Ceteri Aristophanis libri
- Authority group
- Aristophanes (catalogue association; authorship remains anonymous)
- Edition reference
- Ceteri Aristophanis libri (fragmenta), ed. Nauck, op. cit., 264, 271, 273–277, 279–282.
- CTS identifier
urn:cts:greekLit:tlg0644.tlg006.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
5
t
{Περὶ τῶν Ἀθήνησιν ἑταιρίδων.}
1
<Aelian.> V. H. XII, 5: Ὅτι Λαῒς ἡ ἑταίρα, ὥς φη-
σιν Ἀριστοφάνης ὁ Βυζάντιος, καὶ Ἀξίνη ἐκαλεῖτο. ἤλεγχε
δὲ αὐτῆς τὸ ἐπώνυμον τοῦτο τὴν τοῦ ἤθους ἀγριότητα.
2
<Ath.> XIII. p. 586. F: ἐν δὲ τῷ κατὰ Φιλίππου
βιαίων ὁ Λυσίας—καὶ Ναίδος τῆς ἑταίρας μέμνηται καὶ ἐν
τῷ πρὸς Μέδοντα ψευδομαρτυριῶν. ἐπώνυμον δέ ἐστι τοῦτο
ἑταίρας. τὸ γὰρ κύριον ἦν Οἶα, ὡς Ἀντιφάνης εἴρηκεν ἐν τῷ
περὶ ἑταιρῶν, Ἀντικύραν αὐτὴν φάσκων κληθῆναι, ἤτοι ὅτι
συνέπινε παρακινοῦσι καὶ μεμηνόσιν, ἢ ὅτι αὐτὴν ἀναλαβὼν
ὁ ἰατρὸς Νικόστρατος καὶ ἀποθνήσκων κατέλιπεν αὐτῇ πολὺν
ἑλλέβορον, ἄλλο δὲ οὐδέν. H. l. pro Ἀντιφάνης Fabricius cum
libris BF. requirebat Ἀριστοφάνης, fortasse recte, cf. Harp.
p. 23, 2: Ἀριστοφάνης (ita enim libri ABCFM, vulgo cum
Maussaco editur Ἀντιφάνης) ἐν τῷ περὶ ἑταιρῶν φησιν· Ἀντι-
κύραν δ' ἐκάλεσαν, ὅτι συνέπινε παρακινοῦσι καὶ μεμηνόσιν,
οἱ δὲ ὅτι ἰατρὸς αὐτῇ Νικόστρατος κατέλιπεν ἀποθνήσκων
πολὺν ἐλλέβορον.
6
t
{Παράλληλοι Μενάνδρου τε καὶ ἀφ' ὧν ἔκλεψεν ἐκλογαί.}
1
Porphyrius ap. Euseb. Pr. Euang.
X, 3. p. 465. D: καὶ τί θαυμάζομεν, εἰ Θεοπόμπου καὶ Ἐφό-
ρου τὸ τῆς κλοπῆς πάθος ἥψατο—, ὅπου γε καὶ Μένανδρος
τῆς ἀρρωστίας ταύτης ἐπλήσθη; ὃν ἠρέμα μὲν ἤλεγξε διὰ τὸ
ἄγαν αὐτὸν φιλεῖν Ἀριστοφάνης ὁ γραμματικὸς ἐν ταῖς παραλ-
λήλοις αὐτοῦ τε καὶ ἀφ' ὧν ἔκλεψεν ἐκλογαῖς, Λατῖνος δὲ
ἓξ βιβλίοις ἃ ἐπέγραψε περὶ τῶν οὐκ ἰδίων Μενάνδρου, τὸ
πλῆθος αὐτοῦ τῶν κλοπῶν ἐξέφηνε.
