ἐν αὐτῷ φανῆναι κατὰ ἑνδεκάπηχυν ἄνθρωπον, καὶ ἔφασκεν Ἀδριανὸν βασιλέα περιστεῖλαι αὐτὰ ἐς Τροίαν ἐλθόντα καὶ τὸν νυνὶ τάφον περιαρμόσαι τῷ Αἴαντι ἔστιν ἃ καὶ προσπτυξάμενον τῶν ὀστῶν καὶ φιλήσαντα.

Φοῖνιξ

οὐ μάτην ἀπιστεῖν ἔοικα τοῖς τοιούτοις, ἀμπελουργέ· καὶ σὺ γὰρ πάππου μέν τι ἀκηκοέναι φῂς καὶ ἴσως μητρὸς ἢ τίτθης, σεαυτοῦ δὲ ἀπαγγέλλεις οὐδέν, εἰ μὴ ἄρα περὶ τοῦ Πρωτεσίλεω εἴποις.

Ἀμπελουργός

καὶ μήν, εἰ μυθολογικὸς ἦν, τόν τε τοῦ Ὀρέστου νεκρὸν διῄειν ʽἂνʼ, ὃν ἑπτάπηχυν ἐν Νεμέᾳ Λακεδαιμόνιοι εὗρον,

Ἀμπελουργός

καὶ τὸν ἐν τῷ χαλκῷ ἵππῳ τῷ Λυδίῳ, ὃς κατωρώρυκτο μὲν ἐν Λυδίᾳ πρὸ Γύγου ἔτι, σεισμῷ δὲ τῆς γῆς διασχούσης θαῦμα τοῖς περὶ Λυδίαν ὤφθη ποιμέσιν, οἷς ἅμα ὁ Γύγης ἐθήτευσεν. ἐς γὰρ κοῖλον τὸν ἵππον θυρίδας ἐν ἑκατέρᾳ πλευρᾷ ἔχοντα νεκρὸς ἀπέκειτο μείζων ἢ ἀνθρώπου δόξαι. εἰ δὲ ταῦτα οἷα ἀπιστεῖσθαι διὰ τὸν χρόνον, ἀλλὰ τοῖς γε ἐφʼ ἡμῶν οὐκ οἶδʼ ὅ τι ἀντερεῖς. Ἀρυάδην γάρ, ὃν οἱ μὲν Αἰθίοπα, οἱ δὲ Ἰνδὸν ἔφασαν, τριακοντάπηχυν ἐν τῇ Ἀσσυρίων γῇ κείμενον οὐ πάλαι ἀνέφηνεν ἡ τοῦ Ὀρόντου ποταμοῦ ὄχθη σχισθεῖσα, τουτὶ δὲ τὸ Σίγειον πρὸ πεντήκοντα οὔπω ἐτῶν ἐν προβολῇ τοῦ ἀκρωτηρίου σῶμα ἀνέδειξε γίγαντος, ὃν αὐτὸς Ἀπόλλων ἀπεκτονέναι φησὶν ὑπὲρ Τροίας αὐτῷ μαχόμενον, καὶ εἶδον, ξένε, πλεύσας ἐς τὸ Σίγειον αὐτό τε τὸ πάθος τῆς γῆς καὶ τὸν γίγαντα, ὅσος ἦν. ἔπλεον δὲ καὶ Ἑλλησποντίων πολλοὶ καὶ Ἰώνων καὶ νησιῶται πάντες καὶ τὸ Αἰολικὸν ἅπαν, ἐπὶ γὰρ μῆνας δύο μέγας ἐν μεγάλῳ ἀκρωτηρίῳ προὔκειτο παρέχων ἄλλον ἄλλῳ λόγον οὔπω δηλοῦντος αὐτὸν τοῦ χρησμοῦ.

Φοῖνιξ

εἴποις ἂν οὖν ἔτι, ἀμπελουργέ, περί τε μεγέθους αὐτοῦ περί τε ὀστῶν ἁρμονίας περί τε τῶν λεγομένων ὄφεων ξυμπεφυκέναι τοῖς γίγασιν, οὓς ὑπογράφουσιν οἱ ζωγράφοι τῷ Ἐγκελάδῳ καὶ τοῖς ἀμφʼ αὐτόν;

Ἀμπελουργός

εἰ μὲν τερατώδεις ἐγένοντο ἐκεῖνοι, ξένε, καὶ ξυμβεβλημένοι θηρίοις, οὐκ οἶδα, ὁ δὲ ἐν τῷ Σιγείῳ δύο μὲν καὶ εἴκοσι πήχεις ἐπεῖχεν, ἔκειτο δὲ ἐν πετρώδει σήραγγι, τὴν κεφαλὴν μὲν πρὸς τὴν ἤπειρον ἔχων,

Ἀμπελουργός

τοὺς δὲ πόδας συναπολήγων τῷ ἀκρωτηρίῳ, δρακόντων δὲ οὐδὲν σημεῖον περὶ αὐτὸν ἑωρῶμεν, οὐδὲ ἔστιν, ὅ τι τῶν ὀστῶν παρήλλαττεν ἀνθρώπου. καὶ μὴν καὶ Ὕμναιος ὁ Πεπαρήθιος ἐπιτηδείως μοι ἔχων ἔπεμψέ τινα τῶν ἑαυτοῦ υἱέων πρὸ ἐτῶν ἐνταῦθα τεττάρων ἐρησόμενον διʼ ἐμοῦ τὸν Πρωτεσίλεων περὶ ὁμοίου θαύματος· ἐν Κῷ γὰρ τῇ νήσῳ, κέκτηται δὲ αὐτὴν μόνος, ἔτυχε μὲν ὀρύττων ἀμπέλους, ἡ γῆ δὲ ὑπήχησε τοῖς ὀρύττουσιν οἷον κενή. διανοίξαντες οὖν δωδεκάπηχυς μὲν ὁ νεκρὸς ἔκειτο, τὸ δέ γε κράνιον ᾤκει δράκων. ὁ μὲν δὴ νεανίας ἀφίκετο ἐπερησόμενος ἡμᾶς, ὅ τι χρὴ ἐπʼ αὐτῷ πράττειν, ὁ δὲ Πρωτεσίλεως τὸν ξένον ἔφη συγκαλύπτωμεν κελεύων δήπου ἐπιθάπτειν τὸν νεκρὸν καὶ μὴ γυμνοῦν ἑκόντας. εἶπε δὲ καὶ ὡς γίγας εἴη τῶν βεβλημένων. ὁ δὲ ἐν Λήμνῳ φανείς, ὃν Μενεκράτης ὁ Στειριεὺς εὗρε, μέγιστός τε ἦν καὶ εἶδον αὐτὸν πέρυσιν ἐξ Ἴμβρου πλεύσας, διʼ ὀλίγου γὰρ ἦν ἐς τὴν Λῆμνον. τὰ μὲν οὖν ὀστᾶ οὐκέτι ἐν κόσμῳ ἑωρᾶτο, καὶ γὰρ οἱ σπόνδυλοι ἀπʼ ἀλλήλων ἔκειντο σεισμοῖς, οἶμαι, διενεχθέντες, καὶ τὰ πλευρὰ ἐξήρμοστο τῶν σπονδύλων, ἐνθυμουμένῳ δὲ αὐτὰ ὁμοῦ τε καὶ κατὰ ἕν, φρικῶδες ἐδόκει τὸ μέγεθος καὶ οὐ ῥᾴδιον ἀνατυποῦσθαι. τὸ γοῦν κράνιον ἐμφορησάντων ἡμῶν ἐς αὐτὸ οἶνον οὐδὲ ὑπὸ δυεῖν ἀμφορέοιν ἐνεπλήσθη τῶν ἐκ Κρήτης. ἔστι δέ τι κατὰ νότον ἄνεμον ἀκρωτήριον τῆς Ἴμβρου, Ναύλοχος, ᾧ πηγὴ ὑφώρμισται τὰ μὲν ἄρσενα τῶν ζῴων εὐνούχους ἐργαζομένη, τὰ δὲ θηλέα οὕτω μεθύσκουσα, ὡς καθεύδειν αὐτά. τρύφος οὖν ἐνταῦθα τῆς γῆς ἀπορραγὲν συνεπέσπαστο σῶμα μεγίστου γίγαντος· κἂν ἀπιστῇς, πλεύσωμεν· πρόκειται γὰρ γυμνὸς ἔτι καὶ ὁ ἐς Ναύλοχον πλοῦς βραχύς.

