Cohortatio ad gentiles
- Authority group
- Pseudo-Justinus Martyr (catalogue association; authorship remains anonymous)
- Edition reference
- Cohortatio ad gentiles, ed. Otto, op. cit., vol. 3, 3rd edn., 18–126.
- CTS identifier
urn:cts:greekLit:tlg0646.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
4
D
μένης, καὶ οὗτος ἐκ τῆς Μιλήτου ὑπάρχων, ἀέρα τοῦ παντὸς
ἀρχὴν εἶναι λέγει· ἐκ γὰρ τούτου τὰ πάντα γίνεσθαι καὶ εἰς
E
τοῦτον τὰ πάντα ἀναλύεσθαί φησιν. Ἡράκλειτος ὁ Μετα-
πόντιος ἀρχὴν τῶν πάντων τὸ πῦρ εἶναι λέγει· ἐκ πυρὸς
γὰρ τὰ πάντα γίνεσθαι καὶ εἰς τὸ πῦρ τὰ πάντα τελευτᾶν.
Ἀναξαγόρας ὁ Κλαζομένιος ἀρχὰς τῶν πάντων τὰς ὁμοιο-
μερείας εἶναί φησιν. Ἀρχέλαος ὁ Ἀπολλοδώρου Ἀθηναῖος
ἀέρα ἄπειρον καὶ τὴν περὶ αὐτὸν πυκνότητα καὶ μάνωσιν ἀρ-
5
A
χὴν ἁπάντων εἶναι λέγει. Οὗτοι πάντες, ἀπὸ Θαλοῦ τὰς
διαδοχὰς ἐσχηκότες, τὴν φυσικὴν ὑπ' αὐτῶν καλουμένην
μετῆλθον φιλοσοφίαν.
Εἶθ' ἑξῆς ἀφ' ἑτέρας ἀρχῆς Πυθαγόρας Μνησάρχου
Σάμιος ἀρχὰς τοὺς ἀριθμοὺς καὶ τὰς συμμετρίας καὶ τὰς ἐν
αὐτοῖς ἁρμονίας καλεῖ τά τ' ἐξ ἀμφοτέρων σύνθετα στοι-
χεῖα, ἔτι μέντοι μονάδα καὶ τὴν ἀόριστον δυάδα. Ἐπίκουρος
B
Νεοκλέους Ἀθηναῖος ἀρχὰς τῶν ὄντων σώματα λόγῳ θεω-
ρητὰ εἶναι λέγει, ἀμέτοχα κενοῦ, ἀγένητα, ἄφθαρτα, οὔτε
θραυσθῆναι δυνάμενα οὔτε διάπλασιν ἐκ τῶν μερῶν λαβεῖν
οὔτ' ἀλλοιωθῆναι, διὰ τοῦτο καὶ λόγῳ θεωρητά. Ἐμπεδοκλῆς
Μέτωνος ὁ Ἀκραγαντῖνος τέσσαρα στοιχεῖα, πῦρ ἀέρα ὕδωρ
γῆν, δύο δὲ ἀρχικὰς δυνάμεις, φιλίαν τε καὶ νεῖκος, ὧν ἡ μέν
ἐστιν ἑνωτική, τὸ δὲ διαιρετικόν. Ὁρᾶτε τοίνυν τὴν ἀταξίαν
τῶν παρ' ὑμῖν νομισθέντων γεγενῆσθαι σοφῶν, οὓς διδασκά-
C
λους ὑμῶν τῆς θεοσεβείας γεγενῆσθαί φατε, τῶν μὲν ὕδωρ
ἀποφηναμένων ἀρχὴν ἁπάντων εἶναι, τῶν δὲ ἀέρα, τῶν δὲ
πῦρ, τῶν δὲ ἄλλο τι τῶν προειρημένων, καὶ πάντων τούτων
πιθανοῖς τισι λόγοις πρὸς κατασκευὴν τῶν μὴ καλῶς δοξάν-
των αὐτοῖς χρωμένων καὶ τὸ ἴδιον δόγμα προτιμότερον ἐπι-
χειρούντων δεικνύναι. Ταῦθ' ὑπ' αὐτῶν εἴρηται. Πῶς οὖν
ἀσφαλές, ὦ ἄνδρες Ἕλληνες, τοῖς σώζεσθαι βουλομένοις
D
παρὰ τούτων οἴεσθαι δύνασθαι τὴν ἀληθῆ θεοσέβειαν μαν-
θάνειν, τῶν μηδ' ἑαυτοὺς πεῖσαι δυνηθέντων τὸ μὴ πρὸς
ἀλλήλους στασιάζειν μηδ' ἐναντίοι τῆς ἀλλήλων φαίνεσθαι
δόξης;
Ἀλλ' ἴσως οἱ τῆς ἀρχαίας καὶ παλαιᾶς ἐκείνης ἀπο-
στῆναι μὴ βουλόμενοι πλάνης οὔ φασι παρὰ τῶν προειρημέ-
νων, ἀλλὰ παρὰ τῶν ἐνδοξοτάτων καὶ τελειοτάτων ἐν ἀρετῇ
νομισθέντων εἶναι παρ' αὐτοῖς φιλοσόφων, τὸν περὶ τῆς θεο-
E
σεβείας παρειληφέναι λόγον, Πλάτωνός τε καὶ Ἀριστοτέλους·
τούτους γὰρ τὴν τελείαν καὶ ἀληθῆ φασι μεμαθηκέναι θεοσέ-
βειαν. Ἐγὼ δὲ πρῶτον μὲν ἡδέως ἂν πυθοίμην τῶν ταῦτα
λεγόντων, παρὰ τίνων αὐτοὺς μεμαθηκότας εἰδέναι φασίν·
ἀδύνατον γὰρ τοὺς τὰ οὕτω μεγάλα καὶ θεῖα μὴ παρά τινων
6
A
εἰδότων μεμαθηκότας ἢ αὐτοὺς εἰδέναι ἢ ἑτέρους δύνασθαι
διδάσκειν ὀρθῶς. Δεύτερον δὲ οἶμαι δεῖν καὶ τὰς τούτων ἐξε-
τάσαι δόξας· εἰσόμεθα γάρ, εἰ μὴ καὶ τούτων ἑκάτερος τἀ-
ναντία θατέρῳ φανήσεται λέγων. Εἰ δὲ καὶ τούτους μὴ συμ-
φωνοῦντας ἀλλήλοις εὕροιμεν, ῥᾴδιον οἶμαι καὶ τὴν τούτων
ἄγνοιαν γινώσκειν σαφῶς. Πλάτων μὲν γάρ, ὡς ἄνωθεν
B
κατεληλυθὼς καὶ τὰ ἐν οὐρανοῖς ἅπαντα ἀκριβῶς ἑωρακώς,
τὸν ἀνωτάτω θεὸν ἐν τῇ πυρώδει οὐσίᾳ εἶναι λέγει. Ἀριστο-
τέλης δέ, ἐν τῷ πρὸς Ἀλέξανδρον τὸν Μακεδόνα λόγῳ σύν-
τομόν τινα τῆς ἑαυτοῦ φιλοσοφίας ἐκτιθέμενος ὅρον, σαφῶς
καὶ φανερῶς τὴν Πλάτωνος ἀναιρεῖ δόξαν, οὐκ ἐν τῇ πυρώδει
οὐσίᾳ τὸν θεὸν εἶναι λέγων· ἀλλά, πέμπτον αἰθέριόν τι καὶ
ἀμετάβλητον ἀναπλάττων σῶμα, ἐν τούτῳ αὐτὸν εἶναί φησιν.
Γέγραφε γοῦν οὕτως· Οὐχ ὡς ἔνιοι τῶν περὶ τὸ θεῖον
C
πλημμελούντων ἐν τῇ πυρώδει οὐσίᾳ τὸν θεὸν εἶναί φασιν.
Εἶτα, ὥσπερ μὴ ἀρκούμενος ἐπὶ τῇ κατὰ Πλάτωνος βλα-
σφημίᾳ, καὶ τὸν ὑπ' αὐτοῦ τῆς πολιτείας ἐκβληθέντα ὡς ψεύ-
στην καὶ τρίτον τῶν ἀπὸ τῆς ἀληθείας εἰδώλων, ὡς αὐτὸς
ἔφη, μιμητὴν ὄντα Ὅμηρον εἰς ἀπόδειξιν τῶν ὑπ' αὐτοῦ περὶ
τοῦ αἰθερίου σώματος λεγομένων καλεῖ μάρτυρα. Γέγραφε
γάρ· Οὕτως γοῦν καὶ Ὅμηρος ἔφη·
D
Ζεὺς δ' ἔλαχ' οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν·
βουλόμενος ἐκ τῆς Ὁμήρου μαρτυρίας ἀξιόπιστον τὴν ἑαυτοῦ
δεικνύναι δόξαν, ἀγνοῶν ὅτι, εἰ Ὁμήρῳ πρὸς ἀπόδειξιν τοῦ
ἀληθῆ ἑαυτὸν λέγειν μάρτυρι χρῷτο, πολλὰ τῶν αὐτῷ δο-
ξάντων οὐκ ἀληθῆ φανήσεται ὄντα. Θαλῆς γὰρ ὁ Μιλήσιος,
E
ὁ πρῶτος παρ' αὐτοῖς τῆς φιλοσοφίας ἄρξας, τὴν πρόφασιν
παρ' αὐτοῦ λαβὼν τὰς πρώτας αὐτοῦ περὶ ἀρχῶν ἀθετήσει
δόξας. Αὐτοῦ γὰρ Ἀριστοτέλους θεὸν καὶ ὕλην ἀρχὰς εἶναι
τῶν πάντων εἰρηκότος ὁ πρεσβύτατος τῶν κατ' αὐτοὺς ἁπάν-
των Θαλῆς ἀρχὴν τῶν ὄντων ὕδωρ εἶναι λέγει· ἐξ ὕδατος γάρ
φησι τὰ πάντα εἶναι καὶ εἰς ὕδωρ ἀναλύεσθαι τὰ πάντα.
