Paroemiae
- Authority group
- Aristophanes (catalogue association; authorship remains anonymous)
- Edition reference
- Paroemiae (fragmenta), ed. Nauck, op. cit., 236–241.
- CTS identifier
urn:cts:greekLit:tlg0644.tlg004.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
5
ρίνθιοι καὶ ῥᾳθύμως διὰ τοῦτο διῆγον.]
6-13t
{Ἄμετροι παροιμίαι.}
6
<Zenob.> I, 52: Ἀκεσίας ἰάσατο· ἐπὶ τῶν ἐπὶ τὸ
χεῖρον ἰωμένων. ὅλην δὲ Ἀριστοφάνης ἐν τετάρτῳ ἀμέτρων
ἐκφέρει, λέγων· <Ἀκεσίας τὸν πρωκτὸν ἰάσατο>. Ἀκε-
σίας γάρ τις ἐγένετο ἰατρὸς ἀφυὴς ὃς τὸν πόδα τινὸς ἀλγοῦν-
τος κακῶς ἐθεράπευσεν. Cf. Diogenian. II, 3. Apostol. II, 23.
Arsen. p. 35: Ἀκεσίας ἰάσατο. ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον ἰωμέ-
νων. καὶ Ἀριστοφάνης· Ἀκεσίας τὸν πρωκτὸν ἰάσατο.
7
<Zenob.> I, 54: <Ἄκουε τοῦ τὰ τέσσαρα ὦτα
ἔχοντος·> ἐπὶ τῶν ἀπειθούντων—ἢ ἐπὶ τοῦ πολλὰ ἰδόντος
καὶ πολλὰ ἀκούσαντος, ὡς Ἀριστοφάνης φησίν.
8
<Zenob.> III, 63: <Ἐν ὅλμῳ εὐνάσω>. οἱ μὲν Ὅλ-
μον μάντιν φασίν· οἱ δὲ τοὺς ἐν ὅλμῳ κοιμηθέντας μαντικοὺς
γίνεσθαι, ὅθεν καὶ παροιμίαν γενέσθαι. καὶ Ἀριστοφάνης ὁ
γραμματικός φησιν, ὡς οἱ ἐν ὅλμῳ κοιμηθέντες μαντικοί, καὶ
τοὺς τρίποδας τοῦ Ἀπόλλωνος ὅλμους καλεῖσθαι, καὶ Ἀπόλ-
λων ὑπὸ Σοφοκλέους ἔνολμος.
9
<Schol.> Ar. Av. 1463: λέγεταί τις Κερκυραία μά-
στιξ. Φρύνιχος Σατύροις· „Κερκυραῖαι δ' οὐδὲν ἐπιβάλλουσι
μάστιγες.“ ὥστε καὶ εἰς παροιμίαν ἤδη ἐλθεῖν. Ἀριστοφάνης
δὲ τὸ <Κερκυραία μάστιξ> λέγων φησὶν οὕτως· ”διὸ καὶ
τὰς κώπας αὐτῶν ἐλεφαντίνας ἐποιήσαντο καὶ τῷ μεγέθει
περιττάς. ὅθεν καὶ ἡ Κερκυραία ἐπεπόλασε μάστιξ καὶ εἰς
παροιμίαν ἦλθε.”
10
<Photius> p. 237, 12. et <Suid.>: <Λύσιοι τελε-
ταί>, αἱ Διονύσου. Βοιωτοὶ γὰρ ἁλόντες ὑπὸ Θρᾳκῶν καὶ
φυγόντες ἐς Τροφωνίου, κατ' ὄναρ ἐκείνου Διόνυσον ἔσεσθαι
βοηθὸν φήσαντος, μεθύουσιν ἐπιθέμενοι τοῖς Θρᾳξὶν ἔλυσαν
ἀλλήλους, καὶ Διονύσου ἱερὸν ἱδρύσαντο, ὡς Ἡρακλείδης ὁ
Ποντικός. ὡς Ἀριστοφάνης δὲ διὰ τὸ λυτρώσασθαι Θηβαίους
παρὰ Ναξίων ἄμπελον.
11
<Hesych.> T. II. p. 955: Πηλέως μάχαιρα. παροι-
μία, ἣν ἐκ πλήρους Ἀριστοφάνης ἀναγράφει οὕτω· <Μέγα
φρονεῖ μᾶλλον ἢ ὁ Πηλεὺς τῇ μαχαίρᾳ>. ἐδόκει γὰρ
σωφροσύνης γέρας εἰληφέναι.
12
<Schol.> Ar. Av. 1292: Πέρδιξ ὄνομα καπήλου.
χωλὸς δὲ ἦν οὗτος. —ἀπὸ τούτου δέ φασι τὴν παροιμίαν
<Πέρδικος σκέλος,> ἧς καὶ Ἀριστοφάνης ἐν ταῖς ἀμέτροις
παροιμίαις μνημονεύει.
