The Greek Library Author

Anonymous

Nomina aetatum

Authority group
Aristophanes (catalogue association; authorship remains anonymous)
Edition reference
Nomina aetatum (fragmenta), ed. Miller, op. cit., 274–280.
CTS identifier
urn:cts:greekLit:tlg0644.tlg011.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

276

καλοῦσι. Μηλωτὴ λέγεται καὶ ἡ αἰγεία δορὰ, τὴν δὲ τῶν προβάτων τινὲς καὶ

οἰέην καλοῦσι· τῶν δὲ ἀρχαίων Ἀττικῶν ἔνιοι συναλοιφὴν ποιούμενοι, ὦαν

ἐκάλουν. Δοκεῖ δὲ ὁ Ποιητὴς καὶ τὴν τῶν ἄλλων τετραπόδων βοσκημάτων

κτῆσιν, πρόβασιν καλεῖν· καὶ Πίνδαρος τὰς τοῦ Διομήδους ἵππους, πρό-

βατα καλεῖ· Σιμωνίδης δ' ἐν τῇ Εὐρώπῃ τὸν ταῦρον, ὁτὲ μὲν ταῦρον, ὁτὲ δὲ

μῆλον, ὁτὲ δὲ πρόβατον ὀνομάζει.

Οἱ δὲ τοὺς ἵππους νέμοντες, ἱππονόμοι λέγονται, καὶ ἱπποβουκόλοι, καὶ

ἱπποπῶλοι (l. ἱπποπόλοι) καὶ ἱπποφορβοί· τὸ δὲ πλῆθος, ἀγέλη· ἱπποφόρ-

βια δὲ οἱ τόποι ἐν οἷς τρέφονται, ἃ καλοῦνται καὶ μάνδραι.

Οἱ δὲ τοὺς ἡμιόνους (sub. νέμοντες), ὀρεωκόμοι· ὀρεῖς γὰρ οἱ ἡμίονοι·

ἴννοι δὲ, οἱ ἐκ τῶν ἐναντίων ἐξ ἵππου πατρὸς καὶ ὄνου μητρός.

Οἱ δὲ τρέφοντες, ὀνοφόρβαι· καλοῦσι δὲ πολλάκις τοὺς ὄνους, καὶ κάν-

θωνας, καὶ κανθηλίους· τούτων δὲ πάντων τὰ νεώτατα, πῶλοι· πρὸς δὲ, καὶ

τῶν καμήλων καὶ τῶν ἐλεφάντων, οἱ δὲ καταμόνας σωματιοῦντες τῶν

ἡμιόνων, ἤτοι αἱ φορταγωγοὶ, θηλυκῶς ἀστράβαι καλοῦνται, καὶ οἱ ἐλαύνον-

τες, ἀστραβηλάται.

Οἱ τοὺς βόας νέμοντες, βουκόλοι καὶ βοῦται λέγονται· καὶ τὸ πλῆθος,

ἀγέλη· τούτων οἱ τέλειοι καὶ ἐνόρχαι, ταῦροι· τῶν δὲ ταύρων οἱ ἀγριώτεροι

καὶ ἔξω τῆς ἀγέλης διαιτώμενοι, ἀτιμαγέλαι· αἱ δὲ θήλειαι, βόες μόνον· τὰ

δὲ νέα ἄρρενα μὲν, μόσχοι, καὶ πόριες, καὶ πόρτακες· θήλεα δὲ, δαμάλαι,

καὶ δαμάλιες, καὶ βουβάλιες.

Οἱ δὲ τοὺς σῦς νέμοντες, συβῶται· καὶ τὸ πλῆθος, συβόσιον· τούτων οἱ

τέλειοι καὶ ἐνόρχαι, κάπροι· οἱ δὲ πίονες αὐτῶν, σίαλοι· ἡ δὲ θήλεια σῦς,

καὶ γρόμφις, καὶ ὗς· τὰ δὲ νέα, δέλφακες καὶ χοῖροι.

277

Ἐλάφων δὲ τὰ μὲν νέα, τὰ δὲ τέλεια, ἔλαφοι, καὶ ἀχαΐναι, καὶ σπαθῖναι

(al. σπαθίναι), τὰ δὲ μέσα, κεμάδες.

Λαγὼς λέγεται καὶ πτὼξ, καὶ δασύπους, καὶ ταχείνας (l. ταχίνας).

Τέττιξ· ἀχέτας.

Κοχλίας· φερέοικος.

Ἀλώπηξ· κερδὼ, καὶ κίδαφος.

Τῶν ἀγρίων ὑῶν τὰ νέα, κολόβρια, καὶ μολόβρια· καὶ ὁ ὗς, μολοβρίτης,

καὶ μολαβρὸς, καὶ μονιός.

Τὰς δορκάδας, καὶ ζόρκας, καὶ πρόκας καλοῦσι· τὰ δὲ νέα τούτων, ὄβρια

καὶ ὀβρίκαλα· τὰ ἔμβρυα δὲ τὰ ἀρτιγέννητα, καὶ ψάκαλα.