Φοῖνιξ

ἐβουλόμην μὲν ἂν καὶ ὑπὲρ τὸν Ὠκεανὸν ἐλθεῖν, ἀμπελουργέ, θαῦμα εἴ που τοιοῦτον εὕροιμι,

Φοῖνιξ

ἡ δὲ ἐμπορία οὐ ξυγχωρεῖ τοσοῦτον ἀποφοιτᾶν ἑαυτῆς, ἀλλὰ δεῖ προσδεδέσθαι τῇ νηί, καθάπερ τὸν Ὀδυσσέα, εἰ δὲ μή, καὶ τὰ ἐκ πρῴρας, φασί, καὶ τὰ ἐκ πρύμνης ἀπολεῖται.

Ἀμπελουργός

ἀλλὰ μήπω, ξένε, πιστὰ ἡγοῦ, ἃ εἶπον, πρὶν ἔς τε τὴν νῆσον τὴν Κῶ πλεύσῃς, ἐν ᾗ τὰ τῶν γηγενῶν ὀστᾶ ἀνάκειται, Μερόπων, φασί, τῶν πρώτων, ἐν Φρυγίᾳ δὲ τά τε Ὕλλου τοῦ Ἡρακλέους ἴδῃς, καὶ, νὴ Δι᾽, ἐν Θετταλίᾳ τὰ τῶν Ἀλωαδῶν, ὡς ἐννεόργυιοι ἀτεχνῶς ἐγένοντο καὶ ὁποῖοι ᾅδονται. Νεαπολῖται δὲ οἱ Ἰταλίαν οἰκοῦντες θαῦμα πεποίηνται τὰ τοῦ Ἀλκυονέως ὀστᾶ. λέγουσι γὰρ δὴ πολλοὺς τῶν γιγάντων ἐκεῖ βεβλῆσθαι καὶ τὸ Βέσβιον ὄρος ἐπʼ αὐτοὺς τύφεσθαι. καὶ μὴν καὶ ἐν Παλλήνῃ, ἣν Φλέγραν οἱ ποιηταὶ ὀνομάζουσι, πολλὰ μὲν σώματα ἡ γῆ τοιαῦτα ἔχει γιγάντων στρατοπεδευσάντων ἐκεῖ, πολλὰ δὲ ὄμβροι τε καὶ σεισμοὶ ἀνακαλύπτουσιν. θαρσεῖ δὲ οὐδὲ ποιμὴν περὶ μεσημβρίαν ἐκεῖνο τὸ χωρίον ὑποπαταγούντων εἰδώλων, ἃ ἐν αὐτῷ μαίνεται. τὸ δὲ ἀπιστεῖν τοῖς τοιούτοις ἴσως που καὶ ἐπὶ τοῦ Ἡρακλέους ἦν, ὅθεν τὸν Γηρυόνην ἐν τῇ Ἐρυθείᾳ ἀποκτείνας καὶ μεγίστῳ αὐτῷ ἐντετυχηκέναι λεγόμενος ἀνέθηκε τὰ ὀστᾶ ἐς Ὀλυμπίαν, ὡς μὴ ἀπιστοῖτο τοῦ ἄθλου.

Φοῖνιξ

εὐδαιμονίζω σε τῆς ἱστορίας, ἀμπελουργέ. ἐγὼ δὲ μεγάλα μὲν ἠγνόουν, ἀνοήτως δὲ ἠπίστουν. ἀλλὰ τὰ τοῦ Πρωτεσίλεω πῶς ἔχει; καιρὸς γάρ που ἐπʼ ἐκεῖνα ἥκειν μηκέτʼ ἀπιστούμενα.

Ἀμπελουργός

περὶ τῶν τοιούτων ἄκουε, ξένε. κεῖται μὲν οὐκ ἐν Τροίᾳ ὁ Πρωτεσίλεως, ἀλλʼ ἐν Χερρονήσῳ ταύτῃ, κολωνὸς δὲ αὐτὸν ἐπέχει μέγας οὑτοσὶ δήπου ὁ ἐν ἀριστερᾷ, πτελέας δὲ ταύτας αἱ νύμφαι περὶ τῷ κολωνῷ ἐφύτευσαν καὶ τοιόνδε ἐπὶ τοῖς δένδρεσι τούτοις ἔγραψάν που αὗται νόμον· τοὺς πρὸς τὸ Ἴλιον τετραμμένους τῶν ὄζων ἀνθεῖν μὲν πρωί, φυλλορροεῖν δὲ αὐτίκα καὶ προαπόλλυσθαι τῆς ὥρας — τοῦτο δὴ τὸ τοῦ Πρωτεσίλεω πάθος — τῷ δὲ ἑτέρῳ μέρει ζῆν τὰ δένδρα καὶ εὖ πράττειν. καὶ ὁπόσα δὲ τῶν δένδρων μὴ περὶ τὸ σῆμα ἕστηκεν, ὥσπερ καὶ ταυτὶ τὰ ἐν κήπῳ, πᾶσιν ἔρρωται τοῖς ὄζοις καὶ θαρσεῖ τὸ ἴδιον.

