Nomina aetatum
- Authority group
- Aristophanes (catalogue association; authorship remains anonymous)
- Edition reference
- Nomina aetatum (fragmentum Parisinum), ed. A. Nauck, Aristophanis Byzantii grammatici Alexandrini fragmenta, 2nd edn., Halle: Lippert & Schmid, 1848 (repr. Hildesheim: Olms, 1963): 79–81.
- CTS identifier
urn:cts:greekLit:tlg0644.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
χρείας τῆς πόλεως· ἕως μὲν οὖν ποσῶν ἡμερῶν <παρεπίδη-μος> καλεῖται καὶ ἀτελής ἐστιν· ἐὰν δὲ ὑπερβῇ τὸν ὡρισμέ-νον χρόνον, <μέτοικος> ἤδη γίνεται καὶ ὑποτελής· παραπλησίωςδὲ τούτῳ καὶ ὁ <ἰσοτελής>. <Ζωὴ> λέγεται καὶ ἐπὶ τῆς περιουσίας, ὡς παρ'Ὁμήρῳ· Ἦ γάρ οἱ ζωή γ' ἦν ἄσπετος, οὔτινι τόσση· Δώδεκ' ἐν ἠπείρῳ ἀγέλαι. <Σκινθαρίζειν> ἐστὶ τὸ τῷ μέσῳ δακτύλῳπαίειν τινὸς τὸν μυκτῆρα· <ῥαθαπυγίζειν> δὲ τὸ σιμῷ τῷποδὶ τὸν γλουτὸν παίειν, ὡς εὕρηται ἐν Ἱππεῦσιν Ἀριστο-φάνους· τὸ λεγόμενον παρὰ τοῖς ἰδιώταις <κλοτζάτον>. <Κήλων> ὁ εἰς τὰ ἀφροδίσια ἐπιρρεπής, ἀπὸμεταφορᾶς τῶν ὀχευτῶν ὄνων. <Κέπφος>, ὁ εὐήθης, ἀπὸ κούφου τινὸς ὀρνι-θαρίου καὶ εὐμεταχειρίστου· ὡς Λυκόφρων ἐν Ἀλεξάνδρᾳ·„κέπφος ὣς ἐνήξατο.“ ὃν λέγουσιν οἱ ἰδιῶται <κέφος>. <Ἄγγαρος> ὁ ἐκ διαδοχῆς γραμματοφόρος, ὡςἩρόδοτος ἐν ὀγδόῳ. καὶ οἱ εὐτελεῖς δὲ καὶ ἄφρονες οὕτωςὠνομάζοντο, ὡς Μέτανδρος. ἐξ αὐτοῦ τοίνυν καὶ τὸ ἀγγα-ρεύειν καὶ ἡ ἀγγαρεία. <Τρίπρατος> δοῦλος, καὶ <τριπέδων>, καὶ<τρίδουλος>.{Περὶ ὀνομασίας ἡλικιῶν.} <Ammon.> p. 35. sq. sive <Etym. Gud.> p. 124. (cf.<Eust.> Od. p. 1788, 52.): Γέρων καὶ πρεσβύτης καὶ προβεβη-κώς διαφέρει. Ἀλεξίων δηλοῖ ἐν ἐπιτομῇ τῶν Διδύμου Συμ-μίκτων, λέγων οὕτως· Ἐκ τῶν Ἀριστοφάνους περὶ ἀνθρώπουγενέσεως καὶ αὐξήσεως ἄχρι γήρως· <Βρέφος> μὲν γάρ ἐστιτὸ γεννηθὲν εὐθέως· <παιδίον> δὲ τὸ τρεφόμενον ὑπὸ τιθηνοῦ·<παιδάριον> δὲ τὸ ἤδη περιπατοῦν καὶ τῆς λέξεως ἀντεχόμε-νον· <παιδίσκος> δ' ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ· <παῖς> δ' ὁ διὰτῶν ἐγκυκλίων μαθημάτων δυνάμενος ἰέναι. τὴν δὲ ἐχομένηνταύτης ἡλικίαν οἱ μὲν <πάλλακα, οἱ δὲ βούπαιδα,> οἱ δὲἀντίπαιδα, οἱ δὲ <μελλέφηβον> καλοῦσιν· ὁ δὲ μετὰ ταῦτα<ἔφηβος>· ἐν δὲ Κυρήνῃ τοὺς ἐφήβους <τριακαδίους> κα-λοῦσιν· ἐν δὲ Κρήτῃ <ἀποδρόμους>, διὰ τὸ μηδέπω τῶν κοι-νῶν δρόμων μετέχειν. ὁ δὲ μετὰ ταῦτα <μειράκιον ἢ μεῖ-ραξ,> εἶτα <νεανίσκος,> εἶτα <νεανίας,> εἶτα <ἀνὴρ μέσος>,εἶτα <προβεβηκώς>, ὃν καὶ <ὠμογέροντα> καλοῦσιν, γέρων, εἶτα<πρεσβύτης>, εἶτα <ἐσχατόγηρως>. <Eust.