Στοχάζεται δὲ πρῶτον μὲν ἀπὸ τοῦ πάντων τῶν ζώων τὴν γο-
νήν, ἀρχὴν οὖσαν, ὑγρὰν εἶναι· δεύτερον δὲ ὅτι πάντα τὰ φυτὰ
7
A
ὑγρῷ τρέφεται καὶ καρποφορεῖ, ἀμοιροῦντα δὲ τοῦ ὑγροῦ
ξηραίνεται. Εἶθ', ὥσπερ μὴ ἀρκούμενος οἷς στοχάζεται,
καὶ τὸν Ὅμηρον ὡς ἀξιόπιστον μαρτύρεται οὕτως λέγοντα·
Ὠκεανός, ὅσπερ γένεσις πάντεσσι τέτυκται.
Πῶς οὖν οὐκ εἰκότως ὁ Θαλῆς πρὸς αὐτὸν φήσει· Δι' ἣν
αἰτίαν, ὦ Ἀριστότελες, τὰς μὲν Πλάτωνος ἀναιρεῖν ἐθέ-
λων δόξας, ὡς ἀληθεύοντι προσέχεις Ὁμήρῳ, ἡμῶν δὲ τὴν
ἐναντίαν ἀποφηνάμενος δόξαν οὐκ ἀληθεύειν Ὅμηρον οἴει;
B
Ὅτι τοίνυν οἱ σφόδρα θαυμαστοὶ καθ' ὑμᾶς σοφοὶ
οὐδ' ἐν τοῖς ἄλλοις συμφωνοῦντες φαίνονται, καὶ ἀπὸ τούτων
γνῶναι ῥᾴδιον. Τοῦ γὰρ Πλάτωνος τρεῖς ἀρχὰς τοῦ παντὸς
εἶναι λέγοντος, θεὸν καὶ ὕλην καὶ εἶδος (θεὸν μὲν τὸν πάν-
των ποιητήν, ὕλην δὲ τὴν ὑποκειμένην τῇ πρώτῃ τῶν γενο-
μένων γενέσει καὶ τὴν πρόφασιν αὐτῷ τῆς δημιουργίας παρέ-
C
χουσαν, εἶδος δὲ τὸ ἑκάστου τῶν γινομένων παράδειγμα), Ἀρι-
στοτέλης τοῦ μὲν εἴδους ὡς ἀρχῆς οὐδαμῶς μέμνηται, δύο δὲ
ἀρχάς, θεὸν καὶ ὕλην, εἶναί φησι. Καὶ αὖθις τοῦ Πλάτωνος
ἐν τῇ πρώτῃ τοῦ ἀνωτάτω οὐρανοῦ ἀπλανεῖ σφαίρᾳ τόν τε
πρῶτον θεὸν καὶ τὰς εἰδέας εἶναι λέγοντος, Ἀριστοτέλης
μετὰ τὸν πρῶτον θεὸν οὐ τὰς εἰδέας ἀλλά τινας νοητοὺς θεοὺς
εἶναι λέγει. Οὕτω μὲν οὖν περὶ τῶν ἐν οὐρανοῖς πρὸς ἀλλή-
D
λους διαφέρονται πραγμάτων. Ὥστε εἰδέναι προσήκει ὅτι οἱ
μηδὲ τὰ παρ' ἡμῖν ἐνταῦθα γνῶναι δυνηθέντες, ἀλλὰ καὶ
περὶ τούτων πρὸς ἀλλήλους διενεχθέντες, οὐκ ἀξιόπιστοι φα-
νήσονται περὶ τῶν ἐν οὐρανοῖς διηγούμενοι. Ὅτι τοίνυν οὐδὲ
ὁ περὶ τῆς ἐνταῦθα ἀνθρωπίνης ψυχῆς αὐτοῖς συμφωνήσει λό-
γος, δῆλον ἀπὸ τῶν ὑφ' ἑκατέρου αὐτῶν περὶ αὐτῆς λεχθέντων.
Πλάτων μὲν γὰρ τριμερῆ αὐτὴν εἶναί φησι, καὶ τὸ μὲν λογι-
κὸν αὐτῆς, τὸ δὲ θυμικόν, τὸ δὲ ἐπιθυμητικὸν εἶναι λέγει·
E
Ἀριστοτέλης δὲ οὐ κοινοτέραν τὴν ψυχὴν εἶναί φησιν, ἐν ᾧ
περιείληπται καὶ τὰ φθαρτὰ μόρια, ἀλλὰ τὸ λογικὸν μόνον.
Καὶ ὁ μὲν Πλάτων Ψυχὴ πᾶσα ἀθάνατος κέκραγε λέγων·
Ἀριστοτέλης δέ, ἐντελέχειαν αὐτὴν ὀνομάζων, οὐκ ἀθάνατον
ἀλλὰ θνητὴν αὐτὴν εἶναι βούλεται. Καὶ ὁ μὲν ἀεικίνητον
8
A
αὐτὴν εἶναι λέγει· Ἀριστοτέλης δὲ ἀκίνητον αὐτὴν εἶναί φησιν,
ἁπάσης κινήσεως προηγουμένην.
Ἀλλ' ἐν τούτοις μὲν ὑπεναντία φρονοῦντες ἀλλήλοις
ἐλέγχονται. Εἰ δέ τις ἀκριβῶς τὰ κατ' αὐτοὺς σκοπεῖν ἐθέ-
λοι, οὐδὲ ταῖς ἑαυτῶν δόξαις ἐμμένειν προῄρηνται. Ὁ γοῦν
Πλάτων ποτὲ μὲν τρεῖς ἀρχὰς τοῦ παντὸς εἶναι λέγει, θεὸν
καὶ ὕλην καὶ εἶδος, ποτὲ δὲ τέσσαρας· προστίθησι γὰρ καὶ
τὴν καθόλου ψυχήν. Καὶ αὖθις τὴν ὕλην ἀγένητον πρότερον
B
εἰρηκὼς ὕστερον γενητὴν αὐτὴν εἶναι λέγει· καὶ τῷ εἴδει δὲ
ἀρχὴν ἰδίαν πρότερον δεδωκώς, καὶ καθ' ἑαυτὸ οὐσιῶσθαι
ἀποφήσας, ὕστερον ἐν τοῖς νοήμασιν αὐτὸ τοῦτ' εἶναι λέγει.
Ἔτι μέντοι γε καὶ πᾶν τὸ γενόμενον φθαρτὸν πρότερον ἀπο-
φηνάμενος εἶναι ὕστερον ἔνια τῶν γινομένων ἄλυτα καὶ ἄφθαρτα
δύνασθαι εἶναί φησι. Τί τοίνυν αἴτιον τοῦ μὴ πρὸς ἀλλήλους
μόνον ἀλλὰ καὶ πρὸς ἑαυτοὺς στασιάζειν τοὺς παρ' ὑμῖν νο-
μισθέντας γεγενῆσθαι σοφούς; Τὸ μὴ βουληθῆναι δῆλον ὅτι
C
παρὰ τῶν εἰδότων μανθάνειν, ἀλλ' ἑαυτοὺς οἴεσθαι τῇ ἀν-
θρωπίνῃ αὐτῶν περινοίᾳ τὰ ἐν οὐρανοῖς δύνασθαι γινώσκειν
σαφῶς, καίτοι γε μηδὲ τὰ ἐπὶ τῆς γῆς γνῶναι δυνηθέντες.
Τὴν γοῦν ἀνθρωπίνην ψυχὴν ἔνιοι μὲν τῶν παρ' ὑμῖν φιλοσό-
φων ἐν ἡμῖν, ἕτεροι δὲ περὶ ἡμᾶς εἶναί φασιν· οὐδὲ γὰρ ἐν
τούτῳ συμφωνεῖν ἀλλήλοις προῄρηνται, ἀλλ', ὥσπερ τὴν
ἄγνοιαν διαφόρως μερισάμενοι, καὶ περὶ ψυχῆς φιλονεικεῖν
καὶ στασιάζειν πρὸς ἀλλήλους προῄρηνται. Οἱ μὲν γὰρ αὐ-
D
τῶν φασι πῦρ εἶναι τὴν ψυχήν, οἱ δὲ τὸν ἀέρα, οἱ δὲ τὸν νοῦν,
οἱ δὲ τὴν κίνησιν, οἱ δὲ τὴν ἀναθυμίασιν, ἄλλοι δέ τινες δύ-
ναμιν ἀπὸ τῶν ἄστρων ῥέουσαν, οἱ δὲ ἀριθμὸν κινητικόν, ἕτε-
ροι δὲ ὕδωρ γονοποιόν. Καὶ ὅλως ἄτακτός τις καὶ ἀσύμφωνος
ἡ παρ' αὐτοῖς κεκράτηκε δόξα, ἑνὶ μόνῳ τοῖς ὀρθῶς κρίνειν
δυναμένοις ἐπαίνου ἀξία φαινομένη, ὅτι πλανωμένους καὶ
μὴ τἀληθῆ λέγοντας ἀλλήλους ἐλέγχειν προῄρηνται.
E
Οὐκοῦν ἐπειδήπερ οὐδὲν ἀληθὲς περὶ θεοσεβείας παρὰ
τῶν ὑμετέρων διδασκάλων μανθάνειν ἐστὶ δυνατόν, ἱκανὴν
ὑμῖν ἀπόδειξιν τῆς ἑαυτῶν ἀγνοίας διὰ τῆς πρὸς ἀλλήλους
στάσεως παρεσχηκότων, ἀκόλουθον ἡγοῦμαι ἀνελθεῖν ἐπὶ τοὺς
9
A
ἡμετέρους προγόνους, τοὺς καὶ τοὺς χρόνους τῶν παρ' ὑμῖν
διδασκάλων πολλῷ προειληφότας καὶ μηδὲν ἀπὸ τῆς ἰδίας
αὐτῶν φαντασίας διδάξαντας ἡμᾶς, μηδὲ πρὸς ἀλλήλους διε-
νεχθέντας ἢ τὰ ἀλλήλων ἀνατρέπειν πειρωμένους, ἀλλὰ ἀφι-
λονείκως καὶ ἀστασιάστως τὴν παρὰ θεοῦ δεξαμένους γνῶσιν
καὶ ταύτην διδάσκοντας ἡμᾶς. Οὔτε γὰρ φύσει οὔτε ἀνθρω-
πίνῃ ἐννοίᾳ οὕτω μεγάλα καὶ θεῖα γινώσκειν ἀνθρώποις δυ-
B
νατόν, ἀλλὰ τῇ ἄνωθεν ἐπὶ τοὺς ἁγίους ἄνδρας τηνικαῦτα
κατελθούσῃ δωρεᾷ, οἷς οὐ λόγων ἐδέησε τέχνης οὐδὲ τοῦ ἐρι-
στικῶς τι καὶ φιλονείκως εἰπεῖν, ἀλλὰ καθαροὺς ἑαυτοὺς τῇ
τοῦ θείου πνεύματος παρασχεῖν ἐνεργείᾳ, ἵνα αὐτὸ τὸ θεῖον
ἐξ οὐρανοῦ κατιὸν πλῆκτρον, ὥσπερ ὀργάνῳ κιθάρας τινὸς ἢ
λύρας τοῖς δικαίοις ἀνδράσι χρώμενον, τὴν τῶν θείων ἡμῖν καὶ
οὐρανίων ἀποκαλύψῃ γνῶσιν. Διὰ τοῦτο τοίνυν ὥσπερ ἐξ ἑνὸς
στόματος καὶ μιᾶς γλώττης καὶ περὶ θεοῦ καὶ περὶ κόσμου
κτίσεως καὶ περὶ πλάσεως ἀνθρώπου καὶ περὶ ἀνθρωπίνης
C
ψυχῆς ἀθανασίας καὶ τῆς μετὰ τὸν βίον τοῦτον μελλούσης
ἔσεσθαι κρίσεως καὶ περὶ πάντων ὧν ἀναγκαῖόν ἐστιν ἡμῖν
εἰδέναι ἀκολούθως καὶ συμφώνως ἀλλήλοις ἐδίδαξαν ἡμᾶς,
καὶ ταῦτα ἐν διαφόροις τόποις τε καὶ χρόνοις τὴν θείαν ἡμῖν
διδασκαλίαν παρεσχηκότες.