Φοῖνιξ

ὁρῶ, ἀμπελουργέ, καὶ θαυμάζειν ἔχων οὐ τεθαύμακα, σοφὸν γὰρ τὸ θεῖον.

Ἀμπελουργός

τὸ δὲ ἱερόν, ἐν ᾧ κατὰ τοὺς πατέρας ὁ Μῆδος ὕβριζεν, ἐφʼ ᾧ καὶ τὸ τάριχος ἀναβιῶναί φασι, τοῦτο ἡγοῦ, ὦ ξένε, καταλείπεται δὲ αὐτοῦ ὁρᾶς, ὡς ὀλίγα.

Ἀμπελουργός

τότε δέ, οἶμαι, χαρίεν τε ἦν καὶ οὐ μικρόν, ὡς ἔστι τοῖς θεμελίοις ξυμβαλέσθαι. τὸ δὲ ἄγαλμα τοῦτο βέβηκε μὲν ἐπὶ νεώς, τὸ γὰρ τῆς βάσεως, σχῆμα πρῷρα, ἵδρυται δὲ ναύαρχος. περιτρίψας δὲ αὐτὸ ὁ χρόνος καὶ νὴ Δίʼ οἱ ἀλείφοντές τε καὶ οἱ ἐπισφραγιζόμενοι τὰς εὐχὰς ἐξηλλάχασι τοῦ εἴδους. ἐμοὶ δὲ οὐδὲν τοῦτο, αὐτῷ γὰρ ξύνειμι καὶ αὐτὸν βλέπω καὶ οὐδὲν ἄν μοι γένοιτο ἄγαλμα ἐκείνου ἥδιον.

Φοῖνιξ

ἦ καὶ διαγράψεις μοι αὐτὸν καὶ κοινωνήσεις τοῦ εἴδους;

Ἀμπελουργός

χαίρων γε, νὴ τὴν Ἀθηνᾶν, ὦ ξένε· γέγονε μὲν γὰρ ἀμφὶ τὰ εἴκοσί που μάλιστα ἔτη τηλικόσδε ἐλάσας ἐς Τροίαν, ἁβρῷ δʼ ἰούλῳ βρύει καὶ ἀπόζει αὐτοῦ ἥδιον ἢ τοῦ μετοπώρου τῶν μύρτων. φαιδρὰν δὲ ὀφρὺν περὶ τὸ ὄμμα βέβληται, τὸ γὰρ ἐπίχαρι αὐτῷ φίλον. βλέπει δὲ ἐν μὲν ταῖς σπουδαῖς σύντονον καὶ σφοδρόν, εἰ δὲ ἀνειμένου τύχοιμεν, φεῦ τῶν ὀφθαλμῶν ὡς ἐπαφρόδιτοί τε καὶ φιλικοὶ φαίνονται. καὶ μὴν καὶ κόμης ξανθῆς ἔχει τὸ μέτριον, ἔστι γὰρ ὡς ἐπικρέμασθαι τῷ μετώπῳ μᾶλλον ἢ κατʼ αὐτοῦ πίπτειν, καὶ τετράγωνος ἡ ἰδέα τῆς ῥινός, οἷον ἀγάλματος. φθέγγεται δὲ γεγωνότερον ἤ αἱ σάλπιγγες καὶ ἀπὸ μικροῦ γε τοῦ στόματος. γυμνῷ δὲ ἐντυχεῖν ἥδιστον, εὐπαγὴς γὰρ καὶ κοῦφος, ὥσπερ οἱ δρομικοὶ τῶν ἑρμῶν. τὸ δὲ μῆκος δεκάπηχυς τάχα. δοκεῖ δʼ ἄν μοι καὶ ὑπὲρ τοῦτο ἀναδραμεῖν, εἰ μὴ ἐν μειρακίῳ ἀπέθανεν.

Φοῖνιξ

εἶδον τὸν νεανίαν, ἀμπελουργέ, καὶ ἄγαμαί σε τοῦ ἑταίρου. ὥπλισται δὲ ἢ τί;

Ἀμπελουργός

χλαμύδα ἐνῆπται, ξένε, τὸν Θετταλικὸν τρόπον, ὥσπερ τὸ ἄγαλμα τοῦτο. ἁλουργὴς δὲ ἡ χλαμύς, θείου ἄνθους. ἄρρητον γὰρ τὸ τῆς πορφύρας ἄνθος.

Φοῖνιξ

ὁ δὲ δὴ ἔρως, ὃν τῆς Λαοδαμείας ἤρα, πῶς ἔχει αὐτῷ νῦν;

Ἀμπελουργός

ἐρᾷ, ξένε, καὶ ἐρᾶται καὶ διάκεινται πρὸς ἀλλήλους, ὥσπερ οἱ θερμοὶ τῶν νυμφίων.

Φοῖνιξ

περιβάλλεις δὲ ἥκοντα ἢ διαφεύγει σε καπνοῦ δίκην, ὥσπερ τοὺς ποιητάς;

Ἀμπελουργός

χαίρει περιβάλλοντι καὶ ξυγχωρεῖ φιλεῖν τε αὐτὸν καὶ τῆς δέρης ἐμφορεῖσθαί γε.

Φοῖνιξ

Θαμίζει δὲ ἢ διὰ πολλοῦ ἥκει;

Ἀμπελουργός

τετράκις τοῦ μηνὸς ἢ πεντάκις οἶμαι αὐτοῦ μετέχειν, ὁπότʼ ἢ φυτεῦσαί ποτε τουτωνὶ τῶν φυτῶν τι βούλοιτο ἢ τρυγῆσαι ἢ ἄνθη κεῖραι. φιλοστέφανος γάρ τις καὶ ἡδίω ἀποφαίνων τὰ ἄνθη, ὁπότε περὶ αὐτὰ εἴη.

Φοῖνιξ

ἱλαρόν γε τὸν ἥρω λέγεις καὶ ἀτεχνῶς νυμφίον.