Τῶν δὲ ὀρνίθων τὰ νέα, νεοττοὶ καὶ ὀρτάλιχοι, προστιθεμένου, καὶ τοῦ

παρασήμου τῆς ἰδιότητος, οἷον νεοττοὶ ἀλεκτρυόνων.

Τηθὴ, καὶ μάμμη, καὶ μαῖα, ἡ τοῦ πατρὸς μήτηρ· τηθὶς, ἡ μητρὸς ἢ πα-

τρὸς ἀδελφή. Πίνδαρος δὲ τοὺς γονέας τῆς μητρὸς, μήτρωας ἔφη· Στησί-

χορος δὲ τοὺς τοῦ πατρὸς, πάτρωας· Ὅμηρος τοὺς γνησίους υἱοὺς καὶ ἠθα-

γενεῖς (l. ἰθαγενεῖς) ὀνομάζει· τοὺς νόθους Ῥόδιοι, μακροξένους (l. ματροξέ-

νους) ὠνόμαζον· σκότιοι δὲ, οἱ λάθρα γεγονότες· Κρῆτες δὲ τὰ νεώτατα

παιδία οὕτως ἐκάλουν.

Τηλύγετος· ὁ ἀγαπητός· καὶ ὁ τηλοῦ τῆς ἡλικίας προβεβηκότι τῷ πατρὶ

γεγονὼς, ἐάν τε μόνος ᾖ, ἐάν τε ἐπὶ θηλείαις μόνος ἄρρην.

Κυρηναῖοι τὰ ἔκγονα τῶν ἐκγόνων ἀμνάμους καλοῦσι· τοὺς ἀδελφοὺς καὶ

ἀγάλακτας ἐκάλουν.

Κουρίδιος, ἐστὶν οἷον παρθένιος ἀρσενικῶς.

Ἀνεψιοὺς ἔλεγον τοὺς παρ' ἡμῖν ἐξαδέλφους· ταύτην δὲ τὴν γενεὰν οὐ

278

πάνυ ἔτι ἐξηκριβοῦντο· ὅθεν καὶ ἡ παροιμία· Ἀνεψιῶν δὲ παῖδες, οὐκέτ' ἐν

λόγῳ.

Πενθεροὺς ἐκάλουν τῷ γαμβρῷ, τοὺς τῆς γυναικὸς γεννήτορας· τῇ νύμφῃ

δ' ὁ πατὴρ τοῦ συζύγου, ἑκυρὸς ἐλέγετο, ἡ δὲ μήτηρ, ἑκυρά· γάλλως (l. γά-

λως) τῇ γυναικὶ, ἡ τοῦ ἀνδρὸς ἀδελφή· δαὴρ δὲ, ὁ τοῦ ἀνδρὸς ἀδελφός· εἰνά-

τερες δὲ, αἱ νῦν παρὰ τῇ συνηθείᾳ σύνυμφοι (l. σύννυμφοι)· νυὸς, ἡ τοῦ

υἱοῦ γυνή.

Κηδεσταὶ καὶ πηοί· οἱ συμπένθεροι.

Ὀθνεῖος· παρὰ μέν τισιν ὁ ἀλλότριος, παρὰ δέ τισιν ὁ συγγενής.

Ἐπίμανδα· ἡ ἐπίκληρος.

Θῆσσα· ἣν ὁ πατὴρ καταλέλοιπε πένης ὢν, ἄκληρον. Ἀναγκάζει δὲ

τοὺς συγγενεῖς ὁ Σόλωνος νόμος πέντε μνᾶς, ἔπειτα δὲ μετέδοξε δέκα ταύτῃ

διδόναι, πρὸς τὸ ληφθῆναι εἰς γάμον.

Προμνήστρια· ἡ περὶ τῶν μελλόντων συναφθῆναι προμιμνησκομένη

καὶ συνιστῶσα· παρὰ δὲ Σικελοῖς, προμυθήκτρια (l. προμηθίκτρια).

Εἰλαπηνή (l. Εἰλαπινή)· ἐστὶ θυσία καὶ παρασκευὴ λαμπροτέρα τίς.

Δαιτυμόνες καὶ δαιταλεῖς· οἱ θοινόμενοι (l. θοινώμενοι).

Τήτθη (l. Τιτθὴ), καὶ τροφὸς, καὶ τηθινὸς (l. τιθηνὸς), παρὰ μὲν τοῖς

πενιχροῖς ἡ αὐτὴ, παρὰ δὲ τοῖς δυνατοῖς, τῆτθαι μὲν, αἱ τοὺς τητθοὺς παρέ-

χουσαι, τροφοὶ δὲ καὶ τηθινοὶ, αἱ τὸν ἄλλον πόνον ἀναδεχόμεναι· λέγω

δὲ περιφέρειν, προσπαίζειν καὶ τῆς μετὰ τὸν γαλακτισμὸν τροφῆς ἐπιμε-

λεῖσθαι.

