The Greek Library Author

Xenophon Of Ephesus

Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην

Scientific editors
Rudolf Hercher
Edition reference
Erotici Scriptores Graeci · Leipzig · Teubner · 1858
CTS identifier
urn:cts:greekLit:tlg0641.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Book 1

Chapter 1

Ἦν ἐν Ἐφέσῳ ἀνὴρ τῶν τὰ πρῶτα ἐκεῖ δυναμένων, Λυκομήδης ὄνομα. Τούτῳ τῷ Λυκομήδει ἐκ γυναικὸς ἐπιχωρίου Θεμιστοῦς γίνεται παῖς Ἁβροκόμης, μέγα τι χρῆμα κάλλους οὔτε ἐν Ἰωνίᾳ οὔτε ἐν ἄλλῃ γῇ πρότερον γενομένου.

Οὗτος ὁ Ἁβροκόμης ἀεὶ μὲν καὶ καθʼ ἡμέραν εἰς κάλλος ηὔξετο, συνήνθει δὲ αὐτῷ τοῖς τοῦ σώματος καλοῖς καὶ τὰ τῆς ψυχῆς ἀγαθά· παιδείαν τε γὰρ πᾶσαν ἐμελέτα καὶ μουσικὴν ποικίλην ἤσκει, θήρα δὲ αὐτῷ καὶ ἱππασία καὶ ὁπλομαχία συνήθη γυμνάσματα.

Ἦν δὲ περισπούδαστος ἅπασιν Ἐφεσίοις, ἀλλὰ καὶ τοῖς τὴν ἄλλην Ἀσίαν οἰκοῦσι, καὶ μεγάλας εἶχον ἐν αὐτῷ τὰς ἐλπίδας ὅτι πολίτης ἔσοιτο διαφέρων. Προσεῖχον δὲ ὡς θεῷ τῷ μειρακίῳ· καί εἰσιν ἤδη τινὲς οἳ καὶ προσεκύνησαν ἰδόντες καὶ προσεύξαντο.

Ἐφρόνει δὲ τὸ μειράκιον ἐφʼ ἑαυτῷ μέγα καὶ ἠγάλλετο μὲν καὶ τοῖς τῆς ψυχῆς κατορθώμασι, πολὺ δὲ μᾶλλον τῷ κάλλει τοῦ σώματος· πάντων δὲ τῶν ἄλλων, ὅσα δὴ ἐλέγετο καλά, ὡς ἐλαττόνων κατεφρόνει καὶ οὐδὲν αὐτῷ, οὐ θέαμα, οὐκ ἄκουσμα ἄξιον Ἁβροκόμου κατεφαίνετο·

καὶ εἴ τινα ἢ παῖδα καλὸν ἀκούσαι ἢ παρθένον εὔμορφον, κατεγέλα τῶν λεγόντων ὡς οὐκ εἰδότων ὅτι εἴη εἷς καλὸς αὐτός. Ἔρωτά γε μὴν οὐδὲ ἐνόμιζεν εἶναι θεόν, ἀλλὰ πάντη ἐξέβαλεν οὐδὲν ἡγούμενος, λέγων ὡς οὐκ ἄν ποτέ τις ἐρασθείη οὐδὲ ὑποταγείη τῷ θεῷ μὴ θέλων·

εἰ δέ που ἱερὸν ἢ ἄγαλμα Ἔρωτος εἶδε, κατεγέλα, ἀπέφαινέ τε ἑαυτὸν Ἔρωτος παντὸς καλλίονα. Καὶ εἶχεν οὕτως· ὅπου γὰρ Ἁβροκόμης ὀφθείη, οὔτε ἄγαλμα καλὸν ἐφαίνετο οὔτε εἰκὼν ἐπῃνεῖτο.

Chapter 2

Μηνίει πρὸς ταῦτα ὁ Ἔρως· φιλόνεικος γὰρ ὁ θεὸς καὶ ὑπερηφάνοις ἀπαραίτητος· ἐζήτει δὲ τέχνην κατὰ τοῦ μειρακίου· καὶ γὰρ καὶ τῷ θεῷ δυσάλωτος ἐφαίνετο. Ἐξοπλίσας οὖν ἑαυτὸν καὶ πᾶσαν δύναμιν ἐρωτικῶν φαρμάκων περιβαλόμενος ἐστράτευεν ἐφ’ Ἁβροκόμην.

Ἤγετο δὲ τῆς Ἀρτέμιδος ἐπιχώριος ἑορτὴ ἀπὸ τῆς πόλεως ἐπὶ τὸ ἱερόν· στάδιοι δέ εἰσιν ἑπτά· ἔδει δὲ πομπεύειν πάσας τὰς ἐπιχωρίους παρθένους κεκοσμημένας πολυτελῶς καὶ τοὺς ἐφήβους, ὅσοι τὴν αὐτὴν ἡλικίαν εἶχον τῷ Ἁβροκόμῃ. Ἦν δὲ αὐτὸς περὶ τὰ ἓξ καὶ δέκα ἔτη καὶ τῶν ἐφήβων προσήπτετο καὶ ἐν τῇ πομπῇ τὰ πρῶτα ἐφέρετο.

Πολὺ δὲ πλῆθος ἐπὶ τὴν θέαν, πολὺ μὲν ἐγχώριον, πολὺ δὲ ξενικόν· καὶ γὰρ ἔθος ἦν ἐν ἐκείνῃ τῇ πανηγύρει καὶ νυμφίους ταῖς παρθένοις εὑρίσκεσθαι καὶ γυναῖκας τοῖς ἐφήβοις.

Παρῄεσαν δὲ κατὰ στίχον οἱ πομπεύοντες· πρῶτα μὲν τὰ ἱερὰ καὶ δᾷδες καὶ κανᾶ καὶ θυμιάματα· ἐπὶ τούτοις ἵπποι καὶ κύνες καὶ σκεύη κυνηγετικὰ ὧδε πολεμικά, τὰ δὲ πλεῖστα εἰρηνικά. ἑκάστη δὲ αὐτῶν οὕτως ὡς πρὸς ἐραστὴν ἐκεκόσμητο.

Ἦρχε δὲ τῆς τῶν παρθένων τάξεως Ἄνθεια, θυγάτηρ Μεγαμήδους καὶ Εὐίππης, ἐγχωρίων. Ἦν δὲ τὸ κάλλος τῆς Ἀνθείας οἷον θαυμάσαι καὶ πολὺ τὰς ἄλλας ὑπερεβάλλετο παρθένους. Ἔτη μὲν τεσσαρεσκαίδεκα ἐγεγόνει, ἤνθει δὲ αὐτῆς τὸ σῶμα ἐπʼ εὐμορφίᾳ,

καὶ ὁ τοῦ σχήματος κόσμος πολὺς εἰς ὥραν συνεβάλλετο· κόμη ξανθή, ἡ πολλὴ καθειμένη, ὀλίγη πεπλεγμένη, πρὸς τὴν τῶν ἀνέμων φορὰν κινουμένη· ὀφθαλμοὶ γοργοί, φαιδροὶ μὲν ὡς κόρης, φοβεροὶ δὲ ὡς σώφρονος· χιτὼν ἁλουργής, ζωστὸς εἰς γόνυ, μεχρὶ βραχιόνων καθειμένος, νεβρὶς περικειμένη, γωρυτὸς ἀνημμένος, τόξα, ἄκοντες φερόμενοι, κύνες ἑπόμενοι.

Πολλάκις αὐτὴν ἐπὶ τοῦ τεμένους ἰδόντες Ἐφέσιοι προσεκύνησαν ὡς Ἄρτεμιν. Καὶ τότʼ οὖν ὀφθείσης ἀνεβόησε τὸ πλῆθος, καὶ ἦσαν ποικίλαι παρὰ τῶν θεωμένων φωναί, τῶν μὲν ὑπʼ ἐκπλήξεως τὴν θεὸν εἶναι λεγόντων, τῶν δὲ ἄλλην τινὰ ὑπὸ τῆς θεοῦ περιποιημένην· προσεύχοντο δὲ πάντες καὶ προσεκύνουν καὶ τοὺς γονεῖς αὐτῆς ἐμακάριζον· ἦν δὲ διαβόητος τοῖς θεωμένοις ἅπασιν Ἄνθεια ἡ καλή.

Ὡς δὲ παρῆλθε τὸ τῶν παρθένων πλῆθος, οὐδεὶς ἄλλο τι ἢ Ἄνθειαν ἔλεγεν· ὡς δὲ Ἁβροκόμης μετὰ τῶν ἐφήβων ἐπέστη, τοὐνθένδε, καίτοι καλοῦ ὄντος τοῦ κατὰ τὰς παρθένους θεάματος, πάντες ἰδόντες Ἁβροκόμην ἐκείνων ἐπελάθοντο, ἔτρεψαν δὲ τὰς ὄψεις ἐπʼ αὐτὸν βοῶντες ὑπὸ τῆς θέας ἐκπεπληγμένοι, καλὸς Ἁβροκόμης λέγοντες, καὶ οἷος οὐδὲ εἷς καλοῦ μίμημα θεοῦ.

Ἤδη δέ τινες καὶ τοῦτο προσέθεσαν οἷος ἂν γάμος γένοιτο Ἁβροκόμου καὶ Ἀνθείας.

Καὶ ταῦτʼ ἦν πρῶτα τῆς Ἔρωτος τέχνης μελετήματα. Ταχὺ μὲν δὴ εἰς ἑκατέρους ἡ περὶ ἀλλήλων ἦλθε δόξα· καὶ ἥ τε Ἄνθεια τὸν Ἁβροκόμην ἐπεθύμει ἰδεῖν, καὶ ὁ τέως ἀνέραστος Ἁβροκόμης ἤθελεν Ἄνθειαν ἰδεῖν.

Chapter 3

Ὡς οὖν ἐτετέλεστο ἡ πομπή, ἦλθον δὲ εἰς τὸ ἱερὸν θύσοντες ἅπαν τὸ πλῆθος καὶ ὁ τῆς πομπῆς κόσμος ἐλέλυτο, ᾔεσαν δὲ ἐς ταὐτὸν ἄνδρες καὶ γυναῖκες, ἔφηβοι καὶ παρθένοι, ἐνταῦθα ὁρῶσιν ἀλλήλους, καὶ ἁλίσκεται Ἄνθεια ὑπὸ τοῦ Ἁβροκόμου, ἡττᾶται δὲ ὑπὸ τοῦ Ἔρωτος Ἁβροκόμης καὶ ἐνεώρα τε συνεχέστερον τῇ κόρῃ καὶ ἀπαλλαγῆναι τῆς ὄψεως ἐθέλων οὐκ ἐδύνατο· κατεῖχε δὲ αὐτὸν ἐγκείμενος ὁ θεός.