Ἄρξομαι τοίνυν ἀπὸ τοῦ πρώτου παρ' ἡμῖν προφήτου
τε καὶ νομοθέτου Μωϋσέως, πρότερον τοὺς χρόνους, καθ'
D
οὓς γέγονε, μετὰ πάσης ἀξιοπίστου παρ' ὑμῖν μαρτυρίας ἐκ-
θέμενος· οὐ γὰρ ἀπὸ τῶν θείων καὶ παρ' ἡμῖν ἱστοριῶν μόνον
ταῦτα ἀποδεῖξαι πειρῶμαι, αἷς ὑμεῖς οὐδέπω διὰ τὴν πα-
λαιὰν τῶν προγόνων ὑμῶν πλάνην πιστεύειν βούλεσθε, ἀλλ'
ἀπὸ τῶν ὑμετέρων καὶ μηδὲν τῇ ἡμετέρᾳ θρησκείᾳ διαφερου-
σῶν ἱστοριῶν, ἵνα γνῶτε ὅτι πάντων τῶν παρ' ὑμῖν εἴτε σο-
φῶν εἴτε ποιητῶν εἴτε ἱστοριογράφων ἢ φιλοσόφων ἢ νομο-
θετῶν πολλῷ πρεσβύτατος γέγονεν ὁ πρῶτος τῆς θεοσεβείας
E
διδάσκαλος ἡμῶν Μωϋσῆς γεγονώς, ὡς δηλοῦσιν ἡμῖν αἱ τῶν
Ἑλλήνων ἱστορίαι. Ἐν γὰρ τοῖς χρόνοις Ὠγύγου τε καὶ Ἰνά-
χου, οὓς καὶ γηγενεῖς τινες τῶν παρ' ὑμῖν ὑπειλήφασι γεγενῆ-
σθαι, Μωϋσέως μέμνηνται ὡς ἡγεμόνος τε καὶ ἄρχοντος τοῦ
τῶν Ἰουδαίων γένους. Οὕτω γὰρ Πολέμων τε ἐν τῇ πρώτῃ
τῶν Ἑλληνικῶν ἱστοριῶν μέμνηται καὶ Ἀππίων ὁ Ποσει-
10
A
δωνίου ἐν τῇ κατὰ Ἰουδαίων βίβλῳ καὶ ἐν τῇ τετάρτῃ τῶν ἱστο-
ριῶν, λέγων κατὰ Ἴναχον Ἄργους βασιλέα Ἀμώσιδος Αἰ-
γυπτίων βασιλεύοντος ἀποστῆναι Ἰουδαίους, ὧν ἡγεῖσθαι
Μωϋσέα. Καὶ Πτολεμαῖος δὲ ὁ Μενδήσιος, τὰ Αἰγυπτίων
ἱστορῶν, ἅπασι τούτοις συντρέχει. Καὶ οἱ τὰ Ἀθηναίων
δὲ ἱστοροῦντες, Ἑλλάνικός τε καὶ Φιλόχορος ὁ τὰς Ἀτθίδας,
B
Κάστωρ τε καὶ Θαλλὸς καὶ Ἀλέξανδρος ὁ Πολυΐστωρ, ἔτι
δὲ καὶ οἱ σοφώτατοι Φίλων τε καὶ Ἰώσηπος, οἱ τὰ κατὰ
Ἰουδαίους ἱστορήσαντες, ὡς σφόδρα ἀρχαίου καὶ παλαιοῦ τῶν
Ἰουδαίων ἄρχοντος Μωϋσέως μέμνηνται. Ὁ γοῦν Ἰώσηπος, τὸ
ἀρχαῖον καὶ τὸ παλαιὸν τῆς ἱστορίας καὶ διὰ τῆς ἐπιγραφῆς
τῶν βιβλίων σημῆναι βουλόμενος, ἀρχόμενος τῆς ἱστορίας οὕτω
γέγραφε· Φλαβίου Ἰωσήπου Ἰουδαϊκῆς Ἀρχαιολογίας· τὸ πα-
λαιὸν τῆς ἱστορίας Ἀρχαιολογίαν ὀνομάζων. Καὶ ὁ ἐνδο-
C
ξότατος δὲ παρ' ὑμῖν τῶν ἱστοριογράφων Διόδωρος, ὁ τὰς
Βιβλιοθήκας ἐπιτεμών, ἐν τριάκοντα ὅλοις ἔτεσιν Ἀσίαν τε
καὶ Εὐρώπην, ὡς αὐτὸς γέγραφε, διὰ πολλὴν ἀκρίβειαν πε-
ριελθὼν καὶ αὐτόπτης τῶν πλείστων γεγονώς, τεσσαράκοντα
ὅλα τῆς ἑαυτοῦ ἱστορίας βιβλία γέγραφεν· ὃς ἐν τῇ πρώτῃ βί-
βλῳ, φήσας παρὰ τῶν ἐν Αἰγύπτῳ ἱερέων μεμαθηκέναι ὅτι
ἀρχαῖος καὶ πρῶτος νομοθέτης Μωϋσῆς γέγονεν, αὐταῖς
D
λέξεσιν οὕτω περὶ αὐτοῦ γέγραφε· Μετὰ γὰρ τὴν παλαιὰν
τοῦ κατ' Αἴγυπτον βίου κατάστασιν, τὴν μυθολογουμένην
γενέσθαι ἐπὶ θεῶν καὶ ἡρώων, πεῖσαί φασιν ἐγγράφοις νό-
μοις πρῶτον χρῆσθαι τὰ πλήθη Μωϋσῆν, ἄνδρα καὶ τῇ ψυχῇ
μέγαν καὶ τῷ βίῳ ἱκανώτατον μνημονευόμενον. Εἶτα βραχύ τι
προελθών, καὶ τῶν παλαιῶν νομοθετῶν μνησθῆναι βουλόμενος,
πρώτου Μωϋσέως μέμνηται. Ἔφη γὰρ αὐταῖς λέξεσιν οὕ-
τως· Παρὰ μὲν τοῖς Ἰουδαίοις Μωϋσῆν τὸν καλούμενον
θεόν, εἴτε θαυμαστὴν καὶ θείαν ὅλως ἔννοιαν εἶναι κρίναν-
E
τας τὴν μέλλουσαν ὠφελήσειν ἀνθρώπων πλῆθος, εἴτε πρὸς
τὴν ὑπεροχὴν καὶ δύναμιν τῶν εὑρεῖν λεγομένων τοὺς νόμους
ἀποβλέψαντα τὸν ὄχλον μᾶλλον ὑπακούεσθαι διαλαβόντας.
Δεύτερον δὲ νομοθέτην Αἰγύπτιον γεγονέναι φασὶ Σάουχνιν,
ἄνδρα συνέσει διαφέροντα. Τρίτον δὲ λέγουσι Σεσόγχωσιν
τὸν βασιλέα μὴ μόνον πολεμικὰς πράξεις ἐπιφανεστάτας κατερ-
γάσασθαι τῶν κατ' Αἴγυπτον, ἀλλὰ καὶ τὸ μάχιμον ἔθνος
11
A
νομοθεσίαις στήσασθαι. Τέταρτον δέ φασι νομοθέτην γε-
γενῆσθαι Βόκχοριν τὸν βασιλέα, σοφόν τινα καὶ πανουργίᾳ
διαφέροντα. Μετὰ δὲ τοῦτον προσελθεῖν λέγεται τοῖς νό-
μοις Ἄμασιν τὸν βασιλέα, ὃν ἱστοροῦσι τὰ περὶ τοὺς νομάρχας
διατάξαι καὶ τὰ περὶ τὴν σύμπασαν οἰκονομίαν τῆς Αἰ-
γύπτου. Ἕκτον δὲ λέγεται τὸν Ξέρξου πατέρα Δαρεῖον τοῖς
νόμοις ἐπιστῆναι τοῖς τῶν Αἰγυπτίων.
