Fragmenta operum deperditorum
- Authority group
- Justinus Martyr Apol. (catalogue association; authorship remains anonymous)
- Edition reference
- Fragmenta operum deperditorum, ed. J. C. T. Otto, Corpus apologetarum Christianorum saeculi secundi, vol. 3, 3rd edn., Jena: Mauke, 1879: 250–264.
- CTS identifier
urn:cts:greekLit:tlg0645.tlg004.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
10
ὄντι, τοῖς τὰ καλὰ ἑλομένοις καὶ τοῖς τὰ κακὰ προτιμήσασιν
ἀκόλουθόν ἐστι τὸ κατ' ἀξίαν ἑκάστῳ ἀπονεῖμαι.
11
Δυσαναβίβαστος ἡ ψυχὴ πρὸς ταῦτα ἀφ' ὧν ὠλίσθησε
καλῶν, δυσεκβίβαστός τε τούτων ὧν συνειθίσθη κακῶν. [Εἰ
μὲν σαυτόν ποτε ἠθέλησας μέμψασθαι, τῷ φαρμάκῳ τῆς
μετανοίας τάχα ἂν χρηστάς τινας ἐλπίδας ἐθρεψάμην ἐπὶ
σοί, ἐπειδὴ δὲ τελείως κατεφρόνησας τοῦ φόβου καὶ αὐτῆς
κατέπτυσας τῆς εἰς Χριστὸν πίστεως, βέλτιόν σοι ὑπῆρχεν ἵνα
μὴ ἐγενήθης ἀπὸ γαστρός.]
12
Λανθάνει μέν, ὡς εἰκός, αὐτοὺς ὡς ἐκ πλάνης τῇ ἀλη-
θείᾳ διὰ τῆς ὄντως πίστεως ἐξεστηκώς, αὐτὸς δὲ ἀληθῶς οἶδεν
ἑαυτόν, οὐχ, ὅ φασιν ἐκεῖνοι, μαινόμενον, ἀλλὰ τῆς ἀστάτου
καὶ ἀλλοιωτῆς περὶ τὴν παντοδαπῆ τῆς πλάνης ποικιλίαν
φθορᾶς διὰ τῆς ἁπλῆς καὶ ἀεὶ ὡσαύτως ἐχούσης ἀληθείας
ἠλευθερωμένον.
13
Τὸ εὖ πράττειν ἡγοῦμαι, ὦ ἄνδρες, οὐκ ἄλλο τι εἶναι ἢ τὸ
κατὰ ἀλήθειαν ζῆν· τὸ δὲ εὖ ζῆν ἢ κατὰ ἀλήθειαν οὐκ ἄνευ
τοῦ κατανοῆσαι τὴν τῶν πραγμάτων φύσιν.
14
Ἡ τοῦ διδασκάλου ἀπειρία ἀπολλύει τοὺς μαθητευομέ-
νους, καὶ ἡ τῶν μαθητευομένων ἀμέλεια κίνδυνον φέρει τῷ δι-
δασκάλῳ, καὶ μάλιστα ὅταν παρὰ τὴν αὐτοῦ ἀνεπιστημοσύνην
ῥᾴθυμοι εἶεν ἐκεῖνοι.
15
Τὸ ὑποπεσεῖν καὶ παραχωρῆσαι τοῖς πάθεσιν ἐσχάτη
δουλεία, ὥσπερ τὸ κρατεῖν τούτων ἐλευθερία μόνη.
16
Μεγίστου ὄντος ἀγαθοῦ τὸ μὴ ἁμαρτάνειν, δεύτερον ἀγα-
θὸν τὸ δικαιωθῆναι· ὅστις δὲ πολὺν χρόνον ἀδικῶν ἀκόλαστος
μένει, τοῦτον δεῖ νομίζειν τὸν ἀτυχέστατον.
17
Ἀνάγκη ἀπειρίᾳ καὶ κακίᾳ ἡνιόχου τὰ ὑπεζευγμένα κατὰ
κρημνῶν φέρεσθαι, ὥσπερ ἐμπειρίᾳ καὶ ἀρετῇ διασώζεσθαι.
18
Τέλος τῷ φιλοσοφοῦντι ἡ πρὸς θεὸν ὁμοίωσις κατὰ τὸ
δυνατόν.
19
Οὔτε στενοχωρία παρὰ θεῷ οὔτε ἀναρίθμητόν τι.
20
Οὐ περὶ ἐθνῶν ἀλλοφύλων φησίν, ἀλλὰ περὶ τοῦ συμ-
φωνοῦντος τοῖς ἔθνεσιν κατὰ τὸ εἰρημένον ὑπὸ Ἱερεμίου· Πι-
κρόν σοι τὸ καταλιπεῖν ἐμέ, λέγει κύριος ὁ θεός σου, ὅτι ἀπ'
αἰῶνος συνέτριψας ζυγόν σου καὶ διέῤῥηξας τοὺς δεσμούς σου
καὶ εἶπας· Οὐ δουλεύσω σοι, ἀλλὰ πορεύσομαι ἐπὶ πᾶν ὄρος
ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου, καὶ ἐκεῖ διαλυθήσομαι ἐν
τῇ πορνείᾳ μου.