Διέκειτο δὲ καὶ Ἄνθεια πονήρως, ὅλοις μὲν καὶ ἀναπεπταμένοις τοῖς ὀφθαλμοῖς τὸ Ἁβροκόμου κάλλος εἰσρέον δεχομένη, ἤδη δὲ καὶ τῶν παρθένοις πρεπόντων καταφρονοῦσα· καὶ γὰρ ἐλάλησεν ἄν τι, ἵνα Ἁβροκόμης ἀκούσῃ, καὶ μέρη τοῦ σώματος ἐγύμνωσεν ἂν τὰ δυνατά, ἵνα Ἁβροκόμης ἴδῃ· ὁ δὲ αὑτὸν ἐδεδώκει πρὸς τὴν θέαν καὶ ἦν αἰχμάλωτος τοῦ θεοῦ.

Καὶ τότε μὲν θύσαντες ἀπηλλάττοντο λυπούμενοι καὶ τῷ τάχει τῆς ἀπαλλαγῆς μεμφόμενοι· καὶ ἀλλήλους βλέπειν ἐθέλοντες ἐπιστρεφόμενοι καὶ ὑφιστάμενοι πολλὰς προφάσεις διατριβῆς εὕρισκον.

Ὡς δὲ ἦλθον ἑκάτερος παρʼ ἑαυτόν, ἔγνωσαν τότε οἷ κακῶν ἐγεγόνεσαν· καὶ ἔννοια ἐκείνους ὑπῄει τῆς ὄψεως θατέρου καὶ ὁ ἔρως ἐν αὐτοῖς ἀνεκαίετο καὶ τὸ περιττὸν τῆς ἡμέρας αὐξήσαντες τὴν ἐπιθυμίαν, ἐπειδὴ εἰς ὕπνον ᾔεσαν, ἐν ἀθρόῳ γίνονται τῷ δεινῷ, καὶ ὁ ἔρως ἐν ἑκατέροις ἦν ἀκατάσχετος.

Chapter 4

Λαβὼν δὴ τὴν κόμην ὁ Ἁβροκόμης καὶ σπαράξας τὴν ἐσθῆτα φεῦ μοι τῶν κακῶν εἶπε, τί πέπονθα ὁ δυστυχής; ὁ μέχρι νῦν ἀνδρικὸς Ἁβροκόμης, ὁ καταφρονῶν Ἔρωτος, ὁ τῷ θεῷ λοιδορούμενος ἑάλωκα καὶ νενίκημαι καὶ παρθένῳ δουλεύειν ἀναγκάζομαι, καὶ φαίνεταί τις ἤδη καλλίων ἐμοῦ καὶ θεὸν Ἔρωτα καλῶ.

Ὦ πάντα ἄνανδρος ἐγὼ καὶ πονηρός· οὐ καρτερήσω νῦν; οὐ μενῶ γεννικός; οὐκ ἔσομαι καλλίων Ἔρωτος;

νῦν οὐδὲν ὄντα θεὸν νικῆσαί με δεῖ. Καλὴ παρθένος· τί δέ; τοῖς σοῖς ὀφθαλμοῖς, Ἁβροκόμη, εὔμορφος Ἄνθεια, ἀλλ’, ἐὰν θέλῃς, οὐχὶ σοί. Δεδόχθω ταῦτα· οὐκ ἂν Ἔρως ποτέ μου κρατήσειε.

Ταῦτα ἔλεγε, καὶ ὁ θεὸς σφοδρότερος αὐτῷ ἐνέκειτο καὶ εἷλκεν ἀντιτείνοντα καὶ ὠδύνα μὴ θέλοντα. Οὐκέτι δὴ καρτερῶν, ῥίψας ἑαυτὸν εἰς γῆν νενίκηκας εἶπεν, Ἔρως, μέγα σοι τρόπαιον ἐγήγερται καθ’ Ἁβροκόμου τοῦ σώφρονος·

ἱκέτην ἔχεις. Σὺ δὲ σῶσον τὸν ἐπὶ σὲ καταπεφευγότα τὸν πάντων δεσπότην. Μή με περιίδῃς μηδὲ ἐπὶ πολὺ τιμωρήσῃ τὸν θρασύν. Ἄπειρος ὤν, Ἔρως, ἔτι τῶν σῶν ὑπερηφάνουν· ἀλλὰ νῦν Ἄνθειαν ἡμῖν ἀπόδος· γενοῦ μὴ πικρὸς μόνον ἀντιλέγοντι, ἀλλʼ εὐεργέτης ἡττωμένῳ θεός.

Ταῦτα ἔλεγεν, ὁ δὲ Ἔρως ἔτι ὠργίζετο καὶ μεγάλην τῆς ὑπεροψίας ἐνενόει τιμωρίαν εἰσπράξασθαι τὸν Ἁβροκόμην.

Διέκειτο δὲ καὶ ἡ Ἄνθεια πονήρως· καὶ οὐκέτι φέρειν δυναμένη ἐπεγείρει ἑαυτήν, πειρωμένη τοὺς παρόντας λανθάνειν. Τί φησὶν ἡ δυστυχὴς πέπονθα; παρθένος παρʼ ἡλικίαν ἐρῶ καὶ ὀδυνῶμαι καινὰ καὶ κόρῃ μὴ πρέποντα. Ἐφʼ Ἁβροκόμῃ μαίνομαι καλῷ μέν, ἀλλʼ ὑπερηφάνῳ.

Καὶ τίς ἔσται ὁ τῆς ἐπιθυμίας ὅρος καὶ τί τὸ πέρας τοῦ κακοῦ; Σοβαρὸς οὗτος ἐρώμενος, παρθένος ἐγὼ φρουρουμένη· τίνα βοηθὸν λήψομαι; τίνι τἀμὰ κοινώσομαι; ποῦ δ’ Ἁβροκόμην ὄψομαι;

Chapter 5

Ταῦθʼ ἑκάτερος αὐτῶν δι ’ ὅλης τῆς νυκτὸς ὠδύρετο, εἶχον δὲ πρὸ ὀφθαλμῶν τὰς ὄψεις τὰς ἑαυτῶν, τὰς εἰκόνας ἐπὶ τῆς ψυχῆς ἀλλήλων ἀναπλάττοντες· ὡς δὲ ἡμέρα ἐγένετο, ᾔει μὲν Ἁβροκόμης ἐπὶ τὰ συνήθη γυμνάσματα, ᾔει δὲ ἡ παρθένος ἐπὶ τὴν ἐξ ἔθους θρησκείαν τῆς θεοῦ.

Ἦν δὲ αὐτοῖς καὶ τὰ σώματα ἐκ τῆς παρελθούσης νυκτὸς πεπονηκότα καὶ τὸ βλέμμα ἄθυμον καὶ οἱ χρῶτες ἠλλαγμένοι· καὶ τοῦτο ἐπὶ πολὺ ἐγίνετο καὶ πλέον οὐδὲν αὐτοῖς ἦν.

Ἐν τούτῳ ἐν τῷ ἱερῷ τῆς θεοῦ διημερεύοντες ἐνεώρων ἀλλήλοις, εἰπεῖν τἀληθὲς φόβῳ πρὸς ἑκατέρους αἰδούμενοι· τοσοῦτο δέ· ἐστέναξεν ἄν ποτε Ἁβροκόμης καὶ ἐδάκρυσε καὶ προσεύχετο τῆς κόρης ἀκουούσης ἐλεεινῶς·

ἡ δὲ Ἄνθεια ἔπασχε μὲν τὰ αὐτά, πολὺ δὲ μείζονι τῇ συμφορᾷ κατείχετο· εἰ δέ ποτε ἄλλας παρθένους ἢ γυναῖκας ἴδοι βλεπούσας εἰς ἐκεῖνον (ἑώρων δὲ ἅπασαι εἰς Ἁβροκόμην), δήλη ἦν λυπουμένη, μὴ παρευδοκιμηθῇ φοβουμένη. Εὐχαὶ δὲ αὐτοῖς ἑκατέροις ἦσαν πρὸς τὴν θεὸν κοινῇ, λανθάνουσαι μέν, ἀλλʼ ἐγίνοντο ὅμοιαι.

Χρόνου δὲ προϊόντος οὐκέτι τὸ μειράκιον ἐκαρτέρει, ἤδη δὲ αὐτῷ καὶ τὸ σῶμα πᾶν ἠφάνιστο καὶ ἡ ψυχὴ κατεπεπτώκει, ὥστε ἐν πολλῇ ἀθυμίᾳ τὸν Λυκομήδην καὶ τὴν Θεμιστὼ γεγονέναι, οὐκ εἰδότας μὲν ὅ τι εἴη τὸ συμβαῖνον Ἁβροκόμῃ, δεδοικότας δὲ ἐκ τῶν ὁρωμένων.

Ἐν ὁμοίῳ δὲ φόβῳ καὶ ὁ Μεγαμήδης καὶ ἡ Εὐίππη περὶ τῆς Ἀνθείας καθειστήκεσαν, ὁρῶντες αὐτῆς τὸ μὲν κάλλος μαραινόμενον, τὴν δὲ αἰτίαν οὐ φαινομένην τῆς συμφορᾶς. Τέλος δ’ εἰσάγουσι παρὰ τὴν Ἄνθειαν μάντεις καὶ ἱερέας, ὡς εὑρήσοντας λύσιν τοῦ δεινοῦ.

Οἱ δὲ ἐλθόντες ἔθυόν τε ἱερεῖα καὶ ποικίλα ἐπέσπενδον καὶ ἐπέλεγον φωνὰς βαρβαρικάς, ἐξιλάσκεσθαί τινας λέγοντες δαίμονας, καὶ προσεποιοῦντο ὡς εἴη τὸ δεινὸν ἐκ τῶν ὑποχθονίων θεῶν.

Πολλὰ δὲ καὶ ὑπὲρ Ἁβροκόμου οἱ περὶ τὸν Λυκομήδην ἔθυόν τε καὶ εὔχοντο· λύσις δὲ οὐδεμία τοῦ δεινοῦ οὐδὲ ἑτέρῳ αὐτῶν ἐγίνετο, ἀλλὰ καὶ ἔτι μᾶλλον ὁ ἔρως ἀνεκάετο.

