tlg0646.tlg001
- Authority group
- Pseudo-Justinus Martyr (catalogue association; authorship remains anonymous)
- Edition reference
- Oratio ad gentiles, ed. J. C. T. Otto, Corpus apologetarum Christianorum saeculi secundi, vol. 3, 3rd edn., Jena: Mauke, 1879 (repr. Wiesbaden: Martin Sändig, 1971): 2–18.
- CTS identifier
urn:cts:greekLit:tlg0646.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t
1
{ΤΟΥ ΑΓΙΟΥ ΙΟΥΣΤΙΝΟΥ ΦΙΛΟΣΟΦΟΥ ΚΑΙ ΜΑΡΤΥΡΟΣ
ΠΡΟΣ ΕΛΛΗΝΑΣ.}
37
D
Μὴ ὑπολάβητε, ὦ ἄνδρες Ἕλληνες, ἄλογον ἢ ἀνεπί-
κριτον εἶναί μου τὸν ἐκ τῶν ὑμετέρων ἐθῶν χωρισμόν· οὐδὲν
γὰρ ἐν αὐτοῖς εὗρον ὅσιον ἢ θεοφιλές. Αὐτὰ γὰρ τὰ τῶν
ποιητῶν ὑμῶν συνθέματα λύσσης καὶ ἀκρασίας ἐστὶ μνημεῖα.
Τῷ γὰρ ἐν παιδείᾳ παρ' ὑμῖν προὔχοντι φοιτῶν τις πάντων
ἀνθρώπων ἐστὶν ἀργαλεώτατος. Πρώτιστα μὲν γάρ φησι
τὸν Ἀγαμέμνονα, τῇ τοῦ ἀδελφοῦ ἀκρασίᾳ ἐπιτεταμένῃ λύσσῃ
καὶ ἀκατασχέτῳ ἐπιθυμίᾳ συνεργοῦντα, καὶ τὴν θυγατέρα
E
πρὸς θυσίαν εὐδοκήσαντα δοῦναι καὶ πᾶσαν ταράξαι τὴν Ἑλ-
λάδα, ἵνα ῥύσηται τὴν Ἑλένην ὑπὸ λεπροῦ ποιμένος ἡρπασμέ-
νην. Ὁπότε δὲ καὶ τοῦ πολέμου κατασχόντος αἰχμαλώτους
ἤγαγον, αὐτὸς Ἀγαμέμνων ὑπὸ Χρυσηΐδος αἰχμάλωτος ἤγετο·
πρὸς τὸν Θέτιδος παῖδα Βρισηΐδος ἕνεκεν ἔχθραν ἤρατο.
Αὐτὸς δὲ Πηληϊάδης, ὁ ποταμὸν πεδήσας, Τροίαν κατα-
στρέψας, Ἕκτορα χειρωσάμενος, Πολυξένης ὁ ἥρως ὑμῶν
38
A
δοῦλος ἦν, ὑπὸ Ἀμαζόνος νεκρᾶς νενίκητο· τὰ θεότευκτα
ὅπλα ἀποδυσάμενος, νυμφικὴν στολὴν ἐνδυσάμενος, φίλτρων
θῦμα ἐγίνετο ἐν τῷ τοῦ Ἀπόλλωνος νηῷ. Ὁ γὰρ Ἰθακή-
σιος Λαερτιάδης ἐκ κακίας ἀρετὴν ἐνεπορεύσατο· ὅτι δὲ ἀγα-
θῆς φρονήσεως ἄμοιρος ἦν, ὁ κατὰ τὰς Σειρῆνας διάπλους
ἐδήλωσεν, ὅτε μὴ ἠδυνήθη φρονήσει ἐμφράξαι τὴν ἀκοήν.
Ὁ Τελαμώνιος Αἴας, ὁ τὸ ἑπταβόειον φέρων σάκος, διὰ τὴν
πρὸς Ὀδυσσέα περὶ τῶν ὅπλων κρίσιν ἡττηθεὶς ὑπὸ μανίας
B
ἡλίσκετο. Ταῦτα παιδεύεσθαι οὐ θέλω· οὐ γὰρ τοιαύτης ἀρε-
τῆς ἐπιδικάζομαι, ἵνα τοῖς Ὁμήρου μύθοις πείθωμαι. Ἔστι
γὰρ ἡ πᾶσα ῥαψῳδία, Ἰλιάδος τε καὶ Ὀδυσσείας ἀρχὴ καὶ
τέλος, γυνή.