7
t
{Περὶ ζώων.}
1
<Io. Lydus> de Magistr. P. R. III, 63. p. 257, 15:
καὶ ἔλοπα μὲν αὐτὸν Ἀριστοτέλης καὶ πάντες οἱ φυσικοὶ κα-
λοῦσι, καὶ Ἀριστοφάνης δὲ ὁ Βυζάντιος ἐν τῇ ἐπιτομῇ τῶν
2
<Artemid.> II, 14. de trigla disserens: αὕτη δὲ γυ-
ναιξὶν ἀτέκνοις ἐστὶν ἀγαθή· τρὶς γὰρ κύει. ὅθεν αὐτῇ καὶ
τοὔνομα εἰκότως φασὶ κεῖσθαι καὶ Ἀριστοτέλης ἐν τοῖς περὶ
ζώων καὶ Ἀριστοφάνης ἐν τοῖς εἰς Ἀριστοτέλην ὑπομνήμασι.
3
<Hierocl.> in Hippiatr. praef. p. 4: Ἀριστοφάνης οὖν
ὁ Βυζάντιος τὰ περὶ φύσεως ζώων ἐπιτεμόμενος ἐκ τῶν Ἀρι-
στοτέλους τοῦ φιλοσόφου, φησὶν ἔτη ζῆν δύνασθαι ἵππον
πεντήκοντα καὶ πρός.
append
t
{Φαινόμενα}
{Ὑποθέσεις ἄμετροι.} Arg. Soph. Ant.: Ἀριστοφάνους γραμματικοῦ. Ἀν-τιγόνη παρὰ τὴν πρόςταξιν τῆς πόλεως θάψασα τὸν Πολυ-νείκην ἐφωράθη καὶ εἰς μνημεῖον κατάγειον ἐντεθεῖσα παρὰτοῦ Κρέοντος ἀνῄρηται· ἐφ' ᾗ καὶ Αἵμων δυςπαθήσας διὰτὸν εἰς αὐτὴν ἔρωτα ξίφει ἑαυτὸν διεχρήσατο. ἐπὶ δὲ τῷ τού-του θανάτῳ καὶ ἡ μήτηρ Εὐρυδίκη ἑαυτὴν ἀνεῖλε. Τὸ μὲν δρᾶμα τῶν καλλίστων Σοφοκλέους. στασιάζεταιδὲ τὰ περὶ τὴν ἡρωίδα ἱστορούμενα καὶ τὴν ἀδελφὴν αὐτῆςἸσμήνην, ἃς ὁ μὲν Ἴων ἐν τοῖς διθυράμβοις καταπρησθῆναίφησιν ἀμφοτέρας ἐν τῷ ἱερῷ τῆς Ἥρας ὑπὸ Λαοδάμαντοςτοῦ Ἐτεοκλέους· Μίμνερμος δέ φησι τὴν μὲν Ἰσμήνην προσο-μιλοῦσαν Θεοκλυμένῳ ὑπὸ Τυδέως κατὰ Ἀθηνᾶς ἐγκέλευσιντελευτῆσαι. [τὸ δὲ δρᾶμα τὴν ἐπιγραφὴν ἔσχεν ἀπὸ τῆς παρ-εχούσης τὴν ὑπόθεσιν Ἀντιγόνης.] Κεῖται δὲ ἡ μυθοποιίακαὶ παρ' Εὐριπίδῃ ἐν Ἀντιγόνῃ· πλὴν ἐκεῖ φωραθεῖσα μετὰτοῦτο Αἵμονι δίδοται πρὸς γάμου κοινωνίαν καὶ τίκτει τὸνΜαίονα. Ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Θήβαις ταῖςΒοιωτικαῖς. ὁ δὲ χορὸς συνέστηκεν ἐξ ἐπιχωρίων γερόντων·προλογίζει δὲ ἡ Ἀντιγόνη· ὑπόκειται δὲ τὰ πράγματα ἐπὶ τῶνΚρέοντος βασιλείων. τὸ δὲ κεφάλαιόν ἐστι τάφος Πολυνείκους,Ἀντιγόνης ἀναίρεσις, θάνατος Λίμονος καὶ μόρος Εὐρυδίκηςτῆς Αἵμονος μητρός. φασὶ δὲ τὸν Σοφοκλέα ἠξιῶσθαι τῆς ἐνΣάμῳ στρατηγίας, εὐδοκιμήσαντα ἐν τῇ διδασκαλίᾳ τῆς Ἀντι-γόνης. λέλεκται δὲ τὸ δρᾶμα τοῦτο τριακοστὸν δεύτερον. Arg. Eur. Med. Ἀριστοφάνους τοῦ γραμματικοῦ.Μήδεια διὰ τὴν πρὸς Ἰάσονα ἔχθραν τῷ ἐκεῖνον γεγαμηκέ-ναι Γλαύκην τὴν Κρέοντος θυγατέρα ἀπέκτεινε μὲν Γλαύκηνκαὶ Κρέοντα καὶ τοὺς ἰδίους υἱούς, ἐχωρίσθη δὲ ἸάσονοςΑἰγεῖ συνοικήσουσα. παρ' οὐδετέρῳ κεῖται ἡ μυθοποιία. Ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Κορίνθῳ, ὁ δὲχορὸς συνέστηκεν ἐκ γυναικῶν πολιτίδων. ἐδιδάχθη ἐπὶ Πυ-θοδώρου ἄρχοντος κατὰ τὴν ὀγδοηκοστὴν ἑβδόμην ὀλυμπιάδα.πρῶτος Εὐφορίων, δεύτερος Σοφοκλῆς, τρίτος Εὐριπίδης. Μή-δεια, Φιλοκτήτης, Δίκτυς, Θερισταὶ σάτυροι. οὐ σώζεται. Arg. Eur. Bacch. Ἀριστοφάνους γραμματικοῦ. Δι-όνυσος ἀποθεωθεὶς μὴ βουλομένου Πενθέως τὰ ὄργια αὐτοῦἀναλαμβάνειν, εἰς μανίαν ἀγαγὼν τὰς τῆς μητρὸς ἀδελφάς,ἠνάγκασε Πενθέα διασπάσαι. ἡ μυθοποιία κεῖται παρ' Αἰσχύ-λῳ ἐν Πενθεῖ.{Ὑποθέσεις ἔμμετροι.}Arg. Soph. Oed. R. {Ἀριστοφάνους γραμματικοῦ ὑπόθεσις.}Λιπὼν Κόρινθον Οἰδίπους, πατρὸς νόθοςπρὸς τῶν ἁπάντων λοιδορούμενος ξένος,ἦλθεν πυθέσθαι Πυθικῶν θεσπισμάτων,ζητῶν ἑαυτὸν καὶ γένους φυτοσπόρον.εὑρὼν δὲ τλήμων ἐν στεναῖς ἁμαξιτοῖςἄκων ἔπεφνε Λάιον γεννήτορα.Σφιγγὸς δὲ δεινῆς θανάσιμον λύσας μέλος,ᾔσχυνε μητρὸς ἀγνοουμένης λέχος.λοιμὸς δὲ Θήβας εἷλε καὶ νόσος μακρά.Κρέων δὲ πεμφθεὶς Δελφικὴν πρὸς ἑστίαν,ὅπως πύθοιτο τοῦ κακοῦ παυστήριον,ἤκουσε φωνῆς μαντικῆς θεοῦ πάρα,τὸν Λαΐειον ἐκδικηθῆναι φόνον.ὅθεν μαθὼν ἑαυτὸν Οἰδίπους τάλαςδισσαῖσι χερσὶν ἐξανάλωσεν κόρας,αὐτὴ δὲ μήτηρ ἀγχόναις διώλετο. Arg. Ar. Ach. {Ἀριστοφάνους γραμματικοῦ.