Ἀμπελουργός

καὶ σώφρονά γε, ὦ ξένε. φιλόγελως γὰρ ὢν ὑφʼ ἡλικίας ὕβρει οὐδὲν πράττει. καὶ σμινύης δὲ ἅπτεται πολλάκις, εἴ που ὀρύττων πέτρᾳ ἐντύχοιμι καὶ ξυλλαμβάνει μοι τῶν δυσέργων, κἂν ἀγνοήσω τι τῶν κατὰ γεωργίαν, διορθοῦταί με. τά τε δένδρα ἐγὼ μὲν παρακηκοὼς τοῦ Ὁμήρου μακρὰ ἐφύτευον μεῖον τοῦ ἄνω τὸ ἐς τὴν γῆν ἐμβιβάζων, καὶ ὁπότε ἐπελάβετό μου ὁ Πρωτεσίλεως, ἐχρώμην τοῖς τοῦ Ὁμήρου πρὸς αὐτόν, ὁ δὲ ὑπολαβὼν αὐτὸς μέντοι Ὅμηρος τὸν ἐναντίον ἔφη κελεύει τρόπον ἢ σὺ πράττεις· μακρὰ γὰρ ὑπὸ σοφίας τὰ βαθέα οἶδεν,

Ἀμπελουργός

ὥς που τὰ φρέατα μακρὰ ὀνομάζει, βαθέα ὄντα, καὶ τὰ δένδρα δὲ εἶπεν ἐμβιώσεσθαι τῇ γῇ μᾶλλον, εἰ τῷ μὲν πλείονι ἑστήκοι, τῷ δὲ ὀλίγῳ κινοῖτο. ἐπιστὰς δέ μοί ποτε ἄνθη ποτίζοντι τὸ μύρον εἶπεν ὦν τᾶν, οὐ δεῖται ὕδατος, διδάσκων δήπου μὴ ἔκπλυτα ποιεῖν τὰ ἄνθη

Φοῖνιξ

τὸν δὲ ἄλλον χρόνον, ὦ ἀμπελουργέ, ποῦ διαιτᾶται;

Ἀμπελουργός

ποτὲ μὲν ἐν Ἅιδου, φησί, ποτὲ δὲ ἐν Φθίᾳ, ποτὲ δʼ αὖ ἐν Τροίᾳ, οὗ οἱ ἑταῖροι, καὶ πρὸς θήρᾳ συῶν τε καὶ ἐλάφων γενόμενος ἀφικνεῖται κατὰ μεσημβρίαν καὶ καθεύδει ἐκταθείς.

Φοῖνιξ

ποῦ δὲ τῇ Λαοδαμείᾳ ξύνεστιν;

Ἀμπελουργός

ἐν Ἅιδου, ξένε. καὶ λέγει αὐτὴν εὐδοκιμώτατα γυναικῶν πράττειν ἀριθμουμένην ἐν αἷς Ἀλκηστίς τε ἡ Ἀδμήτου καὶ Εὐάδνη ἡ Καπανέως, καὶ αἱ ταύταις ἴσαι σώφρονές τε καὶ χρησταί.

Φοῖνιξ

Ξυσσιτοῦνται δὲ ἀλλήλοις ἢ οὐ θέμις;

Ἀμπελουργός

οὔπω, ξένε, σιτουμένῳ ἐνέτυχον οὐδὲ πίνοντα ἔγνων. καίτοι σπένδω γε αὐτῷ κατὰ ἑσπέραν ἀπὸ τουτωνὶ τῶν Θασίων ἀμπέλων, ἃς φυτεύει αὐτός, καὶ τρωκτὰ δὲ ὡραῖα προτίθεμαι κατὰ μεσημβρίαν, ἐπειδὰν θέρος τε ἥκῃ καὶ μετόπωρον ἱστῆται, σελήνης τε ἰούσης ἐς κύκλον ἐν τῇ τοῦ ἦρος ὥρᾳ γάλα ἐγχέας ἐς τὸν ψυκτῆρα τοῦτον ἰδού σοι λέγω τὸ τῆς ὥρας νᾶμα, σὺ δὲ πῖνε, κἀγὼ μὲν εἰπὼν ταῦτα ἀπαλλάττομαι, τὰ δὲ βέβρωταί τε καὶ πέποται θᾶττον ἢ καταμύσαι.

Φοῖνιξ

περὶ δὲ τῆς ἡλικίας, ἣν γεγονὼς ἀπέθανε, τί φησιν;

Ἀμπελουργός

ἐλεεῖ, ξένε, τὸ ἑαυτοῦ πάθος καὶ τὸν δαίμονα, ἐφʼ ᾧ τότε ἦν, ἄδικόν τε ἡγεῖται καὶ βάσκανον μὴ ξυγχωρήσαντά οἱ τὸν γοῦν πόδα ἐς τὴν Τροίαν ἐρεῖσαι· μὴ γὰρ ἂν μήτε Διομήδους τι ἐλαττωθῆναι μαχόμενος μήτʼ ἂν Πατρόκλου μήτε τοῦ δευτέρου Αἴαντος·

Ἀμπελουργός

τῶν γὰρ Αἰακιδῶν λελεῖφθαι τὰ πολέμια διʼ ἡλικίαν φησίν, αὐτὸς μὲν γὰρ εἶναι μειράκιον, ἐκείνων δὲ τὸν μὲν Ἀχιλλέα εἶναι νεανίαν, τὸν δὲ Αἴαντα ἄνδρα. καὶ τὰ ἔπη τὰ ἐς αὐτὸν εἰρημένα Ὁμήρῳ ἐπαινεῖ καίτοι μὴ πάντα ἐπαινῶν τὰ Ὁμήρου, ὡς ἀμφίδρυφον μὲν αὐτῷ τὴν γυναῖκα εἶπεν, ἡμιτελῆ δὲ τὴν οἰκίαν, περιμάχητον δὲ τὴν ναῦν, ἐφʼ ἧς ἔπλευσε, πολεμικόν τε αὐτὸν καλεῖ. ἑαυτὸν δὲ ὀλοφύρεται μηδὲν ἐν Τροίᾳ ἐργασάμενον, ἀλλὰ πεσόντα ἐν γῇ, ἧς οὐδὲ ἐπέβη· καὶ τὴν οὐλὴν δὲ ἐντετύπωται τῷ μηρῷ, τὸ γὰρ τραῦμα συναπορρύψασθαί φησι τῷ σώματι.

Φοῖνιξ

γυμνάζεται δέ, ὦ ἀμπελουργέ, τίνα τρόπον; ἐπειδὴ ἔφασκες αὐτὸν καὶ τοῦτο ἐξασκεῖν.

Ἀμπελουργός

γυμνάζεται, ξένε, τὰ πολεμικὰ πλὴν τοξικῆς, τὰ δὲ γυμναστικὰ πλὴν πάλης· τὸ μὲν γὰρ τοξεύειν δειλῶν ἡγεῖται, τὸ δὲ παλαίειν ἀργῶν.

Φοῖνιξ

Παγκρατιάζει δὲ πῶς ἢ πυκτεύει;

Ἀμπελουργός

σκιᾶς, ὦ ξένε, τούτων γυμνάζεται, καὶ δισκεύει μεῖζον ἢ ἐφικέσθαι ἄνθρωπον. ἀνακρούει μὲν γὰρ ὑπὲρ τὰς νεφέλας τὸν δίσκον, ῥίπτει δὲ ὑπὲρ τοὺς ἑκατὸν πήχεις καὶ ταῦθʼ, ὡς ὁρᾷς, διπλάσιον τοῦ Ὀλυμπικοῦ ὄντα. δραμόντος δὲ αὐτοῦ οὐκ ἂν εὕροις ἴχνος, οὐδʼ ἂν ἐνσημήναιτό τι τῇ γῇ ὁ πούς.