Ἀλλ' ἐπεὶ Ἡσίοδος μεθ' Ὅμηρον Ἔργα τε καὶ Ἡμέ-
ρας συνέγραψε, τίς αὐτοῦ τῇ λήρῳ Θεογονίᾳ συνθήσεται;
Φησὶ γὰρ Κρόνον, τὸν Οὐρανοῦ παῖδα, τῆς ἀρχῆς καθελεῖν
τὸν πατέρα καὶ τῶν σκήπτρων λαβέσθαι, καὶ διευλαβηθέντα
C
τὸ ὅμοιον παθεῖν τεκνοφαγεῖν ἑλέσθαι, τῇ δὲ τῶν Κουρήτων
ἐπινοίᾳ τὸν Δία κλαπέντα καὶ λαθόντα δεσμοῖς καθεῖρξαι
τὸν πατέρα, καὶ διανείμασθαι, ὡς λόγος, Δία μὲν τὸν αἰθέρα,
Ποσειδῶνα δὲ τὸν βυθόν, καὶ Πλουτέα τὴν καθ' ᾅδου μοῖραν
λαχεῖν. Ἀλλ' ὁ μὲν Πλουτεὺς τὴν Κόρην ἥρπασε· καὶ ἡ Δή-
μητρα, ἀλωμένη κατὰ τὰς ἐρήμους, τὸ τέκνον ἐζήτει. Καὶ
τοῦτον τὸν μῦθον εἰς ὕψος ἤγαγε τὸ ἐν Ἐλευσῖνι πῦρ. Πάλιν
ὁ Ποσειδῶν Μελανίππην μὲν ᾔσχυνεν ὑδρευομένην, ὄχλῳ δὲ
D
Νηρηΐδων οὐκ ὀλίγων κατεχρήσατο, ὧν τὰ ὀνόματα ἐὰν διη-
γώμεθα, πολὺ πλῆθος λόγων κατατρίψομεν. Ὁ μὲν οὖν Ζεὺς
μοιχὸς πολλαχῇ· ἐπ' Ἀντιόπῃ μὲν ὡς σάτυρος, καὶ ἐπὶ
Δανάῃ χρυσὸς καὶ ἐπ' Εὐρώπῃ ταῦρος ἦν, ἐπτεροῦτο δὲ παρὰ
Λήδᾳ. Ὁ γὰρ Σεμέλης ἔρως καὶ αὐτοῦ τὴν ἀκρασίαν ἤλεγξε
καὶ τῆς Ἥρας τὸν ζῆλον. Τὸν γὰρ Φρύγα Γανυμήδην, φασίν,
εἰς τὸ οἰνοχοεῖν ἀνήρπασε. Καὶ ταῦτα μὲν οἱ Κρονίδαι ἐποίη-
E
σαν. Ὁ γὰρ μεγαλώνυμος ὑμῶν ὁ Λητοΐδης, ὁ μαντικὴν
ἐπαγγειλάμενος, ἑαυτὸν ἤλεγξεν ὅτι ψεύδεται. Δάφνην ἐδίω-
ξεν, ἣν οὐ κατέλαβε· καὶ τῷ ἐρωμένῳ αὐτοῦ Ὑακίνθῳ
δισκεύων τι τὸν αὐτοῦ θάνατον οὐκ ἐμαντεύσατο. Ἀθηνᾶς
γὰρ τὸ ἀνδρικὸν σιγῶ καὶ Διονύσου τὸ θηλυκὸν καὶ Ἀφροδίτης
τὸ πορνικόν. Ἀνάγνωτε τῷ Διΐ, ἄνδρες Ἕλληνες, τὸν κατὰ
39
A
πατρολῳῶν νόμον καὶ τὸ μοιχείας πρόστιμον καὶ τὴν
παιδεραστίας αἰσχρότητα. Διδάξατε Ἀθηνᾶν καὶ Ἄρτεμιν
τὰ τῶν γυναικῶν ἔργα καὶ Διόνυσον τὰ ἀνδρῶν. Τί σεμνὸν
ἐπιδείκνυται γυνὴ ὅπλοις κεκοσμημένη, ἀνὴρ δὲ κυμβάλοις καὶ
στέμμασι καὶ ἐσθῆτι γυναικείᾳ καλλωπιζόμενος καὶ ὀργιῶν
σὺν ἀγέλῃ γυναικῶν;
Τὸν γὰρ τριέσπερον Ἀλκείδην, τῶν ἀγώνων ἡγήτορα,
τὸν δι' ἀνδρείαν ᾀδόμενον, τὸν τοῦ Διὸς υἱόν, ὃς βριαρὸν