> Od. p. 1404. extr.: Τὰ τέλεια ἐπὶ πλεί-στων γενῶν καὶ κατηρτυκότα <λειπογνώμονα> καλεῖται διὰτὸ μηκέτι ἔχειν ὀδόντας τοὺς <γνώμονας> καλουμένους, οἷςἐπιγινώσκουσιν οἱ ἔμπειροι τοὺς πρωτοβόλους· ὁ δὲ τοῦτογράψας Ἀριστοφάνης λέγει καὶ Ἀττικήν τινα <δωδεκῇδα>θύεσθαι λεγομένην <λειπογνώμονα>, οἷον τελείαν. καὶ ὅτιἔνιοι τὸν ῥηθέντα ὀδόντα οὐ γνώμονα καλοῦσιν ἀλλὰ <γνῶ-μα,> οἷον· ”νέα δ' ἔτ' ἐστίν· οὐχ ὁρᾷς; καὶ γνῶμ' ἔχει”. καὶπάλιν· „(τὸ) γνῶμα γοῦν βέβληκεν ὡς οὖς' ἑπτέτης“. Τῶν συῶν οἱ μὲν τέλειοι καὶ ἐνόρχαι <κάπροι·>οἱ δὲ πίονες αὐτῶν <σίαλοι·> ἡ δὲ θήλεια <σῦς> μόνον. Ἱπ-πῶναξ δὲ <γρόμφιν> λέγει, εἴτε καθόλου· πᾶσαν ὗν δηλῶν,εἴτε τὴν παλαιὰν τῇ ἡλικίᾳ. τὰ δὲ νέα, <δέλφακες> μὲν τὰπεπηγότα πως ἤδη τοῖς σώμασι, τὰ δὲ ἔτι ἁπαλὰ καὶ ἔνικμα<χοῖροι>. <Eust.> Od. p. 1625, 33: Ἰστέον δὲ ὅτι ἐν τῷ πε-ρὶ ὀνομασίας ἡλικιῶν γράφει ὁ γραμματικὸς Ἀριστοφάνης τοι-αῦτα χρήσιμα εἰς τὰ προκείμενα. ”Τῶν αἰγῶν οἱ μὲν τέ-λειοι <τράγοι> καὶ <ἴξαλοι>, ἡ δὲ ἐχομένη ἡλικία <χίμαροι>,τὰ δὲ νεώτατα <ἔριφοι>. ὁ δὲ ποιητὴς ἐν Ὀδυσσείᾳ τὰ τέλειαμὲν <προγόνους> καλεῖ, τὰ δὲ μετὰ ταῦτα <μετάσσας>, τὰδὲ ἔτι νεώτερα <ἕρσας.> καὶ <ἐσσῆνες> δὲ καλοῦνται ἡλικίατις, καὶ <πρητῆνες> καὶ <ἐπιπρητῆνες>· ὅθεν καὶ παροιμία, Αἰγὸς ἐπιπρητῆνος ἐρυθροῦ πήρη ἀρίστη.Ἰωνικοὶ δέ τινες καὶ <ἀττήγους> καλοῦσιν ἡλικίαν τινὰ τῶνἀρρένων.” Εἶτα εἰπὼν περὶ <ἰονθάδος> Ὁμηρικοῦ τοῦ ἐντοῖς ἑξῆς, ὅτι ἐφ' ἡλικίας τινὸς καὶ μεγέθους αὐτό φησιν ὁποιητής, ἐπάγει ὅτι „Τῶν δὲ προβάτων τὰ μὲν τέλεια <ὄιες>καὶ <κριοί> καὶ <ἀρνειοί>, τὰ δὲ νέα <ἄρνες> καὶ <ἀμνοί>· ἔνι-οι δέ, φησί, καὶ <φαγίλους> καλοῦσιν.“ Ἐπὶ δὲ τούτοιςσποράδην παραδίδωσιν, ὅτι τε τὸ ἐξ ἵππου πατρὸς καὶ ὄνουμητρὸς γεννηθὲν <γίννος> ἐκαλεῖτο [ἀγεννὴς ὢν τὸ μέγεθος],καὶ ὅτι πολλάκις τοὺς ὄνους <κάνθωνας> καὶ <κανθηλίους>καλοῦσιν. ”<Ἀστράβαι> δέ, φησίν, οἱ καταμόνας σωματη-γοῦντες ἡμίονοι, καὶ <ἀστραβηλάται> οἱ αὐτοὺς ἐλαύνοντες·<ὑποζυγίαι> δὲ οἱ ὑφ' ἁμάξαις ζευγνύμενοι. Βοῶν δέ, φησί,<ταῦροι> μὲν οἱ τέλειοι καὶ ἐνόρχαι, ὧν οἱ χαλεπώτατοι καὶδι' ἀκμὴν μονάζοντες <ἀτιμαγέλαι> καλοῦνται· αἱ δὲ θή-λειαι <βόες μόνον>, τὰ δὲ νέα <δαμάλαι> καὶ <δαμάλιες> καὶ<μόσχοι> καὶ <πόριες> καὶ <πόρτιες> καὶ <πόρτακες>” Λέ-γει δὲ καὶ ὅτι κατὰ τὴν δάμαλιν Σοφοκλῆς ἔφη γηγενῆ <βού-βαλιν>, καὶ Αἰσχύλος· λεοντοχόρταν βούβαλιν νεαίρετον. καὶὅτι αἶγες καὶ ὄιες θήλειαι κέρατα πολλάκις ἔχουσαι <κερά-δες> καλοῦνται. <Aelian.