Φοῖνιξ

καὶ μὴν καὶ ἴχνη μεγάλα ἐντετύπωται τοῖς δρόμοις ἐς τὸ δεκάπηχυ μέγεθος τοῦ ἥρω.

Ἀμπελουργός

βαδίζοντος, ξένε, τὰ ἴχνη ἐκεῖνα καὶ γυμναζομένου τι ἕτερον, δραμόντος δὲ ἄσημος ἡ γῆ, μετέωρος γάρ τις καὶ οἷον ἐπικυματίζων αἴρεται. φησὶ δὲ καὶ παραδραμεῖν ἐν Αὐλίδι τὸν Ἀχιλλέα ἐν ἄθλοις, γυμναζομένης ἐπὶ Τροίαν τῆς Ἑλλάδος καὶ ὑπὲρ τὸ πήδημα τὸ ἐκείνου ἀρθῆναι. τὰ δὲ πολέμια ξυγχωρεῖ, ὡς ἔφην, τῷ Ἀχιλλεῖ πλὴν τῆς ἐν Μυσοῖς μάχης· ἐκεῖ γὰρ πλείους ἀπεκτονέναι Μυσῶν ἢ ἐκεῖνος ἀριστεῖά τε ἀπενηνέχθαι, κεκρατηκέναι δὲ αὐτοῦ καὶ τὸν ἀγῶνα τὸν περὶ τῆς ἀσπίδος.

Φοῖνιξ

καὶ τί ἂν εἴη, ἀμπελουργέ, τὸ τῆς ἀσπίδος; οὔτε γὰρ ποιητῇ εἴρηταί πω, οὔτε ἐς λόγον τινὰ τῶν Τρωικῶν ἥκει.

Ἀμπελουργός

περὶ πολλῶν, ξένε, τοῦτʼ ἐρεῖς· πολλὰ γὰρ περί τε ἀνδρῶν περί τε πολεμικῶν ἔργων ὁ ἥρως λέγει μήπω τοῖς πολλοῖς δῆλα ὄντα. τὸ δὲ αἴτιον· φησὶν αὐτοὺς κατὰ ἔκπληξιν τῶν Ὁμήρου ποιημάτων ἐς μόνους Ἀχιλλέα τε καὶ Ὀδυσσέα βλέψαντας ἀμελῆσαι καλῶν καὶ ἀγαθῶν ἀνδρῶν. καὶ τῶν μὲν οὐδὲ ἐπιμνησθῆναι τοπαράπαν, τοῖς δὲ ἀναθεῖναι τριήρη τεττάρων ἐπῶν. τὸν μὲν δὴ Ἀχιλλέα φησὶν ἐπαξίως ὑμνῆσθαι, τὸν δὲ Ὀδυσσέα μειζόνως. καὶ ὁπόσα δὲ Σθενέλου τε καὶ Παλαμήδους καὶ τῶν τοιῶνδε ἀνδρῶν παραλέλειπται, δίειμί σοι μικρὸν ὕστερον, μὴ γὰρ ἀγνοήσας γε ἀπέλθοις τι τούτων. καὶ τὸν λόγον δὲ τὸν Μύσιον, ἐς ὅν ἐστιν ἡ ἀσπίς, αὐτίκα ἀποτελοῦμεν, ἐπειδὴ δὲ παγκρατίου καὶ πυγμῆς καὶ δίσκου μνημονεύοντες ἐς τὴν ἀσπίδα ἀπηνέχθημεν, ἄκουε τοῦ ἥρω θαύματα πρὸς ἀθλητάς, οἳ ἐχρήσαντο αὐτῷ συμβούλῳ· τὸν Κίλικα, οἶμαι, παγκρατιαστὴν ἀκούεις, ὃν Ἁλτῆρα ἐκάλουν οἱ πατέρες, ὡς μικρὸς ἦν καὶ τῶν ἀντιπάλων παραπολύ.

Φοῖνιξ

οἶδα τεκμαιρόμενος δήπου τοῖς ἀνδριᾶσι, χαλκοῦς γὰρ πολλαχοῦ ἕστηκεν.

Ἀμπελουργός

τούτῳ, ξένε, περιῆν μὲν καὶ ἐπιστήμης, περιῆν δὲ καὶ θυμοῦ, καὶ μάλα ἐρρώννυ αὐτὸν ἡ εὐαρμοστία τοῦ σώματος. ἀφικόμενος οὖν ἐς τὸ ἱερὸν τοῦτο ὁ παῖς, ἔπλει δὲ εὐθὺ Δελφῶν ἀγωνιούμενος τὴν κρίσιν, ἠρώτα τὸν Πρωτεσίλεων, ὅ τι πράττων περιέσοιτο τῶν ἀντιπάλων, ὁ δὲ πατούμενος ἔφη. ἀθυμία οὖν αὐτίκα τὸν ἀθλητὴν ἔσχεν ὡς καταβεβλημένον ὑπὸ τοῦ χρησμοῦ, τὸ δὲ ἀποπτερνίζειν ἐν ἀγωνίᾳ πρῶτος εὑρὼν ξυνῆκεν ὕστερον, ὅτι κελεύει αὐτὸν μὴ μεθίεσθαι τοῦ ποδός· τὸν γὰρ προσπαλαίοντα τῇ πτέρνῃ πατεῖσθαί τε ξυνεχῶς χρὴ καὶ ὑποκεῖσθαι τῷ ἀντιπάλῳ. καὶ τοῦτο πράττων ὁ ἀθλητὴς οὗτος ὀνόματος λαμπροῦ ἔτυχε καὶ ἡττήθη οὐδενός. ἀκούεις δέ που καὶ Πλούταρχον ἐκεῖνον τὸν δεξιόν;

Φοῖνιξ

ἀκούω. τὸν πύκτην γάρ, ὡς τὸ εἰκός, λέγεις.

Ἀμπελουργός

οὗτος ἀνιὼν τὴν δευτέραν Ὀλυμπιάδα ἐπὶ τοὺς ἄνδρας ἱκετεύει τὸν ἥρω χρῆσαί οἱ περὶ τῆς νίκης· ὁ δὲ αὐτὸν κελεύει Ἀχελώῳ ἐναγωνίῳ εὔχεσθαι.