Ἔκειντο μὲν δὴ ἑκάτεροι νοσοῦντες, πάνυ ἐπισφαλῶς διακείμενοι, ὅσον οὐδέπω τεθνήξεσθαι προσδοκώμενοι, κατειπεῖν αὑτῶν τὴν συμφορὰν μὴ δυνάμενοι. Τέλος δὲ πέμπουσιν οἱ πατέρες ἑκατέρων εἰς θεοῦ μαντευσόμενοι τήν τε αἰτίαν τῆς νόσου καὶ τὴν ἀπαλλαγήν.

Chapter 6

Ὀλίγον δὲ ἀπέχει τὸ ἱερὸν τοῦ ἐν Κολοφῶνι Ἀπόλλωνος· διάπλους ἀπʼ Ἐφέσου σταδίων ὀγδοήκοντα. Ἐνταῦθα οἱ παρʼ ἑκατέρων ἀφικόμενοι δέονται τοῦ θεοῦ ἀληθῆ μαντεύεσθαι· ἐληλύθεσαν δὴ κατὰ ταὐτά.

Χρᾷ δὲ ὁ θεὸς κοινὰ ἀμφοτέροις τὰ μαντεύματα ἐμμέτρως. Τὰ δ’ ἔπη τάδε· Τίπτε ποθεῖτε μαθεῖν νούσου τέλος ἠδὲ καὶ ἀρχήν; Ἀμφοτέρους μία νοῦσος ἔχει, λύσις ἔνθεν ἀνέστη. Δεινὰ δʼ ὁρῶ τοῖσδεσσι πάθη καὶ ἀνήνυτα ἔργα· ἀμφότεροι φεύξονται ὑπεὶρ ἅλα λυσσοδίωκτοι, δεσμὰ δὲ μοχθήσουσι παρʼ ἀνδράσι μιξοθαλάσσοις καὶ τάφος ἀμφοτέροις θάλαμος καὶ πῦρ ἀΐδηλον, καὶ ποταμοῦ Νείλου παρὰ ῥεύμασιν Ἴσιδι σεμνῇ σωτείρῃ μετόπισθε παραστῇς ὄλβια δῶρα. Ἀλλʼ ἔτι που μετὰ πήματʼ ἀρείονα πότμον ἔχουσι.

Chapter 7

Ταῦτα ὡς ἐκομίσθη τὰ μαντεύματα εἰς Ἔφεσον, εὐθὺς μὲν οἱ πατέρες αὐτῶν ἦσαν ἐν ἀμηχανίᾳ καὶ τὸ δεινὸν ὅ τι ἦν πάνυ ἠπόρουν· συμβάλλειν δὲ τὰ τοῦ θεοῦ λόγια οὐκ ἐδύναντο· οὔτε γὰρ τίς ἡ νόσος οὔτε τίς ἡ φυγή, οὔτε τίνα τὰ δεσμὰ οὔτε ὁ τάφος τίς οὔτε ὁ ποταμὸς τίς οὔτε τίς ἡ ἐκ τοῦ θεοῦ βοήθεια.

Ἔδοξεν οὖν αὐτοῖς πολλὰ βουλευσαμένοις παραμυθήσασθαι τὸν χρησμὸν ὡς οἷόν τε καὶ συζεῦξαι γάμῳ τοὺς παῖδας, ὡς τοῦτο καὶ τοῦ θεοῦ βουλομένου δι’ ὧν ἐμαντεύσατο. Ἐδόκει δὴ ταῦτα καὶ διέγνωσαν μετὰ τὸν γάμον ἐκπέμψαι χρόνῳ τινὶ ἀποδημήσοντας αὐτούς.

Μεστὴ μὲν ἤδη ἡ πόλις ἦν τῶν εὐωχουμένων, πάντα δʼ ἦν ἐστεφανωμένα καὶ διαβόητος ὁ μέλλων γάμος· ἐμακαρίζετο δὲ ὑπὸ πάντων ὁ μὲν οἷαν ἄξεται γυναῖκα, ἡ δὲ οἵῳ μειρακίῳ συγκατακλιθήσεται.

Ὁ δὲ Ἁβροκόμης ὡς ἐπύθετο καὶ τὸν χρησμὸν καὶ τὸν γάμον, ἐπὶ μὲν τῷ τὴν Ἄνθειαν ἕξειν μεγάλως ἔχαιρεν· ἐφόβει δὲ αὐτὸν οὐδὲν τὰ μεμαντευμένα, ἀλλ’ ἐδόκει παντὸς εἶναι δεινοῦ τὰ παρόντα ἡδίονα. Κατὰ ταυτὰ δὲ καὶ ἡ Ἄνθεια ἥδετο μὲν ὅτι Ἁβροκόμην ἕξει· τίς δὲ ἡ φυγὴ καὶ τίνες αἱ συμφοραὶ κατεφρόνει, πάντων τῶν ἐσομένων κακῶν Ἁβροκόμην ἔχουσα παραμυθίαν.

Chapter 8

Ὡς οὖν ἐφέστηκεν ὁ τῶν γάμων καιρός, καὶ παννυχίδες ἤγοντο καὶ ἱερεῖα πολλὰ ἐθύετο τῇ θεῷ. Καὶ ἐπειδὴ ταῦτα ἐξετετέλεστο, ἡκούσης τῆς νυκτὸς (βραδύνειν δὲ πάντα ἐδόκει Ἁβροκόμῃ καὶ Ἀνθείᾳ) ἦγον τὴν κόρην εἰς τὸν θάλαμον μετὰ λαμπάδων, τὸν ὑμέναιον ᾄδοντες, ἐπευφημοῦντες, καὶ εἰσαγαγόντες κατέκλιναν.

Ἦν δʼ αὐτοῖς ὁ θάλαμος οὕτως πεποιημένος· κλίνη χρυσῆ στρώμασιν ἔστρωτο πορφυροῖς καὶ ἐπὶ τῆς κλίνης Βαβυλωνία ἐπεποίκιλτο σκηνή· παίζοντες Ἔρωτες, οἱ μὲν Ἀφροδίτην θεραπεύοντες (ἦν δὲ καὶ Ἀφροδίτης εἰκών), οἱ δὲ ἱππεύοντες ἀναβάται στρουθοῖς, οἱ δὲ στεφάνους πλέκοντες, οἱ δὲ ἄνθη φέροντες·

ταῦτα ἐν τῷ ἑτέρῳ μέρει τῆς σκηνῆς· ἐν δὲ τῷ ἑτέρῳ Ἄρης ἦν οὐχ ὡπλισμένος, ἀλλʼ ὡς πρὸς ἐρωμένην τὴν Ἀφροδίτην κεκοσμημένος, ἐστεφανωμένος, χλανίδα ἔχων· Ἔρως αὐτὸν ὡδήγει, λαμπάδα ἔχων ἡμμένην. Ὑπʼ αὐτῇ τῇ σκηνῇ κατέκλιναν τὴν Ἄνθειαν, ἀγαγόντες πρὸς τὸν Ἁβροκόμην, ἐπέκλεισάν τε τὰς θύρας.

Chapter 9

Τοῖς δὲ ἑκατέροις πάθος συνέβη ταὐτόν, καὶ οὔτε προσειπεῖν ἔτι ἀλλήλους ἠδύναντο οὔτε ἀντιβλέψαι τοῖς ὀφθαλμοῖς, ἔκειντο δὲ ὑφʼ ἡδονῆς παρειμένοι, αἰδούμενοι, φοβούμενοι, πνευστιῶντες· ἐπάλλετο δὲ αὐτοῖς τὰ σώματα καὶ ἐκραδαίνοντο αὐτοῖς αἱ ψυχαί.

Ὀψὲ δὲ ὁ Ἁβροκόμης ἀνενεγκὼν περιέλαβε τὴν Ἄνθειαν· ἡ δὲ ἐδάκρυε τῆς ψυχῆς αὐτῆς σύμβολα προπεμπούσης τῆς ἐπιθυμίας τὰ δάκρυα. Καὶ ὁ Ἁβροκόμης ὢ τῆς ἐμοὶ φησὶ ποθεινοτάτης νυκτός, ἣν μόλις ἀπείληφα, πολλὰς πρότερον νύκτας δυστυχήσας.

Ὢ φωτὸς ἡδίων ἐμοὶ κόρη καὶ τῶν πώποτε λαλουμένων εὐτυχεστέρα· τὸν ἐραστὴν ἔχεις ἄνδρα, μεθʼ οὗ ζῆν καὶ ἀποθανεῖν ὑπάρξει γυναικὶ σώφρονι. Εἰπὼν κατεφίλει τε καὶ ὑπεδέχετο τὰ δάκρυα, καὶ αὐτῷ ἐδόκει παντὸς μὲν εἶναι νέκταρος ποτιμώτερα τὰ δάκρυα, παντὸς δὲ τοῦ πρὸς ὀδύνην φαρμάκου δυνατώτερα.

Ἡ δὲ ὀλίγα αὐτὸν προσφθεγξαμένη ναὶ φησὶν Ἁβροκόμη, δοκῶ σοι καλή, καὶ μετὰ τὴν σὴν εὐμορφίαν ἀρέσκω σοι; Ἄνανδρε καὶ δειλέ, πόσον ἐβράδυνας ἐρῶν χρόνον; πόσον ἠμέλησας; ἀπὸ τῶν ἐμαυτῆς κακῶν ἃ πέπονθας οἶδα.

Ἀλλʼ ἰδού, δάκρυα μὲν ὑποδέχου τἀμά, καὶ ἡ καλή σου κόμη πινέτω πῶμα τὸ ἐρωτικόν, καὶ συμφύντες ἀλλήλοις ἀναμιγῶμεν, καταβρέχωμεν δὲ καὶ τοὺς στεφάνους τοῖς παρʼ ἀλλήλων δάκρυσιν, ἵνʼ ἡμῖν καὶ οὗτοι συνερῶσιν.

Εἰποῦσα ἅπαν μὲν αὐτοῦ τὸ πρόσωπον ἠσπάζετο, ἅπασαν δὲ τὴν κόμην τοῖς αὑτῆς ὀφθαλμοῖς προσετίθει καὶ τοὺς στεφάνους ἀνελάμβανε καὶ τὰ χείλη τοῖς χείλεσι φιλοῦσα συνηρμόκει, καὶ ὅσα ἐνενόουν, διὰ τῶν χειλέων ἐκ ψυχῆς εἰς τὴν θατέρου ψυχὴν διὰ τοῦ φιλήματος παρεπέμπετο.