Ταῦτα, ὦ ἄνδρες Ἕλληνες, οἱ ἔξωθεν τῆς ἡμετέρας
θεοσεβείας περὶ τῆς ἀρχαιότητος Μωϋσέως ἱστοροῦντες γεγρά-
B
φασι, καὶ ταῦτα πάντα παρ' Αἰγυπτίων ἱερέων μεμαθηκέναι
φήσαντες, παρ' οἷς οὐκ ἐτέχθη Μωϋσῆς μόνον, ἀλλὰ καὶ πά-
σης τῆς Αἰγυπτίων παιδεύσεως μετασχεῖν ἠξιώθη, διὰ τὸ ὑπὸ
θυγατρὸς βασιλέως εἰς παιδὸς ᾠκειῶσθαι χώραν καὶ διὰ τὴν
προειρημένην πρόφασιν πολλῆς ἠξιώσθαι σπουδῆς, ὡς ἱστο-
ροῦσιν οἱ σοφώτατοι τῶν ἱστοριογράφων, οἱ καὶ τὸν βίον αὐτοῦ
καὶ τὰς πράξεις καὶ τὸ τοῦ γένους ἀξίωμα ἀναγράψασθαι
προελόμενοι, Φίλων τε καὶ Ἰώσηπος. Οὗτοι γάρ, τὰς Ἰου-
C
δαίων ἱστοροῦντες πράξεις, ἀπὸ μὲν τοῦ Χαλδαίων γένους τὸν
Μωϋσέα γεγενῆσθαί φασι· τῶν δὲ προγόνων αὐτοῦ διὰ λιμοῦ
πρόφασιν ἀπὸ τῆς Φοινίκης ἐπὶ τὴν Αἴγυπτον μεταναστάντων
ἐκεῖ τὸν ἄνδρα τετέχθαι φασίν, ὃν δι' ὑπερβάλλουσαν ἀρετὴν
ὁ θεὸς τιμῆσαι προὔθετο, καὶ ἄρχοντα καὶ στρατηγὸν καὶ νο-
μοθέτην γενέσθαι τοῦ ἑαυτοῦ γένους ἠξίωσεν, ὁπηνίκα ἀπὸ
τῆς Αἰγύπτου τὸ τῶν Ἑβραίων πλῆθος ἐπὶ τὴν οἰκείαν χώραν
ἐπανελθεῖν ἐδικαίωσεν. Τούτῳ πρῶτον ὁ θεὸς καὶ τὴν ἄνω-
D
θεν ἐπὶ τοὺς ἁγίους ἄνδρας θείαν καὶ προφητικὴν τηνικαῦτα
κατιοῦσαν παρέσχε δωρεάν, καὶ πρῶτον τῆς θεοσεβείας ἡμῶν
διδάσκαλον γενέσθαι παρεσκεύασεν, εἶτα μετ' αὐτὸν τοὺς λοι-
ποὺς προφήτας, τοὺς καὶ αὐτοὺς τῆς αὐτῆς αὐτῷ τυχόντας δω-
ρεᾶς καὶ τὰ αὐτὰ περὶ τῶν αὐτῶν διδάξαντας ἡμᾶς. Τού-
τους ἡμεῖς τῆς ἡμετέρας θρησκείας διδασκάλους γεγενῆσθαί
φαμεν, μηδὲν ἀπὸ τῆς ἀνθρωπίνης αὐτῶν διανοίας διδάξαντας
ἡμᾶς, ἀλλ' ἐκ τῆς ἄνωθεν αὐτοῖς παρὰ θεοῦ δοθείσης
δωρεᾶς.
E
Ὑμεῖς δέ, ἐπειδὴ διὰ τὴν προτέραν τῶν πατέρων
ὑμῶν πλάνην τούτοις πείθεσθαι οὐκ οἴεσθε δεῖν, τίνας διδα-
σκάλους ὑμῶν ἀξιοπίστους τῆς θεοσεβείας γεγενῆσθαί φατε;
Ἀδύνατον γάρ, ὥσπερ πολλάκις ἔφην, τὰ οὕτω μεγάλα καὶ
θεῖα τοὺς μὴ πρότερον παρὰ τῶν εἰδότων μεμαθηκότας ἢ αὐ-
τοὺς εἰδέναι ἢ ἑτέρους δύνασθαι διδάσκειν ὀρθῶς. Οὐκοῦν
12
A
ἐπειδήπερ ἱκανῶς ἐκ τῶν προειρημένων τὰ τῶν φιλοσόφων
ὑμῶν ἐλήλεγκται πράγματα πάσης ἀγνοίας καὶ ἀπάτης φανέντα
πλήρη, ἀφέμενοί που λοιπὸν πάντως τῶν φιλοσόφων, ὥσπερ
πρότερον τῶν ποιητῶν, ἐπὶ τὴν τῶν χρηστηρίων ἀπάτην τρα-
πήσεσθε· οὕτω γὰρ ἀκήκοα λεγόντων τινῶν. Οὐκοῦν ἀκόλου-
θον ἡγοῦμαι, ἃ παρ' ὑμῶν πρότερον περὶ αὐτῶν ἀκήκοα λε-
γόντων, ταῦτα ἐν καιρῷ νυνὶ πρὸς ὑμᾶς εἰπεῖν. Ἐρομένου
B
γάρ τινος, ὡς αὐτοί φατε, τὸ παρ' ὑμῖν χρηστήριον, τίνας
συνέβη θεοσεβεῖς ἄνδρας γεγενῆσθαί ποτε, οὕτω τὸ χρηστήριον
εἰρηκέναι φατέ·
Μοῦνοι Χαλδαῖοι σοφίην λάχον, ἠδ' ἄρ' Ἑβραῖοι,
Αὐτογένητον ἄνακτα σεβαζόμενοι θεὸν ἁγνῶς.
Οὐκοῦν ἐπειδήπερ οἴεσθε παρὰ τῶν χρηστηρίων ὑμῶν δύνασθαι
τἀληθῆ μανθάνειν, ἐντυχόντες ταῖς ἱστορίαις καὶ τοῖς περὶ
τοῦ βίου Μωϋσέως γραφεῖσιν ὑπὸ τῶν ἔξωθεν τῆς ἡμετέρας
C
θρησκείας, καὶ γνόντες ὅτι ἐκ τοῦ τῶν Χαλδαίων καὶ Ἑβραίων
γένους ὥρμητο Μωϋσῆς καὶ οἱ λοιποὶ προφῆται, μηδὲν παρά-
δοξον γεγενῆσθαι νομίζητε, εἰ ἐκ γένους ὄντα θεοσεβῶν τὸν
ἄνδρα καὶ ἀξίως τῆς τῶν προγόνων θεοσεβείας βεβιωκότα ὁ
θεὸς τῇ μεγάλῃ ταύτῃ δωρεᾷ τιμῆσαι προὔθετο καὶ πρῶτον
ἁπάντων ἀποφῆναι τῶν προφητῶν.
Ἀναγκαῖον δὲ οἶμαι καὶ τοὺς χρόνους σκοπεῖν, καθ'
οὓς οἱ καθ' ὑμᾶς γεγόνασι φιλόσοφοι, ὅπως γνῶτε ὅτι σφόδρα
D
νέος καὶ βραχύς ἐστιν ὁ τούτους ὑμῖν ἐνεγκὼν χρόνος· οὕτω
γὰρ ὑμῖν ἔσται δυνατὸν καὶ τὴν Μωϋσέως ἀρχαιότητα ῥᾳδίως
γνῶναι. Ἵνα δὲ μὴ περὶ τῶν χρόνων διεξιὼν παρέλξειν δόξω,
πλείοσιν ἀποδείξεσι χρώμενος, ἀποχρώντως οἶμαι καὶ ἀπὸ
τούτων δεικνύναι. Σωκράτης μὲν γὰρ Πλάτωνος, Πλάτων δὲ
Ἀριστοτέλους διδάσκαλος γέγονεν. Οὗτοι δὲ κατὰ τοὺς Φι-
λίππου καὶ Ἀλεξάνδρου τοῦ Μακεδόνος ἤκμασαν χρόνους, καθ'
E
οὓς καὶ οἱ Ἀθηναίων ῥήτορες, ὡς δηλοῦσιν ἡμῖν σαφῶς καὶ
οἱ Δημοσθένει κατὰ Φιλίππου γραφέντες λόγοι. Ὅτι δὲ καὶ
Ἀριστοτέλης Ἀλεξάνδρῳ συνῆν ἐν τῷ τῆς βασιλείας χρόνῳ,
ἱκανῶς δηλοῦσιν οἱ τὰς Ἀλεξάνδρου ἱστορήσαντες πράξεις.
Πανταχόθεν οὖν γνῶναι ῥᾴδιον ὅτι πολλῷ ἀρχαιοτάτην πασῶν
τῶν ἔξωθεν ἱστοριῶν τὴν Μωϋσέως ἱστορίαν εἶναι συμβαίνει.
13
A
Ἄλλως τε οὐδὲ τοῦτο ἀγνοεῖν ὑμᾶς προσήκει, ὅτι οὐδὲν Ἕλ-
λησι πρὸ τῶν ὀλυμπιάδων ἀκριβὲς ἱστόρηται, οὐδ' ἔστι τι
σύγγραμμα παλαιόν, Ἑλλήνων ἢ βαρβάρων σημαῖνον πρᾶξιν.
Μόνη δὲ ἡ τοῦ πρώτου προφήτου Μωϋσέως προὐπῆρχεν
ἱστορία, ἣν ἐκ θείας ἐπιπνοίας Μωϋσῆς γέγραφε τοῖς τῶν
Ἑβραίων γράμμασι. Τὰ γὰρ τῶν Ἑλλήνων οὐδέπω ἦν, ὡς δη-
λοῦσι καὶ αὐτοὶ οἱ τῶν γραμμάτων διδάσκαλοι, φάσκοντες
Κάδμον πρῶτον ἐκ Φοινίκης αὐτὰ κομίσαντα Ἕλλησι μετα-
B
δοῦναι. Καὶ ὁ πρῶτος δὲ τῶν παρ' ὑμῖν φιλοσόφων μαρ-
τυρεῖ Πλάτων ὕστερον εὑρῆσθαι αὐτά. Γέγραφε γὰρ ἐν τῷ
Τιμαίῳ τὸν τῶν σοφῶν σοφώτατον Σόλωνα, ἐκ τῆς Αἰγύπτου
ἐπανελθόντα, Κριτίᾳ λέγειν ταῦτα ἅπερ ἀκηκοέναι Αἰ-
γυπτίου τινὸς ἱερέως οὐ μάλα παλαιοῦ πρὸς αὐτὸν λέγοντος·
Ὦ Σόλων Σόλων, Ἕλληνές ἐστε παῖδες ἀεί, γέρων δὲ Ἕλ-
λην οὐκ ἔστιν. Εἶτ' αὖθις· Νέοι ἐστέ, ἔφη, τὰς ψυχὰς
πάντες· οὐδεμίαν γὰρ ἐν αὐταῖς ἔχετε παλαιὰν δόξαν οὐδὲ
C
μακρῷ χρόνῳ παλαιὸν οὐδέν. Ἀλλ' ὑμᾶς λέληθε διὰ τὸ
ἐπὶ πολλὰς γενεὰς γράμμασι τελευτᾶν ἀφώνους. Εἰδέναι τοί-
νυν προσήκει ὅτι πᾶσαν ἱστορίαν τοῖς τῶν Ἑλλήνων ὕστερον
εὑρεθεῖσι γράμμασι γεγράφθαι συμβαίνει, καὶ εἴτε ποιητῶν
τις ἀρχαίων εἴτε νομοθετῶν εἴτε ἱστοριογράφων εἴτε φιλο-
σόφων ἢ ῥητόρων μνημονεῦσαι βούλοιτο, εὑρήσει τούτους τὰ
ἑαυτῶν συγγράμματα τοῖς τῶν Ἑλλήνων γεγραφότας γράμ-
μασιν.