Φοῖνιξ

τί οὖν τὸ αἴνιγμα;

Ἀμπελουργός

ἠγωνίζετο μὲν ἐν Ὀλυμπίᾳ πρὸς Ἑρμείαν τὸν Αἰγύπτιον τὴν περὶ τοῦ στεφάνου νίκην, ἀπειρηκότες δὲ ὁ μὲν ὑπὸ τραυμάτων, ὁ δὲ ὑπὸ δίψης, καὶ γὰρ ἀκμάζουσα μεσημβρία περὶ τὴν πυγμὴν εἱστήκει, νεφέλη ἐς τὸ στάδιον καταρρήγνυται καὶ διψῶν ὁ Πλούταρχος ἔσπασε τοῦ ὕδατος, ὅ ἀνειλήφει τὰ περὶ τοῖς πήχεσι κώδια· καὶ τὸν χρησμὸν ἐνθυμηθείς, ὡς μετὰ ταῦτα ἔφασκεν, ἐς θάρσος ὥρμησε καὶ ἔτυχε τῆς νίκης. εὐδαίμονα δὲ τὸν Αἰγύπτιον θαυμάζεις τῆς καρτερίας ἴσως, εἰ πυκτεύοντι που παρέτυχες.

Ἀμπελουργός

τούτῳ ἐρομένῳ, πῶς ἂν μὴ ἡττηθείη θανάτου ἔφη καταφρονῶν.

Φοῖνιξ

καὶ πείθεταί γε, ὦ ἀμπελουργέ, τῷ χρησμῷ, παρασκευάζων γὰρ οὕτως ἑαυτὸν ἀδαμάντινος τοῖς πολλοῖς καὶ θεῖος δοκεῖ.

Ἀμπελουργός

ἕλιξ δὲ ὁ ἀθλητὴς αὐτὸς μὲν οὔπω προσπέπλευκε τῷ ἱερῷ τούτῳ, πέμψας δέ τινα τῶν ἑαυτοῦ ἑταίρων ἤρετο, ποσάκις νικήσοι τὰ Ὀλύμπια, ὁ δὲ δὶς ἔφη νικήσεις, ἐὰν μὴ ἐθέλῃς τρίς.

Φοῖνιξ

δαιμόνιον, ἀμπελουργέ, λέξεις γάρ που τὸ ἐν Ὀλυμπίᾳ πραχθέν· προυπαρχούσης γὰρ αὐτῷ νίκης μιᾶς, ὅτʼ ἀνὴρ ἐκ παίδων ἐνίκα πάλην, ἀπεδύσατο τὴν ἐπʼ ἐκείνῃ Ὀλυμπιάδα πάλην τε καὶ παγκράτιον, ἐφʼ ᾧ δυσχεράναντες οἱ Ἠλεῖοι διενοοῦντο μὲν ἀμφοῖν εἴργειν αὐτὸν ἐγκλήματα Ὀλυμπικὰ ξυντιθέντες ʽἐπ’ αὐτῷ, μόγις δʼ οὖν ἀνέδησαν τὸ παγκράτιον. καὶ τοῦτον ἄρα τὸν φθόνον ὁ Πρωτεσίλεως φυλάξασθαι προὔλεγεν εἰδὼς αὐτὸν ἀντίπαλον τοῖς ἐξῃρημένοις ὄντα.

Ἀμπελουργός

ἄριστα, ξένε, τοῦ χρησμοῦ ἐτεκμήρω.

Φοῖνιξ

τῶν δὲ δὴ νόσων τίνας ἰᾶται; πολλοὺς γὰρ αὐτῷ φῂς εὔχεσθαι.

Ἀμπελουργός

πάσας ἰᾶται, ὁπόσαι εἰσί, μάλιστα δὲ τὰς φθόας τε καὶ τοὺς ὑδέρους καὶ τὰς τῶν ὀφθαλμῶν νόσους καὶ τοὺς τεταρταίῳ πυρέσσοντας· ἔστι δὲ καὶ ἐρῶντι τυχεῖν αὐτοῦ ξυμβούλου. ξυναλγεῖ γὰρ σφόδρα τοῖς τὰ ἔρωτικὰ ἀτυχοῦσι καὶ ὑποτίθεται αὐτοῖς ἐπῳδὰς καὶ τέχνας, αἳ τὰ παιδικὰ θέλξουσι, μοιχοῖς δὲ οὔτε προσδιαλέγεται οὐδὲν οὔτε ὑποτίθεταί τι ἐρωτικόν· φησὶ γὰρ ἀπηχθῆσθαι αὐτοῖς, ἐπειδὴ τὸ ἐρᾶν διαβάλλουσιν. ἀφικομένου γοῦν ἐνταῦθα μοιχοῦ ποτε αὐτῇ γυναικί, ἣν ἐπείρα, καὶ ξυνομνύναι βουλομένων ἐπὶ τὸν ἄνδρα παρόντα μέν, ξυνιέντα δὲ οὔπω, ὁ μὲν γὰρ ἔτυχε καθεύδων μεσημβρίας ἐνταῦθα, οἱ δʼ ὤμνυσαν ἤδη προσεστηκότες τῷ βωμῷ —

Φοῖνιξ

τί οὖν ὁ Πρωτεσίλεως;

Ἀμπελουργός

ἐξορμᾷ τοῦτον τὸν κύνα καίτοι χρηστόν, ὡς ὁρᾷς, ὄντα προσπεσεῖν τε αὐτοῖς κατόπιν καὶ δακεῖν ἔτι ὀμνύντας, καὶ τὸν ὅρκον οὑτωσὶ ξυγχέας ἐφίσταται τῷ ἀνδρὶ καὶ κελεύει αὐτὸν ἐκείνων μὲν ἀμελεῖν, τὸ γὰρ δῆγμα σφῶν ἀνίατον εἶναι, σώζειν δὲ νῦν γοῦν ἑαυτόν τε καὶ τὸν ἑαυτοῦ οἶκον, τοὺς μὲν γὰρ θεοὺς πάντα γιγνώσκειν, τοὺς δὲ ἥρωας θεῶν μὲν ἐλάττω, πλείω δὲ ἀνθρώπων.

Ἀμπελουργός

πολὺς ἐπιρρεῖ τῶν τοιούτων ὄχλος, εἰ πάντων ἀπομνημονεύοιμι ὄντων γε καὶ τῶν ἐν Φθίᾳ τε καὶ Φυλάκῃ φανερῶν πᾶσιν, ὅσοι Θετταλίαν οἰκοῦσιν· καὶ γὰρ τὸ ἐκείνῃ ἱερὸν ἐνεργὸν τῷ Πρωτεσίλεῳ, καὶ πολλὰ τοῖς Θετταλοῖς ἐπισημαίνει φιλάνθρωπά τε καὶ εὐμενῆ, καὶ ὀργίλα αὖ, εἰ ἀμελοῖτο.