Φιλοῦσα δὲ αὐτοῦ τοὺς ὀφθαλμοὺς ὦ φησὶ πολλάκις με λυπήσαντες ὑμεῖς, ὦ τὸ πρῶτον ἐνθέντες τῇ ἐμῇ κέντρον ψυχῇ, οἱ τότε μὲν σοβαροί, νῦν δὲ ἐρωτικοί, καλῶς μοι διηκονήσατε, καὶ τὸν ἔρωτα τὸν ἐμὸν καλῶς εἰς τὴν Ἁβροκόμου ψυχὴν ὡδηγήσατε.

Τοιγαροῦν ὑμᾶς πολλὰ φιλῶ καὶ ὑμῖν ἐφαρμόζω τοὺς ὀφθαλμοὺς τοὺς ἐμούς, τοὺς Ἁβροκόμου διακόνους· ὑμεῖς δὲ ἀεὶ βλέποιτε ταῦτα, καὶ μήτε Ἁβροκόμῃ ἄλλην δείξητε καλήν, μήτε ἐμοὶ δόξῃ τις ἄλλος εὔμορφος· ἔχετε ψυχάς, ἃς αὐτοὶ ἐξεκαύσατε· ταύτας ὁμοίως τηρήσατε.

Ταῦτα εἶπε, καὶ περιφύντες ἀνεπαύοντο καὶ τὰ πρῶτα τῶν Ἀφροδίτης ἀπέλαυον· ἐφιλονείκουν δὲ δι’ ὅλης τῆς νυκτὸς πρὸς ἀλλήλους, φιλοτιμούμενοι τίς φανεῖται μᾶλλον ἐρῶν.

Chapter 10

Ἐπειδὴ δὲ ἡμέρα ἐγένετο, ἀνίσταντο πολὺ μὲν ἡδίονες, πολὺ δὲ εὐθυμότεροι, ἀπολαύσαντες ὧν ἐπεθύμησαν χρόνῳ καλῶς.

Ἑορτὴ δὲ ἦν ἅπας ὁ βίος αὐτοῖς καὶ μεστὰ εὐωχίας πάντα καὶ ἤδη καὶ τῶν μεμαντευμένων λήθη· ἀλλʼ οὐχὶ τὸ εἱμαρμένον ἐπελέληστο, οὐδʼ ὅτῳ ἐδόκει ταῦτα θεῷ ἠμέλει.

Χρόνου δὲ διελθόντος ὀλίγου ἔγνωσαν οἱ πατέρες ἐκπέμπειν αὐτοὺς τῆς πόλεως κατὰ τὰ βεβουλευμένα· ἤμελλόν τε γὰρ ἄλλην ὄψεσθαι γῆν καὶ ἄλλας πόλεις καὶ τὸν τοῦ θεοῦ χρησμόν, ὡς οἷόν τε ἦν, παραμυθήσεσθαι ἀπαλλαγέντες χρόνῳ τινὶ Ἐφέσου.

Παρεσκευάζετο δὴ πάντα αὐτοῖς πρὸς τὴν ἔξοδον, ναῦς τε μεγάλη καὶ ναῦται πρὸς ἀναγωγὴν ἕτοιμοι, καὶ τὰ ἐπιτήδεια ἐνεβάλλετο, πολλὴ μὲν ἐσθὴς καὶ ποικίλη, πολὺς δὲ ἄργυρος καὶ χρυσός, ἥ τε τῶν σιτίων ὑπερβάλλουσα ἀφθονία.

Θυσίαι δὲ πρὸ τῆς ἀναγωγῆς τῇ Ἀρτέμιδι καὶ εὐχαὶ τοῦ δήμου παντὸς καὶ δάκρυα πάντων, ὡς μελλόντων ἀπαλλάττεσθαι παίδων κοινῶν. Ἦν δὲ ὁ πλοῦς αὐτοῖς ἐπʼ Αἴγυπτον παρεσκευασμένος.

Ὡς δʼ ἦλθεν ἡ τῆς ἀναγωγῆς ἡμέρα, πολλοὶ μὲν οἰκέται, πολλαὶ δὲ θεράπαιναι μελλούσης δὲ τῆς νεὼς ἐπανάξεσθαι, πᾶν μὲν τὸ Ἐφεσίων πλῆθος παρῆν παραπέμπον, πολλαὶ δὲ καὶ τῶν μετὰ λαμπάδων καὶ θυσιῶν.

Ἐν τούτῳ μὲν οὖν ὁ Λυκομήδης καὶ ἡ Θεμιστώ, πάντων ἅμα ἐν ὑπομνήσει γενόμενοι, τοῦ χρησμοῦ, τοῦ παιδός, τῆς ἀποδημίας, ἔκειντο εἰς γῆν ἀθυμοῦντες· ὁ δὲ Μεγαμήδης καὶ ἡ Εὐίππη ἐπεπόνθεσαν μὲν τὰ αὐτά, εὐθυμότεροι δὲ ἦσαν, τὰ τέλη σκοποῦντες τῶν μεμαντευμένων.

Ἤδη μὲν οὖν ἐθορύβουν οἱ ναῦται, καὶ ἐλύετο τὰ πρυμνήσια, καὶ ὁ κυβερνήτης τὴν αὑτοῦ χώραν κατελάμβανε, καὶ ἡ ναῦς ἀπεκινεῖτο.

Βοὴ δὲ τῶν ἀπὸ τῆς γῆς καὶ τῶν ἐν τῇ νηὶ πολλὴ καὶ συμμιγής, τῶν μὲν ὦ παῖδες λεγόντων φίλτατοι, ἆρα ἔτι ὑμᾶς οἱ φύντες ὀψόμεθα; τῶν δὲ ὦ πατέρες, ἆρα ὑμᾶς ἀποληψόμεθα; Δάκρυα δὴ καὶ οἰμωγή, καὶ ἕκαστος ὀνομαστὶ τὸν οἰκεῖον ἐκάλει, εἰς ὑπόμνησιν ἀλλήλοις ἐγκαταλείποντες τοὔνομα.

Ὁ δὲ Μεγαμήδης φιάλην λαβὼν καὶ ἐπισπένδων εὔχετο ὡς ἐξάκουστον εἶναι τοῖς ἐν τῇ νηὶ ὦ παῖδες λέγων μάλιστα μὲν εὐτυχοῖτε καὶ φύγοιτε τὰ σκληρὰ τῶν μαντευμάτων, καὶ ὑμᾶς ἀνασωθέντας ὑποδέξαιντο Ἐφέσιοι, καὶ τὴν φιλτάτην ἀπολάβοιτε πατρίδα· εἰ δὲ ἄλλο τι συμβαίη, τοῦτο μὲν ἴστε οὐδὲ ἡμᾶς ἔτι ζησομένους· προΐεμεν δὲ ὑμᾶς ὁδὸν μὲν δυστυχῆ ἀλλʼ ἀναγκαίαν.

Chapter 11

Ἔτι λέγοντα ἐξιόντα ἐπέσχε τὰ δάκρυα· καὶ οἱ μὲν ἀπῄεσαν εἰς τὴν πόλιν, τοῦ πλήθους αὐτοὺς θαρρεῖν παρακαλοῦντος, ὁ δὲ Ἁβροκόμης καὶ ἡ Ἄνθεια ἀλλήλοις περιφύντες ἔκειντο πολλὰ ἅμα ἐννοοῦντες, τοὺς πατέρας οἰκτείροντες, τῆς πατρίδος ἐπιθυμοῦντες, τὸν χρησμὸν δεδοικότες, τὴν ἀποδημίαν ὑποπτεύοντες· παρεμυθεῖτο δʼ αὐτοὺς εἰς ἅπαντα ὁ μετ’ ἀλλήλων πλοῦς.

Κἀκείνην μὲν τὴν ἡμέραν οὐρίῳ χρησάμενοι πνεύματι, διανύσαντες τὸν πλοῦν εἰς Σάμον κατήντησαν τὴν τῆς Ἥρας ἱερὰν νῆσον· κἀνταῦθα θύσαντες καὶ δειπνοποιησάμενοι, πολλὰ εὐξάμενοι τῆς νυκτὸς ἐπιγινομένης ἐπανήγοντο.

Καὶ ἦν ὁ πλοῦς αὐτοῖς οὔριος· λόγοι δὲ ἐν αὐτοῖς πολλοὶ πρὸς ἀλλήλους ἆρα ἡμῖν ὑπάρξει συγκαταβιῶναι μετʼ ἀλλήλων; Καὶ δή ποτε ὁ Ἁβροκόμης μέγα ἀναστενάξας, ἐν ὑπομνήσει τῶν ἑαυτοῦ γενόμενος Ἄνθεια ἔφησε, τῆς ψυχῆς μοι ποθεινοτέρα, μάλιστα μὲν εὐτυχεῖν εἴη καὶ σώζεσθαι μετʼ ἀλλήλων·

ἂν δʼ ἄρα τι ᾖ πεπρωμένον παθεῖν, καί πως ἀλλήλων ἀπαλλαγῶμεν, ὀμόσωμεν ἑαυτοῖς, φιλτάτη, ὡς σὺ μὲν ἐμοὶ μενεῖς ἁγνὴ καὶ ἄλλον ἄνδρα οὐχ ὑπομενεῖς, ἐγὼ δὲ ὅτι οὐκ ἂν ἄλλῃ γυναικὶ συνοικήσαιμι.

Ἀκούουσα δὲ Ἄνθεια μέγα ἀνωλόλυξε καὶ τί τοῦτο ἔφησεν Ἁβροκόμη, πεπίστευκας ὅτι ἐὰν ἀπαλλαγῶ σοῦ, περὶ ἀνδρὸς ἔτι καὶ γάμου σκέψομαι, ἥτις οὐδὲ ζήσομαι τὴν ἀρχὴν ἄνευ σοῦ; Ὡς ὀμνύω γέ σοι τὴν πάτριον ἡμῖν θεόν, τὴν μεγάλην Ἐφεσίων Ἄρτεμιν, καὶ ταύτην ἣν διανύομεν θάλατταν καὶ τὸν ἐπʼ ἀλλήλους ἡμᾶς καλῶς ἐκμήναντα θεόν, ὡς ἐγὼ καὶ βραχύ τι ἀποσπασθεῖσα σοῦ οὔτε ζήσομαι οὔτε τὸν ἥλιον ὄψομαι.