> N. A. VII, 47: Τῶν ἀγρίων ζώων τὰ ἔκγονατὰ νέα διαφόρως ὀνομάζεται· καὶ τά γε πλείω διπλῆν τὴνἐπωνυμίαν ἔχει. Λεόντων <γοῦν σκύμνοι> καὶ <λεοντιδεῖς>ὀνομάζονται, ὡς Ἀριστοφάνης ὁ Βυζάντιος μαρτυρεῖ. Παρ-δάλεων δὲ <σκύμνοι> τε καὶ ** <ἄρκηλοι·> εἰσὶ δὲ οἵ φασι γέ-νος ἕτερον τῶν παρδάλεων τοὺς ἀρκήλους εἶναι. Θώων δὲμόνοι <σκύμνοι> φιλοῦσι καλεῖσθαι, καὶ τίγρεων ὁμοίως, καὶμυρμήκων δὲ καὶ πανθήρων. Ἔοικε δὲ καὶ τὰ τῶν λυγγῶν ἔκγοναὁμοίως ὀνομάζεσθαι· ἐν γοῦν τοῖς Λάσου λεγομένοις διθυ-ράμβοις οὕτως εὑρίσκεται <σκύμνος> εἰρημένον τὸ βρέφος τὸτῆς λυγγός. Πιθήκων δὲ ἀκούομεν <σκύμνους> τε καὶ <πιθη-κιδεῖς> τοὺς αὐτούς· βουβαλίδων δὲ <πώλους·> εἰ δὲ καὶὀρύγων, οὐκ ἂν θαυμάσαιμι, ὁ <αὐτὸς> Ἀριστοφάνης φησίν.Κυνῶν δὲ καὶ λύκων <σκύλακες> καλοῖντ' ἄν, ἦ δ' ὅς· ἤδηδὲ καὶ <λυκιδεῖς> καλοῦνται οἱ τῶν λύκων· ὁ δὲ τέλειος καὶμέγιστος καλοῖτο ἂν <μονόλυκος>. Τῶν μὲν δὴ λαγῶν <λα-γιδεῖς>· ὁ δὲ τέλειος, καὶ <πτῶκα> αὐτὸν φιλοῦσιν ὀνομάζεινοἱ ποιηταί, Λακεδαιμόνιοι δὲ <ταχίναν>. Ἀλωπέκων δὲ τὰἔκγονα <ἀλωπεκιδεῖς> κέκληνται· αὐτὴ δὲ ἡ μήτηρ καὶ <κερ-δώ> καὶ <σκαφώρη> καὶ <σκινδαφός>. Τῶν δὲ ἀγρίων ὑῶντὰ τέκνα <μολόβρια> ὀνομάζουσιν· ἀκούσαις δ' ἂν τοῦ Ἱπ-πώνακτος καὶ αὐτὸν τὸν ὗν <μολοβρίτην> που λέγοντος· κα-λοῦνται δὲ καὶ τῶν ὑῶν <μονιοί> τινες. Τάς γε μὴν δορκά-δας καὶ <ζόρκας> καὶ <πρόκας> εἰώθασιν ὀνομάζειν. Τῶν δὲὑστρίχων καὶ τῶν τοιούτων ἀγρίων τὰ ἔκγονα <ὄβρια> καλεῖται·καὶ μέμνηται Εὐριπίδης ἐν Πελιάσι τοῦ ὀνόματος, καὶΑἰσχύλος ἐν Ἀγαμέμνονι καὶ Δικτυουλκοῖς. Τὰ δὲ ἔτι ἐν τῇγαστρὶ <ἔμβρυα> καλοῦσι· τὰ δὲ τῶν ὀρνίθων καὶ τὰ τῶνὄφεων καὶ τῶν κροκοδείλων ἔνιοι ἔμβρυα καὶ <ψακάλους>καλοῦσιν, ὧν εἰσὶ καὶ Θετταλοί. Τὰ δὲ πρόςφατα ὀρνύφια<νεοττοὺς> καὶ <ὀρταλίχους>, ἀλεκτρυόνων τε <ἀλεκτοριδεῖς>λέγουσι· καὶ τόν γε πέρυσιν <περυσινὸν> ὀνομάζουσιν, ὡςκαὶ τὸν οἶνον. Καὶ αὖ πάλιν <χηνιδεῖς> καὶ <χηναλωπεκι-δεῖς> καὶ τὰ τούτοις ὅμοια κατὰ τὰ αὐτὰ σχηματίζουσιν.