κατέπεφνε λέοντα καὶ πολύκρανον ὤλεσεν ὕδραν, ὗν δ' ἄγριον
B
ἀκάματον ὁ νεκρώσας, ὄρνιθας δ' ἀνδροβόρους ἱπταμένας
καθελεῖν ὁ δυνηθείς, καὶ κύνα τρικάρηνον ἐξ ᾅδου ἀναγαγών,
Αὐγείου δ' ὀχυρὸν τεῖχος σκυβάλων καθελεῖν ὁ δυνηθείς,
ταύρους δὲ καὶ ἔλαφον ἀνελὼν ὧν μυξωτῆρες ἔπνεον πῦρ, καὶ
καρπὸν χρύσεον στελέχους ὁ λαβών, ἑρπετὸν ἰοβόλον ἀνελὼν
καὶ Ἀχελῷον (τίνος ἕνεκεν ἔκτανεν, οὐ θέμις εἰπεῖν) καὶ τὸν
ξενοκτόνον Βούσιριν, καὶ ὁ ὄρη πηδήσας ἵνα λάβῃ ὕδωρ
C
ἔναρθρον φωνὴν ἀποδιδόν, ὡς λόγος, ὁ τὰ τοσαῦτα καὶ
τοιαῦτα καὶ τηλικαῦτα δρᾶσαι δυνηθείς, ὡς νήπιος ὑπὸ σατύ-
ρων κατακυμβαλισθεὶς καὶ ὑπὸ γυναικείου ἔρωτος ἡττηθεὶς
ὑπὸ Λυδῆς γελώσης κατὰ γλουτῶν τυπτόμενος ἥδετο, καὶ
τέλος, τὸν Νέσσειον χιτῶνα ἀποδύσασθαι μὴ δυνηθείς,
πυρὰν κατ' αὐτοῦ αὐτὸς ποιήσας τέλος ἔλαβε τοῦ βίου.
Θέτω τὸν ζῆλον Ἥφαιστος, καὶ μὴ φθονείτω εἰ πρεσβύτης
D
ὢν καὶ κυλλὸς τὸν πόδα μεμίσητο, Ἄρης δὲ πεφίλητο νέος
ὢν καὶ ὡραῖος. Ἐπεὶ οὖν, ἄνδρες Ἕλληνες, οἱ μὲν θεοὶ ὑμῶν
ὑπὸ ἀκρασίας ἠλέγχθησαν, ἄνανδροι δὲ οἱ ἥρωες ὑμῶν, αἱ
παρ' ὑμῖν δραματουργοὶ ἱστορίαι ἐδήλωσαν τὰ μὲν Ἀτρέως
ἄγη Θυέστου τε λέχη καὶ Πελοπιδῶν μύση καὶ Δαναὸν
φθόνῳ φονεύοντα καὶ ἀτεκνοῦντα Αἴγυπτον μεμεθυσμένον
καὶ τὰ Θυέστεια δεῖπνα ἃ Ἐριννύες ἤρτυον. Καὶ Πρόκνη
E
μέχρι νῦν ἐπτερωμένη γοᾷ, καὶ ταύτης ἀδελφὴ γλωσσότμητος
τέτριγεν ἡ Κεκροπίς. Τὰ γὰρ Οἰδίποδος κέντρα τί δεῖ
καὶ λέγειν, καὶ τὸν Λαΐου φόνον καὶ μητρὸς γάμον, καὶ τὴν
τῶν ἀδελφῶν αὐτοῦ καὶ τέκνων ἅμα ἀλληλοκτονίαν;
Καὶ τὰς πανηγύρεις ὑμῶν μεμίσηκα· ἄμετροι γὰρ
ἐκεῖ πλησμοναί, καὶ αὐλοὶ γλαφυροὶ ἐκκαλούμενοι πρὸς οἰ-
40
A
στρώδεις κινήσεις, καὶ μύρων περίεργοι χρίσεις, καὶ στεφά-
νων περιθέσεις. Καὶ τῷ τοσούτῳ σωρῷ τῶν κακῶν τὴν
αἰδῶ περιγράφετε, καὶ νοῦν πληροῦσθε, ὑπὸ ἀκρασίας ἐκ-
βακχευόμενοι· καὶ ταῖς ἀνοσίαις καὶ λυσσώδεσι χρᾶσθαι εἰώ-
θατε μίξεσιν. Εἴποιμι δ' ἂν ὑμῖν ἔτι καὶ τοῦτο· Τί ἀγα-
νακτεῖς, Ἕλλην ὤν, πρὸς τὸ τέκνον σου, εἰ τὸν Δία μιμού-
μενος ἐπιβουλεύει σοι καὶ ἐπ' ἴσου τὸν γάμον σεσύληκε;
Τί τοῦτον ἐχθρὸν ἡγῇ, τὸν δὲ ὅμοιον αὐτῷ σέβῃ; Τί δὲ
B
μέμφῃ σου τὴν γυναῖκα ἀκολάστως ζῶσαν, τὴν δὲ Ἀφροδίτην
ναοῖς τετίμηκας; Καὶ εἰ μὲν ταῦτα ὑφ' ἑτέρων ἦν εἰρημένα,
κατηγορία ἔδοξεν εἶναι ψιλὴ καὶ οὐκ ἀλήθεια· νῦν δὲ ταῦτα
οἱ ὑμέτεροι ᾄδουσι ποιηταί, καὶ αἱ παρ' ὑμῖν κεκράγασιν
ἱστορίαι.
Ἔλθετε λοιπόν, ἄνδρες Ἕλληνες, καὶ σοφίᾳ ἀπαρα-
μιλλήτῳ κοινωνήσατε, καὶ θείῳ λόγῳ παιδεύθητε, καὶ μά-
θετε βασιλέα ἄφθαρτον, καὶ τοὺς τούτου ἥρωας ἐπίγνωτε
οὔποτε λαοῖς φόνον ἐργαζομένους. Αὐτὸς γὰρ ἡμῶν ὁ στρα-
τηγὸς οὐ βούλεται σωμάτων ἀλκὴν καὶ τύπων εὐμορφίαν οὐδ'
C
εὐγενείας φρύαγμα, ἀλλὰ ψυχήν τε καθαράν, ὁσιότητι τετει-
χισμένην, καὶ τὰ τοῦ βασιλέως ἡμῶν συνθήματα, καὶ πράξεις
θείας, ὡς διὰ λόγου δυνάμεως εἰς ψυχὴν διικνουμένης (ὢ σάλ-
πιγξ εἰρηνικὴ ψυχῆς πολεμουμένης, ὢ παθῶν δεινῶν φυγα-
δευτήριον, ὢ πυρὸς ἐμψύχου σβεστικὸν διδασκάλιον!), ἥτις οὐ
ποιητὰς ποιεῖ, οὐ φιλοσόφους κατασκευάζει οὐδὲ ῥήτορας δει-
νούς, ἀλλὰ παιδεύουσα ποιεῖ τοὺς θνητοὺς ἀθανάτους, τοὺς
D
βροτοὺς θεούς, ἐκ γῆς δὲ μετάγει εἰς τοὺς ὑπὲρ Ὄλυμπον
ὅρους. Ἔλθετε, παιδεύθητε· γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ
ἤμην ὡς ὑμεῖς. Ταῦτά με εἷλε, τό τε τῆς παιδείας ἔνθεον
καὶ τὸ τοῦ λόγου δυνατόν· ὅτι καθάπερ ἐπαοιδὸς ἀγαθὸς ἐκ
φωλεοῦ ἐξερπύσαι ποιήσας φυγαδεύει δεινὸν ἑρπετόν, οὕτως
ὁ λόγος ἐξ αὐτῶν τῶν τῆς ψυχῆς μυχῶν τὰ δεινὰ τῆς αἰσθή-
E
σεως ἀπελαύνει πάθη, πρῶτον ἐπιθυμίαν, δι' ἧς πᾶν δεινὸν
φύεται, ἔχθραι ἔρεις ζῆλος ἐριθεῖαι θυμοὶ καὶ τὰ ὅμοια τού-
τοις. Ἐπιθυμίας οὖν ἀπελαθείσης εὔδιος ἡ ψυχὴ καὶ γαλη-
νιῶσα γίνεται. Παραλυθεῖσα δὲ τῶν περὶ τὸν τράχηλον αὐ-
τῆς κακῶν περιῤῥεόντων ἀπέρχεται πρὸς τὸν ποιήσαντα αὐτήν·
δεῖ γὰρ ἀποκατασταθῆναι ὅθεν ἀπέστη.