Ταῦτα ἔλεγεν ἡ Ἄνθεια· ἐπώμνυε δὲ καὶ ὁ Ἁβροκόμης, καὶ ὁ καιρὸς αὐτῶν ἐποίει τοὺς ὅρκους φοβερωτέρους.

Ἐν τούτῳ δὲ ἡ ναῦς Κῶ μὲν παραμείβει καὶ Κνίδον, κατεφαίνετο δʼ ἡ Ῥοδίων νῆσος μεγάλη καὶ καλή· καὶ αὐτοὺς ἐνταῦθα ἔδει καταχθῆναι πάντως· δεῖν γὰρ ἔφασκον οἱ ναῦται καὶ ὑδρεύσασθαι καὶ αὐτοὺς ἀναπαύσασθαι, μέλλοντας εἰς μακρὸν ἐμπεσεῖσθαι πλοῦν.

Chapter 12

Κατήγετο δὴ ἡ ναῦς εἰς Ῥόδον καὶ ἐξέβαινον οἱ ναῦται, ἐξῄει δὲ ὁ Ἁβροκόμης ἔχων μετὰ χεῖρα τὴν Ἄνθειαν· συνῄεσαν δὲ πάντες οἱ Ῥόδιοι, τὸ κάλλος τῶν παίδων καταπεπληγότες, καὶ οὐκ ἔστιν ὅστις τῶν ἰδόντων παρῆλθε σιωπῶν· ἀλλʼ οἱ μὲν ἔλεγον ἐπιδημίαν θεῶν, οἱ δὲ προσεκύνουν καὶ προσεποιοῦντο. Ταχὺ δὲ δι’ ὅλης τῆς πόλεως διεπεφοιτήκει τοὔνομα Ἁβροκόμου καὶ Ἀνθείας.

Ἐπεύχονται δὲ αὐτοῖς δημοσίᾳ καὶ θυσίας τε θύουσι πολλὰς καὶ ἑορτὴν ἄγουσι τὴν ἐπιδημίαν αὐτῶν. Οἱ δὲ τήν τε πόλιν ἅπασαν ἐξιστόρησαν καὶ ἀνέθεσαν εἰς τὸ τοῦ Ἡλίου ἱερὸν πανοπλίαν χρυσῆν καὶ ἐπέγραψαν ἐπίγραμμα εἰς ὑπόμνημα τῶν ἀναθέντων Οἱ ξεῖνοι τάδε σοι χρυσήλατα τεύχε’ ἔθηκαν, Ἀνθία Ἁβροκόμης θ’, ἱερῆς Ἐφέσοιο πολῖται.

Ταῦτα ἀναθέντες, ὀλίγας ἡμέρας ἐν τῇ νήσῳ μείναντες, ἐπειγόντων τῶν ναυτῶν ἀνήγοντο ἐπισιτισάμενοι· παρέπεμπε δὲ αὐτοὺς ἅπαν τὸ Ῥοδίων πλῆθος. Καὶ τὰ μὲν πρῶτα ἐφέροντο οὐρίῳ πνεύματι, καὶ ἦν αὐτοῖς ὁ πλοῦς ἀσμένοις, κἀκείνην τε τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα ἐφέροντο ἀναμετροῦντες τὴν Αἰγυπτίαν καλουμένην θάλατταν· τῇ δὲ δευτέρᾳ ἐπέπαυτο μὲν ὁ ἄνεμος, γαλήνη δὲ ἦν καὶ πλοῦς βραδὺς καὶ ναυτῶν ῥᾳθυμία καὶ πότος καὶ μέθη καὶ ἀρχὴ τῶν μεμαντευμένων.

Τῷ δὲ Ἁβροκόμῃ ἐν τούτῳ ἐφίσταται γυνὴ ὀφθῆναι φοβερά, τὸ μέγεθος ὑπὲρ ἄνθρωπον, ἐσθῆτα ἔχουσα φοινικῆν· ἐπιστᾶσα δὲ τὴν ναῦν ἐδόκει κάειν καὶ τοὺς μὲν ἄλλους ἀπόλλυσθαι, αὐτὸν δὲ μετὰ τῆς Ἀνθείας διανήχεσθαι. Ταῦτα ὡς εὐθὺς εἶδεν ἐταράχθη καὶ προσεδόκα τι δεινὸν ἐκ τοῦ ὀνείρατος· καὶ τὸ δεινὸν ἐγίνετο.

Chapter 13

Ἔτυχον μὲν ἐν Ῥόδῳ πειραταὶ παρορμοῦντες αὐτοῖς, Φοίνικες τὸ γένος, ἐν τριήρει μεγάλῃ· παρώρμουν δὲ ὡς φορτίον ἔχοντες καὶ πολλοὶ καὶ γεννικοί. Οὗτοι κατεμεμαθήκεσαν τῇ νηὶ ὅτι χρυσὸς καὶ ἄργυρος καὶ ἀνδράποδα πολλὰ καὶ τίμια.

Διέγνωσαν οὖν ἐπιθέμενοι τοὺς μὲν ἀντιμαχομένους ἀποκτιννύειν, τοὺς δὲ ἄλλους ἄγειν εἰς Φοινίκην πραθησομένους καὶ τὰ χρήματα· κατεφρόνουν δὲ ὡς οὐκ ἀξιομάχων αὐτῶν.

Τῶν δὲ πειρατῶν ὁ ἔξαρχος Κόρυμβος ἐκαλεῖτο, νεανίας ὀφθῆναι μέγας, φοβερὸς τὸ βλέμμα· κόμη ἦν αὐτῷ αὐχμηρὰ καθειμένη.

Ὡς δὲ ταῦτα οἱ πειραταὶ ἐβουλεύσαντο, τὰ μὲν πρῶτα παρέπλεον ἡσυχῆ τοῖς περὶ Ἁβροκόμην· τελευταῖον δὲ (ἦν μὲν περὶ μέσον ἡμέρας, ἔκειντο δὲ πάντες οἱ ἐν τῇ νηὶ ὑπὸ μέθης καὶ ῥᾳθυμίας οἱ μὲν καθεύδοντες, οἱ δὲ ἀλύοντες) ἐφίστανται δὲ αὐτοῖς οἱ περὶ τὸν Κόρυμβον ἐλαυνομένῃ τῇ νηὶ σὺν ὀξύτητι πολλῇ.

Ὡς δὲ πλησίον ἐγένοντο, ἀνεπήδησαν ἐπὶ τὴν ναῦν ὡπλισμένοι, τὰ ξίφη γυμνὰ ἔχοντες· κἀνταῦθα οἱ μὲν ἐρρίπτουν ἑαυτοὺς ὑπʼ ἐκπλήξεως εἰς τὴν θάλατταν καὶ ἀπώλλυντο, οἱ δὲ ἀμύνεσθαι θέλοντες ἀπεσφάζοντο.

Ὁ δὲ Ἁβροκόμης καὶ ἡ Ἄνθεια προστρέχουσι τῷ Κορύμβῳ τῷ πειρατῇ, καὶ λαβόμενοι τῶν γονάτων αὐτοῦ τὰ μὲν χρήματα ἔφασαν, ὦ δέσποτα, καὶ ἡμᾶς οἰκέτας ἔχε, φεῖσαι δὲ τῆς ψυχῆς καὶ μηκέτι φόνευε τοὺς ἑκόντας ὑποχειρίους σοι γενομένους· μὴ πρὸς αὐτῆς θαλάσσης, μὴ πρὸς δεξιᾶς τῆς σῆς· ἀγαγὼν δὲ ἡμᾶς ὅποι θέλεις, ἀπόδου τοὺς σοὺς οἰκέτας· μόνον οἴκτειρον ἡμᾶς ὑφʼ ἑνὶ ποιήσας δεσπότῃ.

Chapter 14

Ἀκούσας ὁ Κόρυμβος εὐθὺς μὲν ἐκέλευσε φείσασθαι φονεύοντας, μεταθέμενος δὲ τὰ τιμιώτερα τῶν φορτίων καὶ τὸν Ἁβροκόμην καὶ τὴν Ἄνθειαν ἄλλους τε τινὰς τῶν οἰκετῶν ὀλίγους ἐνέπρησε τὴν ναῦν, καὶ οἱ λοιποὶ πάντες κατεφλέχθησαν· τὸ γὰρ πάντας ἄγειν οὔτε ἐδύνατο οὔτε ἀσφαλὲς ἑώρα.

Ἦν δὲ τὸ θέαμα ἐλεεινόν, τῶν μὲν ἐν τῇ τριήρει ἀναγομένων τῶν δὲ ἐν τῇ νηὶ φλεγομένων τὰς χεῖρας ἐκτεινόντων καὶ ὀλοφυρομένων.

Καὶ οἱ μὲν ἔλεγον ποῖ ποτε ἀχθήσεσθε, δεσπόται; τίς ὑμᾶς ὑποδέξεται γῆ, καὶ τίνα πόλιν οἰκήσετε; οἱ δὲ ὦ μακάριοι, μέλλοντες ἀποθνήσκειν εὐτυχῶς πρὸ τοῦ πειραθῆναι δεσμῶν, πρὸ τοῦ δουλείαν λῃστρικὴν ἰδεῖν. Ταῦτα λέγοντες οἱ μὲν ἀνήγοντο, οἱ δὲ κατεφλέγοντο.

Ἐν τούτῳ δὲ ὁ τροφεὺς τοῦ Ἁβροκόμου πρεσβύτης ἤδη, σεμνὸς ἰδεῖν καὶ διὰ τὸ γῆρας ἐλεεινός, οὐκ ἐνεγκὼν ἀναγόμενον τὸν Ἁβροκόμην, ῥίψας ἑαυτὸν εἰς τὴν θάλασσαν ἐνήχετο ὡς καταληψόμενος τὴν τριήρη τίνι με καταλείπεις, τέκνον λέγων, τὸν γέροντα, τὸν παιδαγωγόν;

ποῖ δὲ ἀπερχόμενος, Ἁβροκόμη; αὐτὸς ἀπόκτεινόν με τὸν δυστυχῆ καὶ θάψον· τί γάρ ἐστί μοι ζῆν ἄνευ σοῦ; Ταῦτα ἔλεγε καὶ τέλος ἀπελπίσας ἔτι Ἁβροκόμην ὄψεσθαι, παραδοὺς ἑαυτὸν τοῖς κύμασιν ἀπέθανε.

