The Greek Library Author

Anonymous

Argumenta fabularum Aristophani tributa

Authority group
Aristophanes (catalogue association; authorship remains anonymous)
Edition reference
Argumenta fabularum Aristophani tributa (fragmenta), ed. Nauck, op. cit., 256–263.
CTS identifier
urn:cts:greekLit:tlg0644.tlg007.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

Arg. Ar. Av. {Ἀριστοφάνους γραμματικοῦ.}Διὰ τὰς δίκας φεύγουσιν Ἀθήνας δύο τινές·οἳ πρὸς τὸν ἔποπα, τὸν λεγόμενον Τηρέα,ἐλθόντες ἠρώτων ἀπραγμόνων πόλιν.εἷς δ' ὄρνις ἔποπι συμπαρὼν μετὰ πλειόνωνπτηνῶν διδάσκει, τί δύνατ' ὀρνίθων γένος,καὶ πῶς ἐάν περ κατὰ μέσον τὸν ἀέραπόλιν κτίσωσι, τῶν θεῶν τὰ πράγματααὐτοὶ παραλήψοντ'. ἐκ δὲ τοῦδε φαρμάκουπτέρυγάς τ' ἐποίουν· ἠξίωσαν δ' οἱ θεοί,ἐπίθεσιν οὐ μικρὰν ὁρῶντες γενομένην. Arg. Ar. Eccl. {Ἀριστοφάνους γραμματικοῦ.}Ἐν τοῖς Σκίροις τὰ γύναι' ἔκρινεν ἐν στολαῖςἀνέρων προκαθίζοντα, γενομένης ἐκκλησίας,περιθέμεναι πώγωνας ἀλλοτρίων τριχῶν.ἐποίησαν οὕτως. ὑστεροῦντες οὖν στολαῖςἄνδρες γυναικῶν ἐκάθισαν· καὶ δὴ μίαδημηγορεῖ περὶ τοῦ λαβούσας τῶν ὅλωντὴν ἐπιτροπὴν βέλτιον ἄρξειν μυρίῳ·ἐκέλευσέ τ' εἰς κοινὸν φέρειν τὰ χρήματακαὶ χρῆσθ' ἅπασιν ἐξ ἴσου ταῖς οὐσίαιςκαὶ ταῖς γυναιξὶ μετατίθεσθαι τοὺς νόμους. Arg. Ar. Plut. {Ἀριστοφάνους γραμματικοῦ.}Μαντεύεται δίκαιος ὤν τις καὶ πένης,εἰ μεταβαλὼν πλούτου τυχεῖν δυνήσεται.ἔχρησεν ὁ θεὸς συνακολουθεῖν ᾧπερ ἂνἀνέρι περιτύχῃ. Πλοῦτος ὀπτάνεται τυφλός.γνοὺς δ' αὐτὸν ἤγαγ' οἴκαδ', ἄλλους δημόταςκαλέσας μετασχεῖν, εἶθ' ὑγιάσαι τὰς κόραςἔσπευδεν· εἰς Ἀσκληπιοῦ δ' ἀπήγαγον.ἡ δ' ἀναφανεῖς' ἄφνω Πενία διεκώλυεν.ὅμως ἀναβλέψαντος αὐτοῦ, τῶν κακῶνοὐδεὶς ἐπλούτει, τῶν δ' ἀγαθῶν ἦν τἀγαθά. ATHEN. 