t
1
{ΤΟΥ ΑΓΙΟΥ ΙΟΥΣΤΙΝΟΥ ΦΙΛΟΣΟΦΟΥ ΚΑΙ ΜΑΡΤΥΡΟΣ
ΛΟΓΟΣ ΠΑΡΑΙΝΕΤΙΚΟΣ ΠΡΟΣ ΕΛΛΗΝΑΣ.} Ἀρχόμενος τῆς πρὸς ὑμᾶς παραινέσεως, ὦ ἄνδρεςἝλληνες, εὔχομαι τῷ θεῷ ἐμοὶ μὲν ὑπάρξαι τὰ δέοντα πρὸςὑμᾶς εἰπεῖν, ὑμᾶς δέ, τῆς προτέρας ἀφεμένους φιλονεικίαςκαὶ τῆς τῶν προγόνων πλάνης ἀπαλλαγέντας, ἑλέσθαι τὰ λυ-σιτελοῦντα νῦν, οὐδὲν οἰομένους περὶ τοὺς προγόνους ὑμῶνἔσεσθαι παρ' ὑμῶν πλημμελές, εἰ τἀναντία νυνὶ τῶν πρό-τερον μὴ καλῶς δοξάντων αὐτοῖς χρήσιμα φαίνοιτο παρ' ὑμῖν.Ἡ γὰρ τῶν πραγμάτων ἀκριβὴς ἐξέτασις καὶ τὰ δόξανταπολλάκις καλῶς ἔχειν ἀλλοιότερα δείκνυσιν, ἀκριβεστέρᾳπείρᾳ τἀληθὲς βασανίσασα. Ἐπεὶ τοίνυν ἡμῖν ὁ περὶ τῆςἀληθοῦς θεοσεβείας πρόκειται λόγος, ἧς οὐδέν, οἶμαι, προ-τιμότερον τοῖς ἀκινδύνως βιοῦν προῃρημένοις εἶναι νενό-μισται διὰ τὴν μέλλουσαν μετὰ τὴν τελευτὴν τοῦδε τοῦ βίουἔσεσθαι κρίσιν, ἣν οὐ μόνον οἱ ἡμέτεροι κατὰ θεὸν προκη-ρύττουσι πρόγονοι, προφῆταί τε καὶ νομοθέται, ἀλλὰ καὶ οἱπαρ' ὑμῖν νομισθέντες εἶναι σοφοί, οὐ ποιηταὶ μόνον ἀλλὰκαὶ φιλόσοφοι, οἱ τὴν ἀληθῆ καὶ θείαν εἰδέναι παρ' ὑμῖνἐπαγγελλόμενοι γνῶσιν, ἔδοξέ μοι καλῶς ἔχειν, πρῶτον μὲντοὺς τῆς θεοσεβείας ἡμῶν τε καὶ ὑμῶν ἐξετάσαι διδασκά-λους, οἵτινες καὶ ὅσοι καὶ καθ' οὓς γεγόνασι χρόνους, ἵν' οἱμὲν πρότερον τὴν ψευδώνυμον θεοσέβειαν παρὰ τῶν προγόνωνπαρειληφότες, νῦν γοῦν αἰσθόμενοι, τῆς παλαιᾶς ἐκείνηςἀπαλλαγῶσι πλάνης, ἡμεῖς δὲ σαφῶς καὶ φανερῶς ἡμᾶςαὐτοὺς ἀποδείξωμεν τῇ τῶν κατὰ θεὸν προγόνων ἑπομένουςθεοσεβείᾳ. Τίνας τοίνυν, ὦ ἄνδρες Ἕλληνες, τῆς θεοσεβείας ὑμῶνδιδασκάλους εἶναί φατε; Τοὺς ποιητάς; Ἀλλ' οὐ συνοίσειὑμῖν πρὸς ἄνδρας τὰ τῶν ποιητῶν εἰδότας λέγειν. Ἴσασι γὰρτὴν ὑπ' αὐτῶν γελοιοτάτην περὶ θεῶν θεογονίαν λεγομένην,ὡς ἔστιν ἡμῖν ἀπὸ τῶν τοῦ κορυφαιοτάτου παρ' ὑμῖν καὶπρώτου τῶν ποιητῶν Ὁμήρου μανθάνειν. Οὗτος γὰρ πρῶτονμὲν τὴν τῶν θεῶν γένεσιν ἐξ ὕδατος τὴν ἀρχὴν ἐσχηκέναι φη-σίν. Οὕτω γὰρ γέγραφεν· Ὠκεανόν τε, θεῶν γένεσιν, καὶ μητέρα Τηθύν.Ἔπειτα δὲ καὶ ἃ περὶ τοῦ πρώτου παρ' αὐτοῖς νομιζομένουθεοῦ λέγει, ὃν καὶ πατέρα ὀνομάζει πολλάκις ἀνδρῶν τε θεῶντε, ἀναγκαῖον ὑπομνῆσαι. Ἔφη γάρ· Ζεύς, ὅστ' ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.