Τοῦτο δὲ Ἁβροκόμῃ πάντων ἦν ἐλεεινότατον· καὶ γὰρ τὰς χεῖρας ἐξέτεινε τῷ πρεσβύτῃ καὶ τοὺς πειρατὰς ἀναλαμβάνειν παρεκάλει· οἱ δὲ οὐδένα λόγον ποιησάμενοι, διανύσαντες ἡμέραις τρισὶ τὸν πλοῦν κατήχθησαν εἰς πόλιν τῆς Φοινίκης Τύρον, ἔνθα ἦν τοῖς πειραταῖς τὰ οἰκεῖα.

Ἦγον δὲ αὐτοὺς εἰς αὐτὴν μὲν τὴν πόλιν οὐχί, εἰς πλησίον δέ τι χωρίον ἀνδρὸς ἄρχοντος λῃστηρίου, Ἀψύρτου τοὔνομα, οὗ καὶ ὁ Κόρυμβος ἦν ὑπηρέτης ἐπὶ μισθῷ καὶ μέρει τῶν λαμβανομένων. Ἐν δὲ τῷ τοῦ πλοὸς διαστήματι ἐκ πολλῆς τῆς καθʼ ἡμέραν ὄψεως ἐρᾷ ὁ Κόρυμβος τοῦ Ἁβροκόμου σφοδρὸν ἔρωτα, καὶ αὐτὸν ἡ πρὸς τὸ μειράκιον συνήθεια ἐπὶ πλέον ἐξέκαε.

Chapter 15

Καὶ ἐν μὲν τῷ πλῷ οὔτε πεῖσαι δυνατὸν ἐδόκει εἶναι· ἑώρα γὰρ ὡς διάκειται μὲν ὑπʼ ἀθυμίας πονήρως, ἑώρα δὲ καὶ τῆς Ἀνθείας ἐρῶντα· ἀλλὰ καὶ τὸ βιάζεσθαι χαλεπὸν εἶναι αὐτῷ κατεφαίνετο· ἐδεδοίκει γὰρ μή τι ἑαυτὸν ἐργάσηται δεινόν·

ἐπεὶ δὲ κατήχθησαν εἰς Τύρον, οὐκέτι καρτερῶν τὰ μὲν πρῶτα ἐθεράπευε τὸν Ἁβροκόμην καὶ θαρρεῖν παρεκάλει καὶ πᾶσαν ἐπιμέλειαν προσέφερεν·

ὁ δὲ ἐλεοῦντα τὸν Κόρυμβον ἐνόμιζεν αὐτοῦ ποιεῖσθαι τὴν ἐπιμέλειαν· τὸ δεύτερον δὲ ἀνακοινοῦται ὁ Κόρυμβος τὸν ἔρωτα τῶν συλλῃστῶν τινι, Εὐξείνῳ τοὔνομα, καὶ δεῖται βοηθὸν γενέσθαι καὶ συμβουλεῦσαι τίνι τρόπῳ δυνήσεται πεῖσαι τὸ μειράκιον.

Ὁ δὲ Εὔξεινος ἄσμενος ἀκούει τὰ περὶ τοῦ Κορύμβου· καὶ γὰρ αὐτὸς ἐπʼ Ἀνθείᾳ διέκειτο πονήρως καὶ ἤρα τῆς κόρης σφοδρὸν ἔρωτα· λέγει δὲ πρὸς τὸν Κόρυμβον καὶ τὰ αὑτοῦ καὶ συνεβούλευσε μὴ ἐπὶ πλέον ἐπανιᾶσθαι, ἀλλʼ ἔργου ἔχεσθαι·

καὶ γὰρ ἔφη σφόδρα ἀγεννὲς κινδυνεύοντας καὶ παραβαλλομένους μὴ ἀπολαύειν μετὰ ἀδείας ὧν ἐκτησάμεθα πόνων· δυνησόμεθα δὲ αὐτοὺς ἔλεγεν ἐξαιρέτους παρὰ Ἀψύρτου λαβεῖν δωρεάν.

Ταῦτα εἰπὼν ῥᾳδίως ἔπεισεν αὐτὸν ἐρῶντα. Καὶ δὴ συντίθενται κατὰ ταὐτὰ τοὺς ὑπὲρ ἀλλήλων ποιήσασθαι λόγους καὶ πείθειν οὗτος μὲν Ἁβροκόμην, Κόρυμβος δὲ Ἄνθειαν.

Chapter 16

Ἐν τούτῳ τῷ χρόνῳ ἔκειντο ἄθυμοι, πολλὰ προσδοκῶντες, ἀλλήλοις διαλεγόμενοι, συνεχὲς ὀμνύοντες τηρήσειν τὰ συγκείμενα.

Ἔρχονται δὴ πρὸς αὐτοὺς ὁ Κόρυμβος καὶ ὁ Εὔξεινος καὶ φράσαντες ἰδίᾳ τι θέλειν εἰπεῖν, ἀπάγουσι καθʼ αὑτοὺς ὁ μὲν τὴν Ἄνθειαν, ὁ δὲ τὸν Ἁβροκόμην. Τοῖς δὲ αἵ τε ψυχαὶ ἐκραδαίνοντο καὶ οὐδὲν ὑγιὲς ὑπενόουν.

Λέγει οὖν ὁ Εὔξεινος πρὸς τὸν Ἁβροκόμην ὑπὲρ Κορύμβου μειράκιον, εἰκὸς μέν σε ἐπὶ τῇ συμφορᾷ φέρειν χαλεπῶς, οἰκέτην μὲν ἐξ ἐλευθέρου γενόμενον, πένητα δὲ ἀντʼ εὐδαίμονος· δεῖ δέ σε τῇ τύχῃ πάντα λογίσασθαι καὶ στέργειν τὸν κατέχοντα δαίμονα καὶ τοὺς γενομένους δεσπότας ἀγαπᾶν.

Ἴσθι γὰρ ὡς ἔνεστί σοι καὶ εὐδαιμοσύνην καὶ ἐλευθερίαν ἀπολαβεῖν, εἰ θελήσεις πείθεσθαι τῷ δεσπότῃ Κορύμβῳ· ἐρᾷ γὰρ σοῦ σφοδρὸν ἔρωτα καὶ πάντων ἕτοιμός ἐστι δεσπότην ποιεῖν τῶν ἑαυτοῦ. Πείσῃ δὲ χαλεπὸν μὲν οὐδέν, εὐνούστερον δὲ σεαυτῷ τὸν δεσπότην ἐργάσῃ.

Ἐννόησον δὲ ἐν οἷς ὑπάρχεις· βοηθὸς μὲν οὐδείς, γῆ δὲ αὕτη ξένη καὶ δεσπόται λῃσταὶ καὶ οὐδεμία τιμωρίας ἀποφυγὴ ὑπερηφανήσαντι Κόρυμβον. Τί δέ σοι γυναικὸς δεῖ νῦν καὶ πραγμάτων; τί δὲ ἐρωμένης τηλικῷδε ὄντι; πάντα ἀπόρριψον, πρὸς μόνον δεῖ σε τὸν δεσπότην βλέπειν, τούτῳ κελεύσαντι ὑπακούειν.

Ἀκούσας ὁ Ἁβροκόμης εὐθὺς μὲν ἀχανὴς ἦν καὶ οὔτε τι ἀποκρίνεσθαι εὕρισκεν, ἐδάκρυε δὲ καὶ ἀνέστενε πρὸς αὑτὸν ἀφορῶν, εἰς οἷα ἄρα ἐλήλυθε· καὶ δὴ λέγει πρὸς τὸν Εὔξενον ἐπίτρεψον, δέσποτα, βουλεύσασθαι βραχύ, καὶ πρὸς πάντα ἀποκρινοῦμαί σοι τὰ ῥηθέντα.

Καὶ ὁ μὲν Εὔξεινος ἀνεχώρει· ὁ δὲ Κόρυμβος τῇ Ἀνθείᾳ διείλεκτο τὸν ἔρωτα τὸν Εὐξείνου καὶ τὴν παροῦσαν ἀνάγκην καὶ ὅτι δεῖ πάντως αὐτὴν πείθεσθαι τοῖς δεσπόταις· ὑπέσχετο δὲ πολλά καὶ γάμον νόμιμον καὶ χρήματα πεισθείσῃ καὶ περιουσίαν. Ἡ δὲ αὐτῷ τὰ ὅμοια ἀπεκρίνατο, αἰτησαμένη βραχὺν βουλεύσασθαι χρόνον.

Book 2

Chapter 1

Καὶ ὁ μὲν Εὔξεινος καὶ ὁ Κόρυμβος μετʼ ἀλλήλων ἦσαν περιμένοντες ὅ τι ἀκούσονται, ἤλπιζον δʼ αὐτοὺς ῥᾳδίως πείσειν· ὁ δὲ Ἁβροκόμης καὶ ἡ Ἄνθεια ἧκον εἰς τὸ δωμάτιον ἔνθα συνήθως διῃτῶντο, καὶ πρὸς ἀλλήλους εἰπόντες ἅπερ ἠκηκόεσαν, καταβαλόντες ἑαυτοὺς ἔκλαον, ὠδύροντο.

Ὦ πάτερ ἔλεγον, ὦ μῆτερ, ὦ πατρὶς φιλτάτη καὶ οἰκεῖοι καὶ συγγενεῖς. Τελευταῖον δὲ ἀνενεγκὼν ὁ Ἁβροκόμης ὦ κακοδαίμονες ἔφησεν ἡμεῖς, τί ἄρα πεισόμεθα ἐν γῇ βαρβάρῳ, πειρατῶν ὕβρει παραδοθέντες; Ἄρχεται τὰ μεμαντευμένα· τιμωρίαν ἤδη με ὁ θεὸς τῆς ὑπερηφανίας εἰσπράττει· ἐρᾷ Κόρυμβος ἐμοῦ, σοῦ δὲ Εὔξεινος.