13, 21 p. 567 A: τοιαυτὶ βιβλία Ἀριστοφάνους καὶ Ἀπολλο-δώρου (244 T 17) καὶ Ἀμμωνίου (350) καὶ Ἀντιφάνους (349), ἔτι δὲ Γοργίουτοῦ Ἀθηναίου (351), πάντων τούτων συγγεγραφότων περὶ τῶν Ἀθήνησιἑταιρίδων. ATHEN. 13, 46 p. 583 DE: αἱ γὰρ καλαὶ ἡμῶν Ἀθῆναι τοσοῦτον πλῆθοςἤνεγκαν ἑταιρῶν, περὶ ὧν ἐπεξελεύσομαι ὅσον γε δύναμαι, ὅσον ὄχλον εὐαν-δροῦσα πόλις οὐκ ἔσχεν. ἀναγέγραφε γοῦν Ἀριστοφάνης μὲν ὁ Βυζάντιοςἑκατὸν καὶ λ̅ε̅, Ἀπολλόδωρος δὲ τούτων πλείους, ὁ Γοργίας δ' ἔτι πλέονας,περιλειφθῆναι φάσκοντες ὑπὸ Ἀριστοφάνους μετὰ ἑταιρῶν πλειόνων καὶτάσδε· ** τὴν Πάροινον ἐπικληθεῖσαν καὶ Λαμπυρίδα καὶ Εὐφροσύνην (αὕτηδὲ ἦν γναφέως θυγάτηρ). ἄγραφοι δ' εἰσὶν αὐτῶι Μεγίστη, Ἀγαλλίς, Θαυμά-ριον, Θεόκλεια (αὕτη δ' ἐπεκαλεῖτο Κορώνη), Ληναιτόκυστος, Ἄστρα,Γνάθαινα καὶ ταύτης θυγατριδῆ Γναθαίνιον, καὶ Σιγὴ καὶ Συνωρὶς ἡ Λύχνοςἐπικαλουμένη καὶ Εὔκλεια καὶ Γρυμέα καὶ Θρυαλλίς, ἔτι Χίμαιρα καὶ Λαμπάς. ATHEN. 13, 51 p. 586 F (HARPOKR. s.v. Ἀντίκυρα)· ἐν δὲ τῶι ΚατὰΦιλωνίδου βιαίων ὁ Λυσίας (F 245 Tur), εἰ γνήσιος ὁ λόγος, καὶ Ναίδος τῆςἑταίρας μέμνηται, κἀν τῶι Πρὸς Μέδοντα ψευδομαρτυριῶν (F 167) 〈Ἀντι-κύρας〉. ἐπώνυμον δ' ἐστὶ τοῦτο ἑταίρας· τὸ γὰρ κύριον ἦν Οἴα, ὡς Ἀριστο-φάνης εἴρηκεν ἐν τῶι Περὶ ἑταιρῶν, Ἀντικύραν αὐτὴν φάσκων κληθῆναι ἤτοιὅτι συνέπινε παρακινοῦσι καὶ μεμηνόσιν ἤτοι ὅτι αὐτὴν ἀναλαβὼν ὁ ἰατρὸςΝικόστρατος [καὶ] ἀποθνήσκων κατέλιπεν αὐτῆι πολὺ ἐλλέβορον, ἄλλο δὲοὐδέν. AELIAN. V. H. 12, 5 (14, 35): ὅτι Λαὶς ἡ ἑταίρα, ὥς φησιν Ἀριστο-φάνης ὁ Βυζάντιος, καὶ Ἀξίνη ἐκαλεῖτο. ἤλεγχε δὲ αὐτῆς τὸ ἐπώνυμον τοῦτοτὴν τοῦ ἤθους ἀγριότητα καὶ ὅτι πολὺ ἐπράττετο, καὶ ἔτι μᾶλλον παρὰ τῶνξένων, ἅτε ἀπαλλαττομένων θᾶττον.{ΑΡΙΣΤΟΦΆΝΟΥΣ ΠΕΡῚ ΤΩΝ ὙΠΟΠΤΕΥΟΜΈΝΩΝ ΜῊ ΕἸΡΗΣΘΑΙΤΟΙΣ ΠΑΛΑΙΟΙΣ.