Φοῖνιξ

πείθομαι, νὴ τὸν Πρωτεσίλεων, ἀμπελουργέ· καλὸν γάρ, ὡς ὁρῶ, καὶ ὀμνύναι τοιοῦτον ἥρω.

Ἀμπελουργός

ἢ ἀδικήσεις γε ἀπιστῶν, ξένε. τὸν δὲ Ἀμφιάρεων, ὃν λέγεται ἡ γῆ ἐν σοφῷ ἀδύτῳ ἔχειν Ἀμφίλοχόν τε τὸν τούτου παῖδα πλείω ἴσως ἢ ἐγὼ γιγνώσκεις οὐ πολὺ ἀπέχων τῆς Κιλίκων ἠπείρου, καὶ Μάρωνα δὲ τὸν Εὐάνθους ἀδικοίης ἂν ἐπιφοιτῶντα ταῖς ἐν Ἰσμάρῳ ἀμπέλοις καὶ ἡδυοίνους αὐτὰς ἐργαζόμενον φυτεύοντά τε καὶ κυκλοῦντα, ὅτε δὴ ὁρᾶται τοῖς γεωργοῖς ὁ Μάρων καλός τε καὶ ἁβρὸς καὶ ἀναπνέων ποτιμόν τε καὶ οἰνῶδες. γιγνώσκειν δὲ χρὴ καὶ τὰ τοῦ Θρᾳκὸς Ῥήσου· Ῥῆσος γάρ, ὃν ἐν Τροίᾳ Διομήδης ἀπέκτεινε, λέγεται οἰκεῖν τὴν Ῥοδόπην καὶ πολλὰ αὐτοῦ θαύματα ᾅδουσιν· ἱπποτροφεῖν τε γάρ φασιν αὐτὸν καὶ ὁπλιτεύειν καὶ θήρας ἅπτεσθαι. σημεῖον δὲ εἶναι τοῦ θηρᾶν τὸν ἥρω τὸ τοὺς σῦς τοὺς ἀγρίους καὶ τὰς δορκάδας καὶ ὁπόσα ἐν τῷ ὄρει θηρία φοιτᾶν πρὸς τὸν βωμὸν τοῦ Ῥήσου κατὰ δύο ἢ τρία θύεσθαί τε οὐδενὶ δεσμῷ ξυνεχόμενα καὶ παρέχειν τῇ μαχαίρᾳ ἑαυτά.

Ἀμπελουργός

λέγεται δὲ ὁ ἥρως οὗτος καὶ λοιμὸν ἐρύκειν τοῦ ὄρους, πολυανθρωποτάτη δὲ ἡ Ῥοδόπη καὶ πολλαὶ περὶ τὸ ἱερὸν αἱ κῶμαι, ὅθεν μοι δοκεῖ καὶ βοήσεσθαι ὑπὲρ τῶν ἑαυτοῦ συστρατιωτῶν ὁ Διομήδης, εἰ τὸν μὲν Θρᾷκα τοῦτον, ὃν ἀπέκτεινεν αὐτὸς μηδὲν εὐδόκιμον ἐν Τροίᾳ ἐργασάμενον, μηδὲ δείξαντά τι ἐκεῖ λόγου ἄξιον πλὴν ἵππων λευκῶν, εἶναί τι ἡγοίμεθα καὶ θύοιμεν αὐτῷ διὰ Ῥοδόπης τε καὶ Θρᾴκης πορευόμενοι, τοὺς δὲ θεῖά τε καὶ λαμπρὰ εἰργασμένους ἔργα ἀτιμάζοιμεν μυθώδη τὴν περὶ αὐτοὺς δόξαν ἡγούμενοι καὶ κεκομπασμένην.

Φοῖνιξ

μετὰ σοῦ λοιπόν, ἀμπελουργέ, τάττω ἐμαυτὸν καὶ οὐδεὶς ἔτι τοῖς τοιούτοις ἀπιστήσει· οἱ δὲ ἐν τῷ πεδίῳ τῷ ἐν Ἰλίῳ, οὓς ἔφασκες διʼ αὐτοῦ τὸν μάχιμον τρόπον στείχειν, πότε ὤφθησαν;

Ἀμπελουργός

ὁρῶνται, ὦ Φοῖνιξ, ὁρῶνται ἔτι βουκόλοις τε τοῖς ἐν τῷ πεδίῳ καὶ νομεῦσι μεγάλοι καὶ θεῖοι καὶ θεῶνταί ἐστιν ὅτε ἐπὶ κακῷ τῆς γῆς· εἰ μὲν γὰρ κεκονιμένοι φαίνοιντο, αὐχμοὺς ἐπισημαίνουσι τῇ χώρᾳ, εἰ δὲ ἱδρῶτος πλέοι, κατακλυσμούς τε καὶ ὄμβρους, εἰ δὲ αἷμα περὶ αὐτοῖς ἢ τοῖς ὅπλοις φαίνοιτο, νόσους τῷ Ἰλίῳ ἀναπέμπουσιν, εἰ δὲ μηδὲν τούτων περὶ τοῖς εἰδώλοις ὁρῷτο, ἀγαθὰς ἤδη ἄγουσι τὰς ὥρας καὶ σφάττουσιν αὐτοῖς τότε οἱ νομεῖς ὁ μὲν ἄρνα, ὁ δὲ ταῦρον, ὁ δὲ πῶλον, ὁ δʼ ἄλλο τι ὧν νέμει. φθορὰς δέ, ὁπόσαι περὶ τὰς ἀγέλας γίγνονται, πάσας ἐξ Αἴαντος ἥκειν φασίν, οἶμαι, διὰ τὸν ἐν τῇ μανίᾳ λόγον, ὅτε δὴ ὁ Αἴας λέγεται ταῖς ἀγέλαις ἐμπεσὼν διαφορῆσαι σφᾶς οἷον κτείνων τοὺς Ἀχαιοὺς ἐπὶ τῇ κρίσει, καὶ οὐδὲ νέμει περὶ τὸ σῆμα οὐδεὶς φόβῳ τῆς πόας, νοσώδης γὰρ δὴ ἀναδίδοται καὶ πονηρὰ βόσκειν. ἔστι δέ τις λόγος,