Αὐτὸν τοίνυν οὐ πολέμου ταμίαν μόνον τῷ στρατεύματι, ἀλλὰκαὶ ἐπιορκίας Τρωσὶ διὰ τῆς αὐτοῦ θυγατρὸς αἴτιον γεγενῆ-σθαί φησι· τοῦτον ἐρῶντα καὶ σχετλιάζοντα καὶ ὀλοφυρό-μενον καὶ ὑπὸ τῶν ἄλλων θεῶν ἐπιβουλευόμενον Ὅμηροςεἰσάγει, καὶ ποτὲ μὲν ἐπὶ τοῦ ἑαυτοῦ παιδὸς λέγοντα· Ὤ μοι ἐγών, ὅτε μοι Σαρπηδόνα, φίλτατον ἀνδρῶν, Μοῖρ' ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι!ποτὲ δὲ ὑπὲρ τοῦ Ἕκτορος· Ὢ πόποι, ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος Ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δ' ὀλοφύρεται ἦτορ.Τίνα δὲ καὶ περὶ τῶν ἄλλων θεῶν κατὰ τῆς τοῦ Διὸς ἐπι-βουλῆς λέγει, ἴσασιν οἱ ἐντυγχάνοντες τοῖς ἔπεσι τούτοις· Ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι, Ἥρη τ' ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη.Καὶ εἰ μὴ τὸν ὃν Βριάρεων καλέουσι ὑπέδεισαν οἱ μάκαρες
38
E
θεοί, ἐδέδετο ἂν ὑπ' αὐτῶν ὁ Ζεύς. Ὅσα δὲ καὶ περὶ τῆς
ἐρωτικῆς τοῦ Διὸς ἀκολασίας Ὅμηρος λέγει, ἀναγκαῖον δι'αὐτῶν ὑμᾶς ὑπομνῆσαι ὧν εἴρηκε ῥητῶν. Ἔφη γὰρ αὐτὸνοὕτω πρὸς τὴν Ἥραν λέγειν· Οὐ γὰρ πώποτέ μ' ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς Θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν, Οὐδ' ὁπότ' ἠρασάμην Ἰξιονίης ἀλόχοιο, Οὐδ' ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης, Οὐδ' ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο, Οὐδ' ὅτε περ Σεμέλης, οὐδ' Ἀλκμήνης ἐνὶ Θήβῃ, Οὐδ' ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης, Οὐδ' ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς.Τίνα δὲ καὶ περὶ τῶν ἄλλων θεῶν ἐκ τῆς Ὁμήρου ποιήσεωςἔξεστι μανθάνειν, καὶ ὅσα ὑπὸ ἀνθρώπων πεπόνθασιν, ἀκό-λουθόν ἐστιν ὑπομνῆσαι νυνί. Ἄρεα μὲν γὰρ καὶ Ἀφροδί-την ὑπὸ Διομήδους τετρῶσθαι λέγει, πολλῶν δὲ καὶ ἄλλωνθεῶν διηγεῖται πάθη. Οὕτω γὰρ ἔστιν ἡμῖν ἀπὸ τῆς παρα-μυθουμένης τὴν θυγατέρα Διώνης μανθάνειν. Ἔφη γὰρ πρὸςαὐτήν· Τέτλαθι, τέκνον ἐμόν, καὶ ἀνάσχεο, κηδομένη περ. Πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματ' ἔχοντες Ἐξ ἀνδρῶν, χαλέπ' ἄλγε' ἐπ' ἀλλήλοισι τιθέντες. Τλῆ μὲν Ἄρης, ὅτε μιν Ὦτος κρατερός τ' Ἐπιάλτης, Παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ· Χαλκέῳ δ' ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας. Τλῆ δ' Ἥρη, ὅτε μιν κρατερὸς παῖς Ἀμφιτρύωνος Δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι Βεβλήκει· τότε κέν μιν ἀνήκεστον