D
Εἰ δέ τις φάσκοι καὶ τὴν Μωϋσέως καὶ τῶν ἄλλων
προφητῶν τοῖς τῶν Ἑλλήνων γεγράφθαι γράμμασι, γνώτω,
ταῖς ἔξωθεν ἐντυχὼν ἱστορίαις, ὅτι Πτολεμαῖος ὁ τῆς Αἰγύ-
πτου βασιλεύς, βιβλιοθήκην ἐν τῇ Ἀλεξανδρείᾳ κατασκευάσας
καὶ πανταχόθεν συναγαγὼν βιβλία καὶ πληρώσας αὐτήν, ἔπειτα
μαθὼν ὅτι ἀρχαίας ἱστορίας τοῖς τῶν Ἑβραίων γράμμασι γε-
γραμμένας σώζεσθαι ἀκριβῶς συμβαίνει, γνῶναι τὰ γεγραμμένα
βουλόμενος, σοφοὺς ἄνδρας ἑβδομήκοντα, τοὺς καὶ τὴν Ἑλλή-
E
νων καὶ Ἑβραίων διάλεκτον εἰδότας, ἑρμηνεῦσαι αὐτοῖς τὰς
βίβλους προσέταξεν, ἀπὸ τῆς Ἱερουσαλὴμ μεταστειλάμενος.
Καὶ ἵνα πάσης ὀχλήσεως ἐκτὸς ὄντες θᾶττον ἑρμηνεύσωσι,
προσέταξεν αὐτοῖς μὴ ἐν αὐτῇ τῇ πόλει, ἀλλὰ ἀπὸ ἑπτὰ στα-
δίων ἔνθα τὸν φάρον ᾠκοδομῆσθαι συμβαίνει, ἰσαρίθμους
14
A
τῶν ἑρμηνευόντων οἰκίσκους γενέσθαι μικρούς, ἐπὶ τῷ ἕκαστον
ἰδίᾳ καθ' ἑαυτὸν τὴν ἑρμηνείαν πληρῶσαι, προστάξας τοῖς
ἐφεστῶσιν ὑπηρέταις πάσης μὲν αὐτοὺς θεραπείας τυγχάνειν,
εἴργεσθαι δὲ τῆς πρὸς ἀλλήλους ὁμιλίας, ἵνα τὸ τῆς ἑρμηνείας
ἀκριβὲς καὶ διὰ τῆς τούτων συμφωνίας γνωσθῆναι δυνηθῇ.
Ἐπεὶ δὲ ἔγνω τοὺς ἑβδομήκοντα ἄνδρας μὴ μόνον τῇ αὐτῇ δια-
νοίᾳ ἀλλὰ καὶ ταῖς αὐταῖς λέξεσι χρησαμένους, καὶ μηδὲ ἄχρι
B
μιᾶς λέξεως τῆς πρὸς ἀλλήλους συμφωνίας διημαρτηκότας
ἀλλὰ τὰ αὐτὰ καὶ περὶ τῶν αὐτῶν γεγραφότας, ἐκπλαγεὶς καὶ
θείᾳ δυνάμει τὴν ἑρμηνείαν γεγράφθαι πιστεύσας, πάσης μὲν
τιμῆς αὐτοὺς ἀξίους, ὡς θεοφιλεῖς ἄνδρας, διέγνω, μετὰ
πολλῶν δὲ δώρων αὐτοὺς εἰς τὴν ἑαυτῶν πατρίδα ἐπανελθεῖν
προσέταξε, τὰς δὲ βίβλους ἐκθειάσας, ὡς εἰκός, ἐκεῖσε ἀνέ-
C
θηκεν. Ταῦτα οὐ μύθους ὑμῖν, ὦ ἄνδρες Ἕλληνες, οὐδὲ πε-
πλασμένας ἱστορίας ἀπαγγέλλομεν· ἀλλ' αὐτοὶ ἐν τῇ Ἀλε-
ξανδρείᾳ γενόμενοι καὶ τὰ ἴχνη τῶν οἰκίσκων ἐν τῇ Φάρῳ
ἑωρακότες ἔτι σωζόμενα, καὶ παρὰ τῶν ἐκεῖ ὡς τὰ πάτρια
παρειληφότων ἀκηκοότες, ταῦτα ἀπαγγέλλομεν, ἃ καὶ παρ'
ἑτέρων ἔξεστιν ὑμῖν μανθάνειν, καὶ μάλιστα παρ' αὐτῶν τῶν
περὶ τούτων ἱστορησάντων σοφῶν καὶ δοκίμων ἀνδρῶν, Φί-
λωνός τε καὶ Ἰωσήπου, καὶ ἑτέρων πλειόνων. Εἰ δέ τις φάσκοι
D
τῶν προχείρως ἀντιλέγειν εἰθισμένων, μὴ ἡμῖν τὰς βί-
βλους ταύτας ἀλλὰ Ἰουδαίοις προσήκειν, διὰ τὸ ἔτι καὶ νῦν ἐν
ταῖς συναγωγαῖς αὐτῶν σώζεσθαι, καὶ μάτην ἡμᾶς ἐκ τούτων
φάσκειν τὴν θεοσέβειαν μεμαθηκέναι λέγοι, γνώτω ἀπ' αὐτῶν
τῶν ἐν ταῖς βίβλοις γεγραμμένων ὅτι οὐκ αὐτοῖς ἀλλ' ἡμῖν
ἡ ἐκ τούτων διαφέρει διδασκαλία. Τὸ δὲ παρὰ Ἰουδαίοις
ἔτι καὶ νῦν τὰς τῇ ἡμετέρᾳ θεοσεβείᾳ διαφερούσας σώζεσθαι
E
βίβλους θείας προνοίας ἔργον ὑπὲρ ἡμῶν γέγονεν· ἵνα γὰρ μὴ
ἐκ τῆς ἐκκλησίας προκομίζοντες πρόφασιν ῥᾳδιουργίας τοῖς
βλασφημεῖν ἡμᾶς βουλομένοις παράσχωμεν, ἀπὸ τῆς τῶν
Ἰουδαίων συναγωγῆς ταύτας ἀξιοῦμεν προκομίζεσθαι, ἵνα
ἀπ' αὐτῶν τῶν ἔτι παρ' αὐτοῖς σωζομένων βιβλίων, ὡς ἡμῖν
τὰ πρὸς διδασκαλίαν ὑπὸ τῶν ἁγίων ἀνδρῶν γραφέντα δίκαια
σαφῶς καὶ φανερῶς προσήκει, φανῇ.
Δεῖ τοίνυν ὑμᾶς, ὦ ἄνδρες Ἕλληνες, τὰ μέλλοντα
προορωμένους καὶ εἰς τὴν ὑπὸ πάντων, οὐ μόνον θεοσεβῶν
15
A
ἀλλὰ καὶ τῶν ἔξωθεν, κηρυττομένην ἀφορῶντας κρίσιν, μὴ τῇ
τῶν προγόνων ὑμῶν ἀβασανίστῳ προσέχειν πλάνῃ, μηδ' εἴ τι
σφαλέντες αὐτοὶ παρέδοσαν ὑμῖν τοῦτ' ἀληθὲς εἶναι νομίζειν,
ἀλλ', εἰς τὸν τῆς οὕτω δεινῆς ἀποτυχίας ἀφορῶντας κίνδυνον,
ζητεῖν καὶ ἐρευνᾶν ἀκριβῶς καὶ τὰ ὑπ' αὐτῶν τῶν ὑμετέρων,
ὡς αὐτοί φατε, διδασκάλων εἰρημένα. Πολλὰ γὰρ καὶ αὐτοὶ
B
ὑπὸ τῆς θείας τῶν ἀνθρώπων προνοίας καὶ ἄκοντες ὑπὲρ
ἡμῶν εἰπεῖν ἠναγκάσθησαν, καὶ μάλιστα οἱ ἐν Αἰγύπτῳ γε-
νόμενοι καὶ ἀπὸ τῆς Μωϋσέως καὶ τῶν προγόνων αὐτοῦ θεο-
σεβείας ὠφεληθέντες. Οὐ γὰρ λανθάνειν ἐνίους ὑμῶν οἶμαι,
ἐντυχόντας πάντως που τῇ τε Διοδώρου ἱστορίᾳ καὶ ταῖς
τῶν λοιπῶν τῶν περὶ τούτων ἱστορησάντων, ὅτι καὶ Ὀρφεὺς
καὶ Ὅμηρος καὶ Σόλων, ὁ τοὺς νόμους Ἀθηναίοις γεγραφώς,
καὶ Πυθαγόρας καὶ Πλάτων καὶ ἄλλοι τινές, ἐν τῇ Αἰγύπτῳ
γενόμενοι καὶ ἐκ τῆς Μωϋσέως ἱστορίας ὠφεληθέντες, ὕστερον
C
ἐναντία τῶν πρότερον μὴ καλῶς περὶ θεῶν δοξάντων αὐτοῖς
ἀπεφήναντο.
Ὀρφεὺς γοῦν, ὁ τῆς πολυθεότητος ὑμῶν, ὡς ἂν εἴποι
τις, πρῶτος διδάσκαλος γεγονώς, οἷα πρὸς τὸν υἱὸν αὐτοῦ
Μουσαῖον καὶ τοὺς λοιποὺς γνησίους ἀκροατὰς ὕστερον περὶ
ἑνὸς καὶ μόνου θεοῦ κηρύττει λέγων, ἀναγκαῖον ὑπομνῆσαι
ὑμᾶς. Ἔφη δὲ οὕτως·
Φθέγξομαι οἷς θέμις ἐστί· θύρας δ' ἐπίθεσθε βέβηλοι
D
Πάντες ὁμῶς. Σὺ δ' ἄκουε, φαεσφόρου ἔκγονε Μήνης,
Μουσαῖ'! Ἐξερέω γὰρ ἀληθέα· μηδέ σε τὰ πρὶν
Ἐν στήθεσσι φανέντα φίλης αἰῶνος ἀμέρσῃ.
Εἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε,
Ἰθύνων κραδίης νοερὸν κύτος, εὖ τ' ἐπίβαινε
Ἀτραπιτοῦ, μοῦνον δ' ἐσόρα κόσμοιο ἄνακτα.
Εἷς ἔστ', αὐτογενής, ἑνὸς ἔκγονα πάντα τέτυκται·
E
Ἐν δ' αὐτοῖς αὐτὸς περιγίνεται, οὐδέ τις αὐτὸν
Εἰσοράᾳ θνητῶν, αὐτὸς δέ γε πάντας ὁρᾶται.
Οὗτος δ' ἐξ ἀγαθοῖο κακὸν θνητοῖσι δίδωσι
Καὶ πόλεμον κρυόεντα καὶ ἄλγεα δακρυόεντα.
Οὐδέ τις ἔσθ' ἕτερος χωρὶς μεγάλου βασιλῆος.
Αὐτὸν δ' οὐχ ὁρόω· περὶ γὰρ νέφος ἐστήρικται.
Πᾶσιν γὰρ θνητοῖς θνηταὶ κόραι εἰσὶν ἐν ὄσσοις,
Ἀσθενέες δ' ἰδέειν Δία τὸν πάντων μεδέοντα.
Οὗτος γὰρ χάλκειον ἐς οὐρανὸν ἐστήρικται
16
A
Χρυσέῳ ἐνὶ θρόνῳ, γαίης δ' ἐπὶ ποσσὶ βέβηκε
Χεῖρά τε δεξιτερὴν ἐπὶ τέρματος ὠκεανοῖο
Πάντοθεν ἐκτέτακεν· περὶ γὰρ τρέμει οὔρεα μακρὰ
Καὶ ποταμοὶ πολιῆς τε βάθος χαροποῖο θαλάσσης.
Καὶ αὖθις ἀλλαχοῦ που οὕτως λέγει·
Εἷς Ζεύς, εἷς Ἀΐδης, εἷς Ἥλιος, εἷς Διόνυσος,
Εἷς θεὸς ἐν πάντεσσι. Τί σοι δίχα ταῦτ' ἀγορεύω;
B
Καὶ ἐν τοῖς Ὅρκοις δὲ οὕτως·
Οὐρανὸν ὁρκίζω σε, θεοῦ μεγάλου σοφὸν ἔργον,
Αὐδὴν ὁρκίζω σε πατρός, τὴν φθέγξατο πρῶτον,
Ἡνίκα κόσμον ἅπαντα ἑαῖς στηρίξατο βουλαῖς.
Τί βούλεται τὸ λέγειν αὐτὸν
Αὐδὴν ὁρκίζω σε πατρός, τὴν φθέγξατο πρῶτον;
Αὐδὴν ἐνταῦθα τὸν τοῦ θεοῦ ὀνομάζει λόγον, δι' οὗ οὐρανὸς
C
καὶ γῆ καὶ ἡ πᾶσα ἐγένετο κτίσις, ὡς διδάσκουσιν ἡμᾶς αἱ
θεῖαι τῶν ἁγίων ἀνδρῶν προφητεῖαι, αἷς ἐν μέρει καὶ αὐτὸς
ἐν τῇ Αἰγύπτῳ προσχὼν ἔγνω ὅτι τῷ λόγῳ τοῦ θεοῦ πᾶσα
ἐγένετο κτίσις. Διὸ καὶ μετὰ τὸ φῆσαι·
Αὐδὴν ὁρκίζω σε πατρός, ἣν φθέγξατο πρῶτον,
παραυτὰ συνάπτει λέγων·
Ἡνίκα κόσμον ἅπαντα ἑαῖς στηρίξατο βουλαῖς.
Ἐνταῦθα τὸν λόγον αὐδὴν διὰ τὸ ποιητικὸν ὀνομάζει μέτρον.
D
Ὅτι δὲ τοῦθ' οὕτως ἔχει, δῆλον ἀπὸ τοῦ μικρῷ πρόσθεν τοῦ
μέτρου συγχωροῦντος αὐτῷ λόγον αὐτὸν ὀνομάζειν. Ἔφη γάρ·
Εἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε.
Τίνα δὲ καὶ τὴν ἀρχαίαν καὶ σφόδρα παλαιὰν Σί-
βυλλαν, ἧς καὶ Πλάτων καὶ Ἀριστοφάνης καὶ ἕτεροι πλείους
ὡς χρησμῳδοῦ μέμνηνται, διὰ χρησμῶν ὑμᾶς διδάσκειν περὶ
ἑνὸς καὶ μόνου θεοῦ συμβαίνει, ἀναγκαῖον ὑπομνῆσαι. Λέγει
δὲ οὕτως·
E
Εἷς δὲ θεὸς μόνος ἔστιν, ὑπερμεγέθης, ἀγένητος,
Παντοκράτωρ, ἀόρατος, ὁρώμενος αὐτὸς ἅπαντα,
Αὐτὸς δ' οὐ βλέπεται θνητῆς ὑπὸ σαρκὸς ἁπάσης.
Εἶτ' ἀλλαχοῦ που οὕτως·
Ἡμεῖς δ' ἀθανάτοιο τρίβους πεπλανημένοι εἰμέν,
Ἔργα δὲ χειροποίητα γεραίρομεν ἄφρονι θυμῷ,
17
A
Εἴδωλα ξόανά τε καταφθιμένων ἀνθρώπων.
Καὶ πάλιν ἀλλαχοῦ που οὕτως·
Ὄλβιοι ἄνθρωποι κεῖνοι κατὰ γαῖαν ἔσονται,
Ὅσσοι δὴ στέρξουσι μέγαν θεόν, εὐλογέοντες
Πρὶν φαγέειν πιέειν τε, πεποιθότες εὐσεβίῃσιν·
Οἳ νηοὺς μὲν ἅπαντας ἀπαρνήσονται ἰδόντες
Καὶ βωμούς, εἰκαῖα λίθων ἀφιδρύματα κωφῶν,
Αἵμασιν ἐμψύχων μεμιασμένα καὶ θυσίῃσι
B
Τετραπόδων, βλέψουσι δ' ἑνὸς θεοῦ ἐς μέγα κῦδος.
Ταῦτα μὲν οὖν ἡ Σίβυλλα.
Ὁ δὲ ποιητὴς Ὅμηρος, τῇ τῆς ποιήσεως ἀποχρώμενος
ἐξουσίᾳ καὶ τὴν ἐν ἀρχῇ τῆς πολυθεότητος Ὀρφέως ζηλώσας
δόξαν, μυθωδῶς μὲν πλειόνων θεῶν μέμνηται, ἵνα μὴ δόξῃ
τῆς Ὀρφέως ἀπᾴδειν ποιήσεως, ἣν οὕτως ζηλῶσαι προὔθετο,
ὡς καὶ διὰ τοῦ πρώτου τῆς ποιήσεως ἔπους τὴν πρὸς αὐτὸν
σημῆναι σχέσιν. Τοῦ γὰρ Ὀρφέως
C
Μῆνιν ἄειδε, θεά, Δημήτερος ἀγλαοκάρπου
ἐν ἀρχῇ τῆς ποιήσεως εἰρηκότος, αὐτὸς
Μῆνιν ἄειδε, θεά, Πηληϊάδεω Ἀχιλῆος
γέγραφεν, ἑλόμενος, ὡς ἐμοὶ δοκεῖ, ἐν ἀρχῇ καὶ τοῦ κατὰ
τὴν ποίησιν ἐκπεσεῖν μέτρου, ἵνα μὴ δόξῃ τοῦ τῶν θεῶν ὀνό-
ματος μὴ μεμνῆσθαι πρῶτον. Μικρὸν δὲ ὕστερον καὶ τὴν ἑαυ-
τοῦ περὶ ἑνὸς καὶ μόνου θεοῦ σαφῶς καὶ φανερῶς ἐκτίθεται
δόξαν, πῇ μὲν διὰ τοῦ Φοίνικος πρὸς Ἀχιλλέα λέγων·
Οὐδ' εἴ κέν μοι ὑποσταίη θεὸς αὐτός,
D
Γῆρας ἀποξύσας, θήσειν νέον ἡβώοντα,
διὰ τῆς ἀντωνυμίας τὸν ὄντως ὄντα σημαίνων θεόν· πῇ δὲ
διὰ τοῦ Ὀδυσσέως πρὸς τὸ τῶν Ἑλλήνων πλῆθος οὕτω λέγων·
Οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω.
Ὅτι δὲ οὐκ ἀγαθὸν πολυκοιρανίη, ἀλλὰ τοὐναντίον κακόν,
ἔργῳ δηλῶσαι προὔθετο, πολέμους τε αὐτῶν διὰ τὸ πλῆθος
καὶ μάχας καὶ στάσεις καὶ κατ' ἀλλήλων ἐπιβουλὰς διηγούμε-
E
νος. Τὴν γὰρ μοναρχίαν ἄμαχον εἶναι συμβαίνει. Ταῦτα
μὲν οὖν ὁ ποιητὴς Ὅμηρος.
Εἰ δὲ καὶ τῶν ἀπὸ τῆς σκηνῆς περὶ ἑνὸς θεοῦ μαρτυ-
ρίας ἡμᾶς προσθεῖναι δέοι, ἀκούσατε καὶ Σοφοκλέους οὕτω
λέγοντος·
Εἷς ταῖς ἀληθείαισιν, εἷς ἔστιν θεός,
18
A
Ὃς οὐρανὸν τέτευχε καὶ γαῖαν μακράν,
Πόντου τε χαροπὸν οἶδμα κἀνέμων βίας.
Θνητοὶ δὲ πολλοὶ καρδίᾳ πλανώμενοι
Ἱδρυσάμεσθα πημάτων παραψυχήν,
Θεῶν ἀγάλματ' ἐκ λίθων τε καὶ ξύλων,
Ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους·
Θυσίας τε τούτοις καὶ καλὰς πανηγύρεις
Τεύχοντες, οὕτως εὐσεβεῖν νομίζομεν.
Ταῦτα μὲν οὖν ὁ Σοφοκλῆς.