Ὢ τῆς ἀκαίρου πρὸς ἑκατέρους εὐμορφίας. εἰς τοῦτο ἄρα μέχρι νῦν σώφρων ἐτηρήθην, ἵνα ἐμαυτὸν ὑποθῶ λῃστῇ ἐρῶντι τὴν αἰσχρὰν ἐπιθυμίαν; Καὶ τίς ἐμοὶ βίος περιλείπεται πόρνῃ μὲν ἀντὶ ἀνδρὸς γενομένῳ, ἀποστερηθέντι δὲ Ἀνθείας τῆς ἐμῆς;

Ἀλλʼ οὐ μὰ τὴν μέχρις ἄρτι σωφροσύνην ἐκ παιδός μοι σύντροφον, οὐκ ἂν ἐμαυτὸν ὑποθείην Κορύμβῳ· τεθνήξομαι δὲ πρότερον καὶ φανοῦμαι νεκρὸς σώφρων.

Ταῦτα ἔλεγε καὶ ἐπεδάκρυεν· ἡ δὲ Ἄνθεια φεῦ τῶν κακῶν εἶπεν, ταχέως τι τῶν ὅρκων ἀναγκαζόμεθα, ταχέως τῆς δουλείας πειρώμεθα· ἐρᾷ τις ἐμοῦ καὶ πείσειν ἤλπιζεν καὶ εἰς εὐνὴν ἐλεύσεσθαι τὴν ἐμὴν μετὰ Ἁβροκόμην καὶ συγκατακλιθήσεσθαι καὶ ἀπολαύσειν ἐπιθυμίας.

Ἀλλὰ μὴ οὕτως ἐγὼ φιλόζωος γενοίμην, μηδʼ ὑπομείναιμι ὑβρισθεῖσα ἰδεῖν τὸν ἥλιον. Δεδόχθω ταῦτα· ἀποθνήσκωμεν, Ἁβροκόμη· ἕξομεν ἀλλήλους μετὰ θάνατον, ὑπʼ οὐδενὸς ἐνοχλούμενοι.

Chapter 2

Καὶ τοῖς μὲν ταῦτα ἐδέδοκτο· ἐν δὲ τούτῳ Ἄψυρτος ὁ προεστὼς τοῦ λῃστηρίου πυθόμενος ὅτι τε ἥκουσιν οἱ περὶ τὸν Κόρυμβον καὶ ὅτι πολλὰ εἶεν καὶ θαυμάσια κομίζοντες χρήματα, ἧκεν εἰς τὸ χωρίον καὶ εἶδέ τε τοὺς περὶτὸνἉβροκόμην καὶ κατεπλάγη τὴν εὐμορφίαν καὶ εὐθὺς μέγα κέρδος νομίζων ᾐτήσατο ἐκείνους.

Τὰ μὲν οὖν ἄλλα χρήματα καὶ κτήματα καὶ παρθένους ὅσαι συνελήφθησαν διένειμε τοῖς περὶ τὸν Κόρυμβον πειραταῖς· ὁ δὲ Εὔξεινος καὶ ὁ Κόρυμβος ἄκοντες μὲν συνεχώρουν τοὺς περὶ τὸν Ἁβροκόμην τῷ Ἀψύρτῳ, συνεχώρουν δʼ οὖν ἀνάγκῃ.

Καὶ οἱ μὲν ἀπηλλάσσοντο· ὁ δὲ Ἄψυρτος παραλαβὼν τὸν Ἁβροκόμην καὶ τὴν Ἄνθειαν καὶ οἰκέτας δύο, Λεύκωνα καὶ Ῥόδην, ἤγαγεν εἰς τὴν Τύρον.

Περίβλεπτος δὲ ἦν αὐτῶν ἡ πομπὴ καὶ πάντες ἐτεθαυμάκεσαν τὸ κάλλος, καὶ ἄνθρωποι βάρβαροι μήπω πρότερον τοσαύτην ἰδόντες εὐμορφίαν θεοὺς ἐνόμιζον εἶναι τοὺς βλεπομένους, ἐμακάριζον δὲ τὸν Ἄψυρτον οἵους οἰκέτας εἴη κεκτημένος.

Ἀγαγὼν δὲ αὐτοὺς εἰς τὴν οἰκίαν παραδίδωσιν οἰκέτῃ πιστῷ δι’ ἐπιμελείας κελεύσας ἔχειν, ὡς μεγάλα κερδανῶν εἰ ἀπόδοιτο τῆς ἀξίας αὐτοὺς τιμῆς.

Chapter 3

Καὶ οἱ μὲν περὶ τὸν Ἁβροκόμην ἐν τούτοις ἦσαν· ἡμερῶν δὲ διαγενομένων ὀλίγων ὁ μὲν Ἄψυρτος ἐπ’ ἄλλην ἐμπορίαν εἰς Συρίαν ἀπῆλθε, θυγάτηρ δὲ αὐτοῦ, Μαντὼ ὄνομα, ἠράσθη τοῦ Ἁβροκόμου· ἦν δὲ καλὴ καὶ ὡραία γάμων ἤδη, πολὺ δὲ τοῦ Ἀνθείας κάλλους ἀπελείπετο.

Αὕτη ἡ Μαντὼ ἐκ τῆς συνήθους μετὰ τοῦ Ἁβροκόμου διαίτης ἁλίσκεται καὶ ἀκατασχέτως εἶχε καὶ ἠπόρει ὅ τι ποιήσαι· οὔτε γὰρ πρὸς τὸν Ἁβροκόμην εἰπεῖν ἐτόλμα, γυναῖκα εἰδυῖα ἔχοντα καὶ πείσειν οὐδέποτε ἐλπίζουσα, οὔτε ἄλλῳ τινὶ τῶν ἑαυτῆς δέει τοῦ πατρός·

δι’ ἃ δὴ καὶ μᾶλλον ἀνεκάετο καὶ διέκειτο πονήρως· καὶ οὐκέτι καρτεροῦσα ἔγνω πρὸς τὴν Ῥόδην, τὴν σύντροφον τῆς Ἀνθείας, οὖσαν ἡλικιῶτιν καὶ κόρην, κατειπεῖν τὸν ἔρωτα· ταύτην γὰρ μόνην ἤλπιζε συνεργήσειν αὐτῇ πρὸς τὴν ἐπιθυμίαν.

Καὶ δὴ σχολῆς λαβομένη ἄγει τὴν κόρην πρὸς τὰ πατρῷα ἐπὶ τῆς οἰκίας ἱερά, καὶ δεῖται μὴ κατειπεῖν αὐτῆς καὶ ὅρκους λαμβάνει καὶ λέγει τὸν ἔρωτα τοῦ Ἁβροκόμου καὶ ἱκετεύει συλλαβέσθαι καὶ πολλὰ ὑπέσχετο συλλαβομένῃ.

Ἔφη δʼ ἴσθι μὲν οἰκέτις οὖσα ἐμή, ἴσθι δὲ ὀργῆς πειρασομένη βαρβάρου καὶ ἠδικημένης. Ταῦτα εἰποῦσα ἀπέπεμπε τὴν Ῥόδην· ἡ δὲ ἐν ἀμηχάνῳ κακῷ ἐγεγόνει· τὸ γὰρ εἰπεῖν Ἁβροκόμῃ παρῃτεῖτο, φιλοῦσα τὴν Ἄνθειαν· πάνυ δὲ ἐδεδοίκει τῆς βαρβάρου τὴν ὀργήν.

Ἔδοξεν οὖν αὐτῇ καλῶς ἔχειν Λεύκωνι πρῶτον ἀνακοινῶσαι τὰ ὑπὸ τῆς Μαντοῦς εἰρημένα. Ἤν δὲ καὶ τῇ Ῥόδῃ κοινωνήματα ἐξ ἔρωτος γενόμενα πρὸς Λεύκωνα, καὶ συνῆσαν ἀλλήλοις ἔτι ἐν Ἐφέσῳ.

Τότε δὴ λαβομένη μόνου ὦ Λεύκων ἔφη, ἀπολώλαμεν τελέως· νῦν οὐκέτι τοὺς συντρόφους ἕξομεν· ἡ τοῦ δεσπότου θυγάτηρ Ἀψύρτου ἐρᾷ μὲν Ἁβροκόμου σφοδρὸν ἔρωτα, ἀπειλεῖ δέ, εἰ μὴ τύχοι, δεινὰ ἡμᾶς ἐργάσεσθαι·

σκόπει τοίνυν τί δεῖ ποιεῖν· τὸ γὰρ ἀντειπεῖν τῇ βαρβάρῳ σφαλερόν, τὸ δὲ ἀποζεῦξαι Ἁβροκόμην Ἀνθείας ἀδύνατον. Ἀκούσας ὁ Λεύκων δακρύων ἐνεπλήσθη, μεγάλας ἐκ τούτων συμφορὰς προσδοκῶν· ὀψὲ δὲ ἀνενεγκὼν σιώπα ἔφη, Ῥόδη, ἐγὼ γὰρ ἕκαστα διοικήσω.

Chapter 4

Ταῦτα εἰπὼν ἔρχεται πρὸς Ἁβροκόμην. Τῷ δὲ ἄρα οὐδὲν ἔργον ἦν ἢ φιλεῖν Ἄνθειαν καὶ ὑπʼ ἐκείνης φιλεῖσθαι καὶ λαλεῖν ἐκείνῃ καὶ ἀκούειν λαλούσης. Ἐλθὼν δὲ παρʼ αὐτοὺς τί ποιοῦμεν, σύντροφοι; Τί δὲ βουλευόμεθα, οἰκέται;

Δοκεῖς τινι τῶν δεσποτῶν, Ἁβροκόμη, καλός· ἡ θυγατὴρ ἡ Ἀψύρτου πονήρως ἐπὶ σοὶ διάκειται, καὶ ἀντειπεῖν ἐρώσῃ βαρβάρῳ παρθένῳ χαλεπόν· σὺ οὖν ὅπως σοι δοκεῖ βουλευσάμενος σῶσον ἡμᾶς ἅπαντας καὶ μὴ περιίδῃς ὀργῇ δεσποτῶν ὑποπεσόντας.

Ἀκούσας ὁ Ἁβροκόμης εὐθὺς μὲν ὀργῆς ἐνεπλήσθη, ἀποβλέψας δὲ ἀτενὲς εἰς τὸν Λεύκωνα ὦ πονηρὲ ἔφη καὶ Φοινίκων τῶν ἐνταῦθα βαρβαρώτερε, ἐτόλμησας εἰπεῖν πρὸς Ἁβροκόμην τοιαῦτα ῥήματα καὶ παρούσης Ἀνθείας ἄλλην παρθένον μοι διηγῇ; Δοῦλος μέν εἰμι ἀλλὰ συνθήκας οἶδα τηρεῖν.