λάβεν ἄλγος. Τλῆ δ' Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν, Εὖτέ μιν ωὐτὸς ἀνήρ, υἱὸς Διὸς αἰγιόχοιο, Ἐν πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν. Αὐτὰρ ἔβη πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον Κῆρ ἀχέων, ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸς Ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν.Εἰ δὲ καὶ τῆς τῶν λοιπῶν θεῶν ἐξ ἐναντίας μάχης ὑπομνη-σθῆναι ὑμᾶς προσήκει, αὐτὸς ὑμᾶς ὁ ὑμέτερος ποιητὴς ὑπο-μνήσει λέγων· Τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων. Ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος Ἵστατ' Ἀπόλλων Φοῖβος, ἔχων ἰὰ πτερόεντα, Ἄντα δ' Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη. Ἥρῃ δ' ἀντέστη χρυσηλάκατος κελαδεινὴ Ἄρτεμις ἰοχέαιρα, κασιγνήτη ἑκάτοιο. Λητοῖ δ' ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς.Ταῦτα καὶ τοιαῦτα περὶ θεῶν ἐδίδαξεν ὑμᾶς Ὅμηρος, καὶ
40
A
οὐχ Ὅμηρος μόνον ἀλλὰ καὶ Ἡσίοδος. Ὥστε, εἰ μὲν πιστεύετε
τοῖς κορυφαιοτάτοις ὑμῶν ποιηταῖς, τοῖς καὶ γενεαλογήσασιτοὺς θεοὺς ὑμῶν, ἀνάγκη ὑμᾶς ἢ τοιούτους αὐτοὺς εἶναι νομί-ζειν, ἢ μηθ' ὅλως θεοὺς αὐτοὺς εἶναι πιστεύειν. Εἰ δὲ τοὺς ποιητὰς παραιτεῖσθε λέγειν, ἐπειδὴ μύ-θους τε αὐτοῖς πλάττειν ἐξεῖναί φατε καὶ πολλὰ πόῤῥω τῆςἀληθείας περὶ θεῶν μυθωδῶς διεξιέναι, τίνας ἑτέρους τῆςθεοσεβείας ὑμῶν διδασκάλους ἔχειν οἴεσθε, ἢ πῶς ταύτηναὐτοὺς μεμαθηκέναι φατέ; Ἀδύνατον γὰρ τοὺς μὴ πρότερονπαρὰ τῶν εἰδότων μεμαθηκότας τὰ οὕτω μεγάλα καὶ θεῖαπράγματα γινώσκειν. Τοὺς σοφοὺς πάντως δήπου καὶ φι-λοσόφους λέξετε· ἐπὶ τούτους γάρ, ὥσπερ ἐπὶ τεῖχος ὀχυρόν,καταφεύγειν εἰώθατε, ἐπειδάν τις ὑμῖν τὰς τῶν ποιητῶν περὶθεῶν ἀπαγγέλλῃ δόξας. Οὐκοῦν ἐπειδήπερ ἀπὸ τῶν πα-λαιῶν καὶ πρώτων ἄρξασθαι προσήκει, ἐντεῦθεν ἀρξάμενοςτὴν ἑκάστου δόξαν ἐκθήσομαι, πολλῷ γελοιοτέραν τῆς τῶνποιητῶν θεολογίας οὖσαν. Θαλῆς μὲν γὰρ ὁ Μιλήσιος, ὁπρῶτος τῆς φυσικῆς φιλοσοφίας ἄρξας, ἀρχὴν εἶναι τῶν ὄντωνἁπάντων ἀπεφήνατο τὸ ὕδωρ· ἐξ ὕδατος γάρ φησι τὰ πάντα
40
C
εἶναι καὶ εἰς ὕδωρ τὰ πάντα ἀναλύεσθαι. Ἀναξίμανδρος
δὲ μετὰ τοῦτον, ἀπὸ τῆς αὐτῆς ὁρμώμενος Μιλήτου, τὸ ἄπει-ρον ἀρχὴν ἁπάντων ἔφησεν εἶναι· ἐκ τούτου γὰρ δὴ τὰ πάνταγίνεσθαι καὶ εἰς τοῦτο τὰ πάντα φθείρεσθαι. Τρίτος Ἀναξι-