Ἀστός· ὁ πολίτης, ἀστικὸς, οἷον ὁ πολιτικὸς, καὶ ἀστεῖος· ἔνιοι δὲ

279

τῶν φιλοσόφων τὸν ἀστεῖον ἐπὶ τοῦ φρονίμου καὶ ἀγαθοῦ ἀνδρὸς τάτ-

τουσι.

Ξένος· ὁ ἐξ ἑτέρας πόλεως παρεπίδημος, καὶ ὁ ἐν ἀρχῇ γενόμενος συνη-

θείας καὶ γνωριμότητος. Ἰδιόξενος· ὁ ἐκ πλείονος χρόνου, ἢ ἐκ πατέρων

παραδοχῆς τηρῶν πρός τινα διάθεσιν καὶ ὁμόνοιαν, κἂν ἀφ' ἑτέρας πατρί-

δος ᾖ. Πρόξενος· ὁ κατὰ δόγμα πολιτικὸν προστάτης ὢν πόλεως καὶ φροντι-

στής. Δορύξενοι δὲ, οἱ κατὰ πόλεμον ἀλλήλους φιλοποιησάμενοι.

Ἑταῖροι καὶ ἔται· οἱ τῇ τε ἡλικίᾳ παραπλησίως ἔχοντες καὶ τὸ πλεῖστον

τοῦ χρόνου συγκαταγεγονότες ἀλλήλοις.

Ὁμοτρόπους καὶ ἠθείους, τοὺς συνήθεις φαμὲν, τῷ τὰ αὐτὰ ἤθη ἔχειν.

Γνώριμος· ὁ γνῶσιν μὲν ἔχων, καὶ οἷον συναφήν τινα φιλίας, οὐδέπω

δὲ βέβαιος φίλος· γνώριμοι δὲ, καὶ οἱ ἐν πόλεσιν ἐπιφανεῖς.

Θῆτες· οἱ παρὰ τῇ συνηθείᾳ μισθαρνοί.

Πελάται· οἳ διὰ βιωτικὴν περιπέτειαν τῇ ἐνδείᾳ πιεζόμενοι πλησιά-

ζουσι τοῖς ἐγγὺς δυνατοῖς, καὶ τὰ πρὸς τὴν χρείαν αἰτοῦνται· τούτους δὲ καὶ

προΐκτας καλοῦσι.

Τοὺς θεράποντας, καὶ ὀπάονας, καὶ ὀπαδοὺς, ἤτοι ἀκολούθους καὶ ἐπαίτας

ἐκάλουν, οὐ μέντοι γε τοὺς δούλους, ἀλλὰ τοὺς ἐλευθέρους.

Λάτρις· ὁ ἐπιμίσθιος· τὸν γὰρ μισθὸν λάτρον ἔλεγον· νῦν δὲ καὶ ὁ δοῦλος.

Δμῶες καὶ δμωΐδες· οἱ δοῦλοι καὶ αἱ δουλίδες, ἀπὸ τοῦ δεδμῆσθαι καὶ οἱο-

νεὶ δαμάζεσθαι· ἐντεῦθεν καὶ δάμαρ, ἡ ὅμευνος.

Ἀμφίπολοι· αἱ θήλειαι ἀκόλουθοι· ἐλέγοντο δὲ καὶ ἅβραι, ἁβροτέρως

κοσμουμένων, τῶν ταῖς πλουσιωτάταις ἀκολουθουσῶν· παρ' Ὁμήρῳ δὲ οἱ

ὑπουργοῦντες δρηστῆρες, καὶ αἱ θήλειαι, δρηστεῖραι.

280

Οἰκότριβες· οἱ οἰκογενεῖς, ἀπὸ τοῦ ἐγκεχρονικέναι τῷ οἴκῳ καὶ κατατε-

τρίφθαι· οἱ δὲ τραγικοὶ προσπόλους λέγουσι· καὶ ἀμφότερα δὲ ἐπί τε ἀρρέ-

νων καὶ θηλειῶν.

Ἀπελεύθερος τῷ δεσπότῃ, καὶ ἐξελεύθερος ὁ αὐτός· οὓς ἐν Κρήτῃ μινώ-

τας, καὶ ἐν Θετταλίᾳ πενέστας, καὶ ἐν Λακεδαίμονι εἵλωτας ἐκάλουν.

Παρὰ τοῖς λογογράφοις ἔκγονοι μὲν ἴνιες, καὶ κέλωρες, καὶ νέπτυες,

καὶ νέποδες· ἰσήλικες δὲ ὁμόσφυροι, καὶ ὁμόπτεροι, καὶ ὁμότριχες· τοὺς

δ' ἀκολούθους, ἀμόρβας καὶ ἀόζους· ἐν δὲ ταῖς κωμῳδίαις τηθαλαδοῦς,

ὁ ἀνδραπώδης καὶ οἷον γραοτραφὴς, καὶ ἐλυπληκταδοῦς (l. ἐμπληκταδοῦς),

ὁ ἔμπληκτος, καὶ μωροδαλοῦς (l. μωροδαλλοῦς), ὁ μωρός.