13
<Etym.> M. p. 736, 23: Συρβηνός ὁ ταραχώδης,
ἀπὸ τῶν αὐλούντων μετὰ θορύβου. —καὶ <συρβηνέων
χορός>, ὁ τεταραγμένος καὶ συώδης· ἀπὸ τοῦ τοῖς κυσὶν ἐπι-
φωνουμένου <συρβάβυττα> τὸν τάραχον· καὶ <σύρβη>, ὡς Ἀρι-
στοφάνης ὁ γραμματικός.
<Argum.> Hes. Scut. (edit. Goettl. p. 108.): Τῆς Ἀσπί-δος ἡ ἀρχὴ ἐν τῷ δʹ καταλόγῳ φέρεται μέχρι στίχων νʹ καὶ Ϛʹ.ὑπώπτευκε δὲ Ἀριστοφάνης οὐχ ὁ κωμικός, ἀλλά τις ἕτεροςγραμματικὸς ὡς οὐκ οὖσαν αὐτὴν Ἡσιόδου, ἀλλ' ἑτέρου τινὸςτὴν Ὁμηρικὴν ἀσπίδα μιμήσασθαι προαιρουμένου. <Thom.> M. Vit. Pind. (Vol. II. p. 5. Boeckh.): ὁδὲ ἐπινίκιος οὗ ἡ ἀρχὴ „<Ἄριστον μὲν ὕδωρ>“ προτέτακταιὑπὸ Ἀριστοφάνους τοῦ συντάξαντος τὰ Πινδαρικὰ διὰ τὸ πε-ριέχειν τοῦ ἀγῶνος ἐγκώμιον καὶ τὰ περὶ τοῦ Πέλοπος, ὃςπρῶτος ἐν Ἠλίδι ἠγωνίσατο. <Auct.> Vitae Sophocl. ed. Brunck. p. X: ἔγραψε δέ(Sophocles), ὥς φησιν Ἀριστοφάνης, δράματα ἑκατὸν τριά-κοντα· τούτων δὲ νοθεύεται δέκα ἑπτά. <Syrian.> in Hermog. Vol. IV. p. 101: ὅθεν καὶ Με-νάνδρῳ τῷ κάλλιστα τὸν βίον μιμησαμένῳ ἀπὸ τῶν τοιού-των αἱ ὑποθέσεις πᾶσαι συμπληροῦνται· εἰς ὃν καὶ Ἀριστο-φάνης ὁ γραμματικὸς εὐστοχώτατα εἶπεν ἐκεῖνο· ”<Ὦ Μέναν-δρε καὶ βίε, πότερος ἄρ' ὑμῶν πότερον ἐμιμήσατο;>” <Diog.> L. III, 61. ubi de Platone philosopho dis-seritur: ἔνιοι δέ, ὧν ἔστι καὶ Ἀριστοφάνης ὁ γραμματικός,εἰς τριλογίας ἕλκουσι τοὺς διαλόγους. καὶ πρώτην μὲν τι-θέασιν ἧς ἡγεῖται Πολιτεία Τίμαιος Κριτίας, δευτέραν Σοφι-στὴς Πολιτικὸς Κρατύλος, τρίτην Νόμοι Μίνως Ἐπινομίς,τετάρτην Θεαίτητος Εὐθύφρων Ἀπολογία, πέμπτην ΚρίτωνΦαίδων Ἐπιστολαί, τὰ δ' ἄλλα καθ' ἓν καὶ ἀτάκτως. <Diog.> L. X 13: κέχρηται δὲ (Ἐπίκουρος) λέξεικυρίᾳ κατὰ τῶν πραγμάτων, ἣν ὅτι ἰδιωτική ἐστιν, Ἀριστο-φάνης ὁ γραμματικὸς αἰτιᾶται. σαφὴς δ' ἦν οὕτως ὡς καὶ ἐντοῖς περὶ τῆς ῥητορικῆς μηδὲν ἄλλο ἢ σαφήνειαν ἀπαιτεῖν. <Ath.> IX. p. 408. F: Ἀριστοφάνης δ' ὁ γραμματι-κὸς ἐν τοῖς πρὸς τοὺς Καλλιμάχου πίνακας χλευάζει τοὺς οὐκεἰδότας τὴν διαφορὰν τοῦ τε <κατὰ χειρός> καὶ τοῦ <ἀπο-νίψασθαι>· παρὰ γὰρ τοῖς παλαιοῖς τὸ μὲν πρὸ ἀρίστου καὶδείπνου λέγεσθαι <κατὰ χειρός>, τὸ δὲ μετὰ ταῦτα <ἀπο-νίψασθαι>· ἔοικε δ' ὁ γραμματικὸς τοῦτο πεφυλακέναι παρὰτοῖς Ἀττικοῖς. Cf. ibid. p. 410. B: σημειωτέον δὲ ὅτι καὶμετὰ τὸ δειπνῆσαι <κατὰ χειρός> ἔλεγον, οὐχ ὡς Ἀριστοφά-νης ὁ γραμματικός φησιν, ὅτι πρὶν φαγεῖν οἱ Ἀττικοὶ <κατὰχειρός> ἔλεγον, μετὰ δὲ τὸ δειπνῆσαι <ἀπονίψασθαι>.Ex Athenaeo profecit <Eust.