B
Ὁ δὲ τοῦ Μνησάρχου Πυθαγόρας, ὁ τὰ δόγματα τῆς
ἑαυτοῦ φιλοσοφίας διὰ συμβόλων μυστικῶς ἐκθέμενος, ὡς
δηλοῦσιν οἱ τὸν βίον αὐτοῦ γεγραφότες, ἄξια καὶ αὐτὸς τῆς
εἰς Αἴγυπτον ἀποδημίας περὶ ἑνὸς θεοῦ φρονῶν φαίνεται.
Τὴν γὰρ μονάδα ἀρχὴν ἁπάντων λέγων καὶ ταύτην τῶν ἀγα-
θῶν ἁπάντων αἰτίαν εἶναι, δι' ἀλληγορίας ἕνα τε καὶ μόνον
διδάσκει θεὸν εἶναι. Ὅτι δὲ τοῦθ' οὕτως ἔχει, δῆλον ἀφ' ὧν
C
μονάδα καὶ ἓν πολλῷ διαφέρειν ἀλλήλων ἔφη· τὴν μὲν γὰρ
μονάδα ἐν τοῖς νοητοῖς εἶναι λέγει, τὸ δὲ ἓν ἐν τοῖς ἀριθμοῖς.
Εἰ δὲ καὶ σαφεστέραν ἀπόδειξιν περὶ ἑνὸς θεοῦ τῆς Πυθαγόρου
δόξης ποθεῖτε γνῶναι, ἀκούσατε καὶ τῆς αὐτοῦ δόξης. Οὕτω
γὰρ ἔφη· Ὁ μὲν θεὸς εἷς, αὐτὸς δὲ οὐχ, ὥς τινες ὑπονοοῦ-
σιν, ἐκτὸς τᾶς διακοσμήσιος, ἀλλ' ἐν ἑαυτῷ ὅλος ἐν ὅλῳ τῷ
κύκλῳ ἐπισκοπῶν πάσας γενέσιάς ἐστιν, κρᾶσις ἐὼν τῶν
D
ὅλων αἰώνων καὶ ἐργάτας τῶν αὐτοῦ δυνάμεων καὶ ἔργων,
ἀρχὰ πάντων, ἐν οὐρανῷ φωστὴρ καὶ πάντων πατήρ, νοῦς
καὶ ψύχωσις τῶν ὅλων, κύκλων ἁπάντων κίνασις. Οὕτω μὲν
οὖν ὁ Πυθαγόρας.
Πλάτων δέ, ἀποδεξάμενος μέν, ὡς ἔοικεν, τὴν περὶ
ἑνὸς καὶ μόνου θεοῦ Μωϋσέως καὶ τῶν ἄλλων προφητῶν δι-
δασκαλίαν, ἣν ἐν Αἰγύπτῳ γενόμενος ἔγνω, διὰ δὲ τὰ συμβε-
βηκότα Σωκράτει δεδιὼς μήπως καὶ αὐτὸς Ἄνυτόν τινα ἢ
Μέλητον καθ' ἑαυτοῦ γενέσθαι παρασκευάσῃ κατηγοροῦντα
E
αὐτοῦ παρ' Ἀθηναίοις καὶ λέγοντα· Πλάτων ἀδικεῖ καὶ πε-
ριεργάζεται, θεοὺς οὓς ἡ πόλις νομίζει οὐ νομίζων· φόβῳ τοῦ
κωνείου ποικίλον τινὰ καὶ ἐσχηματισμένον τὸν περὶ θεῶν
γυμνάζει λόγον, εἶναί τε θεοὺς τοῖς βουλομένοις καὶ μὴ εἶναι
οἷς τἀναντία δοκεῖ τῷ λόγῳ κατασκευάζων, ὡς ἔσται ῥᾴδιον
ἀπ' αὐτῶν τῶν ὑπ' αὐτοῦ λεχθέντων γνῶναι. Πᾶν γὰρ τὸ γε-
νόμενον θνητὸν προαποφηνάμενος εἶναι, ὕστερον θεοὺς γεγενῆ-
19
A
σθαι λέγει. Εἰ τοίνυν ἀρχὴν ἁπάντων τὸν θεὸν καὶ τὴν ὕλην
εἶναι βούλεται, δῆλον ὅτι ἀνάγκη πᾶσα ἐξ ὕλης τοὺς θεοὺς
γεγενῆσθαι λέγειν. Εἰ δὲ ἐξ ὕλης, ἐξ ἧς καὶ τὸ κακὸν ὡρμῆ-
σθαι ἔφη, οἵους εἶναι τοὺς θεοὺς τοὺς ἐξ ὕλης γενομένους οἴε-
σθαι προσήκει, τοῖς εὖ φρονοῦσι παρῆκε σκοπεῖν. Διὰ
τοῦτο γὰρ καὶ ἀγένητον τὴν ὕλην ἔφησεν εἶναι, ἵνα μὴ δόξῃ
τὸν θεὸν τοῦ κακοῦ ποιητὴν εἶναι λέγειν. Καὶ περὶ μὲν τῶν
ὑπὸ τοῦ θεοῦ δημιουργηθέντων θεῶν ταῦτ' εἰρηκὼς φαίνεται·
B
Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργός. Περὶ δὲ τοῦ ὄντως ὄντος
θεοῦ τὴν ὀρθὴν ἔχων φαίνεται δόξαν. Ἀκηκοὼς γὰρ ἐν Αἰ-
γύπτῳ τὸν θεὸν τῷ Μωϋσεῖ εἰρηκέναι Ἐγώ εἰμι ὁ ὤν, ὁπη-
νίκα πρὸς τοὺς Ἑβραίους αὐτὸν ἀποστέλλειν ἔμελλεν, ἔγνω ὅτι
οὐ κύριον ὄνομα ἑαυτοῦ ὁ θεὸς πρὸς αὐτὸν ἔφη.
Οὐδὲν γὰρ ὄνομα ἐπὶ θεοῦ κυριολογεῖσθαι δυνατόν.
Τὰ γὰρ ὀνόματα εἰς δήλωσιν καὶ διάγνωσιν τῶν ὑποκειμένων
κεῖται πραγμάτων, πολλῶν καὶ διαφόρων ὄντων· θεῷ δὲ οὔτε
C
ὁ τιθεὶς ὄνομα προϋπῆρχεν, οὔτε αὐτὸς ἑαυτὸν ὀνομάζειν ᾠήθη
δεῖν, εἷς καὶ μόνος ὑπάρχων, ὡς αὐτὸς διὰ τῶν ἑαυτοῦ προ-
φητῶν μαρτυρεῖ λέγων· Ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα
καὶ πλὴν ἐμοῦ θεὸς ἕτερος οὐκ ἔστι. Διὰ τοῦτο τοίνυν, ὡς
καὶ πρότερον ἔφην, οὐδὲ ὀνόματός τινος ὁ θεὸς ἀποστέλλων
πρὸς τοὺς Ἑβραίους τὸν Μωϋσέα μέμνηται, ἀλλὰ διά τινος μετ-
D
οχῆς ἕνα καὶ μόνον θεὸν ἑαυτὸν εἶναι μυστικῶς διδάσκει.
Ἐγὼ γάρ, φησίν, εἰμὶ ὁ ὤν, ἀντιδιαστέλλων ἑαυτὸν δῆλον
ὅτι ὁ ὢν τοῖς μὴ οὖσιν, ἵνα γνῶσιν οἱ πρότερον ἀπατηθέντες
ὅτι οὐχὶ τοῖς οὖσιν ἀλλὰ τοῖς μὴ οὖσι προσέσχον. Ἐπεὶ τοί-
νυν ὁ θεὸς ἠπίστατο τοὺς πρώτους ἀνθρώπους τῆς παλαιᾶς
τῶν προγόνων μεμνημένους ἀπάτης, ἣν ἀπατῆσαι αὐτοὺς ὁ
μισάνθρωπος δαίμων ἐβουλήθη φήσας πρὸς αὐτοὺς Εἰ πει-
σθείητέ μοι τὴν τοῦ θεοῦ παρελθεῖν ἐντολήν, ἔσεσθε ὡς θεοί,
E
θεοὺς ὀνομάζων τοὺς μὴ ὄντας, ἵν' οἱ ἄνθρωποι οἰηθέντες
καὶ ἑτέρους εἶναι θεοὺς καὶ ἑαυτοὺς δύνασθαι γενέσθαι θεοὺς
πιστεύσωσι, διὰ τοῦτο πρὸς τὸν Μωϋσέα ἔφη Ἐγώ εἰμι ὁ ὤν,
ἵνα διὰ τῆς μετοχῆς ὄντος τοῦ θεοῦ ὄντος καὶ μὴ ὄντων δια-
φορὰν διδάξῃ. Πεισθέντες τοίνυν οἱ ἄνθρωποι τῷ ἠπατηκότι
20
A
δαίμονι καὶ θεοῦ παρακοῦσαι τολμήσαντες ἐξῆλθον τοῦ παρα-
δείσου, τοῦ μὲν ὀνόματος τῶν θεῶν μεμνημένοι, μηκέτι δὲ
παρὰ θεοῦ μὴ εἶναι θεοὺς ἑτέρους διδαχθέντες· οὐ γὰρ δίκαιον
ἦν τοὺς τὴν πρώτην ἐντολὴν μὴ φυλάξαντας, ἣν φυλάξαι ῥᾴ-
διον ἦν, διδάσκειν ἔτι, ἀλλὰ τιμωρίαν αὐτοῖς ἐπάγειν δι-
καίαν. Ἐκβληθέντες τοίνυν τοῦ παραδείσου καὶ οἰόμενοι διὰ
τὴν παρακοὴν ἐκβεβλῆσθαι μόνην, οὐ μὴν εἰδότες διότι καὶ
B
θεοὺς μὴ ὄντας ἐπείσθησαν εἶναι, τὸ τῶν θεῶν ὄνομα καὶ τοῖς
μετὰ ταῦτα ἐξ αὐτῶν γενομένοις ἀνθρώποις παρέδοσαν. Αὕτη
τοίνυν πρώτη περὶ θεῶν ψευδὴς φαντασία, ἀπὸ τοῦ ψεύ-
στου πατρὸς τὴν ἀρχὴν ἐσχηκυῖα. Εἰδὼς τοίνυν ὁ θεὸς τὴν
τῆς πολυθεότητος μὴ ἀληθῆ δόξαν ὥσπερ τινὰ νόσον τῇ τῶν
ἀνθρώπων ἐνοχλοῦσαν ψυχῇ, ἀνελεῖν καὶ ἀνατρέψαι βουλόμε-
νος, πρῶτον μὲν τῷ Μωϋσεῖ φανεὶς ἔφη πρὸς αὐτόν· Ἐγώ
C
εἰμι ὁ ὤν. Ἔδει γάρ, οἶμαι, τὸν ἄρχοντα καὶ στρατηγὸν τοῦ
τῶν Ἑβραίων γένους ἔσεσθαι μέλλοντα πρῶτον ἁπάντων τὸν
ὄντα γινώσκειν θεόν. Διὸ καὶ τούτῳ πρώτῳ φανείς, ὡς ἦν
δυνατὸν ἀνθρώπῳ φανῆναι θεόν, ἔφη πρὸς αὐτόν· Ἐγώ εἰμι ὁ
ὤν. Εἶτα, ἀποστέλλειν αὐτὸν πρὸς τοὺς Ἑβραίους μέλλων,
κἀκείνοις αὐτὸν τὰ αὐτὰ προστάττει λέγειν· Ὁ ὢν ἀπέ-
σταλκέ με πρὸς ὑμᾶς.