}Ἐκκλησίας οὔσης παραγίνονταί τινεςπρέσβεις παρὰ Περσῶν καὶ παρὰ Σιτάλκους πάλιν,οἱ μὲν στρατιὰν ἄγοντες, οἱ δὲ χρυσίον·παρὰ τῶν Λακεδαιμονίων τε μετὰ τούτους τινὲςσπονδὰς φέροντες, οὓς Ἀχαρνεῖς οὐδαμῶςεἴασαν, ἀλλ' ἐξέβαλον· ὧν καθάπτεταισκληρῶς ὁ ποιητής. [αὐτὸ τὸ ψήφισμά τεΜεγαρικὸν ἱκανῶς φησι καὶ τὸν Περικλέαοὑκ τῶν Λακώνων τῶνδε πάντων αἴτιον,σπονδὰς λύσιν τε τῶν ἐφεστώτων κακῶν.] Argum. Ar. Eq. {Ἀριστοφάνους γραμματικοῦ.}Παράγει τινὰ Κλέωνα τὸν καλούμενονΠαφλαγόνα καὶ ἔτι βυρσοπώλην πικρότατακατεσθίοντά πως τὰ κοινὰ χρήματα·ἐν παραλογισμῷ διαφέροντ' ἐρρωμένως ἀλλαντοπώλην, εὐθέως σκατοφάγον,πεισθέντα τ' ἐπιθέσθαι σὺν ἱππεῦσίν τισι,ἐν τῷ χορῷ παροῦσι, τῇ τῶν πραγμάτωνἀρχῇ Κλέωνός τ' ἐν μέσῳ κατηγορεῖν.ἐγένετο τοῦτ'· ἐξέπεσεν ὁ Κλέων παγκάκως·ὁ δὲ σκατοφάγος ἔτυχε προεδρίας καλῆς. Arg. Ar. Vesp. {Ἀριστοφάνους γραμματικοῦ.}Φιλοῦντα δικάζειν πατέρα παῖς εἵρξας ἄφνωαὐτός τ' ἐφύλαττεν ἔνδον οἰκέται θ' ὅπωςμὴ λανθάνῃ μηδ' ἐξίῃ διὰ τὴν νόσον·ὁ δ' ἀντιμάχεται παντὶ τρόπῳ καὶ μηχανῇ.εἶθ' οἱ συνήθεις καὶ γέροντες, λεγόμενοισφῆκες, παραγίνονται βοηθοῦντες σφόδραἐπὶ τῷ δύνασθαι κέντρον ἐνιέναι τισὶφρονοῦντες ἱκανόν. ὁ δὲ γέρων τηρούμενοςσυμπείθετ' ἔνδον διαδικάζειν καὶ βιοῦν,ἐπεὶ τὸ δικάζειν κέκρικεν ἐκ παντὸς τρόπου. Arg. Ar. Pac. {Ἀριστοφάνους γραμματικοῦ.}Τῷ Διὶ φράσαι σπεύδων τὰ κατ' ἀνθρώπους [κακὰ]Τρυγαῖος ἐθέλων ἀναπετέσθ' ὡς τοὺς θεοὺςἐξέτρεφεν ὄρνιθ'· ὡς δ' ἀνέπτη, κατέλαβενἙρμῆν μόνον ἄνω. κᾆτ' ἐπιδείκνυσιν φράσαςτὸν Πόλεμον ἐν βυθῷ τ' ἀπῃωρημένονἀέρος, ἕτοιμόν τ' ὄντα πρὸς κακουχίαντὴν πρότερον, Εἰρήνην δὲ κατορωρυγμένην,ἣν ἱκέτευσαν οἱ κατ' ἀγροὺς ἀνάπαλινπορεῖν τὸ μέλλον. ἡ δ' ἐπένευσε καὶ τότεἀπάγουσιν αὐτὴν ἐκ βερέθρου καὶ τἀγαθά.