Ἔχουσιν ἐξουσίαν μου τοῦ σώματος, τὴν ψυχὴν δὲ ἐλευθέραν ἔχω. Ἀπειλείτω νῦν, εἰ θέλει, Μαντὼ ξίφη καὶ βρόχους καὶ πῦρ καὶ πάντα ὅσα δύναται σῶμα ἐνεγκεῖν οἰκέτου· οὐ γὰρ ἄν ποτε πεισθείην ἑκὼν Ἄνθειαν ἀδικῆσαι.

Καὶ ὁ μὲν ταῦτα ἔλεγεν, ἡ δὲ Ἄνθεια ὑπὸ τῆς συμφορᾶς ἔκειτο ἀχανής, οὐδὲ φθέγξασθαί τι δυναμένη· ὀψὲ δὲ καὶ μόλις αὑτὴν ἐγείρασα ἔχω μὲν φησίν, Ἁβροκόμη, τὴν εὔνοιαν τὴν σὴν καὶ στέργεσθαι διαφερόντως ὑπὸ σοῦ πεπίστευκα· ἀλλὰ δέομαι σοῦ, τῆς ψυχῆς τῆς ἐμῆς δέσποτα, μὴ προδῷς σεαυτὸν μηδὲ εἰς ὀργὴν ἐμβάλῃς βαρβαρικήν, συγκατάθου δὲ τῇ τῆς δεσποίνης ἐπιθυμίᾳ·

κἀγὼ ὑμῖν ἄπειμι ἐκποδών, ἐμαυτὴν ἀποκτείνασα. Τοσοῦτον σοῦ δεήσομαι, θάψον αὐτὸς καὶ φίλησον πεσοῦσαν καὶ μέμνησο Ἀνθείας.

Ταῦτα πάντα εἰς μείζονα συμφορὰν τὸν Ἁβροκόμην ἦγε καὶ ἠπόρει ὅστις γένηται.

Chapter 5

Καὶ οἱ μὲν ἐν τούτοις ἦσαν· ἡ δὲ Μαντὼ χρονιζούσης τῆς Ῥόδης οὐκέτι καρτεροῦσα γράφει γραμματίδιον πρὸς τὸν Ἁβροκόμην· ἦν δὲ τὰ ἐγγεγραμμένα τοιάδε ‘ ΑΒΡΟΚΟΜΗι ΤΩι ΚΑΛΩι ΔΕΣΠΟΙΝΑΗ ΣΗ ΧΑΙΡΕΙΝ. Μαντὼ ἐρῶ σου, μηκέτι φέρειν δυναμένη· ἀπρεπὲς μὲν ἴσως παρθένῳ, ἀναγκαῖον δὲ φιλούσῃ· δέομαι, μή με περιίδῃς μηδὲ ὑβρίσῃς τὴν τὰ σὰ ᾑρημένην.

Ἐὰν γὰρ πεισθῇς, πατέρα τὸν ἐμὸν Ἄψυρτον ἐγὼ πείσω σοί με συνοικίσαι, καὶ τὴν νῦν σοι γυναῖκα ἀποσκευασόμεθα, πλουτήσεις δὲ καὶ μακάριος ἔσῃ· ἐὰν δὲ ἀντείπῃς, ἐννόει μὲν οἷα πείσῃ τῆς ὑβρισμένης ἑαυτὴν ἐκδικούσης, οἷα δὲ οἱ μετὰ σοῦ, κοινωνοὶ τῆς σῆς ὑπερηφανίας καὶ σύμβουλοι γενόμενοι.

Ταῦτα τὰ γράμματα λαβοῦσα καὶ κατασημηναμένη δίδωσι θεραπαίνῃ τινὶ ἑαυτῆς βαρβάρῳ, εἰποῦσα Ἁβροκόμῃ κομίζειν· ὁ δὲ ἔλαβε καὶ ἀνέγνω καὶ πᾶσι μὲν ἤχθετο τοῖς ἐγγεγραμμένοις, μάλιστα δὲ αὐτὸν ἐλύπει τὰ περὶ τῆς Ἀνθείας.

Κἀκείνην μὲν τὴν πινακίδα κατέχει, ἄλλην δὲ γράφει καὶ δίδωσι τῇ θεραπαίνῃ· ἦν δὲ τὰ ἐγγεγραμμένα τοιάδε. Δέσποινα, ὅ τι βούλει ποίει, καὶ χρῶ σώματι ὡς οἰκέτου· καὶ εἴτε ἀποκτείνειν θέλεις, ἕτοιμος, εἴτε βασανίζειν, ὅπως ἐθέλεις βασάνιζε· εἰς εὐνὴν δὲ τὴν σὴν οὐκ ἂν ἔλθοιμι, οὐδ’ ἂν τοιαῦτα πεισθείην κελευούσῃ.

Λαβοῦσα ταῦτα τὰ γράμματα ἡ Μαντὼ ἐν ὀργῇ ἀκατασχέτῳ γίνεται καὶ ἀναμίξασα πάντα, φθόνον, ζηλοτυπίαν, λύπην, φόβον, ἐνενόει ὅπως τιμωρήσεται τὸν ὑπερηφανοῦντα.

Καὶ δὴ ἐν τούτῳ ἔρχεται μὲν ἀπὸ Συρίας Ἄψυρτος, ἄγων τινὰ τῇ θυγατρὶ νυμφίον ἐκεῖθεν, Μοῖριν ὄνομα· ὡς δὲ ἀφίκετο, εὐθὺς ἡ Μαντὼ τὴν κατὰ Ἁβροκόμου τέχνην συνετάττετο, καὶ σπαράξασα τὰς κόμας καὶ περιρρηξαμένη τὴν ἐσθῆτα, ὑπαντήσασα τῷ πατρὶ καὶ προσπεσοῦσα πρὸς τὰ γόνατα οἴκτειρον ἔφη, πάτερ, θυγατέρα τὴν σὴν ὑβρισμένην ὑπʼ οἰκέτου·

ὁ γὰρ σώφρων Ἁβροκόμης ἐπείρασε μὲν παρθενίαν τὴν ἐμὴν ἀφανίσαι, ἐπεβούλευσε δὲ καὶ σοί, λέγων ἐρᾶν μου. Σὺ οὖν ὑπὲρ τηλικούτων τολμημάτων εἴσπραξαι παρʼ αὐτοῦ τιμωρίαν τὴν ἀξίαν, ἢ εἰ δίδως ἔκδοτον θυγατέρα τὴν σὴν τοῖς οἰκέταις, ἐμαυτὴν φθάσασα ἀποκτενῶ.

Chapter 6

Ἀκούσας ὁ Ἄψυρτος καὶ δόξας ἀληθῆ λέγειν αὐτὴν ἠρεύνησε μὲν τὸ πραχθὲν οὐκέτι, μεταπεμψάμενος δὲ τὸν Ἁβροκόμην ὦ τολμηρὰ καὶ μιαρὰ εἶπε κεφαλή, ἐτόλμησας εἰς δεσπότας τοὺς σοὺς ὑβρίσαι καὶ διαφθεῖραι παρθένον ἠθέλησας οἰκέτης ὤν; ἀλλ’ οὔτι χαιρήσεις· ἐγὼ γάρ σε τιμωρήσομαι καὶ τοῖς ἄλλοις οἰκέταις τὴν σὴν αἰκίαν ποιήσομαι παράδειγμα.

Εἰπὼν οὐκέτι ἀνασχόμενος οὐδὲ λόγου ἀκοῦσαι ἐκέλευσε περιρρῆξαι τὴν ἐσθῆτα αὐτοῦ τοῖς οἰκέταις καὶ φέρειν πῦρ καὶ μάστιγας καὶ παίειν τὸ μειράκιον.

Ἤν δὲ τὸ θέαμα ἐλεεινόν· αἵ τε γὰρ... τὸ σῶμα πᾶν ἠφάνιζον βασάνων ἄηθες ὂν οἰκετικῶν, τό τε αἷμα κατέρρει καὶ τὸ κάλλος ἐμαραίνετο.

Προσῆγεν αὐτῷ καὶ δεσμὰ φοβερὰ καὶ πῦρ καὶ μάλιστα ἐχρῆτο ταῖς βασάνοις κατʼ αὐτοῦ, τῷ νυμφίῳ τῆς θυγατρὸς ἐνδεικνύμενος ὅτι σώφρονα παρθένον ἄξεται.

Ἐν τούτῳ ἡ Ἄνθεια προσπίπτει τοῖς γόνασι τοῦ Ἀψύρτου καὶ ἐδεῖτο ὑπὲρ Ἁβροκόμου· ὁ δὲ ἀλλὰ καὶ μᾶλλον ἔφη διὰ σὲ κολασθήσεται, ὅτι καὶ σὲ ἠδίκησε, γυναῖκα ἔχων ἄλλης ἐρῶν. Καὶ τότε ἐκέλευσε δήσαντας αὐτὸν ἐγκαθεῖρξαί τινι οἰκήματι σκοτεινῷ.

Chapter 7

Καὶ ὁ μὲν ἐδέδετο καὶ ἦν ἐν εἱρκτῇ, δεινὴ δὲ αὐτὸν ἀθυμία καταλαμβάνει καὶ μάλιστα ἐπεὶ Ἄνθειαν οὐχ ἑώρα· ἐζήτει δὲ θανάτου τρόπους πολλούς, ἀλλ’ εὕρισκεν οὐδένα, πολλῶν τῶν φρουρούντων ὄντων. Ὁ δὲ Ἄψυρτος ἐποίει τῆς θυγατρὸς τοὺς γάμους καὶ ἑώρταζον πολλαῖς ἡμέραις.

Ἄνθεια δὲ πάντα πένθος ἦν, καὶ εἴ ποτε δυνηθείη πεῖσαι τοὺς ἐπὶ τοῦ δεσμωτηρίου, εἰσῄει πρὸς Ἁβροκόμην λανθάνουσα καὶ κατωδύρετο τὴν συμφοράν.

Ὡς δὲ ἤδη παρεσκευάζοντο εἰς Συρίαν ἀπιέναι, προύπεμψεν ὁ Ἄψυρτος τὴν θυγατέρα μετὰ δώρων πολλῶν, ἐσθῆτάς τε Βαβυλωνίας καὶ χρυσὸν ἄφθονον καὶ ἄργυρον ἐδίδου·…

Ὡς οὖν…

σὺ…

The complete text is available when the reading interface loads.