> Od. p. 1401, 19: Ἀριστοφάνηςδ' ὁ γραμματικός φησι παρὰ τοῖς παλαιοῖς τὸ μὲν πρὸ ἀρί-στου καὶ δείπνου λέγεσθαι κατὰ χειρός, τὸ δὲ μετὰ ταῦταἀπονίψασθαι. τοῦτο δὲ παρ' Ἀττικοῖς ἴσως πεφύλακται.{Περὶ ἀναλογίας.}{Περὶ αἰγίδος.} <Eust.> Il. p. 603, 28: Ὁ δὲ γραμματικὸς Ἀριστοφάνηςἴδιόν τι σύγγραμμα περὶ αἰγίδος προενεγκὼν ἄλλα τέ τινα λέγειοὐ πάνυ γλαφυρὰ καὶ ὅτι Ὅμηρος τοῖς πάθεσι καὶ τοῖς δι'αὐτῶν ἀποτελουμένοις πράγμασιν ὁμωνύμους τινὰς ἐφιστᾷ δαί-μονας εἰδωλοποιουμένους μυθικῶς, ἐφ' ὧν καὶ τὸ ἀποτελοῦν[ἤγουν παρασκευαστικὸν] νοεῖται καὶ τὸ ἀποτελούμενον κακὸνἐναργῶς. <Ἔρως> γοῦν καὶ <Πλοῦτος> καὶ <Ἔρις> καὶ <Ὕβρις>καὶ <Δεῖμος> καὶ <Φόβος> καὶ <Κυδοιμὸς> καὶ <Βροντὴ> καὶ<Ἀστραπὴ> καὶ ἄλλα μυρία ὁμωνύμως δηλοῦσι τὸ (f. δηλοῦσίτοι) εἰδωλοποιίαν τε δαιμονιώδη καὶ τὸ ἐκεῖθεν σύμπτωμα.Ἐν δὲ τοῖς τοιούτοις λέγει ὁ αὐτὸς καὶ ὅτι τὸ συνεστραμμέ-νον πνεῦμα καὶ καταράσσον <ἄνεμον κατάρη> λέγουσιν ὁ Ἀλ-καῖος καὶ ἡ Σαπφὼ διὰ τὸ κατωφερῆ ὁρμὴν ἔχειν.{Περὶ τῆς ἀχνυμένης σκυτάλης.} <Ath.> III. p. 85. E. F: μνημονεύων δ' αὐτῆς (τῆς τελ-λίνης) Ἀριστοφάνης ὁ γραμματικὸς ἐν τῷ περὶ τῆς ἀχνυμένηςσκυτάλης συγγράμματι ὁμοίας φησὶν εἶναι τὰς λεπάδας ταῖςκαλουμέναις τελλίναις. Καλλίας δ' ὁ Μιτυληναῖος ἐν τῷπερὶ τῆς παρ' Ἀλκαίῳ λεπάδος παρὰ τῷ Ἀλκαίῳ φησὶν εἶναιᾠδήν, ἧς ἡ ἀρχή· „Πέτρας καὶ πολίας θαλάσσας τέκνον“,ἧς ἐπὶ τέλει γεγράφθαι· ”ἐκ δὲ παίδων χαύνοις φρένας ἁθαλασσία λέπας”. ὁ δ' Ἀριστοφάνης γράφει ἀντὶ τοῦ λέπαςχέλυς, καί φησιν οὐκ εὖ Δικαίαρχον ἐκδεξάμενον λέγειν τὰςλεπάδας· τὰ παιδάρια δέ, ἡνίκ' ἂν εἰς τὸ στόμα λάβωσιν,αὐλεῖν ἐν ταύταις καὶ παίζειν καθάπερ καὶ παρ' ἡμῖν τὰ σπερ-μολόγα τῶν παιδαρίων ταῖς καλουμέναις τελλίναις.{Περὶ προςώπων.} <Ath.> XIV. p. 659. A: Μαίσων γέγονε κωμῳδίας ὑπο-κριτής, Μεγαρεὺς τὸ γένος, ὃς καὶ τὸ προςωπεῖον εὗρε τὸ ἀπ'αὐτοῦ καλούμενον Μαίσωνα, ὡς Ἀριστοφάνης φησὶν ὁ Βυ-ζάντιος ἐν τῷ περὶ προςώπων, εὑρεῖν αὐτὸν φάσκων καὶ τὸτοῦ θεράποντος πρόςωπον καὶ τὸ τοῦ μαγείρου. καὶ εἰκότωςκαὶ τὰ τούτοις πρέποντα σκώμματα καλεῖται Μαισωνικά.