Ταῦτα τοίνυν ἐν Αἰγύπτῳ μαθὼν ὁ Πλάτων, καὶ
σφόδρα ἀρεσθεὶς τοῖς περὶ ἑνὸς θεοῦ εἰρημένοις, τοῦ μὲν
D
ὀνόματος Μωϋσέως, διὰ τὸ ἕνα καὶ μόνον διδάσκειν θεόν, μνη-
μονεῦσαι παρ' Ἀθηναίοις οὐκ ἀσφαλὲς ἡγεῖτο, δεδιὼς τὸν
Ἄρειον πάγον, τὸ δὲ καλῶς εἰρημένον ὑπ' αὐτοῦ οὐχ ὡς παρ'
ἐκείνου μαθών, ἀλλ' ὡς ἑαυτοῦ ἐκτιθέμενος δόξαν ἐν τῷ ἐσπου-
δασμένῳ αὐτοῦ λόγῳ Τιμαίῳ, ἐν ᾧ καὶ θεολογεῖν ἐπιχείρει,
τὸ αὐτὸ ὃ καὶ περὶ θεοῦ Μωϋσῆς γέγραφεν. Ἔφη γάρ· Ἔστιν
E
οὖν κατ' ἐμὴν δόξαν διαιρετέον πρῶτον, τί τὸ ὂν ἀεί, γένεσιν
δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε.
Τοῦτο, ὦ ἄνδρες Ἕλληνες, τοῖς νοεῖν δυναμένοις οὐ δοκεῖ ἓν
καὶ ταὐτὸν εἶναι, τῷ ἄρθρῳ μόνῳ διαλλάττον; Ὁ μὲν γὰρ
Μωϋσῆς ὁ ὢν ἔφη, ὁ δὲ Πλάτων τὸ ὄν. Ἑκάτερον δὲ τῶν
εἰρημένων τῷ ἀεὶ ὄντι θεῷ προσήκειν φαίνεται· αὐτὸς γάρ
ἐστι μόνος ὁ ἀεὶ ὤν, γένεσιν δὲ μὴ ἔχων. Τί τοίνυν ἐστὶν ἕτε-
21
A
ρον τὸ τῷ ἀεὶ ὄντι ἀντιδιαστελλόμενον, περὶ οὗ αὐτὸς ἔφη·
Καὶ τί τὸ γινόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε, ἀκριβῶς σκο-
πεῖν προσήκει. Εὑρήσομεν γὰρ αὐτὸν σαφῶς καὶ φανερῶς τὸν
μὲν ἀγένητον ἀΐδιον εἶναι λέγοντα, τοὺς δὲ γενητοὺς ἢ δη-
μιουργητοὺς (ὡς αὐτὸς περὶ τῶν αὐτῶν εἰρῆσθαι ἔφη· Θεοὶ
θεῶν, ὧν ἐγὼ δημιουργός) γινομένους καὶ ἀπολλυμένους.
Οὕτω τοῦτο γὰρ αὐτὸς λέγει· Ἔστιν οὖν κατ' ἐμὴν δόξαν
B
πρῶτον διαιρετέον, τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί
τὸ γινόμενον, ὂν δὲ οὐδέποτε. Τὸ μὲν οὖν νοήσει μετὰ
τοῦ λόγου περιληπτόν, ἀεὶ κατὰ ταὐτὰ ὄν, τὸ δ' αὖ δόξῃ μετ'
αἰσθήσεως ἀλόγου δοξαστόν, γινόμενον καὶ ἀπολλύμενον, ὂν
δὲ οὐδέποτε. Ταῦτα τὰ ῥητὰ τοῖς ὀρθῶς νοεῖν δυναμένοις
ἀναίρεσιν καὶ ἀπώλειαν τῶν γενομένων κηρύττει θεῶν. Ἀναγ-
καῖον δὲ οἶμαι καὶ τούτῳ προσέχειν τὸν νοῦν, ὅτι οὐδὲ ποιητὴν
αὐτὸν ὁ Πλάτων ἀλλὰ δημιουργὸν ὀνομάζει θεῶν, καίτοι
C
πολλῆς διαφορᾶς ἐν τούτοις οὔσης κατὰ τὴν αὐτοῦ Πλάτωνος
δόξαν· ὁ μὲν γὰρ ποιητής, οὐδενὸς ἑτέρου προσδεόμενος, ἐκ
τῆς ἑαυτοῦ δυνάμεως καὶ ἐξουσίας ποιεῖ τὸ ποιούμενον, ὁ δὲ
δημιουργός, τὴν τῆς δημιουργίας δύναμιν ἐκ τῆς ὕλης εἰλη-
φώς, κατασκευάζει τὸ γινόμενον.
Ἀλλ' ἴσως τινές, τῶν τῆς πολυθεότητος δογμάτων
ἀποστῆναι μὴ βουλόμενοι, αὐτὸν τὸν δημιουργὸν τοῖς δημιουρ-
γηθεῖσι θεοῖς ταῦτ' εἰρηκέναι φήσουσιν· Ἐπείπερ γεγένησθε,
D
ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδ' ἄλυτοι τὸ πάμπαν, οὔτε μὴν δὴ
λυθήσεσθέ γε οὔτε τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλή-
σεως, μείζονος ἔτι δεσμοῦ καὶ ἰσχυροτέρου, λαχόντες. Ἐν-
ταῦθα ὁ Πλάτων, τοὺς τὴν πολυθεότητα ἀσπαζομένους δε-
διώς, ἐναντία ἑαυτῷ τὸν κατ' αὐτὸν δημιουργὸν εἰσάγει λέγοντα.
Πᾶν γὰρ τὸ γενόμενον φθαρτὸν πρότερον εἰρηκέναι αὐτὸν
E
φήσας νῦν τἀναντία αὐτὸν εἰσάγει λέγοντα, ἀγνοῶν ὅτι οὐδα-
μῶς οὕτω δυνατὸν τὸ τῆς ψευδολογίας ἐκφυγεῖν ἔγκλημα· ἢ
γὰρ τὸ πρότερον εἰρηκὼς πᾶν τὸ γενόμενον φθαρτὸν ψεύδεται,
ἢ νῦν τἀναντία τοῖς πρότερον περὶ αὐτῶν εἰρημένοις ἐπαγγελ-
λόμενος. Εἰ γὰρ ἀνάγκη πᾶσα τὸ γενητὸν φθαρτὸν εἶναι
κατὰ τὸν πρότερον αὐτοῦ ὅρον, πῶς ἐγχωρεῖ τὸ κατ' ἀνάγκην
22
A
ἀδύνατον γενέσθαι δυνατόν; Ὥστε μάτην ἔοικεν ὁ Πλάτων
ἀδύνατα χαρίζεσθαι τῷ κατ' αὐτὸν δημιουργῷ, τοὺς ἅπαξ διὰ
τὸ ἐξ ὕλης γεγενῆσθαι φθαρτοὺς καὶ λυτοὺς γενομένους αὖθις
δι' αὐτοῦ ἀφθάρτους καὶ ἀλύτους ἐπαγγελλόμενος ἔσεσθαι.
Τὴν γὰρ τῆς ὕλης δύναμιν, ἀγένητον καὶ ἰσόχρονον καὶ ἡλι-
κιῶτιν κατὰ τὴν αὐτοῦ δόξαν τοῦ δημιουργοῦ οὖσαν, ἀντιστα-
τεῖν εἰκὸς τῇ αὐτοῦ βουλήσει· τῷ γὰρ μὴ πεποιηκότι οὐδεμία
B
ἐξουσία πρὸς τὸ μὴ γεγονός, ὥστε οὐδὲ βιασθῆναι αὐτὴν
δυνατόν, τῆς ἔξωθεν πάσης ἀνάγκης ἐλευθέραν οὖσαν. Διὰ
τοῦτο τοίνυν καὶ αὐτὸς ὁ Πλάτων εἰς ταῦτα ἀφορῶν οὕτω γέ-
γραφεν· Ἀνάγκη δὲ οὐδὲ θεὸν λέγεσθαι δυνατὸν βιάζεσθαι.
Πῶς οὖν Ὅμηρον τῆς ἑαυτοῦ πολιτείας ἐκβάλλει
Πλάτων, ἐπειδὴ ἐν τῇ πρὸς Ἀχιλλέα πρεσβείᾳ τὸν Φοίνικα
πεποίηκε τῷ Ἀχιλλεῖ λέγοντα·
Στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί,
C
καίτοι Ὁμήρου οὐ περὶ τοῦ βασιλέως καὶ κατὰ Πλάτωνα δη-
μιουργοῦ τῶν θεῶν ταῦτ' εἰρηκότος, ἀλλὰ περί τινων θεῶν,
τῶν παρ' Ἕλλησι πολλῶν εἶναι νομιζομένων, ὡς ἔστιν ἡμῖν
καὶ παρ' αὐτοῦ Πλάτωνος μανθάνειν, θεοὶ θεῶν λέγοντος;
Τῷ γὰρ ἑνὶ καὶ πρώτῳ θεῷ τὴν ἐξουσίαν καὶ τὸ κράτος ἁπάν-
των Ὅμηρος διὰ τῆς χρυσῆς ἐκείνης…
δὲ…
D
ὥ…
The complete text is available when the reading interface loads.