Ἀμπελουργός

ὡς Τρῶές ποτε ποιμένες ἐς τὸν Αἴαντα ὕβριζον νενοσηκότων αὐτοῖς τῶν προβάτων καὶ περιστάντες τὸ σῆμα πολέμιον μὲν Ἕκτορος τὸν ἥρωα ἐκάλουν, πολέμιον δὲ Τροίας τε καὶ ποιμνίων, καὶ ὁ μὲν μανῆναι αὐτόν, ὁ δὲ μαίνεσθαι, ὁ δʼ ἀσελγέστατος τῶν ποιμένων Αἴας δʼ οὐκέτʼ ἔμιμνε μέχρι τούτου τὸ ἔπος αὐτῷ ἐπερραψῴδει ὡς δειλῷ· ὁ δὲ ἀλλὰ ἔμιμνον εἶπε βοήσας ἐκ τοῦ τάφου φρικῶδές τι καὶ ὄρθιον, λέγεται δὲ καὶ δουπῆσαι τοῖς ὅπλοις, οἷον ἐν ταῖς μάχαις εἰώθει. τὸ μὲν δὴ τῶν κακοδαιμόνων ἐκείνων πάθος οὐ χρὴ θαυμάζειν, εἰ Τρῶές τε καὶ νομεῖς ὄντες ἐξεπλάγησαν ὁρμὴν Αἴαντος, καὶ οἱ μὲν ἔπεσον αὐτῶν, οἱ δʼ ἔτρεσαν, οἱ δʼ ᾤχοντο φεύγοντες οὗ ἐποίμαινον, τὸν δὲ Αἴαντα θαυμάσαι ἄξιον, ἀπέκτεινε γὰρ οὐδένα αὐτῶν, ἀλλὰ τὴν παροινίαν, ᾗ ἐχρῶντο, ἐκαρτέρησε μόνον ἐνδειξάμενος αὐτοῖς τὸ ἀκούειν. ὁ δὲ Ἕκτωρ οὐκ ἐγίγνωσκεν, οἶμαι, τὴν ἀρετὴν ταύτην, ὑβρίσαντος γὰρ ἐς αὐτὸν πέρυσι μειρακίου τινός, ἦν δʼ, ὥς φασι, κομιδῇ νέον καὶ ἀπαιδευτόν, ὥρμησεν ἐπὶ τὸ μειράκιον καὶ ἀπέκτεινεν αὐτὸ ἐν ὁδῷ, ποταμῷ τὸ ἔργον προσθείς.

Αἴας δʼ οὐκέτʼ ἔμιμνε

Φοῖνιξ

ἀγνοοῦντι λέγεις, ἀμπελουργέ, καὶ σφόδρα ἐκπληττομένῳ τὸν λόγον, ᾤμην γὰρ μηδαμοῦ φαίνεσθαι τὸν ἥρω τοῦτον, καὶ ὁπότε μοι τὰ τῶν Ἑλλήνων ἀπήγγελλες, ὑπερήλγουν τοῦ Ἕκτορος, εἰ μήτε ἀρότης τι ὑπὲρ αὐτοῦ λέγει, μήτε αἰπόλος, ἀλλʼ ἀφανής ἐστι τοῖς ἀνθρώποις καὶ ἀτεχνῶς κεῖται. περὶ μὲν γὰρ τοῦ Πάριδος οὐδʼ ἀκούειν ἀξιῶ οὐδέν, δι’ ὃν τοιοίδε καὶ τοσοίδε ἔπεσον, περὶ δὲ τοῦ Ἕκτορος, ὃς ἔρεισμα μὲν τῆς Τροίας καὶ τοῦ ξυμμαχικοῦ παντὸς ἦν, ἵππους δὲ ξυνεῖχε τέτταρας, ὅ μηδεὶς τῶν ἡρώων ἕτερος, τὰς δὲ τῶν Ἀχαιῶν κατεπίμπρη ναῦς,

Φοῖνιξ

ἐμάχετο δὲ πρὸς αὐτοὺς ὁμοῦ πάντας ἐφορμῶντάς τε καὶ ξυνταττομένους ἐπʼ αὐτὸν οὐκ ἂν ἐροίμην γέ τι, οὐδʼ ἂν ἀκούσαιμι χαίρων, εἰ μὴ διαπηδῴης αὐτά, μηδʼ ἀμελῶς λέγοις;

Ἀμπελουργός

ἄκουε διὰ πλειόνων, ἐπειδὴ τοῦτο ἡγῇ τὸ μὴ ἀμελῶς φράζειν· τὸ ἐν Ἰλίῳ ἄγαλμα τοῦ Ἕκτορος ἡμιθέῳ ἀνθρώπῳ ἔοικε καὶ πολλὰ ἤθη ἐπιφαίνει τῷ θεωροῦντι αὐτὸ ξὺν ὀρθῷ λόγῳ· καὶ γὰρ φρονηματῶδες δοκεῖ καὶ γοργὸν καὶ φαιδρὸν καὶ ξὺν ἁβρότητι σφριγῶν καὶ ἡ ὥρα μετʼ οὐδεμιᾶς κόμης. ἔστι δʼ οὕτω τι ἔμπνουν, ὡς τὸν θεατὴν ἐπισπάσασθαι θιγεῖν. τοῦτο ἵδρυται μὲν ἐν περιβλέπτῳ τοῦ Ἰλίου, πολλὰ δὲ ἐργάζεται χρηστὰ κοινῇ τε καὶ ἐς ἕνα, ὅθεν εὔχονται αὐτῷ καὶ ἀγῶνα θύουσιν, ὅτε δὴ θερμὸν οὕτω καὶ ἐναγώνιον γίγνεται, ὡς καὶ ἱδρῶτα ἀπʼ αὐτοῦ λείβεσθαι· μειράκιον οὖν Ἀσσύριον ἧκον ἐς τὸ Ἴλιον ἐλοιδορεῖτο τῷ Ἕκτορι προφέρον αὐτῷ τάς τε ἕλξεις, αἳ ἐξ Ἀχιλλέως ποτὲ ἐς αὐτὸν ἐγένοντο, καὶ τὸν τοῦ Αἴαντος λίθον, ᾧ βληθεὶς ἀπέθανε πρὸς βραχύ, καὶ ὡς Πάτροκλον τὰ πρῶτα ἔφυγε, καὶ ὡς οὐδὲ ἀπέκτεινεν, ἀλλὰ ἕτεροι. μετεποίει δὲ τὸ ἄγαλμα τοῦ Ἕκτορος, Ἀχιλλέως γὰρ ἔφασκεν εἶναι αὐτὸ μετὰ τὴν κόμην, ἣν ἐκείρατο ἐπὶ τῷ Πατρόκλῳ· τούτων ἐμφορηθὲν ἐξήλασεν ἐκ τοῦ Ἰλίου, καὶ πρὶν ἢ δέκα πορευθῆναι σταδίους ποταμὸς οὕτω βραχύς, ὡς μηδὲ ὄνομα αὐτοῦ ἐν Τροίᾳ εἶναι, μέγας ἐκ μικροῦ αἴρεται καὶ ὡς ἀπήγγελλον οἱ διαφυγόντες τῶν…

The complete text is available when the reading interface loads.