} Σάννας· ὁ μωρός. Φερνή (l. Φέρνη)· ἡ προΐξ. Στεγανόμιον· τὸ ἀριστητήριον, καὶ ὁ μισθὸς τοῦ πανδοκείου. Ἐπικοκκάζω· τὸ κράζω. Λαπύζειν (l. Λαπίζειν)· τὸ συρίζειν, τὸ μεγαλοψυχεῖν· τάττουσι καὶ ἐπὶτοῦ ὑπερηφανεύεσθαι. Τὸ ἄρχειν· καὶ ἐπὶ τοῦ τυραννεῖν. Τὴν μεγαλοψυχίαν· καὶ ἐπὶ τῆς εὐπορίας. Τὴν ψευδολογίαν· καὶ ἐπ' ἀγαθοῦ· ἤτοι τὴν εὐμέθοδον ὁμιλίαν. Βαββᾶν (l. Βαυβᾶν)· τὸ κοιμᾶσθαι. Βλακεύεσθαι· τὸ νωθρεύεσθαι. Σπανοσιτία· ἡ τῶν τροφῶν ἔνδεια. Ἀρδαλῶσαι· ἐπὶ τοῦ μολῦναι. Ἐφεύγοσαν, καὶ ἐλέγοσαν· ἀντὶ τοῦ ἔφευγον καὶ ἔλεγον. Κοκκύζειν· ἀντὶ τοῦ ᾄδειν. Στίμμις καὶ στίμμι· τὰ εἰς τὰ ὄμματα χρήσιμα· λέγεται δὲ καὶ θηλυ-κῶς καὶ οὐδετέρως. Τάγηνον· τὸ τήγανον. Γόμφος (l. Γόμος)· ὁ φόρτος τῆς νεώς. Λεπύχανον, καὶ λόπισμα· τὸ λέπος τοῦ κρομύου, ἢ ἄλλου τινός. Ἐμίας· ὁ ἔμετος. Δριμύ· καὶ τὸ συνετόν. Μόμφος· ἡ μέμψις.{ὈΝΌΜΑΤΑ ἩΛΙΚΙΩΝ.} Βρέφος· τὸ ἄρτι γεγονός. Παιδίον· τὸ τρεφόμενον ὑπὸ τῆς τήτθης (l. τήθης). Παιδάριον· τὸ περιπατοῦν, καὶ ἤδη τῆς (om. Eust.) λέξεως ἀντιλαμβα-νόμενον. Παιδίσκος· ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ. Παῖς· ὁ διὰ τῶν ἐγκυκλίων μαθημάτων δυνάμενος ἱέναι· τὴν δὲ ἐχομένηνταύτης ἡλικίαν οἱ μὲν πάλλακα, οἱ δὲ βούπεδα, οἱ δὲ ἀντίπεδα (l. βούπαιδαet ἀντίπαιδα), οἱ δὲ μελλέφηβον καλοῦσιν, οἱ δὲ μετὰ ταῦτα, ἔφηβος (l.ἔφηβον). Ἐν δὲ Κυρήνῃ τοὺς ἐφήβους, τρικάπους καλοῦσιν, ἐν δὲ Κρήτῃ ἀποδρόμους,διὰ τὸ μηδέπω (prius μήπω) τῶν κοινῶν δρόμων μετέχειν, καίτοι τοῦ ὀνόματοςδοκοῦντος τοὐναντίον σημαίνειν, ὡς ἄρα ὁ πεπαυμένος ἀπὸ τῶν δρόμων, καὶοὐκέτι μετέχων ἐστὶν, ἀλλὰ τούτῳ τῷ σχήματι· καὶ τοὺς μὴ ἰχθῦς ἐσθίοντας,ἄπιχθυς (l. ἀπίχθυς) καλοῦσι, καὶ τοὺς ἀμούσους, ἀπομούσους, καὶ τοὺςἀνήβους, ἀπότριχας. Ἀλλὰ γὰρ μετὰ ταῦτα, μειράκιον· εἶτα μεῖράξ τε καὶνεανίσκος καὶ νεανίας, ὁ αὐτός. Λακεδαιμόνιοι (Eust. Λάκωνες) δὲ τούτουςἱππεῖς ἐκάλουν, καὶ τοὺς προεστηκότας (Eust. προεστῶτας) αὐτῶν ἱππαγρέ-τας. Εἶτα ἐχομένη ἡλικία ἡ τοῦ γυναικὶ συνεζευγμένου κατὰ νόμους, ὅτεδὴ καὶ νυμφίος ἂν ἐν καιρῷ κληθείη· εἶτα πάλιν κατὰ τὸ εἰκὸς, πατὴρ, εἶταἀνὴρ νέος, εἶτα ἀνὴρ μέσος, εἶτα προβεβηκὼς, ὑποπόλιος, ὃν καὶ ὠμογέροντακαλοῦσιν, εἶτα γέρων καὶ πρεσβύτης, ὁ αὐτὸς, εἶτα ἐσχατόγηρως. Ἐπὶ δὲ τῶν θηλειῶν, τὸ μὲν βρέφος καὶ τὸ παιδίον ὁμοίως· μετὰ δὲταῦτα, παιδισκάριον καὶ παιδίσκιον, καὶ κόριον, καὶ κοράσιον, καὶ κο-ρίσκη, καὶ παρθενίσκη· μετὰ δὲ ταῦτα, παῖς, καὶ παρθένος, καὶ κόρη·εἶτα ἤδη πάλιν καὶ ταύτην (l. ταύτῃ) ὁ τοῦ γαμεῖσθαι καιρὸς, εἴη γὰρ ἂν, τὸπέμπτον ἀμφίβης (f. ἀμφ' ἥβης), ὡς Ἡρόδοτος ἀξιοῖ, ὅτε δὴ καὶ νύμφη ἂνκληθείη· μετὰ δὲ τὸν γάμον, γυνὴ καὶ μήτηρ· ἤδη καλοῖτ' ἂν καὶ μεῖραξ· καὶμετὰ ταῦτα, γυνὴ νέα, εἶτα μέση, εἶτα πάλιν ὁμοίως, προβεβηκυῖα, προ-πόλιος, εἶτα γραῦς, καὶ πρεσβῦτις, ἡ αὐτὴ, εἶτα ἐσχατόγηρως. Παραπλησίως δὲ καὶ ἐπὶ τῶν κτηνῶν, αἰπόλος μὲν, ὁ τῶν αἰγῶν νο-μεύς· αἰπόλιον δὲ τὸ πλῆθος· καὶ οἱ μὲν τέλειοι, τράγοι καὶ ἴξαλοι· οἱ (l. ἡ)δὲ ἐχομένη ἡλικία, χίμαροι, τὰ δὲ νεώτατα, ἔριφοι· ὁ δὲ Ποιητὴς ἐν Ὀδυσ-σείᾳ τὰ μὲν τέλεια, προγόνους καλεῖ· τὰ δὲ μετὰ ταῦτα, μετάσας· τὰ δὲἔτι νεώτερα, ἕρσας· καὶ ἐσσῖνες (l. ἐσσῆνες) δὲ καλοῦνται ἡλικία τις, καὶπριτῖνες (l. πρητῆνες), παρὰ δὲ Ἰωνικοῖς καὶ ἄττιγοι (l. ἄττηγοι). Οἱ δὲ τὰ πρόβατα νέμοντες, ποιμένες καλοῦνται, καὶ προβατεῖς, καὶ μηλά-ται· τὸ δὲ πλῆθος, ποιμνίον, καὶ πῶϋ παρ' Ὁμήρῳ. Τούτων τὰ τέλεια, ὄϊς,καὶ κριοὶ, καὶ ἀρνειοί· τὰ δὲ νέα, ἄρνες καὶ ἀμνοί· ἔνιοι δὲ καὶ φανύλους